Οἱ δὲ ἐξελθόντες ἀπὸ τῶν οἴκων αὐτῶν καὶ ἀπὸ τῶν πατρίδων αὐτῶν, τουτέστι τῶν πρὸς τὴν σάρκα σχέσεων, ἐκεῖνοι ἀκολουθοῦσιν αὐτῷ· ὅθεν καὶ αἱ μάστιγες αὑτῶν θεραπεύονται, αἱ ἁμαρτίαι λέγω, αἱ τὸ συνειδὸς μαστίζουσαι, καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ἐκδιώκονται. Πρόσχες δὲ ὅτι τοῖς μαθηταῖς αὐτοῦ προστάττει ὁ Ἰησοῦς, ἵνα προσκαρτερῇ αὐτῷ πλοιάριον διὰ τοὺς ὄχλους, ὅπως μὴ θλίβωσιν αὐτόν. Ἰησοῦς γάρ ἐστιν ὁ ἐν ἡμῖν λόγος, ὃς προστάττει, ἵνα τὸ πλοιάριον ἡμῶν, τουτέστι τὸ σῶμα, προσκαρτερῇ αὐτῷ, καὶ μὴ ἐμβάλληται εἰς τὸν κλύδωνα τῶν τοῦ βίου πραγμάτων, ἵνα μὴ θλίβωσιν οἱ ὄχλοι, αἱ τῶν πραγμάτων ταραχαί, τὸν ἐν ἡμῖν Χριστόν. «Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. Καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστείλῃ αὐτοὺς κηρύσσειν, καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια. Καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον. καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα, Βοανεργές, ὅ ἐστιν, Υἱοὶ βροντῆς, καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην, καὶ Ἰούδαν, Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.» Ἀναβαίνει εἰς τὸ ὄρος ὥστε προσεύξασθαι.