Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Μάρκον: Η ομολογία του Πέτρου, η Μεταμόρφωση και η πορεία προς τα Ιεροσόλυμα

Η ομολογία του Πέτρου στην Καισάρεια, το γεγονός της Μεταμορφώσεως, ο έλεγχος των παθών των μαθητών και η θεραπεία του τυφλού Βαρτίμαιου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 9 από 28

ΚΕΦΑΛ. Ηʹ. Περὶ τῶν ἑπτὰ ἄρτων. Περὶ τῶν ζητούντων σημεῖον. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τοῦ τυφλοῦ. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Περὶ τῆς ἐπιτιμήσεως Πέτρου. «Ἐν ἐκείναις ταῖς ἡμέραις παμπόλλου ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὑτοῦ, λέγει αὐτοῖς· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι. Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκασι. Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας; Καὶ ἐπηρώτα αὐτούς· Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον, Ἑπτά. Καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς, καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσι, καὶ παρέθηκαν τῷ ὄχλῳ, καὶ εἶχον ἰχθύδια ὀλίγα, καὶ εὐλογήσας, εἶπε παραθεῖναι καὶ αὐτά.

Ἔφαγον δὲ καὶ ἐχορτάσθησαν. Καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι, καὶ ἀπέλυσαν αὐτούς.» Ἤδη καὶ πρότερον ἐθαυματούργησέ τι τοιοῦτον ὁ Κύριος, καὶ νῦν δὲ θαυματουργεῖ, ἀφορμῆς εὐλόγου δραξάμενος.

Ἡ δὲ ἦν, τὸ τρεῖς ἡμέρας παραμεῖναι τὸν ὄχλον, καὶ τὰ ἐφόδια ἑκάστου ἀναλωθῆναι. Οὐ πάντοτε γὰρ ἐθαυματούργει ἐπὶ ταῖς τροφαῖς. ἵνα μὴ δόξωσιν, ὅτι διὰ τὴν τροφὴν ἀκολουθοῦσιν αὐτῷ οἱ ὄχλοι. Καὶ νῦν οὖν εἰ μὴ ἦν κίνδυνος ἐλπιζόμενος ἐκ τῆς ἀτροφίας προσγενέσθαι τῷ ὄχλῳ, οὐκ ἂν ἐθαυματούργησεν.

Ὅρα δὲ καὶ τοὺς μαθητάς, πῶς ἀνοήτως ἔτι ἔχουσιν, οὐδέπω πιστεύοντες τῇ δυνάμει αὐτοῦ ἀπὸ τῶν προτέρων. Αὐτὸς δὲ οὐδὲν ἐπιμέμφεται, διδάσκων καὶ ἡμᾶς μὴ ἐπιπλήττειν σφοδρότερον τοῖς ἀμαθέσιν, ἀλλ’ ἔστιν ἃ καὶ συγγνωμονεῖν αὐτοῖς ὡς ἀνοήτοις. Ἀναλογίζου δὲ καὶ τοῦτο, ὅτι ὁ Χριστὸς οὐδένα βούλεται νῆστιν ἀπολῦσαι. Πάντας γὰρ θέλει κατατρυφᾷν τῶν αὐτοῦ χαρισμάτων, καὶ μάλιστα τοὺς τρεῖς ἡμέρας αὐτοῦ παραμείναντας, τουτέστι, τοὺς βαπτισθέντας. Ἐπεὶ γὰρ φώτισμα λέγεται τὸ βάπτισμα, τὸ δὲ βάπτισμα ἐν τρισὶ καταδύσεσι τελεῖται, ἐν τρισὶν ἡμέραις εἰσὶν οἱ φωτιζόμενοι διὰ τοῦ βαπτίσματος. Λαμβάνει τοίνυν τοὺς ἑπτὰ ἄρτους, τοὺς πνευματικωτέρους λόγους φημί. Ὁ γὰρ ἑπτὰ ἀριθμός, τοῦ Πνεύματός ἐστι σύμβολον. Τὸ Πνεῦμα γάρ ἐστι τὸ τελειοῦν τὰ πάντα, καὶ ἐν τῷ ἑπτὰ ἀριθμῷ τελειοῦται ὁ βίος ἡμῶν, καὶ ὁ αἰὼν οὗτος. Τρώγουσι δὲ οἱ πεφωτισμένοι καὶ χορτάζονται, καὶ περισσεύματα ἐῶσιν. Οὐ γὰρ πάντα δύνανται φαγεῖν τὰ θεῖα νοήματα. Ἀλλ’ ἐκεῖ μὲν ἐν τῇ τῶν πέντε ἄρτων θαυματουργίᾳ, δώδεκα κόφινοι, τὰ περισσεύματα· πεντακισχίλιοι γὰρ ἦσαν, τουτέστι ταῖς αἰσθήσεσι ταῖς πέντε δουλεύοντες. Καὶ διὰ τοῦτο οὐκ ἠδυνήθησαν πολλὰ φαγεῖν, ἀλλ’ ὀλίγοις ἠρκέσθησαν.

Διὸ καὶ πολλὰ τὰ περιττεύσαντα· ἐνταῦθα δὲ σπυρίδες ἑπτὰ καὶ ὀλίγα τὰ λείψανα, διότι τετρακισχίλιοι ἦσαν, τουτέστι, ταῖς τέσσαρσιν ἀρεταῖς γεγυμνασμένοι, καὶ διὰ τοῦτο ὡς δυνατώτεροι, ἔφαγον πολλά, καὶ ὀλίγα κατέλειψαν. Ἐκεῖνα γὰρ μόνα οὐκ ἠδυνήθησαν φαγεῖν, ὅσα ἦν πνευματικώτερα καὶ βαθύτερα· τοῦτο γὰρ αἱ ἑπτὰ σπυρίδες. Μάνθανε δὲ καὶ τοῦτο κατὰ τὴν ἱστορίαν, ὅτι δεῖ ἡμᾶς ἄχρι τῆς χρείας ἵστασθαι, καὶ μηδὲν πλέον ζητεῖν. Ἰδοὺ γὰρ οἱ ὄχλοι, φαγόντες καὶ χορτασθέντες, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν τὰ λείψανα τῶν ἄρτων, ἀλλ’ οἱ μαθηταὶ ἦραν ταῦτα, ὥσπερ καὶ ἐπὶ τῶν κοφίνων· οὕτως οὖν δεῖ καὶ ἡμᾶς ἀρκεῖσθαι τῇ συμμετρίᾳ τῆς χρείας. «Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ, λέγει· Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.» Μετὰ τὸ θαῦμα τὸ ἐπὶ τοῖς ἄρτοις, εὐθὺς ἀναχωρεῖ εἰς ἄλλον τόπον, φοβούμενος μήπως ὁ ὄχλος διὰ τὸ τοιοῦτον θαῦμα, νεωτερίσῃ, καὶ ποιήσῃ αὐτὸν βασιλέα.

Οἱ δὲ Φαρισαῖοι σημεῖον ζητοῦσιν ἐξ οὐρανοῦ, οἷον ἥλιον στῆσαι, σελήνην, κεραυνοὺς καταγαγεῖν, ἀέρα ἀλλοιῶσαι. Ἐνόμιζον γάρ, ὅτι οὐ δυνήσεται ἐξ οὐρανοῦ ποιῆσαι σημεῖον, οἷα δὴ ἐν τῷ Βεελζεβοὺλ δυνάμενος ποιεῖν τὰ ἐν τῇ γῇ μόνα σημεῖα. Αὐτὸς δὲ οὐ πείθεται τούτοις. Ἄλλος γὰρ ὁ καιρὸς τῶν ἐξ οὐρανοῦ σημείων, ὁ τῆς δευτέρας λέγω παρουσίας, ὅτε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ὁ δὲ τῆς πρώτης παρουσίας, οὐδὲν τοιοῦτον ἔχει, ἀλλὰ πάντα πραότητος γέμοντα. Ὥστε οὐ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον τοιοῦτον, τουτέστιν οὐρανόθεν. «Καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλιν εἰς τὸ πλοῖον, ἀπῆλθεν εἰς τὸ πέραν. Καὶ ἐπελάθοντο οἱ μαθηταὶ αὐτοῦ λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. Καὶ διεστέλλετο αὐτοῖς, λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, καὶ τῆς ζύμης Ἡρώδου. Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντες, ὅτι Ἄρτους οὐκ ἔχομεν.

Καὶ γνοὺς ὁ Ἰησοῦς, λέγει αὐτοῖς· Τί διαλογίζεσθε, ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε, ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε; Λέγουσιν αὐτῷ· Δώδεκα. Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; Οἱ δὲ εἶπον· Ἑπτά.

Καὶ ἔλεγεν αὐτοῖς· Πῶς οὔπω συνίετε;» Ἀφίησι τοὺς Φαρισαίους ὁ Κύριος, ὡς ἀδιορθώτους. Ἔνθα μὲν γὰρ ἔστιν ἐλπὶς διορθώσεως, ἐκεῖ δεῖ ἐγχρονίζειν· ἔνθα δὲ ἀδιόρθωτον τὸ κακόν, ἐκεῖθεν ἀποπηδᾷν δεῖ. Οἰκονομικῶς δὲ οἱ μαθηταὶ ἐπιλανθάνονται λαβεῖν ἄρτους, ἵνα ὀνειδισθέντες βελτίους γένωνται, καὶ εἰς αἴσθησιν ἔλθωσι τῆς τοῦ Χριστοῦ δυνάμεως.

Εἰπόντος γὰρ τοῦ Κυρίου προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἤτοι τῆς διδασκαλίας, ἐκεῖνοι τὴν τῶν ἄρτων ζύμην ἐνόμισαν ἀπαγορεύειν αὐτοῖς τὸν Κύριον. Ὅθεν εἰκότως ἐπιπλήσσονται ὡς μὴ συνιέντες τὴν δύναμιν τοῦ Χριστοῦ, ὅτι δύναται ἄρτους ἐκ μὴ ὄντων ποιῆσαι. Ζύμην δὲ ὀνομάζει τὴν διδασκαλίαν τῶν Φαρισαίων καὶ τῶν Ἡρωδιανῶν, ὡς ὀζώδη οὖσαν καὶ παλαιᾶς κακίας γέμουσαν. Πᾶς γὰρ ὁ παλαιωθεὶς ἐν τῇ κακίᾳ, καὶ μηδὲν πνευματικὸν δυνάμενος λέγειν, ὥστε γλυκαίνειν τὸν λάρυγγα τοῦ ἀκούοντος, ὁ τοιοῦτος ζύμην ἔχει, παλαιᾶς κακίας διδασκαλίαν δάκνουσαν, καὶ εἰς μεταμέλειαν ὕστερον ἄγουσαν τὸν πεισθέντα. Τίνες δὲ ἦσαν οἱ Ἡρωδιανοί;

Διδάσκαλοί τινες νεοφανεῖς, οἵτινες ἔλεγον, ὅτι ὁ Ἡρώδης ἐστὶν ὁ Χριστός, καὶ ὅτι τούτῳ δεῖ πιστεύειν. «Καὶ ἔρχεται εἰς Βηθσαϊδά, καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτόν, ἵνα αὐτοῦ ἅψηται. Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης. Καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. Καὶ ἀναβλέψας, ἔλεγε· Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. Εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας, καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, λέγων· Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.» Φαίνεται ἡ Βηθσαϊδὰ πολλὴν ἀπιστίαν νοσήσασα, διὸ καὶ ταλανίζει αὐτὴν ὁ Χριστός, ὡς ὁ Ματθαῖός φησιν· «Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις, αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν μετενόησαν.» Ἐνταῦθα τοίνυν ἐλθόντι τῷ Κυρίῳ, προσάγουσιν αὐτῷ τυφλόν. Οὐ γνησία δὲ ἦν ἡ πίστις τῶν προσαγόντων, ὅθεν καὶ ὁ Κύριος ἀπάγει τὸν τυφλὸν ἐκ τῆς κώμης, καὶ οὕτως ἰᾶται αὐτόν. Πτύει δὲ εἰς τὰ ὄμματα τοῦ τυφλοῦ, καὶ τὰς χεῖρας ἐπιτίθησιν, ἵνα μάθωμεν ἡμεῖς ὅτι λόγος θεῖος καὶ πρᾶξις ἑπομένη τῷ λόγῳ, τὰ θαύματα τελεῖν δύναται.

Ἡ μὲν γὰρ χείρ, τῆς πράξεώς ἐστι σύμβολον· τὸ δὲ πτύσμα, τοῦ λόγου, καθὸ ἐκ τοῦ στόματός ἐστιν. Οὐδὲ ὁ τυφλὸς μέντοι τελείαν εἶχε τὴν πίστιν, διὰ τοῦτο οὐδὲ εὐθὺς ἀναβλέψαι αὐτὸν ποιεῖ, ἀλλὰ κατὰ μέρος, ὡς μὴ ὁλόκληρον ἔχοντα τὴν πίστιν· κατὰ γὰρ τὴν πίστιν, καὶ αἱ θεραπεῖαι γίνονται.

Παραγγέλλει δὲ αὐτῷ μὴ εἰσελθεῖν εἰς τὴν κώμην, διότι, ὡς ἔφην, ἀπίστων ὄντων τῶν ἐν τῇ Βηθσαϊδᾷ, ἐβλάβη ἂν ὁ ἄνθρωπος τὴν ψυχήν· ἀλλὰ μηδὲ εἰπεῖν τινι ὃ ἐγένετο ἐπ’ αὐτῷ, ἵνα μὴ ἀπιστήσαντες, χεῖρον κρῖμα ἐπισπάσωνται. Καὶ ἡμεῖς οὖν πολλάκις ἐσμὲν τυφλοὶ τὴν ψυχήν, ἐν τῇ κώμῃ ὄντες, τουτέστι τῷ κόσμῳ τούτῳ. Εἶτα ἔξω τῆς κώμης, ἤτοι τοῦ κόσμου, καὶ τῶν αὐτοῦ πραγμάτων ἀπαχθέντες ὑπὸ Χριστοῦ, θεραπευόμεθα. Μεθὸ δὲ θεραπευθῶμεν, λέγει ἡμῖν μηκέτι ὑποστρέψαι εἰς τὴν κώμην, ἀλλ’ εἰς τὸν οἶκον. Οἶκος δὲ ἑκάστου ἡμῶν, ὁ οὐρανὸς καὶ αἱ ἐκεῖσε μοναί. «Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου, καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; Οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλος, Ἠλίαν, ἄλλοι δέ, ἕνα τῶν προφητῶν. Καὶ αὐτὸς λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ Πέτρος, λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστός. Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.» Ἀπαγαγὼν αὐτοὺς πόῤῥω τῶν Ἰουδαίων, τότε ἐρωτᾷ περὶ ἑαυτοῦ, ἵνα μηδένα φοβούμενοι, τὴν ἀλήθειαν ὁμολογήσωσιν.

Ἀποκρίνονται οὖν ὅτι, Οἱ μὲν Ἰωάννην σε ὑπολαμβάνουσιν· οἱ δέ, Ἠλίαν. Ἐνόμιζον γὰρ οἱ πολλοὶ ἀναστῆναι τὸν Ἰωάννην, ὥσπερ δὴ καὶ ὁ Ἡρώδης ᾤετο, προσλαβεῖν δὲ ἀπὸ τῆς ἀναστάσεως καὶ τὴν τῶν σημείων ἐργασίαν· ζῶν γὰρ ὁ Ἰωάννης, οὐδὲν σημεῖον ἐποίησε. Μεθὸ οὖν ἠρώτησεν αὐτοὺς τὰς τῶν ἄλλων ὑπολήψεις, ἐρωτᾷ αὐτοὺς καὶ τὴν αὐτῶν γνώμην.

Μονονουχὶ τοῦτο λέγων, ὅτι, Ἐκεῖνοι μὲν οὕτω δοξάζουσι περὶ ἐμοῦ πλανώμενοι, ὑμεῖς δὲ ἄλλο τι εἴπατε. Τί οὖν ὁ Πέτρος; Ὁμολογεῖ αὐτὸν εἶναι τὸν ὑπὸ τῶν προφητῶν καταγγελλόμενον Χριστόν. Τί δὲ πρὸς τὴν ὁμολογίαν τοῦ Πέτρου εἶπεν ὁ Κύριος, καὶ πῶς ἐμακάρισεν αὐτόν, ὁ μὲν Μάρκος παρέλειψεν, ἵνα μὴ δόξῃ χαριζόμενος τῷ Πέτρῳ, διδασκάλῳ αὐτοῦ ὄντι, ταῦτα λέγειν· ὁ δὲ Ματθαῖος ἀπαραλείπτως εἴρηκε πάντα. Ἐπετίμησε δὲ αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. Ἠβούλετο γὰρ συσκιάζεσθαι τὴν περὶ αὐτοῦ δόξαν, ἵνα μὴ πολλοὶ σκανδαλίζωνται ἐπ’ αὐτῷ, καὶ διὰ τοῦτο ἀπιστοῦντες, μείζονος τιμωρίας ὑπεύθυνοι γένωνται. «Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ Γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. Καὶ παῤῥησίᾳ τὸν λόγον ἐλάλει, καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ. Ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.»

Ὅτε κατέσχεν αὐτοὺς ὁμολογήσαντας, ὅτι αὐτός ἐστιν ὁ ἀληθινὸς Χριστός, τότε αὐτοῖς ἐκκαλύπτει καὶ τὸ τοῦ σταυροῦ μυστήριον, εἰ καὶ μὴ γυμνῶς πάντη· οὐδὲ γάρ, οὐδὲ οὕτω συνίεσαν τί λέγει, οὐδὲ ἐνόουν τί ἐστι τὸ ἀναστῆναι, ἀλλ’ ἐνόμιζον κρεῖττον εἶναι τὸ μηδ’ ὅλως παθεῖν. Διὸ καὶ ὁ Πέτρος ἄρχεται μέμφεσθαι αὐτῷ, ὡς εἰς θάνατον ῥίπτοντι ἑαυτόν, ἐξὸν μηδὲν παθεῖν. Ὁ δὲ Κύριος δεικνύων, ὅτι ἐπὶ σωτηρίᾳ τὸ αὐτοῦ πάθος γενήσεται, καὶ ὅτι ὁ Σατανᾶς μόνος οὐ θέλει αὐτὸν παθεῖν, ἵνα μὴ σώσῃ τοὺς ἀνθρώπους, Σατανᾶν ὀνομάζει τὸν Πέτρον, ὡς τὰ τοῦ Σατανᾶ φρονοῦντα, καὶ μὴ θέλοντα αὐτὸν παθεῖν, ἀλλ’ ἀντικείμενον αὐτῷ. (Σατανᾶς γάρ, ἀντικείμενος ἑρμηνεύεται.) Ὕπαγε δὲ ὀπίσω μου, φησί, τουτέστιν, Ἀκολούθει τῷ θελήματί μου, καὶ μὴ ἀντιτάττου, μηδὲ ἐναντίος ἔρχου ἐμοί, ἀλλ’ ὀπίσω μου ἀκολούθει. Τὰ τῶν ἀνθρώπων δὲ ἔφησε φρονεῖν τὸν Πέτρον, καθὸ ταπεινά τινα φρονῶν καὶ σαρκικά, ἤθελεν ἐν ἀνέσει εἶναι τὸν Κύριον, καὶ μὴ σταυρωθῆναι καὶ πειρασμῷ ἐμπεσεῖν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. «Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν.

Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἣ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» Ἐπειδήπερ ὁ Πέτρος ἐπετίμησεν αὐτῷ ὡς θέλοντι σταυρωθῆναι, προσκαλεῖται τὸν ὄχλον, καὶ ἐν ἐπηκόῳ πάντων, πρὸς τὸν Πέτρον τὸ πλέον ἀποτεινόμενος, φησί· Σύ μοι μέμφῃ, ὦ Πέτρε, ὅτι τὸν σταυρὸν αἱροῦμαι; ἐγὼ δέ σοι λέγω, ὅτι οὐδὲ σὺ οὐδὲ ἄλλος τις σωθήσεται, ἐὰν μὴ ἀποθάνῃ ὑπὲρ τοῦ καλοῦ καὶ τῆς ἀληθείας. Ὅρα δὲ ὅτι οὐκ εἶπεν ὡς, Κἂν μὴ θέλῃ τις, ἀποθνησκέτω, ἀλλ’, Ὅστις θέλει. Οὐδένα γάρ, φησί, βιάζομαι. Ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐκ ἐπὶ κακά, ἵνα καὶ ἀναγκάσω· ὥστε εἴ τις οὐ θέλει, οὐδὲ ἄξιός ἐστι τούτων. Τί δέ ἐστι τὸ ἀπαρνήσασθαι ἑαυτόν, οὕτως ἂν μάθοιμεν, ἐὰν γνῶμεν τί ἐστι τὸ ἀρνήσασθαι ἕτερον. Ὁ ἀρνούμενος ἕτερον, ἀδελφὸν τυχόν, ἢ οἰκέτην, ἣ πατέρα, κἂν μαστιζόμενον ἴδοι, κἂν φονευόμενον, οὐκ ἐπιστρέφεται, οὐ συμπάσχει, ἅτε ἅπαξ ἀλλοτριωθείς. Οὕτως οὖν καὶ ἡμᾶς βούλεται τοῦ ἡμετέρου σώματος ἀφειδεῖν, ἵνα κἂν μαστίζωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ φειδώμεθα. Ἀράτω δὲ τὸν σταυρόν, τουτέστι, τὸν ἐπονείδιστον θάνατον· ἐπονείδιστος γὰρ ἐδόκει τότε ὁ σταυρός. Ἐπεὶ δὲ πολλοὶ σταυροῦνται διὰ τὸ λῃσταὶ εἶναι, προστίθησιν ὅτι μετὰ τοῦ σταυρωθῆναι, καὶ τὴν ἄλλην ἀρετὴν δεῖ ἔχειν. Τοῦτο γάρ ἐστι τό, Καὶ ἀκολουθείτω μοι.

Ἐπεὶ δὲ ἐδόκει βαρὺ εἶναι τοῦτο καὶ ἀπηνές, ὃ προσέταττεν, τὸ εἰς θάνατον ἐκδιδόναι ἑαυτούς, φησίν, ὅτι τοὐναντίον μᾶλλον φιλάνθρωπόν ἐστι τοῦτο. Ὃς γὰρ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, ἀλλ’ ἕνεκεν ἐμοῦ, μὴ ὡς λῃστὴς φονευόμενος ἢ ἀπάγχων ἑαυτὸν (τοῦτο γὰρ οὐκ ἔστιν ἕνεκεν ἐμοῦ), ὁ τοιοῦτος οὖν εὑρήσει τὴν ἑαυτοῦ ψυχήν· ὥσπερ αὖθις ὁ δοκῶν κερδᾶναι, ἀπολέσει αὐτήν, ὁ ἐν καιρῷ μαρτυρίου μὴ ἀντιστάς.

Μὴ γάρ μοι λέγε, ὅτι Ἀλλ’ ἐκέρδησε τὴν ζωήν. Ἂν γὰρ μετὰ τούτου θήσεις, ὅτι καὶ τὸν κόσμον ὅλον ἐκέρδησεν, οὐδὲν τὸ ὄφελος. Μὴ γὰρ χρημάτων ἔστιν ἀνταλλάξασθαι τὴν σωτηρίαν· ὡς εἴγε τοῦτο ἦν, ὁ κερδάνας τὸν κόσμον, τὴν δὲ ψυχὴν ἀπολέσας, ἔδωκεν ἂν τότε ἐν τῇ φλογὶ τηγανιζόμενος, καὶ ἠθωώθη.

Ἀλλ’ οὐκ ἔστι τότε τοιοῦτόν τι ἐκεῖ ἀντάλλαγμα, Καὶ ἐντεῦθεν οὖν ἐπιστομίσαιμεν τοὺς ἀπὸ Ὠριγένους, λέγοντας, ὅτι ἀποκατάστασις ἔσται τῶν ψυχῶν μετὰ τὸ κολασθῆναι κατὰ ἀναλογίαν τῶν ἁμαρτιῶν. Ἀκουσάτωσαν γὰρ ὅτι οὐκ ἔστιν ἐκεῖ δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς. Οὐκοῦν οὐδὲ κολασθῆναι ἔστι τοσοῦτον, ὅσον ἀντισηκωθῆναι τοῖς ἁμαρτήμασιν. «Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με, καὶ τοὺς ἐμοὺς λόγους, ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.» Οὐκ ἀρκεῖται τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ στόματος ὁμολογίαν ἀπαιτεῖ. Ἐπεὶ γὰρ διπλοῦς ὁ ἄνθρωπος, διπλοῦς γενέσθω καὶ ὁ ἁγιασμός· ἁγιαζομένης μὲν τῆς ψυχῆς διὰ τῆς πίστεως, ἁγιαζομένου δὲ καὶ τοῦ σώματος διὰ τῆς ὁμολογίας. Ὅστις οὖν ἐπαισχυνθῇ τὸν ἐσταυρωμένον ὁμολογῆσαι Θεὸν ἑαυτοῦ, τοῦτον καὶ αὐτὸς ἐπαισχυνθήσεται, ἀνάξιον ἑαυτοῦ δοῦλον κρίνων, ὅταν ἥξει, οὐκ ἔτι ταπεινός, οὐδὲ οἷος ἐνταῦθα ἐφαίνετο εὐτελής, ὥστε ἐπ’ αὐτῷ αἰσχύνεσθαί τινας, ἀλλ’ ἐν δόξῃ καὶ μετὰ τῆς δορυφορίας τῶν ἀγγέλων.

Ἐπεὶ δὲ περὶ τῆς δόξης αὐτοῦ εἶπε, θέλων δεῖξαι αὐτοῖς, ὅτι οὐ μάτην κομπάζει, φησίν, ὅτι Εἰσί τινες τῶν ὧδε ἑστηκότων, τουτέστι, Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἵ τινες οὐ μὴ ἀποθάνωσιν, ἄχρις ἂν δείξω αὐτοῖς ἐν τῇ μεταμορφώσει μετὰ ποίας δόξης μέλλω παραγενέσθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Οὐδὲν γὰρ ἕτερον ἡ μεταμόρφωσις ἦν, ἀλλ’ ἣ τῆς δευτέρας παρουσίας προμήνυμα. Οὕτω γὰρ καὶ αὐτὸς ἐκλάμψει τότε, καὶ οἱ δίκαιοι.

ΚΕΦΑΛ. Θʹ. Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν διαλογιζομένων, Τίς μείζων. Περὶ τοῦ ἀφελεῖν τὸ σκάνδαλον. «Καὶ μεθ’ ἡμέρας ἕξ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένοντο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα κναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.» Λουκᾶς δέ, μετὰ ὀκτὼ ἡμέρας, φησίν, οὐκ ἐναντιούμενος τούτῳ, ἀλλὰ καὶ σφόδρα συνᾴδων. Ὁ μὲν γάρ, καὶ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐφθέγξατο, κἀκείνην καθ’ ἣν ἀνήγαγεν, εἶπεν· ὁ δὲ Μάρκος τὰς μεταξὺ τούτων μόνας. Λαβὼν τοίνυν τοὺς κορυφαίους, ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλόν· Πέτρον μέν, ὡς ὁμολογήσαντα καὶ ὡς ἀγαπῶντα· Ἰωάννην δέ, ὡς ἀγαπώμενον· καὶ Ἰάκωβον, ὡς καὶ αὐτὸν μεγαλοφωνότατον καὶ θεολογικώτατον. Οὕτω γὰρ ἦν βαρὺς τοῖς Ἰουδαίοις, ὥστε καὶ Ἡρώδης ἀρέσαι βουλόμενος τοῖς Ἰουδαίοις, ἀπέκτεινεν αὐτόν. Εἰς ὄρος δὲ ὑψηλὸν ἀναφέρει, ἵνα μᾶλλον ἐνδοξότερον εἵη τὸ θαῦμα. Καὶ κατ’ ἰδίαν· μυστήριον γὰρ ἔμελλεν ὑποδεῖξαι. Τὴν μεταμόρφωσιν δὲ νόει, οὐχὶ τοῦ χαρακτῆρος ἐξαλλαγήν, ἀλλ’ ὅτι μένοντος τοῦ χαρακτῆρος οἷος καὶ πρώην ἦν, φωτὸς προσθήκη ἀῤῥήτου ἐπεγένετο. «Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ. Καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.

Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ Ἠλίᾳ μίαν. Οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι. Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἧλθε φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκ ἔτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν.» Ἠλίας καὶ Μωσῆς φαίνονται συλλαλοῦντες, διὰ πολλὰς αἰτίας· δύο δὲ ἀρκοῦσιν. Ἐπειδὴ γὰρ ἔφησαν οἱ μαθηταί, ὅτι οἱ ὄχλοι, οἱ μὲν Ἠλίαν αὐτὸν λέγουσιν, οἱ δέ, ἕνα τῶν προφητῶν, δείκνυσιν αὐτοῖς τοὺς κορυφαίους τῶν προφητῶν, ἵνα κἀντεῦθεν μάθωσι τὸ μέσον τῶν δούλων καὶ τοῦ Δεσπότου· μία μὲν αὕτη αἰτία. Ἑτέρα δέ, ἐπειδὴ ἀντίθεον οἱ πολλοὶ αὐτὸν ἐνόμιζον, ὡς λύοντα τὸ Σάββατον, καὶ τὸν νόμον παραβαίνοντα, δείκνυσιν ἐν τῷ ὄρει τοὺς προφήτας· ὧν ὁ μὲν νομοθέτης ἦν, ὁ δὲ ζηλωτής. Οὐκ ἂν οὖν ὡμίλουν οἱ τοιοῦτοι προφῆται τῷ τὸν νόμον λύειν δοκοῦντι, εἰ μὴ ἤρεσκεν αὐτοῖς ἃ λέγει. Ὁ δὲ Πέτρος, φοβούμενος καταβῆναι ἀπὸ τοῦ ὄρους (ἐδεδοίκει γὰρ τὸ σταυρωθῆναι τὸν Κύριον) φησί· Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ μὴ ἐκεῖ κατελθεῖν εἰς τὸ μέσον τῶν Ἰουδαίων.

Εἰ γὰρ καὶ ἐνταῦθα ἔλθοιεν οἱ κατὰ σοῦ λυττῶντες, ἔχομεν Μωσῆν τὸν τοὺς Αἰγυπτίους προπωσάμενον· ἔχομεν Ἠλίαν τὸν πῦρ κατενεγκόντα ἐκ τοῦ οὐρανοῦ, καὶ τοὺς πεντηκοντάρχους διαφθείραντα. Τί δὲ συνελάλουν αὐτῷ οἱ προφῆται; τὰ περὶ τοῦ σταυροῦ καὶ τοῦ θανάτου αὐτοῦ. Ἔλεγε δὲ ἃ ἔλεγεν ὁ Πέτρος, μὴ εἰδὼς τί λαλεῖ· ἔκφοβοι γὰρ ἐγένοντο ἀπὸ τοῦ ἀῤῥήτου φωτὸς καὶ τῆς δόξης. Οὐ γὰρ ἦν ὄντως ἐν τῷ ἰδίῳ νοΐ, μὴ θέλων καταβῆναι τὸν Ἰησοῦν εἰς τὸ σταυρωθῆναι πρὸς σωτηρίαν ἡμῶν, ἀλλὰ μένειν ἀεὶ ἐν τῷ ὄρει. Ἀνακτέον δὲ καὶ εἰς θεωρίαν τὸν λόγον. Μετὰ τὴν συντέλειαν τοῦ κόσμου τούτου, τοῦ ἐν ἒξ ἡμέραις δημιουργηθέντος, ἀναβιβάσει καὶ ἡμᾶς ὁ Ἰησοῦς, εἴγε μαθηταὶ αὐτοῦ ἐσμεν, εἰς τὸ ὄρος τὸ ὑψηλόν, τὸν οὐρανὸν λέγω, καὶ ἐμφανίσει ἡμῖν ἑαυτὸν λαμπρότερον. Νῦν μὲν γὰρ ἐν ἀδοξίᾳ ἐφάνη, ὡς ἐσταυρωμένος καὶ τέκτονος υἱός· τότε δὲ ὀψόμεθα τὴν ὡς Μονογενοῦς αὐτοῦ δόξαν.

Ὀψόμεθα δὲ καὶ τὸν νόμον καὶ τοὺς προφήτας αὐτῷ συλλαλοῦντας, τουτέστι, τὰ περὶ αὐτοῦ εἰρημένα παρά τε Μωϋσέως καὶ τῶν προφητῶν, τότε νοήσομεν καὶ εὑρήσομεν σύμφωνα τοῖς πράγμασι, καὶ τότε ἀκούσομεν ὄντως τῆς Πατρικῆς φωνῆς, ἀποκαλύπτοντος ἡμῖν τοῦ Πατρὸς τὸν Υἱόν, καὶ διδάσκοντος, ὅτι «Οὗτός ἐστιν ὁ Υἱός μου.» Πῶς δὲ διδάξει ἡμᾶς;

Τῆς νεφέλης ἐπισκιαζούσης, τουτέστι, τοῦ Πνεύματος τοῦ ἁγίου· ἐκεῖνο γάρ ἐστιν ἡ πηγὴ τῆς σοφίας. «Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι.» Τίνος ἕνεκεν ὁ Κύριος παραγγέλλει τοῖς μαθηταῖς, μηδενὶ εἰπεῖν περὶ τῆς μεταμορφώσεως; Ἵνα μὴ σκανδαλισθῶσιν οἱ ἄνθρωποι, τοιαῦτα μὲν ἀκούοντες περὶ τοῦ Χριστοῦ ἔνδοξα, εἶθ’ ὕστερον ὁρῶντες αὐτὸν σταυρούμενον.

Μεθὸ μέντοι ἐκ νεκρῶν ἀνέστη, εὔκαιρον ἦν τὸ περὶ τοῦ Χριστοῦ τοιαῦτα λέγειν ἔνδοξα πρὸ τοῦ σταυροῦ γενόμενα. Ἐκράτησαν οὖν οἱ ἀπόστολοι τὸν λόγον πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. Οὐδέπω γὰρ ᾔδεισαν, φησίν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. «Καὶ ἐπηρώτων αὐτόν, λέγοντες, ὅτι, Λέγουσιν οἱ Γραμματεῖς, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ;

Ἀλλὰ λέγω ὑμῖν, ὅτι καὶ Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ’ αὐτόν.» Περὶ τοῦ Ἠλιοῦ φήμη τις ἐκράτει παρὰ τοῖς Ἰουδαίοις, ὅτι Ἠλίας ἐλεύσεται πρὸ τοῦ Χριστοῦ. Πλὴν οἱ Φαρισαῖοι, οὐχ ὡς δεῖ ἡρμήνευον τὰ περὶ τοῦ Ἠλιοῦ, ἀλλ’ ἐθελοκάκως ἀπέκρυπτον τὸ ἀληθές.

Δύο γάρ εἰσι τοῦ Χριστοῦ παρουσίαι, αὕτη τε ἡ γεγενημένη, καὶ ἡ μέλλουσα. Τῆς μὲν οὖν προτέρας Ἰωάννης ἐγένετο πρόδρομος· τῆς δὲ δευτέρας, μέλλει γενέσθαι Ἠλίας. Ἠλίαν οὖν καλεῖ ὁ Χριστὸς τὸν Ἰωάννην, ὡς ἐλεγκτικόν τε ὄντα καὶ ζηλωτὴν καὶ ἐρημίτην. Ἐνίσταται τοίνυν ὁ Κύριος πρὸς τὴν τῶν Φαρισαίων δόξαν, τῶν ὑπολαμβανόντων, ὅτι τῆς προτέρας παρουσίας τοῦ Χριστοῦ πρόδρομός ἐστιν ὁ Ἠλίας. Πῶς δὲ ἐνίσταται; «Ἠλίας μὲν ἐλθών, ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ;» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ Θεσβίτης Ἠλίας ὅταν μέλλῃ ἐλθεῖν, εἰρήνην μέλλει ποιήσειν τοῖς ἀπειθοῦσιν Ἰουδαίοις, καὶ εἰς πίστιν τούτους ἀγαγεῖν· ὥστε τῆς δευτέρας παρουσίας πρόδρομος ἔσται. Εἰ γὰρ τῆς πρώτης παρουσίας πρόδρομος ἦν ὁ Θεσβίτης, ὁ μέλλων ἀποκαταστήσειν πάντα, πῶς λοιπὸν γέγραπται, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου τάδε καὶ τάδε μέλλει παθεῖν;

Ἐκ τῶν δύο οὖν τὸ ἕτερον λείπεται, ἢ μὴ εἶναι τὸν Ἠλίαν τῆς πρώτης παρουσίας πρόδρομον, εἴπερ ἀληθεύουσιν αἱ Γραφαί, ὅτι δεῖ παθεῖν τὸν Χριστόν, ἢ μὴ ἀληθεύειν τὰς Γραφὰς τὰς λεγούσας, ὅτι πείσεται ὁ Χριστός, εἴπερ πιστεύσοιμεν κατὰ τὸν λόγον τῶν Φαρισαίων, ὅτι τῆς προτέρας παρουσίας ἔσται ὁ Θεσβίτης πρόδρομος. Ὁ γὰρ Ἠλίας ἀποκαταστήσειν μέλλει πάντα, καὶ οὐκ ἔσται τότε ἀπειθής τις Ἑβραῖος, ἀλλὰ πάντες πιστεύσουσι τῷ κηρύγματι ὅσοι ἂν ἀκούσωσι τοῦ Ἠλιοῦ. Τὴν οὖν ὑπόληψιν τῶν Φαρισαίων ἀνατρέπων ὁ Κύριος, φησὶν ὅτι Ἠλίας ἤδη ἧλθε, τουτέστιν, ὁ Ἰωάννης, καὶ ἐποίησαν ὅσα ἠθέλησαν ἐπ’ αὐτῷ. Ἠπείθησαν γὰρ αὐτῷ, καὶ τέλος ἀπεκεφαλίσθη, παιγνίου ἔπαθλον γενόμενος. «Καὶ ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς καὶ Γραμματεῖς συζητοῦντας αὐτοῖς.

Καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. Καὶ ἐπηρώτησε τοὺς Γραμματεῖς· Τί συζητεῖτε πρὸς αὐτούς; Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου, εἶπε· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρύζει τοὺς ὀδόντας αὐτοῦ καὶ ξηραίνεται. Καὶ εἶπον τοῖς μαθηταῖς σου, ἵνα αὐτὸ ἐκβάλλωσι, καὶ οὐκ ἴσχυσαν.» Ἐλθὼν πρὸς τοὺς μαθητάς, τοὺς ἐννέα δηλαδὴ τοὺς μὴ συναναβάντες αὐτῷ, εἶδεν αὐτοὺς ἐρωτωμένους παρὰ τῶν Φαρισαίων. Δραξάμενοι γὰρ οἱ Φαρισαῖοι τῆς ἀπουσίας τοῦ Ἰησοῦ, ἐπειρῶντο περιτρέπειν τοὺς μαθητάς. Ὁ μέντοι ὄχλος ἐξαίφνης ἰδὼν αὐτόν, ἠσπάζετο. ἐπόθουν γὰρ αὐτὸν ἰδεῖν, καὶ ὥσπερ ἀπὸ μακρᾶς ἀποδημίας ἰδόντες, ἠσπάζοντο. Τινὲς δέ φασιν, ὅτι καὶ ἡ ὄψις αὐτοῦ ὡραιοτέρα γενομένη ἀπὸ τοῦ φωτὸς τῆς μεταμορφώσεως, ἐφείλκετο τοῦς ὄχλους πρὸς τὸ ἀσπάζεσθαι.

Ἀποκριθεὶς δὲ εἷς ἐκ τοῦ ὄχλου, εἶπεν· Ἀσθενὴς ἦν οὗτος ὁ ἄνθρωπος περὶ τὴν πίστιν, ὥσπερ καὶ ὁ Κύριος μαρτυρεῖ λέγων, Ὦ γενεὰ ἄπιστος, καὶ πάλιν, Τῷ πιστεύοντι πάντα δυνατά· κἀκεῖνος αὐτός, Βοήθει μου τῇ ἀπιστίᾳ. Κατηγορεῖ δὲ τῶν μαθητῶν, ὡς ἄπιστος πάντως. Ἔδει γὰρ αὐτὸν μὴ ἔμπροσθεν πάντων ἐλθόντα κατηγορῆσαι, ἀλλὰ κατ’ ἰδίαν. «Ὁ δὲ ἀποκριθεὶς αὐτῷ, λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με. Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὼν αὐτόν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν. Καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπε·

Παιδιόθεν, καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν. Ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τό, Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὁ ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν, ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι Ἀπέθανεν. Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρός, ἤγειρεν αὐτόν, καὶ ἀνέστη.» Ὁ μὲν προσελθὼν ἐκεῖνος, τοὺς μαθητὰς ᾐτιᾶτο ὡς μὴ ἰσχύσαντας θεραπεῦσαι. Ὁ δὲ Χριστὸς εἰς ἐκεῖνον αὐτὸν περιτρέπει τὸ ἔγκλημα, μονονουχὶ τοῦτο λέγων, ὅτι, Ἄπιστος ὢν σύ, αἴτιος ἐγένου τοῦ μὴ θεραπευθῆναί σου τὸν υἱόν. Οὐ πρὸς ἐκεῖνον δὲ μόνον τοῦτο λέγει, ἀλλὰ κοινὸν ποιεῖται τὸν λόγον, ὥσπερ πάντας κοινῶς τοὺς Ἰουδαίους ὀνειδίζων εἰς ἀπιστίαν.

Εἰκὸς γὰρ ἦν πολλοὺς τῶν παρεστώτων σκανδαλισθῆναι. Δείκνυσι δὲ ποθητὸν αὐτῷ ὄντα τὸν θάνατον, ἐκ τοῦ λέγειν· Ἕως πότε ἕσομαι μεθ’ ὑμῶν; τουτέστι, περιεκάκησα μεθ’ ὑμῶν τῶν ἀπίστων διάγων. Οὐ μὴν ἵσταται ἄχρι τοῦ μέμψασθαι αὐτούς, ἀλλὰ καὶ τὴν ἴασιν ἐπιτίθησιν, οὐκ ἐπιδεικτικῶς θεραπεῦσαι τὸν παῖδα ἐπιβαλλόμενος, ἀλλὰ μᾶλλον μετὰ μετριοφροσύνης πολλῆς. Ὅρα γὰρ πῶς οὐ τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἐκείνου πίστει ἀνατίθησι τὴν θεραπείαν, λέγων, ὅτι, Πάντα δυνατὰ τῷ πιστεύοντι.

Ἀλλὰ καὶ ἕτερον· ἰδὼν γὰρ ἐπισυναγόμενον τὸν ὄχλον, ἐπετίμησε τῷ πνεύματι· οὐκ ἤθελε γὰρ ἔμπροσθεν ὄχλου θεραπεύειν, ὡς φανητιῶν καὶ ἐπιδεικτικός. Ἐπιτιμήσας δὲ καὶ εἰπών, Ἔξελθε καὶ μηκέτι εἰσέλθῃς· τοῦτο αἰνίττεται, ὅτι διὰ τὴν ἀπιστίαν τοῦ ἀνθρώπου εἰσῆλθεν ἂν καὶ πάλιν τὸ δαιμόνιον, εἰ μὴ τῷ προστάγματι αὐτοῦ ἐκωλύετο. Συγχωρεῖ δὲ σπαράξαι τὸν παῖδα, ἵνα γνῶσι πάντες τὴν τοῦ δαίμονος ἐπήρειαν, καὶ ὅτι ἐθανάτωσεν ἂν τὸν ἄνθρωπον, εἰ μὴ ὑπὸ τῆς θείας ἀνεχαιτίζετο χειρός.

Ῥίπτεται δέ τις ὑπὸ δαίμονος εἰς πῦρ τὸ τοῦ θυμοῦ καὶ τὸ τῆς ἐπιθυμίας, καὶ εἰς ὕδωρ, τὸ τῶν βιωτικῶν πραγμάτων κλυδώνιον. Ὁ δαίμων δὲ οὗτος ἄλαλός ἐστι καὶ κωφός. Κωφὸς μέν, ὡς μὴ ἀκούειν θέλων τῶν τοῦ Θεοῦ λόγων· ἄλαλος δέ, ὡς μηδὲ ἑτέρους δυνάμενος διδάσκειν τὸ δέον· ἀλλ’ ἐὰν ὁ Ἰησοῦς, τουτέστιν, ὁ Εὐαγγελικὸς λόγος, κρατήσῃ τῆς χειρός, τῆς πρακτικῆς λέγω δυνάμεως, τότε ἐλευθερωθησόμεθα τοῦ δαίμονος. Ὅρα δὲ ὅτι ὁ μὲν Θεὸς βοηθεῖ ἡμῖν, εἶτα ἡμεῖς αὐτοὶ τὸ ἀγαθὸν ἀπαιτούμεθα ἐργάζεσθαι. Φησὶ γάρ· Ἤγειρεν αὐτὸν ὁ Ἰησοῦς· τοῦτο ἡ τοῦ Θεοῦ βοήθεια, καὶ ἀνέστη, τοῦτο ἡ ἐκείνου αὐτοῦ πρὸς τὸ ἀγαθὸν σπουδή. «Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν· Τί ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.» Ἐφοβήθησαν οἱ μαθηταὶ μήπως ἀπέβαλον τὴν χάριν, ἣν δέδωκεν αὐτοῖς ὁ Κύριος, καὶ διὰ τοῦτο οὐκ ἠδυνήθησαν ἐκβαλεῖν τὸν δαίμονα. Ὅρα δὲ καὶ τὴν εὐλάβειαν αὐτῶν, πῶς κατ’ ἰδίαν αὐτῷ προσέρχονται. Τοῦτο δὲ τὸ γένος.

Ποῖον; Ἢ τὸ τῶν σεληνιαζομένων, ἢ ἀπλῶς πᾶν τὸ τῶν δαιμόνων γένος οὐκ ἐξέρχεται ἄλλῳ τινὶ τρόπῳ, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ· δεῖ γὰρ καὶ τὸν πάσχοντα νηστεύειν, καὶ τὸν μέλλοντα θεραπεῦσαι. Ἀμφοτέρων γὰρ χρεία· μάλιστα δὲ τὴν τοῦ πάσχοντος νηστείαν ἀπαιτεῖ ὁ λόγος. Δεῖ καὶ μὴ νηστεύειν μόνον, ἀλλὰ καὶ προσεύχεσθαι· μηδὲ μόνον προσεύχεσθαι, ἀλλὰ καὶ νηστεύειν. Οὕτω γὰρ ἡ ἀληθινὴ προσευχὴ τελεῖται, ἐὰν καὶ νηστείαν ἔχῃ συνεζευγμένην.

Ὅτε οὐ βαρεῖται ὁ προσευχόμενος τοῖς ἐκ τῶν βρωμάτων ἀτμοῖς, ἀλλὰ κοῦφός ἐστι καὶ ἀβαρής. «Καὶ ἐκεῖθεν ἐξελθόντες, παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν, ἵνα τις γνῷ. Ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς, ὅτι, Ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν. Καὶ ἀποκτανθείς, τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.» Πανταχοῦ ταῖς θαυματουργίαις παρεμβάλλει τὸν περὶ τοῦ πάθους λόγον, ἵνα μὴ νομισθῇ ὅτι δι’ ἀδυναμίαν ἔπαθεν.

Εἰπὼν οὖν τὸ σκυθρωπόν, ὅτι ἀποκτενοῦσιν αὐτόν, ἐπάγει καὶ τὸ χαρμόσυνον, ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, ἵνα μάθωμεν ὅτι ἀεὶ τοῖς σκυθρωποῖς ἐπακολουθεῖ τὰ εὐφρόσυνα, καὶ μὴ μάτην ἀνιώμεθα ἐπὶ τοῖς λυπηροῖς, ἀλλ’ ἐλπίζωμεν καὶ τὰ χρηστότερα. «Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος, ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; Οἱ δὲ ἐσιώπων. Πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. Καὶ καθίσας, ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος. Καὶ λαβὼν παιδίον, ἕστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς· Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.» Οἱ μαθηταὶ ἔτι ἀνθρωπικώτερα φρονοῦντες, διεφιλονείκουν πρὸς ἀλλήλους περὶ τοῦ, ποῖος αὐτῶν μείζων ἐστὶ καὶ προτιμότερος παρὰ τῷ Χριστῷ. Ὁ δὲ Κύριος τὴν μὲν ἐπιθυμίαν τὴν τῆς προτιμήσεως οὐ κωλύει. Θέλει γὰρ ἡμᾶς ἐπιθυμεῖν τοῦ ὑψηλοτέρου βαθμοῦ. Οὐ μέντοι ἁρπάζειν ἡμᾶς βούλεται τὰ πρωτεῖα, ἀλλὰ διὰ τῆς ταπεινώσεως μᾶλλον κατακτᾶσθαι τὸ ὑψηλόν.

Παιδίον γὰρ ἕστησεν εἰς τὸ μέσον, καὶ κατ’ ἐκεῖνο γενέσθαι καὶ ἡμᾶς βούλεται. Τὸ γὰρ παιδίον· οὔτε δόξης ἐφίεται, οὔτε φθονεῖ, οὔτε μνησικακεῖ. Καὶ οὐ μόνον, φησίν, ἐὰν αὐτοὶ τοιοῦτοι γενήσεσθε, μισθὸν λήψεσθε μέγαν, ἀλλὰ κἂν ἑτέρους τοιούτους τιμήσητε δι’ ἐμέ, βασιλείαν οὐρανῶν ἀντιλάβοιτε.

Ἐμὲ γὰρ δέχεσθε· ἐμὲ δὲ δεχόμενοι, δέχεσθε τὸν ἀποστείλαντά με. Ὁρᾷς οὖν πόσα δύναται ἡ ταπείνωσις, καὶ τὸ ἄπλαστον τοῦ τρόπου καὶ ἄδολον. Τὸν Υἱὸν γὰρ καὶ τὸν Πατέρα ἐνοικίζει ἐν ἡμῖν. Πρόδηλον δὲ ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον. «Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων· Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. Ὁ δὲ Ἰησοῦς εἶπε·

Μὴ κωλύετε αὐτόν. Οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσηται ταχὺ κακολογῆσαί με. Ὃς γὰρ οὐκ ἔστι καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.» Οὐ ζηλοτυπίᾳ τινὶ καὶ φθόνῳ ὑπαγόμενος ὁ τῆς βροντῆς υἱὸς κωλύει ἐκεῖνον τὸν τὰ δαιμόνια ἐκβάλλοντα, ἀλλὰ θέλων πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ Χριστοῦ καὶ ἀκολουθεῖν αὐτῷ, καὶ ἓν εἶναι σῶμα πάντας τοὺς μαθητάς. Ἐν γὰρ τῇ ἀρχῇ τοῦ κηρύγματος, τινὲς φιλοδοξίας ἔρωτι κρατούμενοι, ἤθελον καὶ αὐτοὶ σημεῖα δῆθεν ἐργάζεσθαι. Ὁρῶντες δὲ τὸ ὄνομα τοῦ Ἰησοῦ πολλὰ δυνάμενον, ἐπέλεγον τοῦτο, καὶ δὴ σημεῖα ἐποίουν, ἄλλως ἀνάξιοι ὄντες τῆς θείας χάριτος. Ἠβούλετο γὰρ ὁ Κύριος πλατύνεσθαι τὸ κήρυγμα, καὶ διὰ τῶν ἀναξίων. Τί οὖν ὁ Σωτήρ; Οὐ συγχωρεῖ τῷ Ἰωάννῃ κωλύειν τὸν τὰ σημεῖα ποιοῦντα, ἀλλ’, Ἄφετε γάρ, φησίν, οὐδεὶς γὰρ δυνήσεται ταχὺ κακολογῆσαί με, ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου. Πῶς γὰρ ἂν κακολογήσειέ με ὁ τὸ ὄνομά μου ἀφορμὴν δόξης ἔχων, καὶ διὰ τοῦ ἐπικαλεῖσθαι τοῦτο θαυματουργῶν;

Δοκεῖ δὲ ἐναντία λέγειν ὁ Κύριος ἑαυτῷ. Ἀλλαχοῦ γὰρ εἰπών, «Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι,» νῦν λέγει, «Ὃς οὐκ ἔστι καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστι.» Δοκοῦσιν οὖν ταῦτα ἐναντία· οὐκ εἰσὶ δέ. Τὸ μὲν γάρ, «Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι,» περὶ δαιμόνων εἴρηται, τῶν ἀπὸ Θεοῦ ἀφέλκειν σπουδαζόντων καὶ σκορπιζόντων τὰ τοῦ Θεοῦ.

Τὸ δὲ νῦν ῥηθὲν περὶ ἀνθρώπων, τῶν μᾶλλον προσαγόντων τινὰς τῷ Θεῷ διὰ τοῦ θαύματα ἐπιτελεῖν. «Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον, εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν.» Οὐ μόνον φησί, τὸν δυνάμεις ποιοῦντα ἐν τῷ ὀνόματί μου οὐ κωλύω, ἀλλὰ κἄν τις ἐλάχιστόν τι δώσει ὑμῖν διὰ τὸ ἐμὸν ὄνομα, καὶ ἀποδέξηται ὑμᾶς δι’ ἐμέ, οὐ δι’ ἀνθρωπίνην χάριν ἢ κοσμικήν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Εἶπε δὲ τὸ ποτήριον τοῦ ὕδατος, διὰ τοὺς προφασιζομένους τὴν πενίαν.

Κἂν γάρ, φησί, ποτήριον ὕδατος δώσεις, τὸ εὐτελέστατον, οὐδὲ τοῦτο ἀπολέσεις. Ὥσπερ δὲ ἐὰν ἕνα τῶν μικρῶν τιμήσῃς, εὐαρεστεῖς τῷ Θεῷ, οὕτως ἐὰν ἕνα τῶν μικρῶν σκανδαλίσῃς, τουτέστιν ἀτιμάσῃς, ὑποσκελίσῃς, συμφέρει σοι, εἰ μύλος ὀνικὸς ἐκρεμάσθη σου ἐν τῷ τραχήλῳ· χείρονα γάρ, ὡς ἔοικε, τιμωρίαν ὑποστησόμεθα. Αἰσθητὴν δὲ τιμωρίαν εἶπεν, ἐκφοβῶν ἡμᾶς διὰ τούτου τοῦ αἰσθητοῦ ὑποδείγματος. «Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν. Καλόν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα, ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἐὰν ὁ ποῦς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν, καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα, βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα, βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Πᾶς γὰρ πυρὶ ἁλισθήσεται. Καὶ πᾶσα θυσία ἀλὶ ἁλισθήσεται. Καλὸν τὸ ἅλας. Ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.»

Ἀπειλήσας τοῖς σκανδαλίζουσιν, ὅτι συνέφερεν αὐτοῖς, εἰ ἐῤῥίφθησαν ἐν τῇ θαλάσσῃ, νῦν παραινεῖ τοῖς σκανδαλιζομένοις φυλάττεσθαι ἀπὸ τῶν ἑτοίμως ἐχόντων σκανδαλίζειν καὶ ὑποσκελίζειν αὐτούς. Κἂν γὰρ ποῦς, κἂν χείρ, κἂν ὀφθαλμὸς ᾖ ὁ σκανδαλίζων σε, τουτέστι, κἂν τῶν οἰκειοτάτων τις, κἂν τῶν καθ’ αἷμα πλησιαζόντων καὶ χρειωδῶν, ἔκκοψον αὐτόν, τουτέστιν, ἀπάρνησαι τὴν πρὸς αὐτὸν φιλίαν καὶ οἰκειότητα.

Σκώληξ δὲ καὶ πῦρ κολάζοντα τοὺς ἁμαρτωλούς, ἡ συνείδησίς ἐστιν ἑκάστου, καὶ ἡ μνήμη τῶν πραχθέντων ἐν τῷ βίῳ τούτῳ αἰσχρῶν· ἥτις ὥσπερ σκώληξ καταδαπανᾷ καὶ ὡς πῦρ φλέγει. Πᾶς γάρ, φησί, πυρὶ ἁλισθήσεται, τουτέστι, δοκιμασθήσεται.

Ὅπερ καὶ ὁ Παῦλος λέγει, ὅτι πυρὶ δοκιμασθήσεται πάντα. Καὶ πᾶσα δέ, φησί, θυσία ἀλὶ ἁλισθήσεται. Τοῦτο δὲ ἀπὸ τοῦ Λευϊτικοῦ εἶπεν. Ἐκεῖ γάρ φησιν ὁ Θεός, Πᾶν δῶρον θυσίας ἡμῶν ἁλὶ ἁλισθήσεται. Καλὸν οὖν ἐστιν ἡμᾶς ἁλίζειν τὰς θυσίας ἡμῶν τῷ ἅλατι τοῦ Θεοῦ, τουτέστι, μὴ ἐκλελυμένας θυσίας καὶ ῥᾳθύμους προσφέρειν, ἀλλὰ στρυφνὰς καὶ νοστίμους.

Ἅλας δὲ λέγει καὶ τοὺς ἀποστόλους ὁ Κύριος, καὶ πάντας ἁπλῶς τοὺς δύναμιν ἔχοντας συνεκτικὴν καὶ συνδετικήν. Ὥσπερ γὰρ τὸ ἅλας συνέχει τὰ κρέα, καὶ οὐκ ἐᾷ αὐτὰ σκώληκας γεννᾷν, οὕτω καὶ ὁ διδασκαλικὸς λόγος, ἐὰν στρυφνὸς εἵη, τοὺς σαρκικοὺς ἀνθρώπους συσφίγγων, οὐκ ἐᾷ ἐν αὐτοῖς γεννηθῆναι τὸν ἀκοίμητον σκώληκα. Ἐὰν δὲ ὁ διδάσκαλος ἄναλος εἴη, καὶ μὴ ἔχῃ τὸ στρυφνὸν καὶ συνδετικόν, ἐν τίνι ἁλισθήσεται, τουτέστιν, ἀρτυθήσεται; Ἔχετε οὖν ἐν ἑαυτοῖς ἅλας, ἥγουν τὴν νόστιμον χάριν τοῦ Πνεύματος καὶ συνεκτικήν, ὡς ἂν εἰρηνεύητε πρὸς ἀλλήλους. Ὁ γὰρ τῷ συνδέσμῳ τῆς ἀγάπης συσφιγγόμενος πρὸς τὸν πλησίον, οὗτος ἅλας ἔχει, καὶ λοιπὸν εἰρηνεύει πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

ΚΕΦΑΛ. Ιʹ. Περὶ τῶν ἐπερωτησάντων, εἰ ἔξεστιν ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Περὶ τῶν υἱῶν Ζεβεδαίου. Περὶ τοῦ Βαρτιμαίου. «Κἀκεῖθεν ἀναστάς, ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν. Καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. Καὶ προσελθόντες οἱ Φαρισαῖοι, ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι; πειράζοντες αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωσῆς; Οἱ δὲ εἶπον αὐτῷ· Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην. Ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα. Καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Συνεχῶς τὴν Ἰουδαίαν ἀφίει ὁ Κύριος διὰ τὴν βασκανίαν ἐκείνων, νῦν οὖν ἐπιχωριάζει, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι. Οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα ἄνεισι τέως, ἀλλ’ εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἵνα τὸν ἄκακον ὄχλον ὠφελήσῃ. Τὰ γὰρ Ἱεροσόλυμα πάσης κακίας ἐργαστήριον ἦσαν, διὰ τὴν τῶν Φαρισαίων πονηρίαν.

Ἴδε γοῦν τὴν κακίαν αὐτῶν, πῶς πειράζουσι τὸν Κύριον, μὴ ἐῶντες αὐτόν, ἵνα πιστεύσωσιν αὐτῷ οἱ ὄχλοι, ἀλλ’ ἀεὶ προσερχόμενοι καὶ δοκοῦντες εἰς ἀπορίαν ἐμβάλλειν καὶ ἐπιστομίζειν διὰ τῶν ζητημάτων. Ἠρώτησαν γὰρ αὐτὸν ἐρώτημα ἀμφοτέρωθεν ἔχον κρημνούς· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα; Ἵνα ἐὰν μὲν εἴπῃ ὅτι ἔξεστιν ἀπολύειν, ἀπαντήσωσιν αὐτῷ· Πῶς οὖν εἶπας ὅτι ἐκτὸς λόγου πορνείας, οὐκ ἔξεστιν ἀπολύειν; Ἐὰν δὲ εἴπῃ ὅτι οὐκ ἔξεστιν, ἐγκαλέσωσιν αὐτῷ ὡς ἐναντιουμένῳ τοῖς τοῦ Μωσέως δόγμασιν. Ὁ οὖν Χριστός, ἡ αὐτοσοφία, ἀποκρίνεται αὐτοῖς ἀπόκρισιν διαφεύγουσαν τὰς αὐτῶν παγίδας. Ἐρωτᾷ γὰρ αὐτούς, τί αὐτοῖς ἐνετείλατο Μωσῆς. Τῶν δὲ εἰπόντων ὅτι ἀπολύειν ἐνετείλατο, ἑρμηνεύει αὐτοῖς τὸν νόμον. Οὐ γὰρ οὕτως ἀπηνὴς ἦν ὁ Μωσῆς, φησίν, ὥστε τοιοῦτον εἰσενεγκεῖν νόμον, ἀλλὰ πρὸς τὴν ὑμετέραν σκληροκαρδίαν τοῦτο ἔγραψεν. Ὁ γὰρ Θεός, γινώσκων τὴν τῶν Ἑβραίων ἀπανθρωπίαν, καὶ ὅτι ῥᾳδίως ὁ βουλόμενος φονεύοι ἂν τὴν ἑαυτοῦ γυναῖκα μισήσας ἅπαξ αὐτήν, συνεχώρησεν ἀπολύειν τὴν γυναῖκα, τὸν μὴ ἀρεσκόμενον αὐτῇ. Ἀπ’ ἀρχῆς δὲ οὐχ οὕτως ἦν, ἀλλ’ ἡ τοῦ Θεοῦ βουλὴ συγκολλᾷ ἀλλήλοις τοὺς συζύγους, καὶ ἓν ποιεῖ, ὥστε καὶ γονέων καταμελεῖν.

Ὅρα δὲ τί λέγει, ὅτι ὁ Θεὸς οὐ θέλει πολυγαμίαν, ὥστε ταύτην μὲν καταλιμπάνειν, ἑτέραν δὲ ἄγεσθαι γυναῖκα, καὶ πάλιν ταύτην καταλιμπάνειν, καὶ ἑτέρᾳ κολλᾶσθαι. Εἰ γὰρ τοῦτο ἦν, ἐποίησεν ἂν ἕνα μὲν ἄνδρα, πολλὰς δὲ γυναῖκας. Νῦν δὲ οὐ τοῦτο γέγονεν, ἀλλ’ ἄρσεν καὶ θῆλυ ἐποίησεν, ἕνα μιᾷ κελεύσας συνάπτεσθαι. Μήποτε δὲ καὶ οὕτω δυνάμεθα νοῆσαι τὸ παρὸν χωρίον. Ὁ λόγος ὁ διδασκαλικός, σπέρματα ἀγαθὰ ἐμβάλλων εἰς τὴν ψυχὴν τοῦ πιστοῦ ἀνθρώπου, ἀνδρὸς λόγον ἐπέχει πρὸς τὴν ὑποδεχομένην αὐτὸν ψυχήν. Πολλάκις οὖν ὁ λόγος θέλων ὠφελῆσαι τὴν ὑποδεχομένην ψυχήν, καταλιμπάνει τὸν πατέρα αὑτοῦ, τουτέστι νοῦν ὑψηλόν, καὶ τὴν μητέρα αὑτοῦ, τουτέστι λέξιν κεκαλλωπισμένην. καὶ προσκολλᾶται τῇ γυναικὶ αὐτοῦ, ἤτοι τὰ πρὸς ὠφέλειαν τῆς ψυχῆς ἐκείνης διδάσκει, συγκαταβαίνων αὐτῇ καὶ νοῦν πολλάκις εὐτελῆ καὶ λέξεις ἰδιωτικὰς προτιμῶν. Καὶ λοιπὸν γίνονται οἱ δύο εἰς σάρκα μίαν, τουτέστι, πιστεύει ἡ ψυχὴ σάρκα γενέσθαι τὸν Λόγον τοῦ Θεοῦ. Καὶ οὐδεὶς ἀνθρώπινος λογισμὸς δύναται χωρίσαι τὴν ψυχὴν ἀπὸ τῆς τοιαύτης πίστεως. «Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν, καὶ λέγει αὐτοῖς· Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὑτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν. Καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὑτῆς, καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.»

Ἔτι καὶ οἱ μαθηταὶ ἐσκανδαλίζοντο· διὰ τοῦτο οὖν καὶ προσέρχονται πάλιν αὐτῷ καὶ ἐρωτῶσιν, ὡς μήπω ἱκανῶς ἐκθεραπευθέντος αὐτῶν τοῦ λογισμοῦ. Ὁ δὲ ἀποκρίνεται αὐτοῖς, λέγων· Ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχός ἐστιν αὐτῆς τῆς δευτέρας. Ὁμοίως οὖν καὶ ἡ γυνὴ μοιχαλίς ἐστιν, ἡ ἀφεῖσα τὸν ἴδιον ἄνδρα, καὶ ἑτέρῳ συζυγεῖσα. «Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. Ἰδὼν δὲ ὁ Ἰησοῦς, ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μέ, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, Ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Καὶ ἀναγκαλισάμενος αὐτά, καὶ τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά, εὐλόγησεν αὐτά.» Πολλὴ ἡ πίστις τῶν ὄχλων, εἴγε καὶ μόνῃ τῇ τῶν χειρῶν ἐπιθέσει, εὐλογεῖν ἐνόμιζον τὸν Χριστὸν τοὺς αὐτῷ προσαγομένους. Οἱ δὲ μαθηταί, νομίζοντες ἀνάξιον τοῦτο εἶναι τοῦ Χριστοῦ, τὸ παιδία προσάγεσθαι αὐτῷ, διεκώλυον τοὺς προσάγοντας.

Τί οὖν ὁ Χριστός; Διδάσκων αὐτοὺς μετριοφρονεῖν, καὶ τύφον καταπατεῖν κοσμικόν, καὶ λαμβάνει καὶ ἀναγκαλίζεται. Δείκνυσι γὰρ ὅτι τοὺς ἀκάκους προσλαμβάνεται, διὸ καὶ λέγει, «Τῶν τοιούτων γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.» Ὅρα, οὐκ εἶπε, Τούτων γάρ ἐστιν ἡ βασιλεία, ἀλλὰ τῶν τοιούτων, τουτέστι τῶν ἐχόντων ἐξ ἀσκήσεως τὴν ἀκακίαν, ἣν τὰ παιδία ἔχουσιν ἀπὸ φύσεως. Τὸ γὰρ παιδίον οὔτε φθονεῖ, οὔτε μνησικακεῖ, οὔτε μαστιζόμενον παρὰ τῆς μητρὸς ἀφίσταται. Ἀλλὰ κἂν ῥάκια αὕτη φορῇ, τῆς βασιλίδος ταύτην προτιμᾷ.

Οὕτω καὶ ὁ κατ’ ἀρετὴν ζῶν, τῆς μητρὸς αὐτοῦ, τῆς Ἐκκλησίας λέγω, οὐδὲν προτιμᾷ, οὐδὲ τὴν βασιλεύουσαν τῶν πολλῶν ἡδονήν. Διὸ καὶ ἀναγκαλίζεται τοὺς τοιούτους ὁ Κύριος, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι.» Καὶ εὐλογεῖ, λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου.» Βασιλείαν δὲ τοῦ Θεοῦ, τὸ κήρυγμα καὶ τὴν ἐπαγγελίαν τῶν ἀγαθῶν ἐνταῦθά φησιν. Ὅστις οὖν δέξεται τὸ κήρυγμα τοῦ Θεοῦ ὡς παιδίον, τουτέστι μηδὲν διακρινόμενος ἢ ἀπιστῶν, ἐκεῖνος εἰσέρχεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ εἰς τὰ ἀγαθὰ ἃ ἐδέξατο ἤδη τῇ πίστει. «Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν εἷς, καὶ γονυπετήσας αὐτῷ, ἐπηρώτα αὐτόν·

Διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός· τὰς ἐντολὰς οἶδας; Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ ἀποκριθείς, εἶπεν αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ· Ἕν σοι ὑστερεῖ, ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ, ἀπῆλθε λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.» Τινὲς διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡς ὕπουλόν τινα καὶ πονηρὸν καὶ πειραστικόν. Οὐκ ἔστι δὲ τοῦτο· ἀλλὰ φιλοχρήματος μὲν ὁ ἄνθρωπος, οὐ πειραστὴς δέ. Ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ, ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐτόν. Διατί οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστός, λέγων·

Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε, καὶ ὡς ἑνὶ τῶν πολλῶν διδασκάλων. Τοῦτο γὰρ λέγει ὁ Χριστός· Ἐὰν μὲν ὡς διδάσκαλον νομίζεις με εἶναι ἀγαθόν, οὐδεὶς ἄνθρωπος ἀγαθός, ὡς πρὸς σύγκρισιν τοῦ Θεοῦ· ἐὰν δὲ ὡς Θεὸν νομίζεις με εἶναι ἀγαθόν, τί λοιπὸν διδάσκαλόν με ὀνομάζεις; Ὥστε τοῦτο διὰ τῶν ῥημάτων τούτων ὁ Χριστὸς βούλεται τό, ὑψηλοτέραν ποιῆσαι τὴν τοῦ ἀνθρώπου διάνοιαν, πρὸς τὸ ἐπιγνῶναι αὐτὸν ὡς Θεόν. Ἀλλὰ καὶ ἄλλο τι κατορθοῖ, τὸ διδάξαι αὐτόν, ὅταν τινὶ μέλλῃ ὁμιλῆσαι, μὴ κολακευτικῶς ὁμιλεῖν, ἀλλὰ τὴν ῥίζαν καὶ τὴν πηγὴν τῆς ἀγαθότητος, εἰδέναι τὸν Θεόν, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. Θαυμάζω δὲ τὸν νεανίσκον τοῦτον, ὅτι τῶν ἄλλων ἁπάντων περὶ νοσημάτων θεραπείας προσιόντων, αὐτὸς ζωῆς αἰωνίου κληρονομίαν ζητεῖ, εἰ καὶ πάθει δεινοτάτῳ τῇ φιλαργυρίᾳ κατείχετο, δι’ ἣν ἀκούσας, Ὕπαγε, πώλησον, καὶ δὸς πτωχοῖς, ἀπῆλθε λυπούμενος. Ὅρα δέ, οὐκ εἶπεν, ὅτι Ὕπαγε, ὅσα ἔχεις πώλει κατὰ μέρος καὶ δίδου, ἀλλὰ πώλησον ἀπὸ μιᾶς, καὶ δός, ἀλλὰ πτωχοῖς, ἀλλὰ μὴ κόλαξι καὶ ἀσώτοις. Ἀλλὰ καὶ δεῦρο, ἀκολούθει μοι, τουτέστι, καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν μέτελθε. Πολλοὶ γὰρ ἀκτήμονες μέν εἰσιν, οὐ ταπεινόφρονες δέ, ἢ καὶ ταπεινόφρονες μέν, ἀλλὰ μέθυσοι ἢ ἄλλο τι κακὸν ἔχοντες.

Διὰ τοῦτο οὖν ὁ Κύριος λέγει· Πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἀκολούθει μοι, ἄρας τὸν σταυρόν, τουτέστι, πρὸς θάνατον τὸν ὑπὲρ ἐμοῦ ἑτοιμάσας σεαυτόν. Ὁ δέ, στυγνάσας ἐπὶ τῷ λόγῳ, ἀπῆλθεν. Ἦν γὰρ ἔχων κτήματα πολλά· οὐ μάτην δὲ πρόσκειται τοῦτο τό, πολλά. Καὶ γὰρ οὐχ ὁμοίως οἵτε πολλὰ ἔχοντες, οἵτε ὀλίγα κατέχονται, ἀλλὰ δεινότερα καὶ δυσδιαλυτώτερα τὰ δεσμὰ τῶν πολλῶν κτημάτων. Ἀλλὰ κἂν νεανίσκος εἵη τις νεώτερος καὶ κοῦφος τὴν διάνοιαν, καὶ μὴ καθεστηκὼς τὰς φρένας, πωλησάτω τὰ ὑπάρχοντα αὐτῷ· οἷον θυμὸν καὶ ἐπιθυμίαν, καὶ ὅσα ἐκ τούτων κακὰ φύονται, καὶ δότω ταῦτα καὶ ἀποῤῥιψάτω τοῖς δαίμοσιν, οἵτινές εἰσι πτωχοί, παντὸς ἐστερημένοι ἀγαθοῦ καὶ τοῦ πλούτου τῆς ἀγαθότητος τοῦ Θεοῦ ἐκπεπτωκότες. Καὶ τότε ἀκολουθείτω τῷ Χριστῷ. Ὁ γὰρ ἀποῤῥίψας τὸν τῶν ἁμαρτιῶν πλοῦτον τοῖς δαίμοσιν, ἐκεῖνος δύναται ἀκολουθεῖν τῷ Χριστῷ. «Ἔκκλινον γὰρ ἀπὸ κακοῦ·» τοῦτο τὸ ἀποῤῥίψαι τὸν κακὸν πλοῦτον ταῖς πτωχαῖς δυνάμεσι τῶν δαιμόνων· καὶ ποίησον ἀγαθόν, τοῦτο τὸ ἀκολουθεῖν τῷ Χριστῷ, καὶ ἆραι τὸν σταυρόν. «Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς, λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται; Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ.

Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθείς, λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Οἱ δὲ περισσῶς ἐξεπλήττοντο, λέγοντες πρὸς ἑαυτούς· Καὶ τίς δύναται σωθῆναι; Ἐμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει·

Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ’ οὐ παρὰ τῷ Θεῷ. Πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ.» Οὐχὶ τὰ χρήματα κακά, ἀλλ’ οἱ ἔχοντες αὐτὰ διαβάλλεσθαι ἄξιοι· δεῖ γὰρ μὴ ἔχειν αὐτά, τουτέστι κατέχειν, ἀλλὰ χρῆσθαι αὐτοῖς εἰς δέον. Χρήματα γὰρ εἴρηται παρὰ τὸ εἰς χρῆσιν εἶναι ἀνθρώποις, οὐχὶ παρὰ τὸ κατέχεσθαι. Οἱ τοίνυν ἔχοντες καὶ ἀποκλείοντες ταῦτα, δυσκόλως εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τὸ δὲ δύσκολον ἐνταῦθα ἀντὶ τοῦ ἀδύνατον νόει. Ἀδύνατον γάρ ἐστι πλούσιον ἄνθρωπον σωθῆναι. Τοῦτο δὲ δῆλον ἀπὸ τοῦ ὑποδείγματος, ὃ τίθησιν ὁ Κύριος, λέγων ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἀδύνατον γάρ ἐστι κάμηλον διὰ τρυπήματος βελόνης διελθεῖν. Κάμηλον δὲ νόει, ἢ αὐτὸ τὸ ζῶον, ἢ σχοῖνόν τινα παχεῖαν, ᾗ τὰ μέγιστα τῶν πλοίων χρῶνται. Ἀδύνατον οὖν ἄνθρωπον ἐν ὅσῳ ἐστὶ πλούσιος, σωθῆναι. Παρὰ μέντοι τῷ Θεῷ δυνατόν ἐστι τοῦτο. Εἶπε γὰρ ὁ Χριστός· «Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας.» Ὁρᾷς ὅταν ἀκούσωμεν τοῦ Θεοῦ, πῶς γίνεται τοῦτο δυνατόν; Παρὰ δὲ τοῖς ἀνθρώποις ἀδύνατον, τουτέστιν, ὅταν ἀνθρώπινα φρονῶμεν, ἀδύνατόν ἐστι τοῦτο. Τίνος δὲ ἕνεκεν οἱ μαθηταὶ ἐξεθαμβοῦντο ἐπὶ τοῖς λόγοις τούτοις; Οὐ γὰρ δήπου αὐτοὶ πλούσιοι ἦσαν. Ἐμοὶ δοκεῖ ὑπὲρ πάντων ἀνθρώπων ἀγωνιῶντες. Φιλάνθρωποι γὰρ ἤδη ἤρξαντο γίνεσθαι.

Τινὲς δὲ ἐνταῦθα ἀποροῦσι πῶς εἶπε, Πάντα δυνατά ἐστι παρὰ τῷ Θεῷ. Λέγομεν οὖν ὅτι ὅταν εἴπῃ, πάντα, τὰ ὄντα λέγει· ἡ δὲ ἁμαρτία μὴ ὄν ἐστιν. Ἀνούσιον γὰρ πρᾶγμα καὶ ἀνυπόστατον ἡ ἁμαρτία· ἄλλως τε, Ἡ ἁμαρτία οὐκ ἔστι δυνάμεως, ἀλλ’ ἀσθενείας, ὡς καὶ ὁ Ἀπόστολος λέγει·

Χριστός, ὄντων ἡμῶν ἀσθενῶν, ἀπέθανε. Καὶ πάλιν ὁ Δαβίδ· Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Ὥστε ἡ ἁμαρτία, ἀσθένεια οὖσα, οὐκ ἔστι δυνατὴ παρὰ τῷ Θεῷ. Ἆρα οὖν, φασί, δύναται ὁ Θεὸς καὶ τὸ γεγονὸς ὡς μὴ γεγονὸς ποιῆσαι; Λέγομεν οὖν ὅτι ὁ Θεὸς ἀλήθειά ἐστι. Τὸ δὲ ποιῆσαι τὸ γεγονὸς ὡς μὴ γεγονός, ψεῦδος. Πῶς οὖν ἡ ἀλήθεια ποιήσει τὸ ψεῦδος; Πρότερον γὰρ ἂν ἀπολέσειε τὴν οἰκείαν φύσιν· ὥστε τοῦτό φασιν οἱ λέγοντες· Ἆρα δύναται ὁ Θεὸς μὴ εἶναι Θεός; Ὁρᾷς γὰρ τὸ γελοῖον τοῦ ἐρωτήματος. «Καὶ ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα, νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας, καὶ ἀδελφούς, καὶ ἀδελφάς, καὶ μητέρας, καὶ τέκνα, καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.» Ὁ Πέτρος εἰ καὶ ὀλίγα ἀφῆκεν, ἀλλ’ οὖν πάντα ὀνομάζει ταῦτα.

Καὶ τὰ ὀλίγα γὰρ δεσμὸν προσπαθείας ἔχουσιν, ὥστε μακαριστὸς καὶ ὁ τὰ ὀλίγα ἀφείς· Τοῦ δὲ Πέτρου μόνου ἐρωτήσαντος, καθολικὸν ποιεῖται τὸν λόγον ὁ Κύριος, λέγων· Πᾶς ὃς ἀφῆκεν ἢ γυναῖκα ἢ πατέρα· ταῦτα δὲ λέγει, οὐχ ἵνα τοὺς πατέρας ἐῶμεν ἀβοηθήτους, καὶ τῶν γυναικῶν χωριζώμεθα, ἀλλὰ παιδεύων ἡμᾶς προτιμᾷν τὴν εἰς Θεὸν εὐσέβειαν πάντων τῶν σαρκικῶν. Ἐπεὶ γὰρ πόλεμος ἀνήπτετο ἀπὸ τοῦ κηρύγματος, καὶ ἔμελλον πατέρας ἀρνεῖσθαι παῖδες διὰ τὴν εὐσέβειαν, φησίν· Ὅστις ἀφήσει τὰς σαρκικὰς συγγενείας, καὶ ἀπλῶς πάντα τὰ σωματικὰ ἕνεκεν τοῦ Εὐαγγελίου, ἑκατονταπλασίονα πάντα λήψεται ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. Ἆρα οὖν καὶ γυναῖκας ἑκατονταπλασίονας λήψεται; Ναί· κἂν ὁ κατάρατος Ἰουλιανὸς ἐκωμῴδει τοῦτο· εἰπέ μοι γάρ, τί συμβάλλεται ἡ γυνὴ πρὸς τὴν οἰκίαν τοῦ ἀνδρός; Πάντως ἐπιμελεῖται τῆς τροφῆς τοῦ ἀνδρός, τῶν ἐνδυμάτων, καὶ πᾶσαν ἀφροντισίαν ἀπὸ τούτων ἄγει ὁ ἀνήρ. Ἴδε τοίνυν τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων, πόσαι γυναῖκες ἐφρόντιζον τῶν ἐνδυμάτων καὶ τῶν βρωμάτων αὐτῶν, καὶ διηκόνουν αὐτοῖς μηδενὸς φροντίζουσιν, εἰ μὴ μόνου τοῦ λόγου καὶ τῆς διδασκαλίας; Ὁμοίως καὶ πατέρας καὶ μητέρας πολλὰς εἶχον οἱ ἀπόστολοι, τοὺς ἀγαπῶντας πάντας καὶ φιλοστόργως πρὸς αὐτοὺς ἔχοντας, ἀλλὰ καὶ οἰκίαν μίαν ἀφεὶς ὁ Πέτρος, ὕστερον τὰς πάντων τῶν μαθητῶν αὐτοῦ οἰκίας εἶχε.

Καὶ νῦν δὲ τοὺς ἁπανταχοῦ γῆς ναοὺς ἐπ’ ὀνόματι αὐτοῦ, οἰκίας ἔχει λαμπράς· καὶ τὸ μεῖζον, ὅτι μετὰ διωγμῶν ταῦτα πάντα κληρονομοῦσιν οἱ ἅγιοι, τουτέστι, διωκόμενοι, καὶ οὐκ εὐπαθοῦντες, ἀλλὰ θλιβόμενοι. Ὅθεν καὶ οἱ ἔσχατοι ἐν τῷ νῦν αἰῶνι δοκοῦντες διὰ τὸ θλίβεσθαι καὶ διώκεσθαι, ἔσονται πρῶτοι διὰ τὴν εἰς Θεὸν ἐλπίδα, ἀλλὰ καὶ οἱ Φαρισαῖοι, πρῶτοι ὄντες, ἐγένοντο ἔσχατοι. Οἱ δὲ ἀφέντες τὰ πάντα, καὶ ἀκολουθήσαντες τῷ Χριστῷ, ἐγένοντο πρῶτοι. «Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο· καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ Γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.» Τίνος ἕνεκεν προλέγει τὰ μέλλοντα αὐτῷ συμβαίνειν; Διὰ τὸ προομαλίσαι τῶν μαθητῶν τὴν διάνοιαν, ὡσὰν προακούσαντες, εὐφορώτερον ἐνέγκωσι, καὶ μὴ τῷ ἀθρόῳ καταπλαγῶσι, καὶ ὡσὰν εἰδεῖεν, ὅτι ἑκὼν πάσχει. Ὁ γὰρ προειδὼς καὶ δυνάμενος ἐκφυγεῖν, μὴ φεύγων δέ, πρόδηλον ὡς ἑκουσίως ἐκδίδωσιν ἑαυτὸν τοῖς πάθεσιν.

Ἰδίᾳ δὲ παραλαβὼν τοὺς μαθητάς, μόνοις αὐτοῖς διαλέγεται. Μυστήριον γὰρ ὃν τὸ πάθος, τοῖς οἰκειοτέροις ἔδει ἀποκαλυφθῆναι. Διὰ τοῦτο γοῦν καὶ προλαμβάνει πάντας ἐν τῇ ὁδῷ, βουλόμενος ἀποχωρίσαι τοῦ ἄλλου πλήθους τοὺς μαθητὰς αὐτοῦ. Ἅμα καὶ διὰ τοῦ προάγειν πάντας καὶ προφθάνειν ἐν τῇ ὁδῷ, δείκνυσιν ὅτι προστρέχει τῷ πάθει, καὶ οὐκ ἀποφεύγει τὴν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας νέκρωσιν· πλὴν εἰ καὶ τὰ σκυθρωπὰ πάντα καταλέγει, ἀλλ’ οὖν πάντων ἐκείνων παραμυθία μία, τό, Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. «Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς·

Τί θέλετε ποιῆσαί με ὑμῖν; Οἱ δὲ εἶπον αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου καθήσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Οἳ δὲ εἶπον αὐτῷ· Δυνάμεθα.» Ἄλλος εὐαγγελιστής φησιν ὅτι ἡ μήτηρ αὐτῶν προσῆλθε τῷ Χριστῷ. Εἰκὸς δέ ἐστιν ἀμφότερα γενέσθαι· καὶ τοὺς ἀποστόλους αἰσχυνομένους προβαλέσθαι τὴν μητέρα αὐτῶν, εἶτα καὶ αὐτοὺς προσελθεῖν ἰδίᾳ· διὸ καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται τοῦτο, λέγων· Προσπορεύονται, ἀντὶ τοῦ, ἰδίᾳ προσέρχονται, τῶν ἄλλων ἀποχωρισθέντες. Τί δὲ ἦν ὃ ᾐτοῦντο, μάθωμεν. Ἐνόμιζον ὅτι τοῦτο ὃ ἀνέρχεται εἰς Ἱεροσόλυμα, διὰ τὸ βασιλεύσειν ἀνέρχεται αἰσθητὴν βασιλείαν. Καὶ μετὰ τὸ βασιλεῦσαι, τότε πείσεται ἃ ἔμελλε παθεῖν. Ταῦτα οὖν ἐννοοῦντες, αἰτοῦνται καὶ τὴν ἐκ δεξιῶν καὶ τὴν ἐξ εὐωνύμων καθέδραν· διὸ καὶ ὁ Κύριος ἐπιτιμᾷ αὐτοῖς ὡς ἀνόητόν τι ζητοῦσιν.

Οὐκ οἴδατε γάρ, φησί, τί αἰτεῖσθε. Ὑμεῖς γὰρ νομίζετε αἰσθητὴν εἶναι τὴν ἐμὴν βασιλείαν, καὶ αἰσθητὴν τὴν καθέδραν αἰτεῖσθε. Οὐκ ἔστι δὲ τοῦτο· ἀλλὰ ταῦτα πάντα ὑπὲρ νοῦν εἰσι. Καὶ τὸ καθίσαι ἐκ δεξιῶν μου μέγα ἐστί, καὶ τὰς ἀγγελικὰς ὑπερβαῖνον τάξεις, καὶ ὑμεῖς μὲν ἐπὶ δόξαν κεχήνατε, ἐγὼ δὲ εἰς θάνατον ὑμᾶς καλῶ. Ποτήριον γὰρ καὶ βάπτισμα τὸν σταυρὸν ὀνομάζει· ποτήριον μέν, ὡς εἰς ὕπνον εὐθὺς ἄγον καὶ ὡς ἡδέως ὑπ’ αὐτοῦ προσδεχθέν· βάπτισμα δέ, ὡς καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενον· οἱ δέ, μὴ νοήσαντες τί λέγοι, ὑπέσχοντο, νομίζοντες λέγειν περὶ ποτηρίου αἰσθητοῦ, καὶ βαπτίσματος οἵῳ ἐβαπτίζοντο οἱ Ἰουδαῖοι, πρὸ τοῦ φαγεῖν πλυνόμενοι. «Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω, πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.» Τὸ μὲν μαρτύριον, φησίν, ὑπεισελεύσεσθε, καὶ ἀποθανεῖσθε τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον. Τὸ δὲ καθίσαι, οὐκ ἔστιν ἐμὸν δοῦναι.

Ἐνταῦθα δὲ δύο τινὰ ζητοῦνται. Ἓν μὲν τόδε. Ἆρα ἡτοίμασταί τινι τὸ καθίσαι; ἕτερον δέ, ἆρα ὁ πάντων Δεσπότης οὐ δύναται ταύτην τὴν καθέδραν δοῦναι; Λέγομεν οὖν ὅτι οὐδεὶς ἐκ δεξιῶν καθίσει ἢ ἐξ ἀριστερῶν. Ἀλλὰ κἂν πολλαχοῦ τῆς Γραφῆς καθέδρας ἀκούῃς, μὴ καθέδραν νόει, ἀλλὰ τιμὴν ὑπερβάλλουσαν.

Τὸ δέ, Οὐκ ἔστιν ἐμὸν δοῦναι, τοιοῦτον ἔχει τὸν νοῦν· Οὐκ ἔστιν ἐμοῦ τοῦ δικαίου κριτοῦ, τὸ δοῦναι ὑμῖν κατὰ χάριν τὴν τιμὴν ταύτην· οὐ γὰρ ἂν δίκαιος εἴην· ἀλλὰ τοῖς ἀγωνισαμένοις, ἐκείνοις ἡτοίμασται ἡ τιμὴ αὕτη, ὥσπερ ἂν εἰ βασιλεὺς δίκαιος προεκάθητο ἀγῶνός τινος, εἶτα προσέλθοιεν αὐτῷ τινες φίλοι αὐτοῦ, καὶ εἴποιεν· Δὸς ἡμῖν τοὺς στεφάνους, εἶπεν ἄν, Οὐκ ἔστιν ἐμὸν τὸ δοῦναι, ἀλλ’ εἴ τις ἀγωνίσεται καὶ νικήσει, ἐκείνῳ ἡτοίμασται ὁ στέφανος· ὥστε καὶ ὑμεῖς, οἱ τοῦ Ζεβεδαίου παῖδες, μαρτυρήσετε μὲν ὑπὲρ ἐμοῦ, ἐὰν δέ τις εὑρεθείη μετὰ τοῦ μαρτυρίου, καὶ τὴν ἄλλην πᾶσαν ἀρετὴν ἔχων ὑπὲρ ὑμᾶς, ἐκεῖνος προάξει ὑμᾶς. «Καὶ ἀκούσαντες οἱ δέκα, ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτούς, λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν, κατακυριεύουσιν αὐτῶν· καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν. Ἀλλ’ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος. Καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος.

Καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν.» Ἔτι ἀνθρωπίνως διακείμενοι οἱ μαθηταὶ καὶ φθόνῳ ἐβάλλοντο. Διὸ καὶ ἀγανακτοῦσι κατὰ τῶν δύο. Ἀλλὰ πότε; Ὅτε εἶδον αὐτοὺς μὴ προσδεχθέντας ὑπὸ τοῦ Κυρίου, ἀλλ’ ὡσανεὶ ἀπωσθέντας, τότε ἀγανακτοῦσιν. Ἄχρι μὲν γὰρ ἐτιμῶντο ὑπὸ τοῦ Κυρίου, ἠνείχοντο μὴ ἀγανακτοῦντες, καίτοι ὁρῶντες αὐτοὺς προτιμωμένους· ἐπειδὴ δὲ ἐνταῦθα αὐτοὶ ἐκεῖνοι τὴν τιμὴν ᾐτήσαντο, οὐ φέρουσι λοιπὸν οἱ λοιποί. Ἀλλὰ νῦν μὲν οὕτως εἶχον ἀτελῶς, ὕστερον δὲ ὄψει αὐτοὺς καὶ τῶν πρωτείων ἀλλήλοις παραχωροῦντας· ἀλλ’ ὁ Χριστὸς θεραπεύει αὐτοὺς πρῶτον μέν, καταπραΰνων αὐτοὺς τῷ ἐγγὺς αὐτοῦ προσαγαγέσθαι. Τοῦτο γὰρ σημαίνει τό, προσκαλεσάμενος.

Ἔπειτα τῷ δεῖξαι, ὅτι τὸ ἁρπάζειν τὴν τιμήν, καὶ τῶν πρωτείων ἐρᾷν, ἐθνικόν ἐστιν. Οἱ γὰρ τῶν ἐθνῶν ἄρχοντες, ἐκεῖνοι ἐξουσιαστικῶς καὶ τυραννικῶς προσφέρονται. Οἱ δὲ ἐμοὶ μαθηταὶ οὐχ οὕτως, ἀλλ’ ὁ θέλων εἶναι μέγας, διακονείτω πᾶσιν, ἐπεὶ καὶ τοῦτο μεγάλης ψυχῆς, τὸ πάντων ἀνέχεσθαι καὶ πᾶσι δουλεύειν. Καὶ τὸ παράδειγμα ἐγγύθεν· καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν, ὃ μεῖζόν ἐστι τοῦ διακονῆσαι· ὅταν γάρ τις οὐ μόνον διακονήσῃ, ἀλλὰ καὶ ἀποθάνῃ ὑπὲρ τοῦ διακονουμένου, τί τούτου μεῖζον ἢ θαυμασιώτερον; Ἀλλ’ ὅμως ἡ διακόνησις αὕτη καὶ ἡ συγκατάβασις ὕψωσις καὶ δόξα γέγονε καὶ αὐτοῦ καὶ πάντων. Πρὶν μὲν γὰρ γενέσθαι ἄνθρωπος, παρ’ ἀγγέλοις ἐγνωρίζετο μόνοις. Ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνην ἐκείνην τὴν δόξαν ἔχει, ἀλλὰ καὶ ἑτέραν προσέλαβε, καὶ πάσης τῆς οἰκουμένης βασιλεύει. «Καὶ ἔρχονται εἰς Ἱεριχώ, καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχῶ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν·

Ὁ υἱὸς Δαβὶδ Ἰησοῦ, ἐλέησόν με. Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ. Ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαβίδ, ἐλέησόν με. Καὶ στὰς ὁ Ἰησοῦς, εἶπεν αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλόν, λέγοντες αὐτῷ· Θάρσει, ἔγειρε, φωνεῖ σε. Ὁ δέ, ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν.

Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· Τί θέλεις ποιήσω σοι; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ῥαββουνί, ἵνα ἀναβλέψω. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. Καὶ εὐθέως ἀνέβλεψε καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.» Ὁ δὲ Ματθαῖος δύο τυφλοὺς λέγει· ἐνδέχεται δὲ δύο μὲν εἶναι τοὺς ἰαθέντας, τὸν δὲ ἐπιφανέστερον αὐτῶν τοῦτον εἶναι τὸν νῦν παρὰ τῷ Μάρκῳ μνημονευόμενον.

Ὅρα δὲ πῶς τιμῶσι τὸν Ἰησοῦν καὶ οἱ ὄχλοι, ὥστε ἐπιτιμᾷν τῷ τυφλῷ βοῶντι, ὡσανεί τινος βασιλέως παροδεύοντος. Ἐρωτᾷ δὲ αὐτὸν ὁ Κύριος, ἵνα μήτις εἴπῃ ὅτι ἄλλα βουλομένῳ ἄλλα δίδωσιν ὁ Κύριος. Εὐγνώμων δὲ ψυχὴ τοῦ τυφλοῦ· ὅσγε μετὰ τὸ θεραπευθῆναι οὐκ ἀφῆκε τὸν Κύριον, ἀλλ’ ἠκολούθει αὐτῷ. Δύναται δὲ καὶ ἀναγωγικῶς νοηθῆναι τοῦτο·

Ἱεριχὼ ὁ τόπος οὗτος ὁ κάτω. Τυφλὸς δὲ καθήμενος ἐνταῦθα ἡ φύσις ἡ ἀνθρωπίνη, ἥτις υἱὸς ἦν τοῦ ὑπὲρ πᾶσαν τιμὴν Θεοῦ. Αὕτη τοίνυν ἔκραζε τῷ Ἰησοῦ διὰ τῆς Ἱεριχώ, τουτέστι τοῦ βίου τούτου, ὁδεύοντι. Ἠλέησε δὲ αὐτὴν καὶ διὰ τῆς πίστεως ἔσωσεν, ἐκδυσαμένην τὸ παλαιὸν ἱμάτιον τῆς ἁμαρτίας.

Σωθεῖσα δὲ ἠκολούθησεν αὐτῷ, ἐργαζομένη τὰς ἐντολὰς ἐν τῇ ὁδῷ, τουτέστιν ἐν τῷ βίῳ τούτῳ. Ἐνταῦθα γὰρ ἔστιν ἀκολουθῆσαι τῷ Χριστῷ· μετὰ δὲ ταῦτα ἀποκλείονται πάντες τοῦ ἐργάζεσθαι τὰς ἐντολάς.