Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Μάρκον: Διδασκαλία με παραβολές, θαύματα και η αποστολή των Δώδεκα

Ο Ιησούς διδάσκει μέσω παραβολών, καταπαύει την τρικυμία, θεραπεύει τον δαιμονιζόμενο των Γαδαρηνών και αποστέλλει τους μαθητές του στο κήρυγμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 8 από 28

ΚΕΦΑΛ. Δʹ. Περὶ τοῦ σπόρου παραβολή. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. «Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν, καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον, καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν, καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά.» Εἰ καὶ ἔδοξεν ἀποπέμψασθαι τὴν μητέρα, ὅμως πάλιν ὑπακούει αὐτῆς. Δι’ ἐκείνην γὰρ ἐξέρχεται παρὰ τὴν θάλασσαν. Κάθηται δὲ ἐν τῷ πλοίῳ, ἵνα κατὰ πρόσωπον ἔχων πάντας, ἐν ἐπηκόῳ πάντων λέγοι, καὶ μηδένα ἔχοι κατὰ νώτου. «Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ἀκούετε· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτό. Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε. Καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἓν τριάκοντα, καὶ ἓν ἐξήκοντα, καὶ ἓν ἑκατόν. Καὶ ἔλεγεν αὐτοῖς· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν, καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ, ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται, ἵνα βλέποντες, βλέπωσι, καὶ μὴ ἴδωσι, καὶ ἀκούοντες, ἀκούωσι, καὶ μὴ συνῶσι, μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.» Πρώτην ταύτην τὴν παραβολὴν τίθησι τὴν περὶ τοῦ σπόρου, ἵνα ποιήσῃ προσεκτικωτέρους τοὺς ἀκροατάς. Ἐπεὶ γὰρ μέλλει εἰπεῖν ὅτι ὁ σπόρος ἐστὶν ὁ λόγος, ἐμπεσὼν δὲ εἰς ἀπροσκέπτους, φθείρεται, τούτου ἕνεκεν πρὸ τῶν ἄλλων τὰ τοιαῦτα λέγει, ὡς ἂν σπουδάσωσιν οἱ ἀκροαταὶ μὴ ἐκείνῃ τῇ γῇ ὁμοιωθῆναι τῇ τὸν σπόρον διαφθειρούσῃ. Τίς οὖν ἐστὶν ὁ σπείρων; αὐτὸς ὁ Χριστός, ὃς ἐξῆλθεν ἐκ τῶν κόλπων τῶν Πατρικῶν φιλανθρωπίᾳ καὶ συγκαταβάσει ἀνεκφοιτήτως.

Ἐξῆλθε δὲ οὐχ ἵνα ἐμπρήσῃ τὴν κατηραμένην γῆν, καὶ τὰς πονηρὰς καρδίας· οὐδὲ ἵνα ἐκτέμῃ τὰς ἀκάνθας, ἀλλ’ ἵνα σπείρῃ τὸν σπόρον. Ποῖον δὲ σπόρον; Ἆρα τὸν τοῦ Μωσέως; ἆρα τὸν τῶν προφητῶν; Οὐχί, ἀλλὰ τὸν αὐτοῦ, τουτέστιν, ἵνα τὸ Εὐαγγέλιον αὐτοῦ κηρύξῃ. Ἐκεῖνος μὲν οὖν ἔσπειρε.

Τῶν δὲ σπερμάτων ὃ μέν, ἔπεσεν εἰς ψυχὴν καταπεπατημένην ὑπὸ πολλῶν· καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, οἱ δαίμονες λέγω οἱ τὸν ἀέρα κατέχοντες, κατέφαγον τὸν σπόρον. Τοιοῦτοι γάρ εἰσιν οἱ ἀνθρωπάρεσκοι, ὁδὸς καταπεπατημένη ὑπὸ πολλῶν· ὅταν γάρ τις πάντα πράττῃ πρὸς τὸ ἀρέσαι τούτῳ, κἀκείνῳ, οὗτος καταπατεῖται ὑπὸ πολλῶν. Ὅρα δέ· οὐκ εἶπεν ὅτι Ἔῤῥιψεν αὐτὸ ἐπὶ τὴν ὁδόν, ἀλλ’ Ἔπεσεν.

Ὁ μὲν γὰρ σπείρων, ὡς εἰς ἀγαθὴν γῆν ῥίπτει, ἐκείνη δὲ πονηρὰ εὑρισκομένη, φθείρει τὸν σπόρον, ἤτοι τὸν λόγον. Τινὲς δὲ τὸ Παρὰ τὴν ὁδὸν ἔπεσε, χαριέντως ἐνόησαν, ὅτι ἔπεσεν εἰς ἄπιστον καρδίαν· ὁδὸς μὲν γὰρ ὁ Χριστός· παρὰ τὴν ὁδὸν δέ εἰσιν οἱ ἄπιστοι, οἱ ἔξω τῆς ὁδοῦ, τουτέστι τοῦ Χριστοῦ. Ἄλλο δὲ πίπτει ἐπὶ ψυχὴν πετρώδη· τοὺς εὐκόλως λέγω δεχομένους, εἶτα ἀποβάλλοντας· οἳ πετρώδεις εἰσί, κατά τι μικρὸν ἐοικότες τῇ πέτρᾳ, τῷ Χριστῷ φημι, καθὸ ἐδέξαντο τὸν λόγον· καθὸ δὲ πρὸς καιρὸν δέχονται, εἶτα ἀποβάλλουσιν, ἀπεοικότες. Καὶ ἄλλο εἰς ψυχὴν πολύφροντιν· ἄκανθαι γὰρ αἱ φροντίδες.

Τὸ δὲ τέταρτον, εἰς γῆν ἀγαθήν. Ὅρα γοῦν πῶς σπάνια τὰ καλά, καὶ ὀλίγοι οἱ σωζόμενοι· τὸ τέταρτον γὰρ μόνον τοῦ σπόρου εὑρίσκεται διασωθέν. Τοῖς οὖν μαθηταῖς ἐρωτήσασιν αὐτὸν ἰδίᾳ, φησὶν ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια. Ἆρ’ οὖν κατὰ ἀποκλήρωσιν καὶ εἱμαρμένην ἐκ φύσεως τοῖς μὲν δέδοται, τοῖς δὲ οὔ; Μὴ γένοιτο! ἀλλ’ ἐκείνοις δέδοται, τοῖς ζητοῦσι. «Ζητεῖτε γάρ, φησί, καὶ δοθήσεται ὑμῖν.» Τοὺς δὲ λοιποὺς ἐτύφλωσεν ὁ Θεός, ἵνα μὴ πρὸς πλείονα κατάκρισιν αὐτῶν εἴη τὸ νοεῖν τὸ δέον, μὴ πραττόντων αὐτό. Ἄλλως· Θέλεις γνῶναι ὅτι ὁ Θεὸς πάντας ἐποίησε βλέπειν τὸ δέον; ἄκουε. Ἵνα βλέποντες· τοῦτο τοῦ Θεοῦ· μὴ βλέπωσι, τοῦτο τῆς κακίας αὐτῶν. Ὁ μὲν γὰρ Θεὸς βλέποντας αὐτοὺς ἔπλασε, τουτέστι, νοοῦντας τὸ καλόν, αὐτοὶ δὲ οὐ βλέπουσιν, ἑκουσίως καμμύοντες, ἵνα μὴ ἐπιστραφῶσι καὶ διορθωθῶσιν· ὡσπερεὶ γὰρ τῇ ἑαυτῶν σωτηρίᾳ καὶ βελτιώσει φθονοῦσιν. Ἔστι δὲ καὶ οὕτω νοῆσαι, ὅτι, Τοῖς λοιποῖς ἐν παραβολαῖς λέγω, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσι, μήποτε κἂν ἐκ τούτου ἐπιστρέψωσι καὶ διορθωθῶσιν. «Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;

Ὁ σπείρων, τὸν λόγον σπείρει. Οὗτοι δέ εἰσι οἱ παρὰ τὴν ὁδόν· ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ Σατανᾶς, καὶ αἵρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν. Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον, εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται. Καὶ οὗτοί εἰσιν, οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες, καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι, εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵ τινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται, καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.» Τρεῖς τάξεις εἰσὶν ἐνταῦθα τῆς ἀπωλείας τοῦ λόγου. Οἱ μὲν γὰρ παρὰ τὴν ὁδόν, ἀπρόσεκτοι, οἱ δὲ παρὰ τὴν πέτραν, μικρόψυχοι, οἱ δὲ παρὰ τὰς ἀκάνθας, οἱ τρυφηταί.

Τῶν μέντοι παραδεξαμένων καὶ διασωσάντων τὸν σπόρον, πάλιν τρεῖς τάξεις· οἱ μὲν καρποφοροῦντες ἓν ἑκατόν, οἱ τέλειον βίον καὶ ἀκρότατον ἔχοντες· οἱ δὲ ἓν ἑξήκοντα, οἱ μέσως ἔχοντες, οἱ δὲ ἓν τριάκοντα, ὅσοι μικρὰ μέν, πλὴν καὶ αὐτοὶ κατὰ δύναμιν εἰσφέροντες· οἷον, οἱ μέν εἰσι παρθένοι καὶ ἐρημικοί, ἄλλοι μιγάδες καὶ ἐν κοινοβίῳ, ἕτεροι λαϊκοὶ καὶ ἐν γάμῳ. Πλὴν πάντας ὁ Κύριος ὡς καρποφοροῦντας δέχεται· καὶ χάρις τῇ αὐτοῦ φιλανθρωπίᾳ. «Καὶ ἔλεγεν αὐτοῖς· Μή τι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; Οὐ γάρ ἐστί τι κρυπτόν, ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα εἰς φανερὸν ἔλθῃ. Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.» Ἐνταῦθα παραινεῖ τοῖς ἀποστόλοις, λαμπροὺς εἶναι κατὰ τὸν βίον καὶ τὴν πολιτείαν·

Ὥσπερ γὰρ ὁ λύχνος, φησίν, εἰς τὸ λάμπειν τίθεται, οὕτω καὶ ὁ ὑμέτερος βίος πᾶσι περίβλεπτος ἔσται, καὶ πάντες πρὸς αὐτὸν βλέψουσιν· ὥστε σπουδάσατε ἀγαθὸν βίον ἔχειν. Οὐ γὰρ ἐν γωνίᾳ κάθησθε, ἀλλὰ λύχνος ἐστέ. Ὁ δὲ λύχνος οὐχ ὑπὸ κλίνην κρύπτεται ἀλλ’ ἐν τῇ λυχνίᾳ τεθεὶς φαίνει. Ἔστι δὲ καὶ ἡμῶν ἕκαστος, λύχνος, ὃς ὀφείλει τίθεσθαι ἐπὶ τὴν λυχνίαν, τουτέστιν ἐπὶ τὸ ὕψος τῆς κατὰ Θεὸν πολιτείας, ἵνα καὶ ἑτέροις δύνηται λάμπειν, ἀλλ’ οὐχ ὑπὸ τὸν μόδιον, τουτέστιν ὑπὸ τὴν γαστριμαργίαν, καὶ τὴν περὶ τὰ σῖτα σπουδήν, οὐδ’ ὑπὸ τὴν κλίνην, τουτέστι τὴν ἀνάπαυσιν. Οὐδεὶς γὰρ περὶ τὰ σῖτα σπουδάζων, καὶ ἄνεσιν ποθῶν, δύναται λύχνος εἶναι πᾶσι φαίνων διὰ τοῦ οἰκείου βίου. Οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ μὴ φανερωθῇ. Εἴτε ἀγαθόν τι, εἴτε πονηρὸν ἐν τῷ λεληθότι ποιεῖ, φανερωθήσεται καὶ ἐνταῦθα, καὶ πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Τί γὰρ ἦν κρυφιώτερον Θεοῦ; ἀλλ’ ὅμως καὶ οὗτος ἐφανερώθη ἐν σαρκί. «Καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.» Πρὸς νηφαλιότητα διεγείρει τοῦς μαθητάς.

Βλέπετε γάρ, φησί, τί ἀκούετε, μηδὲν ὑμᾶς τῶν λεγομένων παρ’ ἐμοῦ διαφευγέτω. Ἐν ᾧ γὰρ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, τουτέστιν, ἡλίκον μέτρον προσοχῆς εἰσφέρετε, τηλικαύτη καὶ ὠφέλεια δοθήσεται ὑμῖν. Ὁ γὰρ ἀκροατὴς ἐὰν μὲν πάνυ προσέχῃ καὶ εἰς ἄκρον, ἀντιδίδωσιν αὐτῷ ὁ Θεὸς καὶ τὴν ὠφέλειαν πολλήν· ἐὰν δὲ χαῦνος ᾖ, κατὰ ἀναλογίαν καὶ τὸ κέρδος τῆς ὡφελείας. Ὃς γὰρ ἂν ἔχῃ προθυμίαν καὶ σπουδήν, δοθήσεται αὐτῷ καὶ ὠφέλεια· ὃς δ’ οὐκ ἔχει προθυμίαν καὶ σπουδήν, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ’ αὐτοῦ. Διὰ γὰρ τῆς ῥᾳθυμίας κατασβέννυται καὶ ὁ μικρὸς σπινθὴρ ὃν πρότερον εἶχεν, ὥσπερ ὑπὸ τῆς ἐπιμελείας ἀνάπτεται. «Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ καὶ ἐγείρηται, νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.

Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. Ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.» Βασιλείαν τοῦ Θεοῦ, τὴν περὶ ἡμᾶς οἰκονομίαν τοῦ Θεοῦ νόει. Ἄνθρωπος μὲν γάρ ἐστιν αὐτὸς ὁ Θεός, ὁ γενόμενος δι’ ἡμᾶς ἄνθρωπος. Σπόρον δὲ ἔβαλεν ἐπὶ τῆς γῆς, τοῦ Εὐαγγελίου τὸ κήρυγμα· βαλὼν δὲ τοῦτον, καθεύδει, τουτέστιν, ἀνῆλθεν εἰς οὐρανούς· ἀλλ’ ὅμως ἐγείρεται νύκτα καὶ ἡμέραν. Εἰ γὰρ καὶ καθεύδειν δοκεῖ ὁ Θεός, ἀλλ’ ἐγείρεται· νύκτα μέν, ὅταν διὰ τῶν πειρασμῶν εἰς τὴν αὐτοῦ ἐπίγνωσιν ἡμᾶς ἀνιστᾷ· ἡμέραν δέ, ὅταν διὰ τῶν ἡδέων καὶ εὐφροσύνων οἰκονομῇ τὴν ἡμετέραν ζωήν. Μηκύνεται δὲ ὁ σπόρος ὡς οὐκ οἶδεν αὐτός· αὐτεξούσιοι γάρ ἐσμεν, καὶ ἐν τῇ ἡμετέρᾳ προαιρέσει κεῖται τὸ τὸν σπόρον ἢ αὐξάνεσθαι ἢ μή. Ἐπεὶ μηδὲ ἀνάγκῃ καρποφοροῦμεν, ἀλλ’ αὐτοματί, τουτέστιν, ἀφ’ ἑαυτῶν καρποφοροῦμεν, πρῶτον χόρτον ἀνθοῦντες καὶ ἀρχὴν τοῦ ἀγαθοῦ ἐπιδεικνύντες, ὅτε νήπιοί ἐσμεν, καὶ οὔπω εἰς τὸ μέτρον τῆς κατὰ Χριστὸν ἡλικίας ἐφθάσαμεν· εἶτα στάχυν, ὅταν καὶ πρὸς πειρασμοὺς δυνώμεθα ἵστασθαι. Ὁ γὰρ στάχυς ἤδη καὶ γόνασιν διαζώννυται, καὶ ὄρθιος ἵσταται, καὶ τελειότερός ἐστιν. Εἶτα καὶ πλήρη σῖτον ἐν τῷ στάχυϊ, ὅταν τὸ τέλειον καρποφορῇ τις. Ὅταν δὲ παραδῷ τὸ θέρος, τότε τὸ δρέπανον συνάγει τὸν καρπόν.

Δρέπανον δὲ νόει τὸν τοῦ Θεοῦ λόγον· θερισμὸν δέ, τὸν τῆς συντελείας καιρόν. «Καὶ ἔλεγε· Τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν;

Ὡς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς, καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν. Χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα. Σμικρὸς μὲν ὁ λόγος τῆς πίστεως. Πίστευσον γὰρ εἰς Χριστόν, καὶ σωθήσῃ.» Ὁρᾷς, πηλίκος ὁ λόγος, ἡλίκος καὶ ὁ τοῦ σινάπεως κόκκος.

Ἀλλὰ σπαρὲν ἐπὶ τῆς γῆς τὸ κήρυγμα, ἐπλατύνθη καὶ ηὐξήθη, ὥστε τὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι, πάντας τοὺς μετεώρους καὶ ὑψηλοὺς τῷ φρονήματι καὶ τῇ γνώσει, ἐπ’ αὐτῷ κατασκηνοῦν. Πόσοι γὰρ σοφοί, τὴν Ἑλληνικὴν ἀφέντες σοφίαν, ἐπὶ τῷ κηρύγματι ἀνεπαύθησαν; Πάντων οὖν μεῖζον ἐγένετο τὸ κήρυγμα, καὶ κλάδους μεγάλους ἐποίησεν. Ὁ μὲν γὰρ τῶν ἀποστόλων εἰς Ῥώμην, ὁ δὲ εἰς Ἰνδίαν, ὁ δὲ εἰς Ἀχαίαν, ἄλλος εἰς ἄλλο μέρος τῆς γῆς διεσχίσθησαν ὥσπερ κλάδοι. Ἔλεγε δὲ τοῖς ὄχλοις ἐν παραβολαῖς πολλαῖς, πρὸς τὴν ἕξιν τῶν ἀκουόντων παρατιθεὶς τὰς παραβολάς. Ἐπειδὴ γὰρ ὄχλος ἦσαν ἰδιώτης καὶ ἀμαθής, τούτου ἕνεκεν μέμνηται κόκκου σινάπεως, καὶ χόρτου, καὶ σπόρου, ἵνα ἀπὸ τῶν συντρόφων καὶ συνήθων αὐτοῖς ὀνομάτων διδάξῃ αὐτοὺς ὠφέλιμόν τι, ἢ παρακινήσῃ γοῦν εἰς τὸ προσελθεῖν καὶ ἐρωτῆσαι, καὶ διὰ τῆς ἐρωτήσεως τὰ ἀγνοούμενα μαθεῖν. Τοῖς γάρ τοι μαθηταῖς ἐπέλυε πάντα κατ’ ἰδίαν, προσερχομένοις δηλαδὴ καὶ ἐρωτῶσι.

Πάντα δὲ ἔλυεν, ὅσα ἠρώτων ὡς ἀγνοοῦντες. Οὐ γὰρ ἁπλῶς πάντα, καὶ τὰ σαφῆ. Ἀπὸ γὰρ τούτων ὧν ἐρωτῶντες ἐμάνθανον, σαφῆ ἦσαν αὐτοῖς καὶ τᾶλλα· ὥστε πάντα ἐπελύοντο αὐτοῖς. «Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ’ αὐτοῦ. Καὶ γίνεται λαίλαψ ἀνέμου μεγάλη· τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.

Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων, καὶ διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; Καὶ διεγερθείς, ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη, καὶ εἶπεν αὑτοῖς· Τί δειλοί ἐστε οὕτω; Πῶς οὐκ ἔχετε πίστιν; Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους·

Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;» Ἄλλως μὲν ταῦτα διηγήσατο ὁ Ματθαῖος, ἄλλως δὲ ὁ Μάρκος· ἃ γὰρ ἐκεῖνος εἶπε πλατύτερον, οὗτος συνέστειλε· καὶ τοὐναντίον, ἃ ἐκεῖνος συνέστειλεν, οὗτος ἐπλάτυνε. Παραλαμβάνει οὖν μόνους τοὺς μαθητάς, θεατὰς τοῦ μέλλοντος ἔσεσθαι θαύματος ποιῶν· ἵνα δὲ μὴ ἐπαρθῶσιν ὅτι τοὺς ἄλλους ἐκπέμψας αὐτοὺς κατέσχεν, ἀφίησι κλυδωνισθῆναι, καὶ ἅμα ἵνα διδάξῃ πειρασμοὺς φέρειν.

Καθεύδει δέ, ἵνα μεῖζον φανῇ αὐτοῖς τὸ θαῦμα, πρότερον θορυβηθεῖσιν· εἰ γὰρ ἐγρηγορότος τοῦ Χριστοῦ ὁ κλύδων ἐγένετο, ἢ οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρεκάλεσαν. Ἀφίησιν οὖν αὐτοὺς φόβῳ κινδύνου περιπεσεῖν, ἵνα εἰς αἴσθησιν τῆς αὐτοῦ δυνάμεως ἔλθωσιν.

Ἐπεὶ γὰρ τοὺς μὲν ἄλλους ἔβλεπον εὐεργετουμένους, αὐτοὶ δὲ οὐδενὸς τοιούτου ἀπήλαυσαν, κίνδυνος ἦν ῥᾳθυμοτέρους αὐτοὺς γενέσθαι. Συγχωρεῖ οὖν ἐπιγενέσθαι τὸν χειμῶνα· καθεύδει δὲ ἐπὶ τὸ προσκεφάλαιον τὸ τοῦ πλοίου ξύλινον δὲ πάντως ἦν τοῦτο. Διυπνισθεὶς δέ, ἐπιτιμᾷ πρότερον τῷ ἀνέμῳ (οὗτος γάρ ἐστιν ὁ τὴν θάλασσαν ἀγριαίνειν παρασκευάζων), εἶτα καὶ θαλάσσῃ. Ἐπιτιμᾷ δὲ καὶ τοῖς μαθηταῖς, ὡς μὴ ἔχουσι πίστιν· εἰ γὰρ εἶχον πίστιν, ἐπίστευσαν ἂν ὅτι καὶ κοιμώμενος δύναται ἀβλαβεῖς αὐτοὺς διατηρῆσαι.

Ἔλεγον δὲ πρὸς ἀλλήλους· Τίς ἄρα ἐστὶν οὗτος; Ἔτι γὰρ ἀμφιβόλως εἶχον περὶ αὐτοῦ· καθὸ μὲν γὰρ ἐπιτάγματι μόνῳ τὴν θάλασσαν κατεκοίμισε, καὶ οὔτε ῥάβδῳ, ὡς ὁ Μωσῆς, οὔτε ἐπικλήσει ὡς ὁ Ἐλισσαῖος τὸν Ἰορδάνην, οὔτε τῇ κιβωτῷ ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, διὰ τοῦτο ὑπὲρ ἄνθρωπον αὐτοῖς ἐδόκει· καθὸ δὲ ὕπνωττεν, ἄνθρωπος πάλιν αὐτοῖς ἐφαίνετο.

ΚΕΦΑΛ. Εʹ. Περὶ τοῦ λεγεῶνος. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Περὶ τῆς αἱμοῤῥοούσης. «Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἀλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἀλύσεις, καὶ τὰς πέδας συντετρῖφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι· καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.» Τὰ ἀκριβέστερα τῶν ἀντιγράφων, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ἔχει. Ὁ μὲν οὖν Ματθαῖος δύο εἶναι τοὺς δαιμονιζομένους λέγει· ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς, ἕνα· τὸν γὰρ χαλεπώτερον ἐπιλεξάμενοι, διηγοῦνται περὶ αὐτοῦ. Ἔρχεται τοίνυν ὁ δαιμονιζόμενος, Υἱὸν αὐτὸν ὁμολογῶν εἶναι Θεοῦ. Ἐπεὶ γὰρ οἱ ἐν τῷ πλοίῳ ἀμφέβαλλον, ποταπός ἐστιν οὗτος, ἡ παρὰ τῶν ἐχθρῶν μαρτυρία πιστοτέρα γίνεται· λέγω δὴ τῶν δαιμόνων. Κατῴκει δὲ ἐν τοῖς μνήμασι, πονηρὰν ὑπόληψιν ἐνθεῖναι βουλόμενος τοῖς ἀνθρώποις, ὅτι τῶν ἀποθνησκόντων αἱ ψυχαὶ δαίμονες γίνονται.

Ὃ μὴ γένοιτο τινὰ πιστεῦσαι. «Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεν αὐτῷ, καὶ κράξας φωνῇ μεγάλῃ, εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. Ἔλεγε γὰρ αὐτῷ· Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.

Καὶ ἐπηρώτα αὐτόν, Τί σοι ὄνομα; Καὶ ἀπεκρίθη, λέγων· Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.» Βάσανον νομίζουσιν οἱ δαίμονες τὸ ἐξελθεῖν ἐκ τοῦ ἀνθρώπου. Διό φασι, Μὴ βασανίσῃς, τουτέστι, μὴ ἐξαγάγῃς ἡμᾶς ἐκ τοῦ κατοικητηρίου ἡμῶν, ἤτοι τοῦ ἀνθρώπου· καὶ ἄλλως δέ, ἐνόμιζον ὅτι διὰ τὴν ὑπερβολὴν τῶν ὑπ’ αὐτῶν τολμωμένων, οὐκ ἀνέξεται· ἀλλὰ παραδώσει αὐτοὺς ἐντεῦθεν ἤδη τῇ κολάσει· διὰ τοῦτο καὶ παρακαλοῦσιν ἵνα μὴ βασανίσῃ αὐτούς. Ἐρωτᾷ δὲ αὐτὸν ὁ Κύριος, οὐχ ἵνα μάθῃ αὐτός, ἀλλ’ ἵνα οἱ ἄλλοι μάθωσι τὸ πλῆθος τῶν ἐνοικούντων αὐτῷ δαιμόνων.

Ἐπειδὴ γὰρ εἷς ἐφαίνετο, δείκνυσιν ὁ Χριστὸς ὅσοις ἐχθροῖς ἐπάλαιεν ὁ ἐλεεινὸς ἐκεῖνος ἄνθρωπος. «Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη. Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν· καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς· καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα, εἰσῆλθον εἰς τοὺς χοίρους. Καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν. Ἦσαν δὲ ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. Οἱ δὲ βόσκοντες τοὺς χοίρους, ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.» Οἱ μὲν δαίμονες ἀξιοῦσι τὸν Κύριον μὴ ἀποστεῖλαι αὐτοὺς ἔξω τῆς χώρας, ἀλλ’ εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπολῦσαι· ὁ δὲ συγχωρεῖ τοῦτο. Ἐπειδὴ γὰρ παλαίστρα ἐστὶν ὁ βίος ἡμῶν, οὐκ ἠθέλησεν ὁ Κύριος ἔξω τοῦ βίου τούτου ἀπολῦσαι τοὺς δαίμονας, ἵνα παλαίοντες ἡμῖν, δοκιμωτέρους ἡμᾶς ἐργάζωνται. Συνεχώρησε δὲ αὐτοῖς εἰς τοὺς χοίρους εἰσελθεῖν, ὡς ἂν μάθωμεν ὅτι ὥσπερ τῶν χοίρων οὐκ ἐφείσαντο, οὕτως οὐδ’ ἂν τοῦ ἀνθρώπου ἐκείνου ἐφείσαντο, εἰ μὴ θεία δύναμις ἦν ἡ συντηροῦσα αὐτόν· οἱ δαίμονες γὰρ ἐχθροὶ ὄντες, κατέκοψαν ἂν ἡμᾶς αὐθωρόν, εἰ μὴ ὁ Θεὸς συνετήρει ἡμᾶς.

Μάνθανε δὲ ὅτι οὐδὲ κατὰ χοίρων ἔχωσιν ἐξουσίαν οἱ δαίμονες, καὶ πολλῷ μᾶλλον κατὰ ἀνθρώπων, εἰ μὴ συγχωρήσει ὁ Θεός· νόει δὲ ὅτι καὶ εἰς τοὺς κατὰ χοίρους ζῶντας ἀνθρώπους, καὶ τῷ βορβόρῳ τῆς ἡδονῆς ἐγκυλιομένους, εἰς τούτους εἰσέρχονται οἱ δαίμονες, καὶ ῥίπτουσιν αὐτοὺς κατὰ τοῦ κρημνοῦ τῆς ἀπωλείας, ἐν τῇ θαλάσσῃ τοῦ βίου τούτου, καὶ ἀποπνίγονται. «Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. Καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον, καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν.

Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες, πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων· καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὀρίων αὐτῶν. Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθείς, ἵνα ᾖ μετ’ αὐτοῦ· ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε, καὶ ἠλέησέ σε. Καὶ ἀπῆλθε, καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει, ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.» Ἐξῆλθον μὲν οἱ τῆς πόλεως ἐκείνης πρὸς τὸν Ἰησοῦν, ἐκπλαγέντες τὸ θαῦμα· ἀκούσαντες δέ, ἐφοβήθησαν πλέον.

Διὸ καὶ παρακαλοῦσι τὸν Ἰησοῦν ἵνα ἐξέλθῃ ἐκ τῶν ὁρίων αὐτῶν. Ἐδεδοίκεισαν γὰρ μήποτε καὶ μεῖζόν τι πάθωσι. Τοὺς γὰρ χοίρους ἀπολέσαντες, καὶ λυπηθέντες ἐπὶ τῇ ἀπωλείᾳ, παραιτοῦνται καὶ τὴν παρουσίαν τοῦ Κυρίου· ὁ δὲ δαιμονισθεὶς παρεκάλει αὐτόν, ἵνα ᾖ μετ’ αὐτοῦ· ἐφοβεῖτο γὰρ μήποτε μόνον εὑρόντες αὐτὸν οἱ δαίμονες, πάλιν ἐπέλθωσιν αὐτῷ.

Ὁ δὲ Κύριος ἀπολύει αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, δεικνύων αὐτῷ ὅτι κἂν μὴ αὐτὸς παρῇ, ἀλλ’ ἥγε δύναμις αὐτοῦ καὶ ἡ ἐπισκοπὴ φυλάξει αὐτόν, ἅμα δέ, ἵνα καὶ ἑτέρους ὁραθεὶς ὠφελήσῃ. Ἰδοὺ γοῦν ἤρξατο κηρύσσειν, καὶ πάντες ἐθαύμαζον. Ὅρα δὲ καὶ τὸ ἄτυφον τοῦ Σωτῆρος. Οὐκ εἶπεν ὅτι, Ἀπάγγειλον ὅσα σοι πεποίηκα, ἀλλ’, Ὅσα σοι πεποίηκεν ὁ Κύριος.

Οὕτω καὶ σύ, ὅταν ἀγαθόν τι ποιήσῃς, μὴ σεαυτῷ, ἀλλὰ τῷ Θεῷ ἀνατίθει τὸ πραχθέν. «Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. Καὶ ἰδοὺ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος. Καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι, Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. Καὶ ἀπῆλθε μετ’ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.

Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ὅτι, Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι· καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.» Μετὰ τὸ ἐπὶ τῷ δαιμονιζομένῳ θαῦμα, ἕτερον ἐργάζεται ὁ Κύριος, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου ἀνιστῶν. Λέγει δὲ καὶ τὸ ὄνομα τοῦ ἀρχισυναγώγου, διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γενόμενον. Ἐξ ἡμισείας δὲ πιστὸς ὁ ἀνήρ· καθὸ μὲν γὰρ πίπτει παρὰ τοὺς πόδας, πιστός, καθὸ δὲ παρακαλεῖ ἵνα ἔλθῃ, οὐχ ὅσην δεῖ πίστιν ἐνδείκνυται. Ἔδει γὰρ εἰπεῖν ὅτι, Εἰπὲ λόγῳ.

Ὡς ἐν παρέργῳ δὲ ἀπερχομένου τοῦ Κυρίου, θεραπεύεται καὶ ἡ αἱμόῤῥους· πιστοτάτη δὲ ἡ γυνή, ὅτι καὶ ἀπὸ τῶν ἱματίων ἐνόμισεν ὠφεληθῆναι· διὸ καὶ τυγχάνει τῆς θεραπείας. Νοήσεις δὲ ταῦτα καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν, ἥτις αἱμόῤῥους ἦν. Ἐπήγαγε γὰρ τὴν ἁμαρτίαν, ἤτις φόνος ἐστὶ τῆς ψυχῆς, καὶ τὸ αἷμα τῶν ψυχῶν ἡμῶν ἐκχέει. Ὑπὸ πολλῶν δὲ ἰατρῶν, τῶν σοφῶν λέγω τοῦ κόσμου τούτου, καὶ μὴν καὶ τοῦ νόμου καὶ τῶν προφητῶν, οὐκ ἠδυνήθη θεραπευθῆναι. Ἅμα δὲ ἥψατο τῶν ἱματίων τοῦ Χριστοῦ, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἰάθη. Ὁ γὰρ πιστεύων ὅτι ἐσαρκώθη ὁ Χριστός, οὗτός ἐστιν ὁ ἁψάμενος τῶν ἱματίων αὐτοῦ. «Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τί μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὑτῷ, καὶ εἶπεν αὑτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε. Ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.»

Ἐξέρχεται δύναμις ἀπὸ τοῦ Χριστοῦ, οὐ τοπικῶς μεταβαίνουσα, ἀλλὰ πρός τε τοὺς ἄλλους διαδιδομένη, καὶ ἐν τῷ Χριστῷ ἀμείωτος μένουσα· ὥσπερ καὶ μαθήματα, καὶ παρὰ τοῖς διδάσκουσίν εἰσι, καὶ τοῖς μανθάνουσι παραδίδονται.

Ὅρα δὲ πῶς οἱ μὲν ὄχλοι συνέθλιβον, οὐδεὶς δὲ αὐτοῦ ἥψατο. Ἡ δὲ μὴ θλίβουσα αὐτόν, ἐκείνη ἥψατο αὐτοῦ. Μυστήριον γὰρ ἐντεῦθεν μανθάνομεν, ὅτι οὐδεὶς τῶν ὄχλους καὶ ταραχὰς ἐχόντων ἅπτεται τοῦ Ἰησοῦ, ἀλλὰ μόνον θλίβει αὐτόν. Εἴ τις δὲ μὴ ὀχλοίη τὸν Ἰησοῦν, μηδὲ τὸν ἐν ἑαυτῷ λόγον ταραχαῖς περιβάλλοι, ἐκεῖνος ἅπτεται αὐτοῦ. Τίνος δὲ ἔνεκεν ὁ Κύριος φανεροῖ τὴν γυναῖκα; Πρῶτον μὲν ἵνα τὴν πίστιν τῆς γυναικὸς δοξάσῃ· ἔπειτα, ἵνα καὶ τὸν ἀρχισυνάγωγον παραθαῤῥύνῃ, ὅτι καὶ τὸ αὐτοῦ θυγάτριον οὕτω σωθήσεται· καὶ ἅμα, ἵνα καὶ τὴν γυναῖκα τοῦ πολλοῦ φόβου ἀπολύσῃ· καὶ γὰρ ἐδεδίει ἡ γυνή, ὡς κλέψασα τὴν ἴασιν· διὸ καὶ ὁ εὐαγγελιστὴς λέγει· Φοβηθεῖσα δὲ καὶ τρέμουσα ἦλθεν, Ὁ οὖν Κύριος οὐ λέγει ὅτι, Ἐγὼ σέσωκά σε, ἀλλ’ Ἡ πίστις σου. Πορεύου τοίνυν εἰς εἰρήνην, τουτέστιν, εἰς ἀνάπαυσιν· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον·

Ἄπελθε, ἀναπαύου, ὡς τόγε μέχρι τοῦ νῦν, ἐν λύπαις ὑπῆρχες καὶ ταραχαῖς. «Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι, Ἡ θυγάτηρ σου ἀπέθανε, τί ἔτι σκύλλεις τὸν Διδάσκαλον; Ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον, λέγει τῷ ἀρχισυναγώγῳ·

Μὴ φοβοῦ, μόνον πίστευε. Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας καὶ ἀλαλάζοντας πολλά, καὶ εἰσελθών, λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

Καὶ κατεγέλων αὐτοῦ. Ὁ δέ, ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα, καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον, καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ· Ταλιθὰ κοῦμι, ὅ ἐστι μεθερμηνευόμενον·

Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι. Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον, καὶ περιεπάτει (ἦν γὰρ ἐτῶν δώδεκα), καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ, καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο, καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.» Οἱ τοῦ ἀρχισυναγώγου, νομίζοντες ἕνα τῶν διδασκάλων εἶναι τὸν Χριστόν, διὰ τοῦτο παρεκάλουν ἵνα ἐλθὼν προσεύξηται ἐπὶ τῷ κορασίῳ· λοιπὸν ἐπειδὴ ἀπέθανεν, ἐνόμισαν μηκέτι αὐτοῦ χρείαν εἶναι, διὰ τὸ τεθνηκέναι αὐτήν. Ἀλλ’ ἐκεῖνος θαῤῥύνει τὸν πατέρα, καί, Μόνον πίστευε, φησίν. Οὐκ ἀφίησι δὲ οὐδένα ἕτερον συνακολουθῆσαι, εἰ μὴ τοὺς τρεῖς μαθητάς.

Οὐ γὰρ δὴ ὁ ταπεινὸς Ἰησοῦς θέλει πρὸς ἐπίδειξίν τι ποιεῖν. Λέγοντος δὲ αὐτοῦ, ὅτι οὐκ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει, καταγελῶσιν, ὡς ἂν μὴ ἔχωσιν ὕστερον λέγειν ὅτι κάτοχος ἐγένετο, καὶ οὐδὲν θαυμαστὸν εἰ ἀνέστησεν αὐτήν, ἀλλ’ αὐτοὶ ἑαυτῶν καταμαρτυροῦντες ἐλέγχωνται, ὡς ἀληθῶς τεθνηκυῖαν ἀνέστησεν, ὅπου γε καὶ κατεγέλων αὐτοῦ λέγοντος, ὅτι οὐκ ἀπέθανε. Κρατεῖ δὲ τῆς χειρός, ἵνα ἐνθῇ ταύτῃ δύναμιν. Καὶ δίδωσιν αὐτῇ φαγεῖν, ὡσὰν πιστώσηται τὴν ἀνάστασιν, ὅτι ἀληθῶς καὶ οὐ κατὰ φαντασίαν γέγονεν.

ΚΕΦΑΛ. Ϛʹ. Περὶ τῆς τῶν ἀποστόλων διαταγῆς. Περὶ Ἰωάννου καὶ Ἡρώδου. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. «Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

Καὶ γενομένου Σαββάτου, ἤρξατο ἐν τῇ Συναγωγῇ διδάσκειν, καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες· Πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, ὅτι καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται; Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου, καὶ Ἰωσῆ, καὶ Ἰούδα, καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.» Ἐπιβαίνει τῆς πατρίδος, οὐκ ἀγνοῶν ὅτι καταφρονήσουσιν αὐτοῦ, ἀλλ’ ἵνα μὴ ἔχωσιν ὕστερον λέγειν ὅτι, Εἰ ἦλθεν, ἐπιστεύσαμεν ἄν· ἅμα δέ, καὶ τὴν φθονερὰν γνώμην αὐτῶν ἐλέγχων. Δέον γὰρ καυχᾶσθαι μᾶλλον ἐπὶ τῷ Κυρίῳ, ὡς κοσμοῦντι τὴν αὐτῶν πατρίδα διά τε τῆς διδασκαλίας καὶ τῶν θαυμάτων, οἱ δέ, ἐξευτελίζουσιν αὐτὸν ἐπὶ τῷ ταπεινῷ τοῦ γένους. Τοσοῦτόν ἐστι κακὸν ὁ φθόνος.

Ἐπισκοτεῖ γὰρ τοῖς ἀγαθοῖς ἀεί, καὶ οὐκ ἐᾷ τοὺς φθονοῦντας ταῦτα ἰδεῖν. Καὶ νῦν οὖν πολλοί, ὡς δυσγενεῖς τινας διαβάλλουσιν, ἀξίους ὄντας τἄλλα τιμῇς, κακῶς φρονοῦντες καὶ λίαν ἀγεννῶς. «Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσι, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀῤῥώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε, καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν.» Καθολικῶς φησὶν ὁ Κύριος ὅτι πάντες οἱ προφῆται, ἄτιμοι ἐν ταῖς πατρίσιν αὐτῶν. Εἴτε γὰρ λαμπροὺς ἔχοιεν συγγενεῖς, φθονοῦσιν οὗτοι αὐτοῖς, καὶ διὰ τοῦτο ἀτιμάζουσιν· εἴτε δυσγενεῖς εἶεν, πάλιν διὰ τὴν δυσγένειαν ἀτιμάζονται. Οὐκ ἠδύνατο οὖν ἐκεῖ δυνάμεις ποιῆσαι, οὐχ ὅτι αὐτὸς ἀσθενὴς ἦν, ἀλλ’ ὅτι ἐκεῖνοι ἄπιστοι ἦσαν. Φειδόμενος γὰρ αὐτῶν, ἵνα μὴ πρὸς πλείονα κατάκρισιν αὐτῶν εἶεν τὰ σημεῖα, μηδὲ οὕτω πιστευόντων, διὰ τοῦτο οὐ ποιεῖ δυνάμεις ἐκεῖ· ἄλλως τε ἐν ταῖς θαυματουργίαις χρεία τῆς τε τοῦ ποιοῦντος δυνάμεως, καὶ τῆς τῶν δεχομένων πίστεως. Ἐκεῖσε τοίνυν τοῦ ἑτέρου λείποντος, ἤτοι τῆς τῶν θεραπευομένων πίστεως, οὐκ ἐνεδέχετο σημεῖα ποιῆσαι τὸν Ἰησοῦν. Οὕτω γὰρ νοεῖν ὀφείλομεν τό, Οὐκ ἠδύνατο, ἀντὶ τοῦ, οὐκ ἐνεδέχετο. «Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.

Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς τὴν ὁδόν, εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλ’ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθαι δύο χιτῶνας. Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς.» «Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόῤῥοις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.» Οὐκ ἐν ταῖς πόλεσι μόνον ἐδίδασκεν ὁ Κύριος, ἀλλὰ καὶ ἐν ταῖς κώμαις, ἵν’ ἡμεῖς μάθωμεν μηδὲ τῶν μικρῶν καταφρονεῖν, μηδὲ ἀεὶ τὰς μεγάλας πόλεις ἐπιζητεῖν, ἀλλὰ κἂν τοῖς χωριδίοις τοῖς εὐτελέσι σπείρειν τὸν λόγον. Οὐ μόνον δὲ αὐτὸς διδάσκει, ἀλλὰ καὶ τοὺς δώδεκα ἀποστέλλει δύο δύο, ἵνα καὶ προθυμότεροι ὦσιν. Εἰ μὲν γὰρ ἕνα ἀπέστειλεν, ἦν ἂν ὁ εἷς ἐκεῖνος ἀπρόθυμος. Πάλιν εἰ πλείους τῶν δύο, οὐκ εἰς πολλὰς ἂν κώμας ἐξήρκεσεν ὁ ἀριθμὸς τῶν ἀποστόλων.

Δύο τοίνυν ἀποστέλλει· Ἀγαθοὶ γὰρ οἱ δύο ὑπὲρ τὸν ἕνα, φησὶν Ἐκκλησιαστής. Παραγγέλλει δὲ αὐτοῖς μηδὲν αἴρειν, μήτε πήραν, μήτε χαλκόν, μήτε ἄρτον, παιδεύων αὐτοὺς τὸ ἀφιλοχρήματον διὰ τούτων, καὶ ὡς ἂν οἱ ὁρῶντες αὐτούς, δυσωπῶνται αὐτούς, τὴν ἀκτημοσύνην διδάσκοντας ἀφ’ ὧν αὐτοὶ μηδὲν ἔχουσι. Τίς γὰρ ἰδὼν τὸν ἀπόστολον μήτε πήραν, μήτε ἄρτον, τὸ ἀναγκαιότατον, αἵροντα, οὐκ ἂν κατεδυσωπήθη, καὶ πρὸς τὴν ἀκτημοσύνην ἀπεδύσατο; Ἐν μιᾷ δὲ οἰκίᾳ καταμένειν αὐτοὺς κελεύει, ἵνα μὴ δόξωσι διὰ γαστριμαργίαν ἀκατάστατοι εἶναι, ἄλλους ἐξ ἄλλων ἀμείβοντες. Ἀπὸ δὲ τῶν μὴ δεχομένων αὐτούς, ἐκτινάσσειν λέγει τὸν χοῦν, δεικνύοντας ὅτι μακρὰν ὁδὸν ἐβάδισαν δι’ αὐτούς, καὶ οὐδὲν ὠφέλησαν, ἢ ὅτι οὐδὲν ἀπ’ αὐτῶν ἔσχον, οὐδὲ κἂν χοῦν, ἀλλὰ καὶ τοῦτον ἐξετίναξαν, ὥστε εἶναι τοῦτο εἰς μαρτύριον αὐτοῖς, τουτέστιν, εἰς ἔλεγχον. Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόῤῥοις ἐν τῇ κρίσει, ἢ τοῖς μὴ παραδεξαμένοις ὑμᾶς. Οἱ μὲν γὰρ Σοδομῖται κολασθέντες ἐντεῦθεν, φορητότερον ἐκεῖσε κολασθήσονται.

Καὶ ἅμα, οὐδὲ ἀπεστάλησαν πρὸς αὐτοὺς ἀπόστολοι· οἱ δὲ μὴ παραδεξάμενοι τοὺς ἀποστόλους, χαλεπώτερα ἐκείνων πείσονται. «Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀῤῥώστους, καὶ ἐθεράπευον.» Ὅτι ἤλειφον ἐλαίῳ οἱ ἀπόστολοι, μόνος ὁ Μάρκος διηγεῖται, ὃ καὶ Ἰάκωβος ὁ ἀδελφόθεος, ἐν τῇ καθολικῇ Ἐπιστολῇ φησιν· Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ. Ἔστιν οὖν τὸ ἔλαιον καὶ πρὸς κόπους ὠφέλιμον, καὶ φωτὸς αἴτιον, καὶ ἱλαρότητος πρόξενον, καὶ σημαίνει τὸ ἔλεος τοῦ Θεοῦ, καὶ τὴν χάριν τοῦ Πνεύματος, δι’ ἧς καὶ κόπων ἀπαλλαττόμεθα, καὶ φῶς καὶ χαράν, καὶ ἱλαρότητα πνευματικὴν δεχόμεθα. «Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρώδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων, ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν, ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης ἐστίν, ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ ὁ Ἡρώδης, εἶπεν ὅτι, Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν, αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.» Οὗτος ὁ Ἡρώδης, υἱὸς ἦν τοῦ τὰ βρέφη ἀποκτείναντος.

Τετράρχην δὲ ὄντα, βασιλέα αὐτὸν ὁ Μάρκος λέγει, ἀδιαφόρως χρώμενος τῷ ὀνόματι. Οὗτος οὖν ἀκούων τοῦ Κυρίου τὰ θαύματα, καὶ εἰδὼς ὡς δίκαιον ὄντα μάτην ἀνεῖλε τὸν Ἰωάννην, ὑπέλαβεν ὅτι ἀνέστη ἐκ νεκρῶν, καὶ ἐκ τῆς ἀναστάσεως προσέλαβε τὸ θαυματουργεῖν. Πρότερον γὰρ ὁ Ἰωάννης οὐδὲν σημεῖον ἐποίησεν· ἀπὸ δὲ τῆς ἀναστάσεως ἐνόμισεν ὁ Ἡρώδης προσλαβεῖν αὐτὸν τῶν σημείων τὴν ἐργασίαν.

Ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἤλεγχε γὰρ τοὺς πολλούς, ὡς ὅταν ἔλεγεν, Ὢ γενεὰ ἄπιστος! Ἡρώδης δὲ δέδοικεν· οὕτως οὖν ἐλεεινός, ὥστε τὸν νεκρὸν φοβεῖσθαι. «Αὐτὸς γὰρ ὁ Ἡρώδης, ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρώδῃ ὅτι, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ δὲ Ἡρωδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἐδύνατο. Ὁ γὰρ Ἡρώδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.» Παρεντίθησιν ἐνταῦθα τὴν περὶ τοῦ θανάτου τοῦ Βαπτιστοῦ διήγησιν ὁ Μάρκος, ἀφορμῆς δραξάμενος. Τὴν δὲ Ἡρωδίαδα, οἱ μέν, ζῶντος τοῦ Φιλίππου φασὶν ἀποσπάσαι τὸν Ἡρώδην, καὶ διὰ τοῦτο ἐλέγχεσθαι αὐτὸν ὡς παρανομοῦντα, τοῦ ζῶντος ἀδελφοῦ ἀποζευγνύντα τὴν γυναῖκα· οἱ δέ, ὅτι ἀπέθανε μὲν ὁ Φίλιππος, πλὴν ἐπὶ θυγατρί· θυγατρὸς δὲ οὔσης, οὐκ ἔδει τὸν Ἡρώδην τὴν γυναῖκα τοῦ ἀδελφοῦ γαμῆσαι, οὐδὲ μετὰ θάνατον. Ὁ γὰρ νόμος τότε ἐκέλευε τὸν ἀδελφὸν τὴν τοῦ ἀδελφοῦ γυναῖκα λαμβάνειν, ὅτε μὴ ὑπῆν παιδίον· ἐνταῦθα δὲ ὑπῆρχεν ἡ θυγάτηρ, παράνομος ἄρα ὁ γάμος.

Ὅρα δὲ πόσον ἰσχύει ἡ λύσσα τοῦ ἔρωτος, ὥστε καὶ τὸν Ἡρώδην τοσαύτην αἰδῶ καὶ φόβον πρὸς τὸν Ἰωάννην ἔχοντα, καταφρονῆσαι τούτου, πρὸς τὸ θεραπεῦσαι μόνον ἀκολασίαν. «Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτι Ἡρώδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας· καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρωδιάδος, καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρώδῃ, καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι, Καὶ ὤμοσεν αὐτῇ ὅτι, Ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ἡ δέ, ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τί αἰτήσομαι; Ἡ δὲ εἶπε· Τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα· Θέλω ἵνα μοι δῷς ἐξ αὐτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα, ἐπέταξεν ἀνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δέ, ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.

Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ, ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.» Πότος μὲν συγκροτεῖται. Ὁ Σατανᾶς δὲ ὀρχεῖται διὰ τοῦ κορασίου. Καὶ ὅρκος τελεῖται ἄθεσμος καὶ ἄθεος, μᾶλλον δὲ ἀνόητος· ἡ δὲ πονηρὰ γυνή, Δός μοι, φησίν, ἐξ αὐτῆς, τουτέστι, παραυτίκα, αὐτῇ τῇ ὥρᾳ.

Ὁ δὲ ἀνόητος καὶ ἐρωτόληπτος Ἡρώδης δέδοικε τοὺς ὅρκους, καὶ διὰ τοῦτο φονεύει τὸν δίκαιον. Ἕδει δὲ ἐπιορκῆσαι ἐνταῦθα, καὶ μὴ τοιοῦτον μύσος ἐργάσασθαι. Οὐ πανταχοῦ γὰρ τὸ εὐορκεῖν καλόν. Σπεκουλάτωρ δέ, ὁ δήμιος λέγεται στρατιώτης, ὃς πρὸς τὸ φονεύειν τέτακται. Πτῶμα δέ, τὸ σῶμα λέγει· μετὰ γὰρ τὸ ἀποκεφαλισθῆναι πίπτον τὸ σῶμα, πτῶμα λέγεται. Ἔστι δὲ καὶ κατὰ θεωρίαν ταῦτα ἐκλαβεῖν. Ἡρώδης μὲν γάρ, ὁ δερμάτινος λαὸς τῶν Ἰουδαίων. Ἔγημε δὲ γυναῖκα, τὴν ψευδῆ καὶ ἀσελγῆ δόξαν, ἧς ἔτι καὶ νῦν ἡ θυγάτηρ ὀρχεῖται καὶ κινεῖται παρὰ τοῖς Ἰουδαίοις, ἡ πλανῶσα αὐτοὺς γνῶσις τῶν Γραφῶν. Δοκοῦσι γὰρ γινώσκειν τὰς Γραφάς· ἀλλ’ οὐκ ἔστι τοῦτο· ἀπεκεφάλισαν γὰρ τὸν Ἰωάννην· ἤτοι τὸν προφητικὸν λόγον· τὸ γὰρ κεφάλαιον τῆς προφητείας, τὸν Χριστὸν λέγω, οὐκ ἐδέξαντο· εἰ γοῦν καὶ ἔχουσι τὸν προφητικὸν λόγον, ἀλλὰ χωρὶς τῆς κεφαλῆς αὐτὸν ἔχουσι, τουτέστι τοῦ Χριστοῦ. «Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. Καὶ εἶπεν αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύσασθε ὀλίγον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν ηὐκαίρουν· καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ’ ἰδίαν. Καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν αὐτὸν πολλοί.

Καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, καὶ συνῆλθον πρὸς αὐτόν.» Μεθὸ ἐκήρυξαν οἱ ἀπόστολοι, συνάγονται πρὸς τὸν Ἰησοῦν· ἵνα καὶ ἡμεῖς μανθάνωμεν, ἐπειδὰν προβληθῶμεν εἰς διακονίαν τινά, μὴ ἀφηνιάζειν καὶ κατεπαίρεσθαι τοῦ προβαλλομένου, ἀλλ’ ἐκεῖνον εἰδέναι κεφαλήν, καὶ πρὸς αὐτὸν ἐπιστρέφειν, καὶ ἀπαγγέλλειν αὐτῷ ὅσα ἢ ἐποιήσαμεν ἢ ἐδιδάξαμεν· χρὴ γὰρ μὴ μόνον διδάσκειν; ἀλλὰ καὶ ποιεῖν· ἀναπαύει δὲ ὁ Χριστὸς τοὺς μαθητάς, ἵνα πάλιν μάθωσιν οἱ προεστῶτες, τοὺς κοπιῶντας ἕν τε λόγῳ καὶ διδασκαλίᾳ ἀναπαύσεως ἀξιοῦν, καὶ μὴ ἀεὶ κατατείνειν αὐτοὺς τοῖς πόνοις· εἰς ἔρημον δὲ τόπον ἀναχωρῶν, διὰ τὸ ἀφιλόδοξον, ὅμως οὐδ’ ἐνταῦθα λανθάνει τοὺς ζητοῦντας αὐτόν. Ἀλλὰ τοσοῦτον ἐγρηγόρουν, ἵνα μὴ διαφύγῃ αὐτούς, ὥστε καὶ προῆλθον αὐτούς, τουτέστι, προέφθασαν οἱ ὄχλοι τοὺς ἀποστόλους, καὶ ἀπῆλθον εἰς τὸν τόπον ἔνθα ἔμελλον ἀναπαυθῆναι ὁ Ἰησοῦς.

Οὕτως οὖν καὶ σὺ προλάμβανε τὸν Ἰησοῦν, μὴ ἀναμένων, ἵνα ἐκεῖνός σε προσκαλέσηται. Ἀλλὰ προτρέχων, καὶ μᾶλλον σὺ προφθάνων ἐκεῖνον. «Καὶ ἐξελθὼν ὁ Ἰησοῦς, εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά, καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν αὐτῷ, ὅτι, Ἕρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή. Ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας, ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.

Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν διακοσίων δηναρίων ἄρτους, καὶ δῶμεν αὐτοῖς φαγεῖν; Ὁ δὲ λέγει αὐτοῖς· Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶ ἴδετε. Καὶ γνόντες, λέγουσι·

Πέντε, καὶ δύο ἰχθύας. Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας, συμπόσια συμπόσια, ἐπὶ τῷ χλωρῷ χόρτῳ. Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.» Οἱ Φαρισαῖοι, λύκοι ὄντες ἅρπαγες, οὐκ ἐποίμαινον τὸν λαόν, ἀλλὰ κατήσθιον. Διὰ τοῦτο πρὸς τὸν Χριστόν, τὸν ἀληθινὸν ποιμένα, συνάγονται, ἐκείνους ἀποφεύγοντες, ὅθεν οὗτος τροφὴν αὐτοῖς δίδωσι, προηγουμένως τὴν ἐπωφελεστέραν καὶ τιμιωτέραν, τὴν διὰ λόγου, εἶτα καὶ τὴν σωματικήν. Ὅρα δὲ τοὺς μαθητάς, πῶς προκόπτουσιν ἐπὶ τὸ φιλανθρωπότερον.

Ἐλεήσαντες γὰρ τοὺς ὄχλους, προσέρχονται τῷ Χριστῷ, καὶ περὶ αὐτῶν ἀξιοῦσιν. Ὁ δὲ Κύριος πειράζων αὐτούς, καὶ δοκιμάζων εἰ τὴν αὐτοῦ ἐπέγνωσαν δύναμιν, ὅτι δύναται αὐτοὺς διαθρέψαι, λέγει· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν· οἱ δὲ καὶ καταμέμφονται αὐτόν, ὡς μὴ γνόντα πόση μὲν αὐτοῖς ἡ ἔνδεια, πόσον δὲ καὶ τὸ τοῦ ὄχλου πλῆθος. Βαρυνόμενοι γὰρ λέγουσι τό, Ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους, καὶ δώσωμεν αὐτοῖς φαγεῖν; Τέλος μέντοι ἀνακλίνει πάντας ἐπὶ τῷ χόρτῳ διακεχωρισμένους.

Τοῦτο γάρ ἐστι τό, Συμπόσια συμπόσια, ἀντὶ τοῦ, τραπέζας διαφόρους. Τοῦτο δὲ σημαίνει καὶ τό, Πρασιαὶ ἀνέπεσον, τουτέστι, διάφορα κόμματα καὶ μέρη. Πρασιαὶ γὰρ λέγονται τὰ ἐν τοῖς κήποις διάφορα κόμματα, ἐν οἷς φυτεύονται διάφορα πολλάκις λάχανα. «Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησε· καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν, καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους, πεντακισχίλιοι ἄνδρες.» Ἀναβλέπει εἰς τὸν οὐρανόν, ἅμα μὲν καὶ ἡμᾶς διδάσκων παρὰ τοῦ Θεοῦ αἰτεῖσθαι τὴν τροφήν, καὶ μὴ παρὰ τοῦ διαβόλου· ὅπερ ποιοῦσιν οἱ ἐξ ἀδίκων πόρων διατρεφόμενοι ἅμα δὲ καὶ τοῖς ὄχλοις τότε δεικνύων ὡς οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ τὸν Θεὸν ἐπικαλεῖται. Δίδωσι δὲ τοῖς μαθηταῖς, ἵνα τοῦ θαύματος μὴ ἐπιλάθωνται, ὡς ταῖς οἰκείαις χερσὶ δεξάμενοι τοὺς ἄρτους. Καὶ δώδεκα δὲ κόφινοι περιττεύουσι, δι’ αὐτὸ τοῦτο, ἵνα ἐπ’ ὤμων ἕκαστος ἄρας κόφινον, ἀνεπίληστον τηρῇ τὸ θαῦμα. Περιουσία δὲ δυνάμεως, τὸ μὴ μόνον θρέψαι τοσούτους, ἀλλὰ καὶ περιττὰ καταλιπεῖν. Μωσῆς μὲν γὰρ εἰ καὶ τὸ μάννα ἐδίδου, ἀλλὰ πρὸς τὴν ἑκάστου χρείαν· τὸ γὰρ περιττεῦον, σκώληκας ἐξέζεε.

Καὶ Ἠλίας δὲ τὴν χήραν διατρέφων, τὸ αὔταρκες ἐχορήγει. Ἰησοῦς δέ, ὡς Δεσπότης, καὶ περιττεύειν ποιεῖ. Ταῦτα μὲν οὖν κατὰ τὴν ἱστορίαν. Κατὰ δὲ ἀναγωγήν, πέντε ἄρτοι, οἱ Μωσαϊκοὶ λόγοι. Πέντε γὰρ τὰ τοῦ Μωσέως βιβλία, Γένεσις, Ἔξοδος, Λευϊτικόν, Ἀριθμοί, Δευτερονόμιον. Ἰχθύες δὲ δύο, οἱ τῶν ἁλιέων λόγοι, ὁ Ἀπόστολος καὶ τὸ Εὐαγγέλιον.

Τούτοις οὖν τρέφονται αἱ πέντε ἡμῶν αἰσθήσεις, αὗται γάρ εἰσιν οἱ πεντακισχίλιοι. Οὐχ ἅπαντα δὲ δυνάμεθα φαγεῖν, ἀλλὰ πολλὰ περιττεύουσιν, ἃ οἱ ἀπόστολοι δύνανται βαστάσαι. Τὰ γὰρ δυσκολώτερα τῶν τοῦ Νόμου καὶ τῶν τοῦ Εὐαγγελίου νοημάτων, ἡμεῖς μὲν οἱ ἔτι ταῖς πέντε αἰσθήσεσι δουλεύοντες, οὐ βαστάζομεν, οἱ ἀπόστολοι δέ. «Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδά, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον. Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς, καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς. Καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτός, ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρελθεῖν αὐτούς.

Οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν. Πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν, καὶ εὐθέως ἐλάλησε μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον. Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις. Ἦν γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη·» ἠνάγκασε τοὺς μαθητάς. Οὐ γὰρ ἤθελον ἀποσπασθῆναι αὐτοῦ, ἀλλὰ βίᾳ ἐχωρίζοντο, ἅμα μὲν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην, ἅμα δὲ καὶ διὰ τὸ ἀπορεῖν πῶς ἂν ἔλθοι πρὸς αὐτοὺς πλοίου μὴ ὄντος. Ἀπολύσας οὖν τοὺς ὄχλους, ἀνέβη προσεύξασθαι κατ’ ἰδίαν. Σχολῆς γὰρ καὶ ἀταραξίας δεῖται ἡ προσευχή. Ἀφίησι δὲ τοὺς μαθητὰς πειρασθῆναι, ἵνα μάθωσιν ὑπομένειν. Διὰ τοῦτο γὰρ οὐδὲ εὐθέως αὐτοῖς ἐφίσταται, ἀλλὰ δι’ ὅλης τῇς νυκτὸς συγχωρεῖ κλυδωνίζεσθαι, ἵνα διδάξῃ καρτερεῖν, καὶ μὴ ἐν ἀρχῇ τῶν δεινῶν ἐλπίζειν ἄνεσιν. Ὅρα δὲ καὶ ἕτερον, ὅτι ὅταν μέλλῃ παύειν τὰ δεινά, τότε μᾶλλον εἰς μείζονα φόβον ἐντίθησιν. Ἰδόντες γὰρ αὐτόν, ἔκραξαν, ταραχθέντες ὡς ἐπὶ φαντάσματι· καὶ εὐθέως διὰ τῆς φωνῆς θεραπεύει αὐτούς, λέγων· Μὴ φοβεῖσθε.

Εἶτα καὶ διὰ τοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, τὴν τελεωτέραν αὐτοῖς ἀταραξίαν περιποιεῖται. Εὐθὺς γὰρ ἐκόπασεν ὁ ἄνεμος. Μέγα δὲ θαῦμα τὸ ἐπὶ θαλάσσης περιπατεῖν, καὶ Θεοῦ τῷ ὄντι, τὸ δὲ καὶ ταραχῆς οὔσης, καὶ τοῦ ἀνέμου ἐναντιουμένου, ἐπίτασις τοῦ θαύματος. Οἱ δὲ ἀπόστολοι οὐ συνιέντες ἐπὶ τοῖς ἄρτοις, ἀπὸ τούτου τοῦ θαύματος τοῦ ἐπὶ τῇ θαλάσσῃ συνῆκαν· ἔοικεν οὖν ὁ Χριστὸς καὶ διὰ τοῦτο συγχωρῆσαι αὐτοὺς πειρασθῆναι, ἵνα ἐπεὶ μὴ ἀπὸ τῶν ἄρτων αὐτὸν ἐπέγνωσαν, ἐπιγνῶσιν ἀπὸ τῆς θαλάσσης, καὶ ὠφεληθῶσιν. «Καὶ διαπεράσαντες, ἦλθον ἐπὶ τὴν γῆν Γεννησαρέτ· καὶ προσωρμίσθησαν, καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέως ἐπιγνόντες αὐτόν, περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην, ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι· καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται, καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ, ἐσώζοντο.» Διὰ χρόνου, ὡς ἔοικεν, ἐπεδήμησεν ὁ Κύριος τῷ τόπῳ. Διὸ καὶ ὁ εὐαγγελιστὴς λέγει· Ἐπιγνόντες αὐτόν, προσέφερον τοὺς ἀσθενεῖς. Οὐκ ἔτι γὰρ εἰς τὰς οἰκίας ἐκάλουν, ἀλλ’ αὐτοὶ μᾶλλον προσέφερον τοὺς κακῶς ἔχοντας, παρακαλοῦντες ἵνα κἂν τοῦ κρασπέδου ἅψωνται.

Τὸ γὰρ περὶ τὴν αἱμόῤῥουν θαῦμα, πάντων τὰς ἀκοὰς κατέσχε, καὶ πλείονα πίστιν αὐτοῖς ἐνέθηκεν.

ΚΕΦΑΛ. Ζʹ. Περὶ τῶν μαθητῶν ἀνίπτοις χερσὶν ἐσθιόντων. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. Περὶ τῆς Συροφοινικίσσης. Περὶ τοῦ Σαββάτου. «Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν Γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων, καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τουτέστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους, ἐμέμψαντο.

Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινῶν. Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ Γραμματεῖς, Διατί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλ’ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;» Οἱ τοῦ Κυρίου μαθηταὶ διδαχθέντες μόνης ἀντέχεσθαι τῆς ἀρετῆς, καὶ μηδὲν ἄλλο προσπεριεργάζεσθαι, ἀνίπτοις χερσὶν ἤσθιον ἀπεριέργως καὶ ἀπλῶς. Οἱ οὖν Φαρισαῖον θέλοντες εὑρεῖν σκώμματος πρόφασιν, δράσσονται τούτου· καὶ οὐ μέμφονται αὐτοὺς ὡς παραβαίνοντας τὸν νόμον, ἀλλὰ παράδοσιν τῶν πρεσβυτέρων. Οὐ γὰρ ἐν τῷ νόμῳ γέγραπται νίπτεσθαι πυγμῇ, τουτέστιν, ἄχρι τοῦ ἀγκῶνος (πυγμὴ γὰρ λέγεται τὸ ἀπὸ τοῦ ἀγκῶνος ἄχρι καὶ τῶν ἄκρων δακτύλων), ἀλλ’ ἀπὸ τῶν πρεσβυτέρων εἶχον τοῦτο παραδεδομένον. «Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ὅτι, Καλῶς προεφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ, μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.

Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.

Μωσῆς γὰρ εἶπε· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβάν, ὅ ἐστι Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐκ ἔτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε, καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.» Ἐμβριθέστερον ἐλέγχων τοὺς Ἰουδαίους ὁ Κύριος, παράγει καὶ τὸν προφήτην κατηγοροῦντα αὐτῶν. Ἐκεῖνοι μὲν οὖν τοῖς μαθηταῖς ἐνεκάλουν ὅτι τὴν τῶν πρεσβυτέρων παράδοσιν παρέβαινον, ὁ Κύριος δὲ αὐτοῖς ἀντεπιφέρει σφοδρότερον ἔγκλημα, τὸ τὸν τοῦ Μωσέως νόμον παραβαίνειν.

Ὁ μὲν γὰρ νόμος φησί, λέγει· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· ὑμεῖς δὲ διδάσκετε τοὺς παῖδας λέγειν πρὸς τοὺς γονεῖς, ὅτι Κορβάν, τουτέστι, Δῶρον καὶ ἀνατεθειμένον τῷ Θεῷ ἐστιν, ὃ ζητεῖς ἐξ ἐμοῦ. Οἱ γὰρ Φαρισαῖοι θέλοντες κατεσθίειν τὰ τῶν ἀφελεστέρων, ἐδίδασκον τοὺς παῖδας, ἐάν τι εἶχον οἱονεὶ πεκούλιον, καὶ ἐζήτουν τοῦτο οἱ γονεῖς, λέγειν, ὅτι Ἤδη ἀφιέρωσα τοῦτο τῷ Θεῷ, καὶ μηκέτι ζήτει, ὡς ἀνατεθὲν τῷ Κυρίῳ. Οὕτως οὖν ἀπατῶντες τοὺς παῖδας, καὶ συμπείθοντες αὐτοὺς ἀφιεροῦν δῆθεν τῷ Θεῷ ἃ εἶχον, τοὺς μὲν πατέρας ἐποίουν περιφρονεῖν, αὐτοὶ δὲ τὰ ἀφιερωθέντα κατήσθιον.

Τοῦτο οὖν αὐτοῖς ὁ Κύριος ἐγκαλεῖ, ὡς διὰ κέρδος παραβαίνουσι τὸν τοῦ Θεοῦ νόμον. «Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς· Ἀκούετέ μου, πάντες, καὶ συνίετε· Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται αὐτὸν κοινῶσαι, ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ’ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.

Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. Καὶ λέγει αὐτοῖς· Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον, οὐ δύναται αὐτὸν κοινῶσαι, ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, ἐκκαθαρίζων πάντα τὰ βρώματα; Ἔλεγε δέ, ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. Ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.» Ὁ Κύριος διδάσκων τοὺς ἀνθρώπους ὅτι τὰ τῶν βρωμάτων παρατηρήματα ἃ ὁ νόμος διαγορεύει, οὐκ ὀφείλομεν νοεῖν σωματικῶς, ἄρχεται ἐντεῦθεν ἀποκαλύπτειν μετρίως τὸ τοῦ νόμου βούλημα. Καί φησιν ὅτι οὐδὲν τῶν εἰσπορευομένων δύναται κοινῶσαι, τουτέστι, μιᾶναί τινα, ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τῆς καρδίας, ἐκεῖνά εἰσι τὰ μιαίνοντα, καὶ καταλέγει ταῦτα. Ὀφθαλμὸν δὲ πονηρόν φησιν, ἢ τὸν φθόνον, ἢ τὴν ἀκολασίαν· καὶ γὰρ καὶ ὁ φθονῶν, ὀφθαλμὸν πονηρὸν καὶ βάσκανον ἐπιβάλλει τῷ φθονουμένῳ· καὶ ἀκόλαστος διὰ τοῦ ὀφθαλμοῦ ὁρῶν τὸ πονηρὸν μετέρχεται.

Βλασφημίαν δὲ λέγει, τὴν εἰς Θεὸν ὕβριν, οἷον ὅταν λέγῃ τις ὅτι Οὐκ ἔστι πρόνοια, τοῦτο βλασφημία· διὸ ἐπισυνάπτει τὴν ὑπερηφανίαν· ὑπερηφανία γάρ ἐστιν ὡσανεὶ καταφρόνησις Θεοῦ, ὅταν τις ἐργασάμενός τι ἀγαθόν, οὐ τῷ Θεῷ ἐπιγράφεται τοῦτο, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει. Ἀφροσύνην δὲ νόει, τὴν εἰς ἀνθρώπους ὕβριν. Πάντα οὖν ταῦτα τὰ πάθη μιαίνουσι τὴν ψυχήν, ἐξ αὐτῆς πηγάζοντα καὶ ἐξερχόμενα.

Πρὸς μὲν οὖν τὸν ὄχλον ἀσαφέστερον εἶπεν ὁ Κύριος, διὸ καὶ ἔλεγεν· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω· τουτέστιν, Ὁ νοῶν νοείτω. Τοῖς δὲ ἀποστόλοις νομίσασι βαθύτερόν τι λέγειν τὸν Κύριον, καὶ προσελθοῦσι καὶ ἐρωτῶσι περὶ τῆς παραβολῆς, τουτέστι, τοῦ σκοτεινοῦ λόγου, (παραβολὴ γάρ ἐστιν ὁ σκοτεινὸς λόγος) πρῶτον μὲν ἐπετίμησεν, εἰπών·

Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; εἶτα διέλυσε τὸ ἄπορον. «Καὶ ἐκεῖθεν ἀναστάς, ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος, καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελε γνῶναι. Καὶ οὐκ ἠδυνήθη λαθεῖν. Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ (ἦν δὲ ἡ γυνὴ Ἑλληνὶς Συροφοίνισσα τῷ γένει), καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ ἀπεκρίθη, καὶ λέγει αὐτῷ· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. Καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον, ὕπαγε, ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.

Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.» Μεθὸ περὶ τῶν βρωμάτων εἶπεν ὁ Κύριος, καὶ εἶδεν ἀπειθοῦντας τοὺς Ἰουδαίους, μεταβαίνει ἐπὶ τὰ τῶν ἐθνικῶν ὅρια. Ἀπιστησάντων γὰρ τῶν Ἰουδαίων, ἡ σωτηρία τοῖς ἔθνεσιν ἔμελλε γενέσθαι. Αὐτὸς μέντοι προηγουμένως σπουδάζει λαθεῖν, ἵνα μὴ ἔχωσιν ὕστερον αἰτιᾶσθαι αὐτὸν οἱ Ἰουδαῖοι, ὡς εἰς τὰ ἀκάθαρτα ἔθνη προσδραμόντα.

Οὐ μέντοι ἠδυνήθη λαθεῖν· οὐ γὰρ ἐνεδέχετο αὐτὸν λαθεῖν, καὶ μὴ παρά τινος γνωσθῆναι. Ἡ οὖν γυνὴ ἀκούσασα περὶ αὐτοῦ, ἐπιδείκνυται πίστιν θερμήν. Διὰ τοῦτο οὖν καὶ ὁ Κύριος οὐκ εὐθέως ὑπακούει, ἀλλ’ ἀναβάλλεται τὴν δωρεάν, ἵνα δείξῃ τὴν τῆς γυναικὸς ἐπίμονον πίστιν, καὶ ὅτι καίτοι ἀποπεμπομένη, προσκαρτερεῖ, ἵνα καὶ ἡμεῖς μάθωμεν μὴ ἀποπηδᾷν εὐθὺς ὅταν εὐξάμενοι μὴ αὐτίκα τυγχάνωμεν, ἀλλὰ προσκαρτερῶμεν ἄχρις ἂν λάβωμεν. Κυνάρια δὲ ὀνομάζει τοὺς ἐθνικούς, ὡς μιαροὺς δοκοῦντας τοῖς Ἰουδαίοις· ἄρτον δέ, τὴν εὐεργεσίαν, ἣν τοῖς παιδίοις, ἤτοι τοῖς Ἑβραίοις, ἀφώρισεν ὁ Θεός· τὰς γὰρ εὐεργεσίας τοῖς Ἑβραίοις ἀπέστειλε. Φησὶν οὖν ὁ Κύριος, ὅτι, Οὐ δεῖ τοὺς ἐθνικοὺς μετασχεῖν τῆς εὐεργεσίας ἢ τοῖς Ἰουδαίοις ἀφώρισται· ἐπεὶ δὲ συνετῶς ἀπεκρίθη ἡ γυνὴ καὶ πιστῶς, ἔτυχε τῆς ἐπιθυμίας. Οἱ μὲν γὰρ Ἰουδαῖοι, φησί, τὸν ἄρτον ἔχουσι, τουτέστι, σὲ ὁλόκληρον, τὸν ἐξ οὐρανοῦ καταβάντα, καὶ τὰς σὰς εὐεργεσίας· ἐγὼ δὲ ψιχία αἰτῶ, τουτέστι, μερικὴν εὐεργεσίαν.

Ὅρα δὲ καὶ τὸν Κύριον, πῶς οὐκ εἶπεν ὅτι, Ἦ δύναμίς μου ἔσωσέ σε. Ἀλλὰ τί φησι; Διὰ τὸν λόγον τοῦτον, τουτέστι, διὰ τὴν πίστιν σου, ὕπαγε, ἐκαθαρίσθη γὰρ ἡ θυγάτηρ σου. Μάνθανε οὖν καὶ σὺ ἐντεῦθεν ἐπωφελὲς μάθημα. Καὶ γὰρ ἕκαστος ἡμῶν ὅταν ἁμαρτάνῃ, γυνή ἐστι, τουτέστιν, ἀσθενὴς ψυχή· Φοινίκισσα δέ, ὡς τὴν φοινικὴν ἁμαρτίαν καὶ αἱματώδη καὶ φονεύτριαν ἔχουσα. Θυγατέρα δὲ ἔχει ἡ τοιαύτη ψυχή, τὴν πονηρὰν πρᾶξιν, ἥτις ἔχει δαιμόνιον. Αἱ γὰρ πονηραὶ πράξεις, δαιμόνων εἰσίν· ἁμαρτωλοὶ οὖν ὄντες, καὶ κυνάρια ὀνομαζόμεθα, ἀκαθαρσίας γέμοντα· διὰ τοῦτο οὐδὲ ἄξιοί ἐσμεν λαβεῖν τὸν ἄρτον τοῦ Θεοῦ, ἤτοι μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων· ἐὰν μέντοι ἐπιγνῶμεν ἑαυτοὺς διὰ τῆς ταπεινοφροσύνης, καὶ ὅτι κυνάριά ἐσμεν ὁμολογήσωμεν, καὶ ἐξαγορεύσωμεν τὰς ἁμαρτίας ἡμῶν, τότε ἰαθήσεται ἡ θυγάτηρ, τουτέστιν, ἡ πρᾶξις ἡ δαιμονιώδης. «

Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως, καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα, καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ· καὶ πτύσας ἥψατο τῆς γλώττης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε, καὶ λέγει αὐτῷ, Ἐφφαθά· ὅ ἐστι, Διανοίχθητι· καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώττης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς, καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν.

Ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυττον, καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες· Καλῶς πάντα πεποίηκε, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν.» Οὐκ ἐμβραδύνει τοῖς τῶν ἐθνικῶν τόποις, ἀλλὰ ταχέως μεθίσταται, ἵνα, ὡς ἔφην, μὴ δώσῃ τοῖς Ἰουδαίοις λέγειν ὡς παρανομεῖ, μιγνύμενος τοῖς ἐθνικοῖς. Μεταστὰς οὖν τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, τῇ Γαλιλαίᾳ πρόσεισι.

Καὶ δὴ κωφὸν μογιλάλον, ἀπὸ δαίμονος δὲ τὸ πάθος ἦν, ἰᾶται. Κατ’ ἰδίαν μὲν αὐτὸν ἀπολαβών· οὐ γὰρ ἦν φιλόκομπος ὁ ταπεινώσας ἑαυτὸν μέχρι τῆς ἡμετέρας πτωχείας, οὑδὲ ἤθελεν ὡς ἐπὶ τὸ πλεῖστον ἔμπροσθεν πολλῶν θαυματουργεῖν, εἰ μὴ ἄρα διὰ τὴν τῶν ὁρώντων ὠφέλειαν· πτύσας δὲ ἥψατο τῆς γλώττης αὐτοῦ, ἵνα δείξῃ ὅτι πάντα τὰ μέρη τῆς ἁγίας αὐτοῦ σαρκὸς θεῖα ἦσαν καὶ ἅγια, ὥσπερ καὶ τὸ πτύσμα ἔλυσε νῦν καὶ τὰ τῆς γλώττης δεσμά· καίτοι περίττωμά ἐστι πᾶν πτύσμα, ἀλλ’ ἐπὶ τοῦ Κυρίου καινότερα καὶ θεῖα πάντα. Ἀναβλέψας δὲ εἰς τὸν οὐρανὸν στενάζει, τάχα μὲν καὶ ὡς παρακαλῶν τὸν Πατέρα ἵνα ἐλεήσῃ τὸν ἄνθρωπον, καὶ ἡμᾶς διδάσκων, ἐπειδὰν μέλλωμεν θαῦμα ποιεῖν, πρὸς Θεὸν ὁρᾷν, κἀκεῖθεν ἐξαιτεῖσθαι τὴν τῶν θαυμάτων δύναμιν· τάχα δὲ καὶ ὥσπερ ἐλεῶν τὴν ἀνθρωπίνην φύσιν, πῶς οὕτω παρεδόθη τῷ διαβόλῳ, ὥστε οὕτως ἐμπαίζεσθαι καὶ τοιαῦτα πάσχειν. Ὅθεν καὶ θεραπεύσας, κηρύττεται παρὰ τῶν θεραπευομένων, κἂν αὐτὸς αὐτοῖς διαστέλληται καὶ παραγγέλλῃ μηδὲν λέγειν. Διδασκόμεθα γὰρ ἐντεῦθεν ὡς ὅταν μὲν εὐεργετῶμεν, οὐκ ὀφείλομεν ἀπαιτεῖν κρότους καὶ διαφημισμούς· ὅταν δὲ εὐεργετώμεθα, κηρύσσειν καὶ φημίζειν τοὺς ἀγαθοποιήσαντας, κἂν ἐκεῖνοι μὴ θέλωσιν.