Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Μάρκον: Εισαγωγή, ο Πρόδρομος και η έναρξη της δράσης

Προοίμιο στο Κατά Μάρκον, η δράση του Ιωάννη του Βαπτιστή, το βάπτισμα του Ιησού, οι πειρασμοί και οι πρώτες θαυματουργικές θεραπείες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 7 από 28

ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΥ. αʹ. Περὶ Ἰωάννου τοῦ βαπτίσαντος τὸν Κύριον ἐν τῷ Ἰορδάνῃ. Περὶ τῆς τοῦ Πέτρου καὶ Ἀνδρέου, καὶ τῶν υἱῶν Ζεβεδαίου κλήσεως. Περὶ τοῦ δαιμονιζομένου. Περὶ τῆς πενθερᾶς τοῦ Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.

Περὶ τοῦ λεπροῦ. βʹ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ τοῦ Ἰησοῦ συνεσθίοντος τοῖς τελώναις. Περὶ τῶν μαθητῶν τιλλόντων τοὺς στάχυας ἐν Σαββάτῳ. γʹ. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Περὶ μητρὸς καὶ ἀδελφῶν.

δʹ. Περὶ τοῦ σπόρου παραβολή. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. εʹ. Περὶ τοῦ λεγεῶνος. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Περὶ τῆς αἱμοῤῥοούσης. ϛʹ. Περὶ τῆς τῶν ἀποστόλων διαταγῆς. Περὶ Ἰωάννου καὶ Ἡρώδου. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου.

ζʹ. Περὶ τῶν μαθητῶν ἀνίπτοις χερσὶν ἐσθιόντων. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. Περὶ τῆς Συροφοινικίσσης. Περὶ τοῦ Σαββάτου. ηʹ. Περὶ τῶν ἑπτὰ ἄρτων. Περὶ τῶν ζητούντων σημεῖον. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τοῦ τυφλοῦ. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως.

Περὶ τῆς ἐπιτιμήσεως Πέτρου. θʹ. Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν διαλογιζομένων, τίς μείζων. Περὶ τοῦ ἀφελεῖν τὸ σκάνδαλον. ιʹ. Περὶ τῶν ἐπερωτησάντων, εἰ ἕξεσιν ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Περὶ τῶν υἱῶν Ζεβεδαίου.

Περὶ τοῦ Βαρτιμαίου. ιαʹ. Περὶ τοῦ πώλου. Περὶ τῆς ξηρανθείσης συκῆς. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ τραπεζιτῶν. Περὶ τοῦ θάρσους πρὸς τὸν Θεόν. Περὶ τῆς ἀμνησικακίας. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων.

ιβʹ. Περὶ τοῦ ἀμπελῶνος. Περὶ τῶν ἐπερωτησάντων Κύριον διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων. Περὶ τοῦ Γραμματέως. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως. Περὶ τοῦ τοὺς ὑποκριτὰς εὐλαβεῖσθαι. Περὶ τῆς τὰ δύο λεπτὰ λαβούσης χήρας.

ιγʹ. Περὶ τῆς συντελείας. Περὶ τῆς ἡμέρας καὶ ὥρας. ιδʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τοῦ Πάσχα. Περὶ τῆς τοῦ Χριστοῦ παραδόσεως. Περὶ τῆς ἀρνήσεως Πέτρου. Περὶ τῶν τῷ Κυρίῳ παρὰ τῷ ἀρχιερεῖ ἐπιτεθεισῶν αἰτιῶν.

ιεʹ. Περὶ ἐκείνων ἃ ἐπὶ τοῦ Πιλάτου ἔπαθεν. Περὶ ἔθους. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. Περὶ τῆς ταφῆς. ιϛʹ. Περὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Τίσι μετὰ τὴν ἔγερσιν ὁ Κύριος ὤφθη. Πῶς τοῖς ἀποστόλοις τὴν τοῦ Εὐαγγελίου κήρυξιν διέταξεν.

ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΠΡΟΟΙΜΙΟΝ. Τὸ κατὰ Μάρκον Εὐαγγέλιον, μετὰ δέκα ἕτη τῆς τοῦ Χριστοῦ ἀναλήψεως συνεγράφη ἐν Ῥώμῃ· ἦν μὲν γὰρ οὗτος ὁ Μάρκος Πέτρου μαθητής, ὃν καὶ υἱὸν αὐτοῦ ὁ Πέτρος ὀνομάζει, πνευματικὸν πάντως.

Ἐκαλεῖτο δὲ καὶ Ἰωάννης· ἀνεψιὸς δὲ Βαρνάβα, ἀλλὰ καὶ Παύλου συνέκδημος· τέως μέντοι Πέτρῳ συνὼν τὰ πλεῖστα, καὶ ἐν Ῥώμῃ· ᾐτήσαντο οὖν αὐτὸν οἱ ἐν Ῥώμῃ πιστοί, μὴ μόνον ἀγράφως κηρύσσειν, ἀλλὰ καὶ ἐγγράφως αὐτοῖς ἐκθέσθαι τὴν κατὰ Χριστὸν πολιτείαν. Μόλις οὖν πεισθεὶς συνεγράψατο· τῷ δὲ Πέτρῳ ἀπεκαλύφθη παρὰ Θεοῦ, ὅτι Μάρκος συνέγραψεν Εὐαγγέλιον. Ἰδὼν οὖν, καὶ ἐπιβεβαιώσας ὡς ἀληθές, εἶτα ἐπίσκοπον αὐτὸν ἐξαπέστειλεν εἰς Αἴγυπτον· ἔνθα δὴ καὶ κηρύξας, ἐν Ἀλεξανδρείᾳ τε Ἐκκλησίαν συστησάμενος, τοὺς πρὸς τῷ μεσημβρινῷ κλίματι πάντας ἐφώτισεν.

Ἔστιν οὖν ὁ χαρακτὴρ τοῦ Εὐαγγελίου σαφής, καὶ οὐδὲν ἔχων περινενοημένον· σχεδὸν δὲ καὶ κατὰ πάντα τῷ Ματθαίῳ συντρέχει ὁ παρὼν εὐαγγελιστής, πλὴν ὅσον ὁ Ματθαῖος πλατύτερος, καὶ ὅτι ὁ μὲν Ματθαῖος, τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου ἐν ἀρχῇ μνημονεύει· οὗτος δὲ ἀπὸ τοῦ προφήτου Ἰωάννου ἤρξατο· ὅθεν τινὲς (εἰ καὶ περιεργότερον δοκεῖ) τοιοῦτόν τι νόημα εἶπον ἐπὶ τοῖς εὐαγγελισταῖς· Ὁ ἐπὶ τῶν Χερουβὶμ καθήμενος Θεός, ἃ τετραπρόσωπα ἡ Γραφὴ λέγει, παρέδωκεν ἡμῖν τετράμορφον καὶ τὸ Εὐαγγέλιον, ἑνὶ πνεύματι συνεχόμενον. Ὥσπερ οὖν τῶν Χερουβὶμ ἕκαστον, ἐν μὲν πρόσωπον εἶχεν ὅμοιον λέοντι, ἕτερον δὲ ἀνθρώπῳ, καὶ ἕτερον ἀετῷ, καὶ ἕτερον μόσχῳ· οὕτω καὶ ἡ τοῦ εὐαγγελικοῦ κηρύγματος πραγματεία. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην Εὐαγγέλιον ἔχει λέοντος πρόσωπον· βασιλικὸν γὰρ ὁ λέων καὶ ἡγεμονικόν· ὁμοίως οὖν καὶ ὁ Ἰωάννης ἀπὸ τοῦ βασιλικοῦ καὶ δεσποτικοῦ ἀξιώματος τῆς θεότητος τοῦ Λόγου ἤρξατο, εἰπών· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ δὲ κατὰ Ματθαῖον ἀνθρωπόμορφον· ἀπὸ γὰρ τῆς κατὰ σάρκα γεννήσεως καὶ ἐνανθρωπήσεως τοῦ Λόγου ἤρξατο. Τὸ δὲ κατὰ Μάρκον, ἀετῷ παρεικαζόμενον· ἀπὸ γὰρ προφήτου ἤρξατο τοῦ Ἰωάννου· ἡ δὲ προφητικὴ χάρις, προορατικὴ οὖσα, καὶ ὀξέως τὰ πόῤῥω βλέπουσα, ὡς ἀετός ἐστι.

Φασὶ γὰρ τὸν ἀετὸν ὀξυδερκέστατον εἶναι, ὥστε καὶ μόνον τῶν ἄλλων ζώων, πρὸς τὸν ἥλιον δύνασθαι ἀτενίζειν μὴ καμμύοντα. Μόσχῳ δὲ ὅμοιον τὸ κατὰ Λουκᾶν, διότι ἀπὸ τῆς ἱερατείας τοῦ Ζαχαρίου ἤρξατο, ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ θυμιῶντος· καὶ μόσχος δὲ ἦν ὁ θυόμενος τότε. Ἄρχεται οὖν ὁ Μάρκος τοῦ Εὐαγγελίου ἀπὸ τῆς τοῦ Προδρόμου διαγωγῆς καὶ ἐνδείξεως. Ἄκουε οὖν τί φησί.

ΚΕΦΑΛ. Αʹ. Περὶ Ἰωάννου τοῦ βαπτίσαντος τὸν Κύριον ἐν τῷ Ἰορδάνῃ. Περὶ τῆς τοῦ Πέτρου καὶ Ἀνδρέου, καὶ τῶν υἱῶν Ζεβεδαίου κλήσεως. Περὶ τοῦ δαιμονιζομένου. Περὶ τῆς πενθερᾶς τοῦ Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. Περὶ τοῦ λεπροῦ. «Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς γέγραπται ἐν τοῖς προφήταις· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὂς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Ἰωάννην τὸν τελευταῖον τῶν προφητῶν, ἀρχὴν εἶναι τοῦ Εὐαγγελίου τοῦ Υἱοῦ τοῦ Θεοῦ φησι. Τὸ γὰρ τέλος τῆς Παλαιᾶς, ἀρχὴ τῆς Νέας Διαθήκης· ἡ δὲ μαρτυρία ἡ περὶ τοῦ Προδρόμου ἀπὸ δύο προφητῶν ἐλήφθη. Τοῦ μὲν γὰρ Μαλαχίου ἐστὶ τό, Ἰδοὺ ἀποστέλλω τὸν ἀγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· τοῦ δὲ Ἡσαΐου, τό, Φωνὴ βοῶντος, καὶ τὰ ἑξῆς.

Ἀπὸ δὲ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς τὸν Υἱόν ἐστιν ὁ λόγος, λέγοντος ἄγγελον εἶναι τὸν Πρόδρομον, διὰ τὸ ἀγγελικὴν καὶ σχεδὸν ἄϋλον ἔχειν ζωήν, καὶ τὸ ἀγγέλλειν καὶ μηνύειν τὸν Χριστὸν ἐρχόμενον· κατεσκεύασε δὲ τὴν ὁδὸν τοῦ Κυρίου, τὰς ψυχὰς τῶν Ἰουδαίων διὰ τοῦ βαπτίζειν παρασκευάζων δέξασθαι τὸν Χριστόν· τὸ δέ, πρὸ προσώπου σου, τοῦτο σημαίνει, ὅτι Ἐγγύς σου ἔσται ὁ ἄγγελός σου· ὅθεν δείκνυται ἡ οἰκειότης τοῦ Προδρόμου πρὸς τὸν Χριστόν· καὶ γὰρ καὶ τῶν βασιλέων ἐγγὺς προπορεύονται οἱ μάλιστα οἰκεῖοι. Φωνὴ δὲ βοῶντος ἐν τῇ ἐρήμῳ, τάχα μὲν καὶ ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, τάχα δὲ καὶ ἐν τῇ Συναγωγῇ τῶν Ἰουδαίων, ἥτις ἔρημος ἦν παντὸς ἀγαθοῦ. Ὁδὸς δέ, ἡ Νέα Διαθήκη· τρίβοι δὲ ἡ Παλαιά, ὡς κατατετριμμένη· πρὸς μὲν οὖν τὴν ὁδὸν ὤφειλον ἑτοιμασθῆναι, τουτέστι, πρὸς τὴν Νέαν Διαθήκην, τῆς δὲ Παλαιᾶς τὰς τρίβους εὐθείας ποιῆσαι, πάλαι μὲν δεξάμενοι ταύτας, εἶτα σκολιοὶ φανέντες καὶ χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν. «Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.»

Τὸ βάπτισμα Ἰωάννου οὐκ εἶχεν ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ μετάνοιαν μόνην εἰσῆγε τοῖς ἀνθρώποις· πῶς οὖν φησιν ἐνταῦθα ὁ Μάρκος, ὅτι εἰς ἄφεσιν ἁμαρτιῶν; Λέγομεν οὖν ὅτι ἐκήρυσσε βάπτισμα μετανοίας· τοῦτο δὲ τὸ κήρυγμα τῆς μετανοίας ποῦ ἔφερεν; Εἰς ἄφεσιν ἁμαρτιῶν, τουτέστιν, εἰς τὸ τοῦ Χριστοῦ βάπτισμα, ὃ εἶχεν ἄφεσιν τῶν ἁμαρτιῶν· ὥσπερ ὅταν λέγωμεν, Ἦλθεν ὁ δεῖνα δορυφόρος τοῦ βασιλέως κηρύσσων βρωμάτων παρασκευὴν εἰς εὐεργεσίαν τῶν παρασκευαζόντων, οὐ τοῦτο λέγομεν, ὅτι ὁ δορυφόρος εὐεργετῆσαι μέλλει τοὺς παρασκευάζοντας τὰ βασιλικὰ βρώματα, ἀλλ’ ὅτι αὐτὸς ἐκήρυσσε τὴν παρασκευὴν τῶν βρωμάτων, ἵνα οἱ ταύτην ἑτοιμάσαντες, ὑποδεξάμενοι τὸν βασιλέα, εὐεργετηθῶσιν ὑπ’ αὐτοῦ· οὕτως οὖν κἀνταῦθα ὁ Πρόδρομος ἐκήρυσσε βάπτισμα μετανοίας, ὡς ἂν οἱ μετανοήσαντες δεξάμενοι τὸν Χριστὸν ἄφεσιν ἁμαρτιῶν λάβωσιν. «Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.» Εἴπομεν περὶ τούτων ἐν τῷ κατὰ Ματθαῖον, καὶ νῦν δὲ ἐροῦμεν, ὅσα ἐκεῖ παραλέλειπται, ὅτι πένθους σύμβολον ἦν τὸ ἔνδυμα, δεικνύντος τοῦ προφήτου ὅτι δεῖ πενθεῖν τὸν μετανοοῦντα. Πένθους γὰρ ὁ σάκκος· ἡ δὲ δερματίνη ζώνη, τὴν νέκρωσιν δηλοῖ τοῦ Ἰουδαϊκοῦ λαοῦ.

Ὅτι δὲ πένθος ἐδήλου ἡ στολή, φησὶ καὶ ὁ Κύριος, Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε, θρῆνον λέγων τὴν τοῦ Προδρόμου πολιτείαν. Φησὶ γάρ, Ἦλθεν Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων, καὶ εἴπατε·

Δαιμόνιον ἔχει· ἀλλὰ καὶ ἡ τροφὴ τοῦ Ἰωάννου, πάντως μὲν καὶ τὴν ἐγκράτειαν αὐτόθεν δηλοῖ. Τάχα δὲ καὶ τῆς τότε τοῦ λαοῦ λογικῆς τροφῆς σύμβολον ἦν, οὐκ ἐσθίοντός τι τῶν καθαρῶν πετεινῶν τοῦ οὐρανοῦ, οὐδὲ νοοῦντός τι ὑψηλόν, ἀλλὰ τρεφομένου λόγῳ μετεωροπόρῳ μὲν δοκοῦντι καὶ ἀναπηδῶντι, καταπίπτοντι δὲ πάλιν· τοιοῦτον γὰρ ἡ ἀκρίς, πηδῶσα ὡς ἐπὶ τὸ ὕψος, εἶτα πάλιν καταπίπτουσα.

Ὥσπερ οὖν καὶ μέλι μὲν ἤσθιεν ὁ λαὸς τὸ ὑπὸ τῶν μελισσῶν γεννώμενον, τῶν προφητῶν, μὴ γεωργούμενον δὲ καὶ ἡμερούμενον διὰ τοῦ καλῶς νοεῖσθαι καὶ ζητεῖσθαι καὶ καταλαμβάνεσθαι. Εἶχον μὲν γὰρ τὰς Γραφὰς οἱ Ἑβραῖοι οἷόν τι μέλι· ἀλλ’ οὐκ ἐγεώργουν αὐτάς, οὐδὲ ἠρεύνων. «Καὶ ἐκήρυσσε, λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ.» Οὐδὲ ἔσχατος, φησί, δοῦλος αὐτοῦ ἄξιός εἰμι εἶναι, ὥστε λῦσαι τὸν ἱμάντα, τουτέστι, τὸν δεσμὸν τὸν ἀπὸ λώρου τῶν ὑποδημάτων. Νοεῖται δὲ καὶ οὕτω· Πάντες οἱ ἐρχόμενοι καὶ βαπτιζόμενοι ὑπὸ Ἰωάννου, ἐλύοντο διὰ τῆς μετανοίας ἀπὸ τοῦ δεσμοῦ τῶν ἁμαρτιῶν αὐτῶν, ἐν τῷ πιστεύειν εἰς τὸν Χριστόν. Πάντων μὲν οὖν τῶν ἄλλων ἔλυεν ὁ Ἰωάννης τοὺς ἱμάντας καὶ τοὺς δεσμοὺς τῶν ἁμαρτιῶν.

Τοῦ δὲ Ἰησοῦ τὸν ἱμάντα οὐκ ἴσχυσε λῦσαι, διότι οὐδὲ εὗρεν ἱμάντα, τουτέστιν, ἁμαρτίαν ἐν αὐτῷ. «Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην· καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ’ αὐτόν, καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.» Οὔτε διὰ τὸ ἀφεθῆναι τῶν ἁμαρτιῶν, ἔρχεται ὁ Ἰησοῦς ἐπὶ τὸ βάπτισμα, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν· οὔτε ὡς Πνεύματος μεταληψόμενος· τὸ γὰρ βάπτισμα Ἰωάννου, ὡς εἶπον, ἁμαρτίας μὴ καθαῖρον, πῶς ἂν Πνεῦμα ἔδωκεν; Ἀλλὰ μὴν οὐδὲ διὰ τὸ μετανοῆσαι ἔρχεται βαπτισθησόμενος· πολλῷ γὰρ ἦν κρείττων καὶ τοῦ Βαπτιστοῦ. Διατί οὖν ἔρχεται; Ἢ πάντως ἵνα φανερωθῇ ὑπὸ Ἰωάννου τῷ λαῷ. Ἐπεὶ γὰρ πολλοὶ συνέῤῥεον, εὐδόκησεν ἐλθεῖν ὡς ἂν μαρτυρηθῇ ἐνώπιον τῶν πολλῶν τούτων, τίς ἐστι· καὶ ἅμα ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην, τουτέστι, πάσας τὰς ἐντολὰς τοῦ νόμου· ἐπεὶ γὰρ ἐντολὴ καὶ τοῦτο δοκεῖ, τὸ πεισθῆναι τῷ προφήτῃ βαπτίζοντι ὡς ὑπὸ Θεοῦ πεμφθέντι, πληροῖ καὶ ταύτην. Τὸ δὲ Πνεῦμα κάτεισιν, οὐχ ὅτι ἐδέετο τούτου ὁ Χριστός, πῶς γὰρ ὃ ἦν ἐν αὐτῷ οὐσιωδῶς μένον;

ἀλλ’ ἵνα μάθῃς σὺ ὅτι ὅταν βαπτίζῃ, καὶ εἰς σὲ Πνεῦμα ἅγιον ἐλεύσεται· ἅμα δὲ καὶ τοῦτο ἐνήργει ἡ τοῦ Πνεύματος κάθοδος· ἐπεὶ γὰρ εἶπεν ὁ Πατὴρ ἄνωθεν, Οὗτός ἐστιν ὁ Υἱός μου, ἵνα μὴ νομίσωσιν οἱ ἀκούοντες ὅτι περὶ τοῦ Ἰωάννου λέγει, κάτεισι τὸ Πνεῦμα ἐπὶ τὸν Ἰησοῦν. δεικνύον ὅτι περὶ τούτου ἐλέχθη. Σχίζονται δὲ οἱ οὐρανοί, ἵνα μάθωμεν, ὅτι ὅταν βαπτισθῶμεν, ἀνοίγονται καὶ ἡμῖν. «Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον, καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ ἄγγελοι διηκόνουν αὐτῷ.» Διδάσκων ἡμᾶς ὁ Κύριος μὴ δυσχεραίνειν, ἐὰν μετὰ τὸ βάπτισμα πειρασμοῖς περιπέσωμεν, τούτου ἕνεκεν ἄνεισιν εἰς τὸ ὄρος πειρασθησόμενος. Μᾶλλον δὲ οὐκ ἄνεισιν, ἀλλ’ ἀνάγεται ὑπὸ τοῦ ἁγίου Πνεύματος, δεικνύων καὶ ἡμῖν, ὅτι οὐκ ἐπιπηδᾷν δεῖ τοῖς πειρασμοῖς, ἀλλ’ ἐπιόντας ὑποδέχεσθαι. Διὰ τοῦτο δὲ ἀναβαίνει εἰς τὸ ὄρος, ἵνα τῇ ἐρημίᾳ τοῦ τόπου θαῤῥήσῃ ὁ διάβολος, καὶ προσέλθῃ. Εἴωθε γὰρ ὅταν ἴδῃ ἡμᾶς μεμονωμένους, τηνικαῦτα ἐπιτίθεσθαι. Ἄβατος δὲ ἦν ὁ τόπος τοσοῦτον, ὥστε καὶ θηρίων γέμειν· οἱ δὲ ἄγγελοι διηκόνουν αὐτῷ μετὰ τὸ νικῆσαι τὸν πειραστήν, καὶ ταῦτα ἐν τῷ κατὰ Ματθαῖον κεῖται πλατύτερον. «

Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ, καὶ λέγων, ὅτι Πεπλήρωται ὁ καιρός, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ Εὐαγγελίῳ.» Ἀναχωρεῖ εἰς τὴν Γαλιλαίαν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη τῇ φυλακῇ, ἵνα δείξῃ καὶ ἡμῖν ὅτι δεῖ μὴ ὁμόσε χωρεῖν τοῖς πειρασμοῖς, ἀλλ’ ὑποφεύγειν.

Ἐπὰν δὲ ἐμπέσωμεν, φέρειν. Φαίνεται δὲ τὰ αὐτὰ τῷ Ἰωάννῃ κηρύσσων ὁ Κύριος, οἷον τό, Μετανοεῖτε, καὶ τό, Ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. Οὐκ ἔστι δέ· ὁ μὲν γὰρ Ἰωάννης τό, Μετανοεῖτε, ἔλεγεν, ὥστε ὑποχωρῆσαι ἀπὸ τῶν ἁμαρτιῶν· ὁ δὲ Χριστὸς τό, Μετανοεῖτε, λέγει, ὥστε ἀπὸ τοῦ νομικοῦ γράμματος φυγεῖν. Διὸ καὶ προσέθηκε τό, Πιστεύετε ἐν τῷ Εὐαγγελίῳ· ὁ γὰρ μέλλων πιστεῦσαι διὰ τοῦ Εὐαγγελίου, κατήργηκε τὸν νόμον λοιπόν. Πεπληρῶσθαι γάρ φησιν ὁ Κύριος καὶ τὸν καιρὸν τοῦ νόμου· ἄχρι γάρ, φησί, τοῦ νῦν ἐνήργει ὁ νόμος, ἀπὸ τοῦ νῦν δὲ ἡ βασιλεία τοῦ Θεοῦ, ἡ κατὰ τὸ Εὐαγγέλιον πολιτεία πάρεστιν, ἥτις εἰκότως παρεικάζεται τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὅταν γὰρ ἴδῃς ὡς ἄσαρκον μικροῦ πολιτευόμενον τὸν κατὰ τὸ Εὐαγγέλιον βιοῦντα, ἆρα οὐκ ἂν εἴποις ὅτι οὗτος τὴν βασιλείαν τῶν οὐρανῶν (ὅτε οὐκ ἔστι βρῶσις ἢ πόσις) ἤδη ἔχει, κἂν μακρὰν εἶναι δοκῇ; «Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν (ἦσαν γὰρ ἁλιεῖς), καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.

Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν, ἠκολούθησαν αὐτῷ· καὶ προβὰς ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, καὶ εὐθέως ἐκάλεσεν αὐτούς. Καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν, ἀπῆλθον ὀπίσω αὐτοῦ.» Τοῦ Προδρόμου ἦσαν μαθηταὶ Πέτρος καὶ Ἀνδρέας. Ἰδόντες δὲ τὸν Ἰησοῦν ὑπὸ τοῦ Ἰωάννου μαρτυρηθέντα, προσῆλθον αὐτῷ. Εἶτα ἐπειδὴ Ἰωάννης παρεδόθη, λυπηθέντες ἀνεχώρησαν πάλιν εἰς τὴν οἰκείαν τέχνην. Ὅθεν ὁ Χριστὸς ἐκ δευτέρου τούτους καλεῖ. Δευτέρα γάρ ἐστιν αὕτη ἡ κλῆσις. Ὅρα δὲ αὐτοὺς ἐκ δικαίων πόνων τρεφομένους, ἀλλ’ οὐκ ἐξ ἀδίκων· τοιοῦτοι γὰρ οἱ ἄξιοι γίνεσθαι πρῶτοι Χριστοῦ μαθηταί.

Ἀφέντες οὖν εὐθέως τὰ ἐν χερσίν, ἠκολούθησαν αὐτῷ· οὐ γὰρ δεῖ ἀναβάλλεσθαι, ἀλλ’ εὐθέως ἀκολουθεῖν. Μετὰ δὲ τούτους, τὸν Ἰάκωβον σαγηνεύει καὶ τὸν Ἰωάννην, οἳ καὶ αὐτοὶ πένητες ὄντες, ὅμως ἐγηροτρόφουν τὸν πατέρα. Ἀφῆκαν δὲ τὸν πατέρα, οὐχ ὅτι καλόν ἐστιν ἀφιέναι τοὺς πατέρας, ἀλλ’ ὅτι ἔμελλεν αὐτοὺς ἐμποδίσαι πρὸς τὴν ἀκολούθησιν.

Οὕτως οὖν καὶ σὺ ὅταν ἐμποδίζῃ παρὰ τῶν γονέων, ἄφες αὐτοὺς καὶ πρόσδραμε τῷ ἀγαθῷ. Φαίνεται γὰρ ὁ Ζεβεδαῖος μὴ πιστεῦσαι· ἡ μέντοι μήτηρ τῶν ἀποστόλων, πιστεῦσαι, καὶ ἠκολούθει γὰρ ἴσως, τοῦ Ζεβεδαίου ἀποθανόντος. Ἴσθι δὲ καὶ τοῦτο, ὅτι πρῶτον καλεῖται ἡ πρᾶξις, εἶτα ἡ θεωρία. Οἱ μὲν οὖν περὶ τὸν Πέτρον, τῆς πρακτικῆς εἰσι σύμβολον· θερμότατος γὰρ οὗτος, καὶ προπηδῶν τῶν ἄλλων, οἷα δὴ καὶ ἡ πρακτική ἐστιν, Οἱ δὲ περὶ τὸν Ἰωάννην τὴν θεωρίαν ὑποσημαίνουσιν· θεολογικώτατος γὰρ ὁ Ἰωάννης. «Καὶ εἰσπορεύονται εἰς Καπερναούμ. Καὶ εὐθέως τοῖς Σάββασιν εἰσελθὼν εἰς τὴν Συναγωγήν, ἐδίδασκε· καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμματεῖς.» Πόθεν εἰσπορεύονται εἰς Καπερναούμ;

Ἀπὸ τῆς Ναζαρέτ. Ἐν οὖν τῇ ἡμέρᾳ τοῦ Σαββάτου, ὅτε συνήγοντο ἀναγινώσκοντες, τότε εἰσῆλθε διδάξων καὶ ὁ Χριστός. Καὶ γὰρ καὶ ὁ νόμος ἐπὶ τούτῳ ἐν τῷ Σαββάτῳ ἀργεῖν ἐκέλευεν, ἵνα σχολάζωσιν οἱ ἄνθρωποι τῇ ἀναγνώσει, συναγόμενοι ἐπὶ τὸ αὐτό. Ἐδίδασκεν οὖν ὁ Κύριος ἐλεγκτικῶς, οὐ κολακευτικῶς ὡς οἱ Φαρισαῖοι. Προτρεπόμενος γὰρ εἰς τὸ ἀγαθόν, ἠπείλει τιμωρίαν τοῖς ἀπειθοῦσιν. «Καὶ ἦν ἐν τῇ Συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων· Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.

Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτούς, λέγοντας· Τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.» Ἀκάθαρτα λέγονται τὰ πονηρὰ πνεύματα, διὰ τὸ πάσαις ταῖς αἰσχραῖς ἐφήδεσθαι πράξεσιν, ἀπώλειαν δὲ ἑαυτοῦ ἡγεῖται ὁ δαίμων, τὸ ἐξελθεῖν ἐκ τοῦ ἀνθρώπου. Ἀνηλεεῖς γὰρ ὄντες, οἱ δαίμονες κακόν τι πάσχειν οἴονται, εἰ μὴ ἐῶνται αὐτοὶ κακοποιεῖν τοὺς ἀνθρώπους. Ἀλλὰ δὴ καὶ ὡς φιλόσαρκοι ὄντες, καὶ τοῖς ἀτμοῖς τοῖς ὑλικοῖς εἰωθότες τρέφεσθαι, ἀτροφίαν ἔχουσι πολλὴν ὅταν μὴ κατοικῶσιν ἐν σώματι· διὸ καὶ ὁ Κύριος φησὶν ὅτι ἐν νηστείᾳ ἐξέρχεται τὸ δαιμόνειον γένος· οὐκ εἶπε δὲ ὁ μιαρός, ὅτι Ἅγιος εἶ, πολλοὶ γὰρ καὶ τῶν προφητῶν ἦσαν ἅγιοι, ἀλλ’ Ὁ ἅγιος, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ὁ μόνος καὶ ὡρισμένος.

Ὁ δὲ Χριστὸς ἐπιστομίζει αὐτόν, ἵνα μάθωμεν ὅτι κἂν ἀληθῆ λέγωσιν οἱ δαίμονες, ἐπιστομιστέοι. Ῥίπτει δὲ αὐτὸν τὸ δαιμόνιον καὶ σπαράσσει, ὡς ἂν οἱ βλέποντες, ἰδόντες ποίου κακοῦ ἐλευθεροῦται ὁ ἄνθρωπος, πιστεύσωσι διὰ τὸ θαῦμα. «Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθών, ἦλθεν εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. Ἡ δὲ πενθερὰ τοῦ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. Καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς.» Ἀνεχώρησεν ὡς εἰωθὼς ἦν τῷ Σαββάτῳ πρὸς τῇ ἑσπέρᾳ ἐπὶ ἑστίασιν εἰς τὸν οἶκον τῶν μαθητῶν· ἡ δὲ ὀφείλουσα διακονεῖν, κατείχετο πυρετῷ, ἀλλ’ ἐκεῖνος ἰᾶται αὐτήν· ἡ δὲ διακονεῖ αὐτοῖς· δεικνύντος τοῦ λόγου ὅτι, ἐὰν κατεχόμενον νοσήματι ἰάσηταί σε ὁ Θεός, τῇ ὑγείᾳ κέχρησο πρὸς τὴν τῶν ἁγίων διακονίαν, καὶ πρὸς ὑπηρεσίαν τοῦ Θεοῦ. Πυρέσσει δὲ καὶ ὁ θυμούμενος· ὃς ἀπὸ τοῦ θυμοῦ προπετής ἐστι τὴν χεῖρα· ἀλλ’ ἐὰν ὁ Λόγος κρατήσῃ τῆς χειρὸς αὐτοῦ, καὶ μὴ προπετῶς ἐκτείνῃ αὐτήν, διακονεῖ τῷ Λόγῳ ὁ πυρέσσων τέως ὑπὸ τοῦ θυμοῦ· ὁ γὰρ θυμώδης, ἐὰν κρατήσῃ αὐτοῦ τῆς χειρὸς ὁ Λόγος, ἀνίσταται, καὶ τότε διακονεῖ τῷ Λόγῳ ὁ θυμός. «

Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας, καὶ τοὺς δαιμονιζομένους· καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν, καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν.» Οὐχ ἁπλῶς πρόσκειται τό, Ὅτε ἔδυ ὁ ἥλιος, ἀλλ’ ἐπειδὴ ἐνόμιζον μὴ ἐξεῖναί τινι θεραπεύειν τῇ ἡμέρᾳ τοῦ Σαββάτου, τούτου ἕνεκεν ἀνέμενον τὴν τοῦ ἡλίου δύσιν, καὶ τότε ἔφερον τοὺς θεραπευθησομένους· πολλοὺς δὲ ἐθεράπευσεν, ἀντὶ τοῦ, πάντας· οἱ γὰρ πάντες, πολλοί· ἢ οὐ πάντας ἐθεράπευσεν, ἦσαν γάρ τινες ἄπιστοι, οἳ οὐκ ἐθεραπεύθησαν διὰ τὴν ἀπιστίαν αὐτῶν, ἀλλὰ πολλοὺς ἰάσατο ἐκ τῶν προσαχθέντων, δηλονότι τοὺς πίστιν ἔχοντας. Οὐκ ἠφίει δὲ τὰ δαιμόνια λαλεῖν, καθὼς εἶπον, διδάσκων ἡμᾶς μὴ πιστεύειν αὐτοῖς, κἂν ἀληθῆ λέγωσιν. Εἰ γὰρ εὕρωσί τινας ὅλως πιστεύοντας αὐτοῖς, τί οὐκ ἂν ποιήσαιεν, τοῖς ἀληθέσι παραμιγνύντες οἱ κατάρατοι τὰ ψευδῆ; Οὕτω καὶ ὁ Παῦλος ἐκώλυσε τὸ πνεῦμα τοῦ Πύθωνος, λέγοντος· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν· οὐ γὰρ ἤθελεν ὁ ἅγιος ἀπὸ ἀκαθάρτου στόματος συνίστασθαι καὶ μαρτυρεῖσθαι. «Καὶ πρωῒ ἔννυχον λίαν ἀναστάς, ἐξῆλθε, καὶ ἀπῆλθεν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο, καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων, καὶ οἱ μετ’ αὐτοῦ.

Καὶ εὑρόντες αὐτόν, λέγουσιν αὐτῷ, ὅτι Πάντες σε ζητοῦσι· καὶ λέγει αὐτοῖς· Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐλήλυθα. Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.» Μεθὸ ἐθεράπευσε τοὺς νοσοῦντας, ἀναχωρεῖ ἰδίᾳ, διδάσκων ἡμᾶς μὴ πρὸς ἐπίδειξίν τι ποιεῖν· ἀλλὰ κἂν ποιήσωμέν τι ἀγαθόν, λανθάνειν σπεύδειν. Καὶ προσεύχεται δέ, δεικνύων ἡμῖν ὅτι τῷ Θεῷ δεῖ ἀνατιθέναι ἐάν τι ἀγαθὸν ποιήσωμεν, καὶ λέγειν πρὸς ἐκεῖνον, ὅτι Πᾶσα δόσις ἀγαθὴ ἄνωθέν ἐστιν ἐκ σοῦ καταβαίνουσα· οὐ γὰρ δὴ αὐτὸς ἐκεῖνος ἐδεῖτο προσευχῆς. Ζητοῦσι δὲ αὐτὸν τοῖς ὄχλοις καὶ ποθοῦσιν, οὐκ ἐπιδίδωσιν ἑαυτόν, ἀλλ’ ἀποδέχεται μέν, βαδίζει δὲ ὅμως καὶ ἐπὶ τοὺς ἄλλους τοὺς δεομένους θεραπείας καὶ διδασκαλίας. Οὐ γὰρ δεῖ ἑνὶ τόπῳ περιγράφειν τὴν διδασκαλίαν, ἀλλὰ πανταχοῦ ἐκτείνειν τὰς τοῦ λόγου ἀκτῖνας. Ὅρα δὲ πῶς συμπλέκει τῇ διδασκαλίᾳ τὴν πρᾶξιν. Κηρύσσων γάρ, εἶτα καὶ τὰ δαιμόνια ἐξέβαλε. Οὕτως οὖν καὶ σύ, μετὰ τοῦ διδάσκειν, καὶ πρᾶττε, ἵνα μὴ μάταιος ᾖ σου ὁ λόγος. Εἰ μὴ γὰρ καὶ θαύματα ἐπεδείκνυτο ὁ Χριστός, οὐκ ἂν ὁ λόγος αὐτοῦ ἐπιστεύετο. «

Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτόν, καὶ γονυπετῶν αὐτόν, καὶ λέγων αὐτῷ, ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι. Καὶ εἰπόντος αὐτοῦ, εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.» Εὐγνώμων ὁ λεπρὸς καὶ πιστός, διὸ οὐκ εἶπε, ὅτι Ἐὰν αἰτήσῃ τὸν Θεόν, ἀλλ’, Ἐὰν θέλῃς, ὡς Θεῷ πιστεύων αὐτῷ. Ἅπτεται δὲ αὐτοῦ ὁ Χριστός, ἵνα δείξῃ ὅτι οὐδὲν ἀκάθαρτον· ὁ γὰρ νόμος ἐκέλευε μὴ ἅπτεσθαι τοῦ λεπροῦ, ὡς ἀκαθάρτου· ἀλλ’ ὁ Σωτὴρ δεικνύων ὅτι ἀκάθαρτον οὐδέν ἐστι κατὰ φύσιν, καὶ ὅτι τὰ τοῦ νόμου καταργεῖσθαι δεῖ παρατηρήματα καὶ ὡς ταῦτα κρατεῖ κατὰ ἀνθρώπων ψιλῶν, ἅπτεται τοῦ λεπροῦ, καίτοιγε ὁ Ἐλισσαῖος τοσοῦτον ἐδεδοίκει τὸν νόμον, ὥστε καὶ τὸν Νεεμὰν μηδὲ ἰδεῖν ὑπομεῖναι, λεπρὸν ὄντα καὶ δεόμενον θεραπείας. «Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτόν, καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλ’ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς· ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλά, καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ’ ἔξω ἐν ἐρήμοις τόποις ἦν, καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.» Καὶ διὰ τούτων διδασκόμεθα μὴ ἐπιδείκνυσθαι ὅταν τινὶ ἀγαθὸν ἐνδειξώμεθα.

Ἰδοὺ γὰρ καὶ αὐτὸς παραγγέλλει τῷ καθαρισθέντι, μὴ φημίζειν αὐτόν. Καίτοιγε ᾔδει ὅτι ἐκεῖνος οὐ πεισθήσεται, ἀλλὰ φημίσει· ὅμως, ὡς εἶπον, παιδεύων ἡμᾶς τὸ ἀφιλόκομπον, παραγγέλλει μηδενὶ εἰπεῖν. Πλὴν δεῖ τὸν εὐεργετηθέντα εὐγνωμονεῖν καὶ εὐχαριστεῖν, κἂν ὁ εὐεργετήσας μὴ χρῄζῃ. Καὶ γὰρ ὁ λεπρός, εἰ καὶ ὁ Κύριος παρήγγειλεν, ἀλλ’ αὐτὸς διεφήμισε τὸ εὐεργέτημα. Ἀποστέλλει δὲ αὐτὸν πρὸς τὸν ἱερέα, διότι ὁ νόμος ἐκέλευεν, ἐὰν μὴ ὁ ἱερεὺς ἀποφήνηται καθαρὸν γενέσθαι τὸν τέως λεπρόν, μὴ ἐξεῖναι ἄλλως εἰσέρχεσθαι αὐτὸν εἰς τὴν πόλιν, ἀλλ’ ἀπελαύνεσθαι.

Προστάττει δὲ καὶ τὸ δῶρον προσενεγκεῖν, ὃ ἐξ ἔθους εἶχον οἱ καθαρισθέντες προφέρειν, ὡσὰν μαρτύριον εἴη τοῦτο, ὡς οὐκ ἔστιν ἀντίθετος τῷ νόμῳ, ἀλλὰ τοσοῦτον στέργει αὐτόν, ὥστε καὶ τὰ ὑπὸ τοῦ νόμου κελευόμενα καὶ αὐτὸς προστάττει.

ΚΕΦΑΛ. Βʹ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ τοῦ Ἰησοῦ συνεσθίοντος τοῖς τελώναις. Περὶ τῶν μαθητῶν τιλλόντων τοὺς στάχυας ἐν Σαββάτῳ «Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι’ ἡμερῶν, καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι, καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον, καὶ ἔρχονται πρὸς αὐτόν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων· καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες, χαλῶσι τὸν κράββατον ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο. Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Τί ἐστι τό, δι’ ἡμερῶν; ἀντὶ τοῦ, διελθουσῶν ἡμερῶν τινων. Ἐπεὶ δὲ εἰσῆλθεν, ἀκούσαντες ὅτι ἐν οἴκῳ ἐστί, συνέδραμον, προσδοκήσαντες ῥᾷον ἐντυχεῖν αὐτῷ. Πολλὴ δὲ ἡ πίστις τῶν ἀνδρῶν, ὥστε καὶ τὴν στέγην ὀρύξαι καὶ χαλάσαι, διὸ καὶ ὁ Κύριος θεραπεύει, ἰδὼν τὴν πίστιν αὐτῶν τῶν κομισάντων, ἢ καὶ ἐκείνου τοῦ παραλυτικοῦ.

Καὶ γὰρ κἀκεῖνος οὐκ ἂν ἐδέξατο ἀρθῆναι, εἰ μὴ ἐπίστευσεν ὡς ἰαθήσεται. Πολλάκις γὰρ διὰ τὴν τοῦ προσφέροντος πίστιν, ἰᾶται τοὺς προσφερομένους, ἀπίστους ὄντας· πολλάκις δὲ τοὐναντίον, διὰ τὴν τοῦ προσφερομένου, καίτοι ἀπίστων ὄντων τῶν προσφερόντων. Πρῶτον δὲ τὰς ἁμαρτίας ἀφίησι τῷ ἀῤῥώστῳ, εἶτα καὶ τὴν νόσον θεραπεύει. Καὶ γὰρ ἐξ ἁμαρτιῶν τὰ χαλεπώτερα τῶν ἀῤῥωστημάτων ὡς ἐπὶ τὸ πλεῖστον γίνονται, ὥσπερ καὶ τὸν παρὰ τῷ Ἰωάννῃ παράλυτον, ἐξ ἁμαρτιῶν παρεθῆναί φησιν ὁ Κύριος. Οὐκ ἔστι γὰρ εἷς ὁ παρὰ τῷ Ἰωάννῃ, καὶ ὁ νῦν μνημονευόμενος, ἀλλ’ ἕτερος καὶ ἕτερος.

Ὁ μὲν γὰρ παρὰ τῷ Ἰωάννῃ, οὐκ εἶχεν ἄνθρωπον· ὁ δὲ νῦν, τέσσαρας ἔχει· καὶ ὁ μέν, ἐν τῇ προβατικῇ, ὁ δὲ νῦν, ἐν οἰκίᾳ· καὶ ὁ μέν, ἐν Καπερναούμ, ὁ δέ, ἐν Ἱεροσολύμοις, καὶ ἄλλας δ’ ἂν εὕροις διαφοράς. Πλὴν γίνωσκε ὅτι ὁ παρὰ τῷ Ματθαίῳ, καὶ ὁ νῦν μνημονευόμενος παρὰ τῷ Μάρκῳ, εἷς ἐστιν. «Ἦσαν δέ τινες τῶν Γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός; Καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ, ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν·

Ἔγειραι, καὶ ἆρόν σου τὸν κράββατον, καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Σοὶ λέγω, ἔγειραι, καὶ ἇρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι Οὐδέποτε οὕτως ἴδομεν.» Οἱ μὲν Φαρισαῖοι ὡς βλάσφημον διέβαλλον τὸν Κύριον, ὅτι ἠφίει ἁμαρτίας· μόνου γὰρ Θεοῦ τὸ ἀφιέναι ἁμαρτίας· ὁ δὲ Κύριος καὶ ἄλλο τεκμήριον δίδωσι τοῦ εἶναι Θεός, τὸ τὰς καρδίας αὐτῶν γινώσκειν· Θεὸς γὰρ μόνος οἶδε τὰ ἐγκάρδια ἑκάστου, ὡς καὶ ὁ προφήτης λέγει· Σὺ ἐπίστασαι καρδίας μονώτατος. Ἀλλ’ ἐκεῖνοι καίτοι ἀνακαλυφθέντων τῶν ἐν ταῖς καρδίαις αὐτῶν, ὅμως ἀναίσθητοι μένουσι, μὴ συγχωροῦντες τὸ καὶ ἁμαρτήματα δύνασθαι θεραπεύειν τῷ τὰς καρδίας αὐτῶν εἰδότι. Πιστοῦται μέντοι καὶ βεβαιοῖ ὁ Κύριος διὰ τοῦ τὸ σῶμα θεραπεῦσαι, τὸ καὶ τὴν ψυχὴν αὐτοῦ ἰάσασθαι, διὰ τοῦ ἐμφανοῦς τὸ ἀφανὲς βεβαιώσας, καὶ διὰ τοῦ εὐχερεστέρου τὸ δυσχερέστερον, κἂν ἐκείνοις οὐχ οὕτως ἐδόκει. Οἱ γὰρ Φαρισαῖοι δυσχερέστερον ᾤοντο τὸ σῶμα θεραπεῦσαι, ὡς φαινόμενον· τὸ δὲ τὴν ψυχὴν εἰπεῖν θεραπευθῆναι, εὐχερές, διότι ἀφανὴς ἦν ἡ θεραπεία.

Ὥστε καὶ τοιαῦτα ἂν ἴσως διελογίζοντο· Ἰδοὺ ὁ πλάνος, ἀφῆκε τὸ θεραπεῦσαι τὸ σῷμα, τὸ φανερόν, καὶ θεραπεύει τὴν ἀφανῆ ψυχήν, λέγων· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι.» Πάντως γὰρ εἰ ἠδύνατο, τὸ σῶμα ἂν ἐθεράπευσε, καὶ οὐ κατέφυγεν εἰς τὸ ἀφανές. Ὁ γοῦν Σωτὴρ δεικνύων αὐτοῖς ὅτι ἀμφότερα δύναται, φησί·

Τί ἐστιν εὐκοπώτερον, τὸ θεραπεῦσαι σῶμα, ἢ ψυχήν; Πάντως τὸ θεραπεῦσαι σῶμα, ἀλλ’ ὑμῖν δοκεῖ τοὐναντίον. Ἐγὼ τοίνυν διὰ τοῦ τὸ σῶμα θεραπεῦσαι, ὅπερ τῇ μὲν ἀληθείᾳ εὐχερές, δυσχερὲς δὲ δοκεῖ ὑμῖν, πιστώσομαι καὶ τὴν τῆς ψυχῆς θεραπείαν, ἥτις δυσχερὴς μέν, διὰ δὲ τὸ ἀφανὴς εἶναι καὶ ἀνέλεγκτος, δοκεῖ εὐχερής. Τότε γοῦν λέγει τῷ παραλυτικῷ·

Ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου, εἰς πίστωσιν πλείονα τοῦ θαύματος, ὅτι οὐ κατὰ φαντασίαν ἐστί· καὶ ἅμα ἵνα δείξῃ ὅτι οὐ μόνον ἰάσατο, ἀλλὰ καὶ δύναμιν ἐνέθηκεν. Οὕτως οὖν ποιεῖ καὶ ἐπὶ τῶν ψυχικῶν ἀῤῥωστημάτων· οὐ μόνον ἀπαλλάττει ἡμᾶς τῶν ἁμαρτιῶν, ἀλλὰ καὶ δύναμιν ἐντίθησιν εἰς τὸ ἐργάζεσθαι τὰς ἐντολάς. Δύναμαι οὖν κἀγὼ παράλυτος ὢν ἰαθῆναι. Ἔστι γὰρ καὶ νῦν ὁ Χριστὸς ἐν Καπερναούμ, τῷ οἴκῳ τῆς παρακλήσεως, τουτέστι τῇ Ἐκκλησίᾳ· οἶκος γὰρ τοῦ Παρακλήτου, ἡ Ἐκκλησία· εἰμὶ δ’ ἐγὼ παράλυτος, τὰς τῆς ψυχῆς δυνάμεις ἀνενεργήτους καὶ ἀκινήτους ἔχων πρὸς τὸ καλόν· ἀλλ’ ἐὰν ὑπὸ τῶν τεσσάρων εὐαγγελιστῶν ἀρθῶ, καὶ ἀπαχθῶ πρὸς τὸν Κύριον, τότε ἀκούσω·

Τέκνον (υἱὸς γὰρ τοῦ Θεοῦ γίνομαι διὰ τῆς τῶν ἐντολῶν ἐργασίας), καὶ ἀφεθήσονταί μοι αἱ ἁμαρτίαι. Ἀλλὰ πῶς ἀπαχθήσομαι ἔμπροσθεν τοῦ Ἰησοῦ; Ἐὰν τὴν στέγην ἀνορύξωσι. Τίς δὲ ἡ στέγη; Ὁ νοῦς ὁ ὑπερκείμενος πάντων τῶν ἐν ἡμῖν. Οὗτος δὲ ἔχει χοῦν πολὺν καὶ κεράμους, τὰ γήϊνα λέγω πράγματα· ἀλλ’ ἐὰν ἀποσκευασθῶσι ταῦτα πάντα, καὶ ἀνορυχθῇ ἡ ἐν ἡμῖν τοῦ νοῦ δύναμις καὶ ἀποφορτισθῇ, εἶτα χαλασθῶ, τουτέστι, ταπεινωθῶ· οὐ γὰρ δεῖ ἐπαρθῆναι διότι ἡ στέγη τοῦ νοῦ ἀπεφορτίσθη, ἀλλὰ μεθὸ ἀποφορτισθῶ, ὀφείλω χαλασθῆναι, τουτέστι ταπεινωθῆναι.

Τότε τοίνυν ἰαθήσομαι, καὶ ἀρῶ τὸν κράββατον, ἤτοι τὸ σῶμα, πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν κινῶν αὐτό. Οὐ γὰρ δεῖ μόνον ἐγερθῆναι ἀπὸ τῆς ἁμαρτίας, καὶ νοῆσαι ὅτι ἁμαρτάνομεν, ἀλλὰ καὶ τὸν κράββατον, τουτέστι τὸ σῶμα, ἆραι εἰς ἐργασίαν τοῦ καλοῦ. Τότε τοίνυν καὶ εἰς θεωρίαν φθάσαι δυνησόμεθα, ὥστε πάντας τοὺς ἐν ἡμῖν λογισμοὺς λέγειν, ὅτι Οὐδέποτε οὕτως εἴδομεν, τουτέστιν, οὐδέ ποτε οὕτως ἐνοήσαμεν ὡς νῦν, ὅτε παράλυτοι ὄντες ἰάθημεν. Ὁ γὰρ τῶν ἁμαρτιῶν καθαρθείς, ἐκεῖνος ὁρᾷ τῷ ὄντι. «Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.

Καὶ παράγων ὁ Ἰησοῦς εἶδε Λευῒ τὸν τοῦ Ἀλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Καὶ ἀναστάς, ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. Καὶ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; καὶ ἀκούσας ὁ Ἰησοῦς, λέγει αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Μετὰ τὸ τελέσαι τὸ ἐπὶ τῷ παραλυτικῷ θαῦμα ὁ Κύριος ἐξέρχεται παρὰ τὴν θάλασσαν, τάχα θέλων ἰδιάσαι, ἀλλ’ ὁ ὄχλος συντρέχει πάλιν, ἵνα σὺ μάθῃς ὅτι ὅσον ἀποφεύγεις τὴν δόξαν, τοσοῦτον αὕτη καταδιώξεταί σε. Εἰ μέντοι διώκεις αὐτὴν σύ, ἀποφεύξεταί σε ἐκείνη. Ὥσπερ οὖν καὶ ὁ Κύριος ἔφευγε παρὰ τὴν θάλασσαν, καὶ πάλιν ὁ ὄχλος αὐτὸν κατεδίωκεν· οὐ μὴν ἀλλὰ καὶ ἐκεῖθεν ἔφυγε. Καὶ παράγων ἐζώγρησε τὸν Ματθαῖον· ὁ Λευῒ γὰρ ὁ παρὰ τῷ Μάρκῳ νυνὶ λεγόμενος, ὁ Ματθαῖός ἐστι, διώνυμος γὰρ ἦν. Ὁ μὲν οὖν Λουκᾶς καὶ ὁ Μάρκος, Λευῒ αὐτὸν ὀνομάζουσι, συγκαλύπτοντες τὸ ὄνομα.

Αὐτὸς δὲ ἐκεῖνος, οὐκ αἰσχύνεται, ἀλλὰ τὸ καθ’ ἑαυτὸν ἀπαγγέλλει· ἐθεάσατο γάρ, φησίν, ὁ Ἰησοῦς Ματθαῖον τὸν τελώνην. Οὕτως οὖν καὶ ἡμεῖς μὴ ἐπαισχυνώμεθα ἐξαγορεύειν τὰς οἰκείας ἁμαρτίας· ἐκάθητο δὲ ἐπὶ τὸ τελώνιον ὁ Λευΐ, ὡς ἔοικεν, ἀπαιτῶν τινας, ἢ λογοπραγῶν, ἢ ἄλλο τι ποιῶν ὧν εἰώθασιν οἱ τελῶναι ἐν τοῖς οἰκείοις ἐργαστηρίοις ποιεῖν. Ὁ δὲ οὕτως ἦν διεγηγερμένος, ὥστε καταλείψας πάντα ἠκολούθησεν, οἷα δὲ εὐφραινόμενος, συνεκάλεσε πολλοὺς εἰς ἑστίασιν. Οἱ δὲ Φαρισαῖοι αἰτιῶνται, καθαροὺς δῆθεν ἑαυτοὺς ποιοῦντες. Ὁ δὲ Κύριος, Οὐκ ἦλθον, φησί, καλέσαι δικαίους, τουτέστιν ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτοὺς (κατ’ εἰρωνείαν γὰρ τοῦτό φησιν, ἀλλὰ ἁμαρτωλούς), καλέσαι δὲ αὐτούς, οὐχ ἵνα μένωσιν ἁμαρτωλοί, ἀλλ’ εἰς μετάνοιαν, τουτέστιν ἵνα ἐπιστραφῶσιν. Ἵνα γὰρ μὴ νομίσῃς ὅτι καλεῖ μὲν τοὺς ἁμαρτωλούς, οὐδὲν δὲ αὐτοὺς βελτιοῖ, φησὶ τό, εἰς μετάνοιαν. «Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες, καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι;

Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθ’ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν. Ἐλεύσονται καὶ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.» Καὶ οἱ τοῦ Ἰωάννου μαθηταὶ ἀτελέστερον διακείμενοι, τοῖς Ἰουδαϊκοῖς ἐνέμενον ἔθεσιν· ὅθεν προσέρχονταί τινες τῷ Χριστῷ, εἰς ὑπόδειγμα τούτους ἄγοντες, καὶ αἰτιώμενοι διατί οἱ μαθηταὶ αὐτοῦ οὐ νηστεύουσιν ἐπίσης αὐτοῖς. Ὁ δέ, νῦν μέν φησιν, Νυμφίος εἰμὶ ἐγώ, καὶ δεῖ αὐτοὺς εὐθυμεῖν, καὶ μὴ νηστεύειν· ὅταν δὲ ἀρθῶ ἐγὼ ἀπὸ τοῦ βίου τούτου, τότε πειρασμοῖς περιπεσόντες, καὶ νηστεύσουσι καὶ θλιβήσονται.

Νυμφίον μὲν οὖν ἑαυτὸν ὀνομάζει, οὐ μόνον ὡς νυμφευόμενον τὰς παρθένους ψυχάς, ἀλλὰ καὶ διότι ὁ καιρὸς τῆς πρώτης παρουσίας αὐτοῦ, οὐ πένθους, οὐδὲ σκυθρωπότητός ἐστι τοῖς εἰς αὐτὸν πιστεύουσιν, οὐδὲ κόπους ἔχων, ἀλλ’ εὐκόπως καὶ χωρὶς ἔργων τῶν τοῦ νόμου, διὰ τοῦ βαπτίσματος ἀναπαύων ἡμᾶς. Ποῖος γὰρ πόνος βαπτίσασθαι; ἀλλ’ ὅμως διὰ τοῦ εὐχεροῦς τούτου, σωτηρίαν εὑρίσκομεν.

Υἱοὶ δὲ νυμφῶνος, οἱ ἀπόστολοι, ὡς τῆς χαρᾶς τοῦ Κυρίου καὶ αὐτοὶ καταξιούμενοι, καὶ παντὸς ἐπουρανίου ἀγαθοῦ καὶ πάσης ἡδονῆς μέτοχοι. Νόει δὲ καὶ οὕτως, ὅτι πᾶς ἄνθρωπος, ὅταν τὴν ἀρετὴν ἐργάζηται, υἱὸς νυμφῶνός ἐστιν. Ἕως μὲν οὖν ἔχει μεθ’ ἑαυτοῦ τὸν νυμφίον Χριστόν, οὐ νηστεύει, τουτέστιν, οὐ τὰ τῆς μετανοίας ἔργα ἐπιδείκνυται. Πῶς γὰρ ὁ μὴ πταίων; Ὅταν δὲ ἀρθῇ ἀπ’ αὐτοῦ ὁ νυμφίος Χριστός, εἰς ἁμαρτίαν δηλαδὴ ὀλισθήσαντος, τότε νηστεύει καὶ μετανοεῖ, ἵνα τὴν ἁμαρτίαν ἰάσηται. «Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιῤῥάπτει ἐπὶ ἱματίῳ παλαιῷ, εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.

Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.» Ὥσπερ, φησίν, εἰ ῥάκος ἄγναφον, τουτέστι καινόν, ἐπιβληθείη ἱματίῳ παλαιῷ, διαῤῥήγνυσι τοῦτο τῇ οἰκείᾳ στεῤῥότητι, οἶνός τε νέος τῇ αὐτοῦ θερμότητι τοὺς ἀσκοὺς παλαιοὺς διαῤῥήσσει, οὕτω καὶ οἱ μαθηταί μου οὔπω γεγόνασιν ἰσχυροί, ὥστε ἐὰν βαρήσωμεν αὐτούς, βλάψομεν.

Παλαιοῖς γὰρ ἐοίκασιν ἱματίοις, διὰ τὸ ἀσθενὲς τῆς αὐτῶν γνώμης. Οὐ χρὴ οὖν ἐπιβάλλειν αὐτοῖς τὸ τῆς νηστείας βαρὺ ἐπίταγμα· ἢ καὶ οὕτω νοήσαις· Οἱ τοῦ Χριστοῦ μαθηταὶ καινοὶ ὄντες, οὐ δύνανται δουλεύειν παλαιοῖς ἔθεσι καὶ νόμοις. «Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς Σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδοποιεῖν, τίλλοντες τοὺς στάχυας, καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ποιοῦσιν ἐν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστι; Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαβὶδ ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; Καὶ ἔλεγεν αὐτοῖς· Τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον· ὥστε Κύριός ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου.» Οἱ μαθηταὶ τοῦ Κυρίου τοὺς στάχυας ἐκτίλλουσιν, οἷα μηκέτι κατὰ νόμον ἐθισθέντες ζῇν· οἱ δὲ Φαρισαῖοι ἀγανακτοῦντες, ἐπιστομίζονται ὑπὸ τοῦ Χριστοῦ, παράγοντος τὸν Δαβὶδ δι’ ἀνάγκην παραλύσαντα τὸν νόμον ἐπὶ Ἀβιάθαρ ἀρχιερέως. Φεύγων γὰρ ὁ προφήτης Δαβὶδ ἀπὸ προσώπου Σαούλ, ἦλθεν εἰς τὸν ἀρχιερέα τοῦτον, καὶ ἠπάτησεν αὐτὸν ὡς παρὰ τοῦ βασιλέως ἀποσταλεὶς εἰς ἀναγκαίαν χρείαν στρατιωτικήν.

Ὅτε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε, καὶ τὴν τοῦ Γολιὰθ ῥομφαίαν ἀφείλετο ἀνατεθειμένην τῷ Κυρίῳ. Δώδεκα δὲ ἦσαν οἱ ἄρτοι καθ’ ἑκάστην ἡμέραν προτιθέμενοι ἐπὶ τῆς τραπέζης, ἓξ ἐκ δεξιῶν καὶ ἓξ ἐξ εὐωνύμων. Ζητοῦσι δέ τινες πῶς ὁ μὲν εὐαγγελιστὴς νῦν τὸν ἀρχιερέα Ἀβιάθαρ ὠνόμασεν, ἡ δὲ βίβλος τῶν Βασιλειῶν, Ἀβιμέλεχ τοῦτον ὀνομάζει. Ἔστιν οὖν εἰπεῖν ὅτι διώνυμος ἦν ἴσως ὁ Ἀβιάθαρ, ὁ αὐτὸς καὶ Ἀβιμέλεχ καλούμενος. Ἢ καὶ ἄλλως, ἡ μὲν τῶν Βασιλειῶν βίβλος, ἱερέα λέγει εἶναι τότε Ἀβιμέλεχ· ὁ δὲ εὐαγγελιστής, ἀρχιερέα εἶναι τὸν Ἀβιάθαρ. Ὥστε οὐκ ἐναντία ταῦτα· ἦν γὰρ ἱερεὺς μὲν Ἀβιμέλεχ, ἀρχιερεὺς δὲ Ἀβιάθαρ.

Νόει δὲ καὶ κατὰ ἀναγωγήν, ὅτι οἱ τοῦ Χριστοῦ μαθηταὶ ἐν τῷ Σαββάτῳ, τουτέστιν ἐν τῇ τῶν ψυχῶν ἀναπαύσει (Σάββατον γὰρ κατάπαυσις ἐρμηνεύεται). Ὅταν οὖν ἔχωσιν ἀνάπαυσιν ἀπὸ τῶν παθῶν, μὴ πολεμούμενοι ὑπὸ τῶν δαιμόνων, τότε ὁδοποιοῦσι, τουτέστι καὶ ἑτέροις πρὸς τὴν ἀρετὴν ὁδηγοὶ γίνονται, τίλλοντες καὶ ἐκριζοῦντες πάντα τὰ ἀπὸ τῆς γῆς καὶ τῆς κάτω φαντασίας βλαστάνοντα. Ἐὰν γὰρ μὴ πρότερον καταπαύσῃ τις ἀπὸ τῶν παθῶν, καὶ ἐν ἠρεμίᾳ καταστήσῃ ἑαυτόν, οὐκ ἂν ὁδοποιήσῃ ἑτέρους, καὶ ὁδηγὸς ἐπὶ τὸ ἀγαθὸν γένηται.

ΚΕΦΑΛ. Γʹ. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Περὶ μητρὸς καὶ ἀδελ- «Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα, καὶ παρετήρουν αὐτόν, εἰ τοῖς Σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· Ἔγειραι εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς· Ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοὺ ὑγιής, ὡς ἡ ἄλλη.» Τῶν μαθητῶν κατηγορηθέντων ὑπὸ τῶν Ἰουδαίων, διότι τῷ Σαββάτῳ τοὺς στάχυας ἔτιλλον, ὁ Κύριος ἐπεστόμισε μὲν τοὺς κατηγόρους, καὶ διὰ τοῦ κατὰ τὸν Δαβὶδ ὑποδείγματος.

Ἐπιπλέον δὲ αὐτοὺς καὶ νῦν ἐντρέπων, θαυματουργεῖ, δεικνύων ὅτι, Τοσοῦτον οὐχ ἁμαρτάνουσιν οἱ μαθηταί μου, ὥστε καὶ αὐτὸς ἐγὼ ἐργάζομαι ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου, θαῦμα ἐπιδεικνύμενος· ὥστε εἰ κακόν ἐστι τὸ θαυματουργεῖν, ἔστι κακὸν ἁπλῶς καὶ τὸ ἐργάζεσθαι τὰ ἀναγκαῖα ἐν τῷ Σαββάτῳ· ἀλλὰ μὴν τὸ θαυματουργεῖν, ἐπὶ σωτηρίᾳ ἀνθρώπου, θεῖόν ἐστιν, οὐκ ἄρα παρανομεῖ ὁ ἐν τῷ Σαββάτῳ μὴ κακόν τι ἐργαζόμενος. Διὰ τοῦτο οὖν καὶ ἐρωτᾷ αὐτοὺς εἰ ἔξεστιν ἀγαθοποιῆσαι, ἐντρέπων αὐτοὺς ὡς κωλύοντας αὐτὸν ἀπὸ τοῦ ἀγαθοποιεῖν· ξηρὰν δὲ ἔχει τὴν χεῖρα τὴν δεξιὰν πᾶς ὁ μὴ πράττων τὰ τῆς δεξιᾶς μερίδος ἔργα. Πρὸς ὃν λέγει ὁ Χριστός· Ἔγειραι, τουτέστιν, Ἀνάστα ἀπὸ τῆς ἁμαρτίας, καὶ στῆθι εἰς τὸ μέσον, τουτέστιν, εἰς τὴν μεσότητα τῶν ἀρετῶν. Πᾶσα γὰρ ἀρετή, μεσότης ἐστίν, οὔτε εἰς τὴν ἔλλειψιν, οὔτε εἰς τὴν ὑπερβολὴν ἐπινεύουσα· τότε τοίνυν ὅταν σταθῇ εἰς τὴν μεσότητα, ἀποκατασταθήσεται ἡ χεὶρ αὐτοῦ ὑγιής. Ὅρα δὲ καὶ τὸ Ἀποκατεστάθη. Καὶ γὰρ ἦν ὅτε εἴχομεν ὑγιεῖς τὰς χεῖρας, τουτέστι, τὴν πρακτικὴν ἐνέργειαν, ὅτε οὔπω παράβασις· ἀφ’ οὗ δὲ ἐξετάσθη ἡ χεὶρ ἡμῶν ἐπὶ τὸν ἀπηγορευμένον καρπόν, ἔκτοτε ἐξηράνθη πρὸς τὴν τοῦ καλοῦ ἐργασίαν. Πάλιν οὖν ἀποκατασταθήσεται εἰς τὴν προτέραν ὑγείαν, ὅταν ἐν τῷ μέσῳ σταθῶμεν τῶν ἀρετῶν. «

Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι, εὐθέως μετὰ τῶν Ἡρωδιανῶν συμβούλιον ἐποίουν κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν, καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. Καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν· πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας, καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζε λέγοντα ὅτι, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ πολλὰ ἐπετίμα αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.» Τίνες ἦσαν οἱ Ἡρωδιανοί; Ἤτοι οἱ στρατιῶται τοῦ Ἡρώδου, ἢ αἵρεσίς τις νεοφανής, δογματίζουσα τὸν Ἡρώδην αὐτὸν εἶναι τὸν Χριστόν, διὰ τὸ ἐπ’ αὐτοῦ πέρας δέξασθαι τὴν τῶν Ἰουδαϊκῶν βασιλέων διαδοχήν.

Ἡ γὰρ προφητεία τοῦ Ἰακὼβ διελάμβανεν, ὅτε ἐκλείψουσιν οἱ ἐξ Ἰούδα ἄρχοντες, τότε τὸν Χριστὸν ἐλθεῖν. Ἐπεὶ οὖν ἐπὶ τῶν Ἡρώδου χρόνων οὐδεὶς ἦν Ἰουδαϊκὸς ἄρχων, ἀλλ’ αὐτὸς ἦρχεν ἀλλόφυλος ὤν, Ἰδουμαῖος γὰρ ἦν, ἐνόμισάν τινες αὐτὸν εἶναι τὸν Χριστόν, καὶ αἵρεσιν συνεστήσαντο, οὗτοι τοίνυν ἐπεχείρουν ἀπολέσαι τὸν Κύριον. Ὁ δὲ ἀναχωρεῖ· οὔπω γὰρ ἦν ὁ τοῦ πάθους καιρός. Ἅμα δὲ καὶ ἵνα πλείονας εὐεργετήσῃ, διὰ τοῦτο ἀναχωρεῖ ἀπὸ τῶν ἀγνωμόνων· καὶ γὰρ ἠκολούθησαν αὐτῷ πολλοί, καὶ ἰάσατο αὐτούς, ἀλλὰ καὶ οἱ Τύριοι καὶ οἱ Σιδώνιοι, ἀλλόφυλοι ὄντες, ὠφελοῦντο. Οἱ δὲ συγγενεῖς αὐτοῦ ἐδίωκον αὐτόν. Οὕτως οὐδὲν ὄφελος συγγενείας, εἰ μὴ τρόπος ἀγαθὸς εἴη. Καὶ οἱ μὲν ἀλλογενεῖς ἤρχοντο πρὸς αὐτὸν μακρόθεν, οἱ δὲ Ἰουδαῖοι, πρὸς αὐτοὺς ἐρχόμενον ἐδίωκον. Ὅρα δὲ καὶ τὸ ἀφιλόδοξον αὐτοῦ· καὶ γὰρ ἵνα μὴ ἐνοχλῶσιν αὐτὸν οἱ ὄχλοι, πλοιάριον ἐπιζητεῖ, ὡσὰν ἐμβὰς αὐτῷ, ἀνενόχλητος τηροῖτο. Μάστιγας δὲ λέγει τὰς νόσους· καὶ γὰρ ὄντως αἱ νόσοι πολλὰ ἡμῖν εἰς παιδείαν συμβάλλονται, μαστιγοῦντος ἡμᾶς, ὡς πατὴρ παῖδας, τοῦ Θεοῦ. Νόησον δὲ καὶ ὅτι οἱ μὲν Ἡρωδιανοί, οἱ σάρκινοι καὶ δερμάτινοι, ἀποκτεῖναι βούλονται τὸν Ἰησοῦν. Ἡρώδης γάρ, δερμάτινος ἑρμηνεύεται.

Οἱ δὲ ἐξελθόντες ἀπὸ τῶν οἴκων αὐτῶν καὶ ἀπὸ τῶν πατρίδων αὐτῶν, τουτέστι τῶν πρὸς τὴν σάρκα σχέσεων, ἐκεῖνοι ἀκολουθοῦσιν αὐτῷ· ὅθεν καὶ αἱ μάστιγες αὑτῶν θεραπεύονται, αἱ ἁμαρτίαι λέγω, αἱ τὸ συνειδὸς μαστίζουσαι, καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ἐκδιώκονται. Πρόσχες δὲ ὅτι τοῖς μαθηταῖς αὐτοῦ προστάττει ὁ Ἰησοῦς, ἵνα προσκαρτερῇ αὐτῷ πλοιάριον διὰ τοὺς ὄχλους, ὅπως μὴ θλίβωσιν αὐτόν. Ἰησοῦς γάρ ἐστιν ὁ ἐν ἡμῖν λόγος, ὃς προστάττει, ἵνα τὸ πλοιάριον ἡμῶν, τουτέστι τὸ σῶμα, προσκαρτερῇ αὐτῷ, καὶ μὴ ἐμβάλληται εἰς τὸν κλύδωνα τῶν τοῦ βίου πραγμάτων, ἵνα μὴ θλίβωσιν οἱ ὄχλοι, αἱ τῶν πραγμάτων ταραχαί, τὸν ἐν ἡμῖν Χριστόν. «Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. Καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστείλῃ αὐτοὺς κηρύσσειν, καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια. Καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον. καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα, Βοανεργές, ὅ ἐστιν, Υἱοὶ βροντῆς, καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην, καὶ Ἰούδαν, Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.» Ἀναβαίνει εἰς τὸ ὄρος ὥστε προσεύξασθαι.

Ἐπεὶ γὰρ θαύματα ἐποίησε, μετὰ τὴν τῶν θαυμάτων ἐπίδειξιν προσεύχεται, διδάσκων πάντας ἡμᾶς ὅτι δεῖ εὐχαριστεῖν τῷ Θεῷ ὅταν τι φθάσωμεν καλὸν ἐργασάμενοι, καὶ τῇ τοῦ Θεοῦ δυνάμει ἐπανατιθέναι τοῦτο· ἢ ἐπειδὴ ἔμελλε χειροτονῆσαι τοὺς ἀποστόλους, τούτου ἕνεκεν ἄνεισι προσευξόμενος, ἵνα μάθωμεν ὅτι καὶ ἡμᾶς δεῖ ὅταν τινὰς χειροτονῆσαι μέλλωμεν, πρότερον εὔχεσθαι ἵνα ἀποκαλυφθῇ ἡμῖν ὁ ἄξιος, καὶ μὴ κοινωνήσωμεν ἀνομίαις ἀλλοτρίαις. Καὶ τὸν Ἰούδαν δὲ προβάλλεται ἀπόστολον, ἵνα μάθωμεν ὅτι οὐ διὰ τὴν μέλλουσαν κακίαν τινός, ὁ Θεὸς ἀποστρέφεται ἐκεῖνον τὸν μέλλοντα ἐργάσεσθαι τὸ κακόν, ἀλλὰ διὰ τὴν ἀρετὴν αὐτοῦ ἢ νῦν πρόσεστιν αὐτῷ, τιμῆς ἀξιοῖ αὐτόν, κἂν ἐς ὕστερον μέλλῃ κακὸς ἀποβῆναι. Ἀπαριθμεῖται δὲ τὰ τῶν ἀποστόλων ὀνόματα, διὰ τοὺς ψευδαποστόλους, ἵνα ὧσι γνώριμοι οἱ ἀληθεῖς. Υἱοὺς δὲ βροντῆς ὀνομάζει τοὺς τοῦ Ζεβεδαίου, ὡς μεγαλοκήρυκας καὶ θεολογικωτάτους. «Καὶ ἔρχονται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτούς, μήτε ἄρτον φαγεῖν.

Καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ, ἐξῆλθον κρατῆσαι αὐτόν. Ἔλεγον γὰρ ὅτι Ἐξέστη. Καὶ οἱ Γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες, ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι καὶ ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.» Ἀκούσαντες, φησίν, οἱ παρ’ αὐτοῦ, τουτέστιν οἱ οἰκεῖοι αὐτοῦ, τυχὸν οἱ ἀπὸ τῆς αὐτῆς πατρίδος, ἢ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἐξῆλθον κρατῆσαι αὐτόν. Ἔλεγον γάρ, ὅτι Ἐξέστη· τουτέστιν, ὅτι Δαίμονα ἔχει. Ἀκούοντες γὰρ ὅτι δαιμόνια ἐκβάλλει, καὶ νόσους ἰᾶται, ἀπὸ φθόνου ἐνόμιζον ὅτι δαίμονα ἔχει, καὶ ἐξέστη· ὅθεν ἤθελον κρατῆσαι αὐτόν, ὡς ἂν δεσμήσωσιν ὡς δαιμονῶντα.

Καὶ οἱ μὲν παρ’ αὐτοῦ, τουτέστιν, οἱ οἰκεῖοι αὐτοῦ, οὕτως· ὁμοίως δὲ καὶ οἱ ἀπὸ Ἱεροσολύμων Γραμματεῖς, δαιμόνιον ἔχειν αὐτὸν ἔλεγον. Ἐπειδὴ γὰρ ἀντιλέγειν οὐκ εἶχον τοῖς γινομένοις, ἑτέρῳ τρόπῳ διαβάλλουσιν αὐτά, ὅτι ἀπὸ δαιμόνων γίνονται. «Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;

Καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. Καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη. Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτόν, καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.

Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.» Ἀπὸ παραδειγμάτων ἀναντιῤῥήτων ἀνατρέπει τοὺς βασκάνους Ἰουδαίους. Πῶς γάρ, φησί, δυνατὸν δαίμονα δαίμονας ἐκβάλλειν; ὥσπερ καὶ ἐν ταῖς οἰκίαις ὁρῶμεν, ἕως μὲν εἰρηνεύουσιν οἱ ἐν ταύταις, συνίστανται· ἐπ’ ἂν δὲ μερισθῶσι, καταλύονται.

Πῶς δέ, φησί, δύναταί τις τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρότερον αὐτὸν δήσῃ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἰσχυρός, ὁ δαίμων· σκεύη δὲ αὐτοῦ, οἱ ἄνθρωποι οἱ χωροῦντες αὐτόν. Ἐὰν οὖν μὴ πρότερον δήσῃ τις τὸν δαίμονα, καὶ καταλύσῃ, πῶς τὰ σκεύη αὐτοῦ, τοὺς δαιμονῶντας λέγω, διαρπάσει ἐξ αὐτοῦ; Ὥστε ἐπεὶ ἐγὼ διαρπάζω τὰ σκεύη αὐτοῦ, τουτέστιν, ἐλευθερῶν τοὺς ἀνθρώπους ἀπὸ τοῦ δαιμονικοῦ πάθους, πρότερον λοιπὸν ἔδησα καὶ κατέλυσα τοὺς δαίμονας, καὶ ἐχθρὸς αὐτῶν εἰμι.

Πῶς οὖν ὑμεῖς λέγετε ὅτι Βεελζεβοὺλ ἔχω, τουτέστι, δαιμόνων φίλος ὢν καὶ μάγος. ἐκβάλλω τοὺς δαίμονας; «Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν. Ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’ ἔνοχός ἐστιν αἰωνίου κρίσεως· ὅτι ἔλεγον.

Πνεῦμα ἀκάθαρτον ἔχει.» Τοιοῦτόν τί φησιν ἐνταῦθα· Ὅσα μὲν ἄλλα ἁμαρτάνουσιν οἱ ἄνθρωποι, τυχὸν ἔχοιεν ἂν καὶ προφασίσασθαί τι, καὶ συγγνώμης τυχεῖν, τοῦ Θεοῦ τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ συγκαταβαίνοντος, οἷον· ἔλεγον τὸν Κύριον φάγον καὶ οἰνοπότην, φίλον τελωνῶν καὶ ἁμαρτωλῶν, συγγνώμης ἀξιωθήσονται ἐπὶ τούτῳ· ὅταν δὲ βλέποντες αὐτὸν θαύματα ἐξαίσια ἐργαζόμενον, βλασφημῶσι τὸ Πνεῦμα, τουτέστι, τὰς διὰ τοῦ ἁγίου Πνεύματος γινομένας θαυματουργίας, τότε πῶς ἀφέσεως τεύξονται, ἐὰν μὴ μετανοήσωσιν; Ὅταν μὲν γὰρ ἐσκανδαλίζοντο ἐπὶ τῇ σαρκὶ τοῦ Χριστοῦ, ὑπὲρ τούτου κἂν μὴ μετενόησαν συνεχωρήθησαν ἄν, ὡς ἄνθρωποι σκανδαλισθέντες. Ὅταν δὲ ὁρῶντες αὐτὸν Θεοῦ ἔργα ποιοῦντα, ἔτι ἐβλασφήμουν, πῶς ἀμετανόητοι μείναντες ἀφεθήσονται. «Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ.

Καὶ ἔξω ἐστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν, καὶ ἐκάθητο ὁ ὄχλος περὶ αὐτόν, εἶπον δὲ αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε. Καὶ ἀπεκρίθη αὐτοῖς, λέγων· Τίς ἐστὶν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου; Καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει·

Ἰδὲ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.» Οἱ ἀδελφοὶ τοῦ Κυρίου, φθονοῦντες προσῆλθον κρατῆσαι αὐτὸν ὡς ἐξεστηκότα καὶ δαιμονῶντα. Ἡ δὲ μήτηρ, φιλοδοξίας πάθει τάχα κρατηθεῖσα, ἦλθεν ἀπὸ τῆς διδασκαλίας αὐτὸν περισπῶσα, καὶ δεικνύουσα τοῖς ὄχλοις ὅτι τὸν ὑπ’ αὐτῶν θαυμαζόμενον οὕτως αὐτὴ περιάγει, ὥστε καὶ ἀποσπᾷν τῆς διδασκαλίας. Ὁ γοῦν Κύριος ἀποκρίνεται ὅτι, Οὐδὲν ὠφελήσει τὴν μητέρα μου τὸ γένεσθαί μου μητέρα, ἐὰν μὴ καὶ τὴν ἄλλην ἀρετὴν ἔχῃ· ὁμοίως οὐδὲ τοὺς ἀδελφούς μου ἡ συγγένεια· ἐκεῖνοι γάρ εἰσιν ἀληθῶς Χριστοῦ συγγενεῖς, οἱ τὸ θέλημα τοῦ Θεοῦ ποιοῦντες. Οὔκουν ἀρνούμενος τὴν μητέρα ταῦτα λέγει, ἀλλὰ δεικνύων ὅτι οὐ διὰ τὸ γεννῆσαι μόνον ἔσται ἀξία τιμῆς, ἀλλὰ καὶ διὰ τὴν ἄλλην πᾶσαν ἀρετήν· ὡς ἤν γε ἐκείνην οὐκ ἔχῃ, ἄλλοι προτιμηθήσονται εἰς τὴν συγγένειαν.