Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Μάρκον: Η είσοδος στα Ιεροσόλυμα, οι αντιπαραθέσεις και ο εσχατολογικός λόγος

Ο Κύριος εισέρχεται στα Ιεροσόλυμα, ελέγχει τους Φαρισαίους και Σαδδουκαίους και αναπτύσσει τον εσχατολογικό λόγο για την καταστροφή του ναού και τη συντέλεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 10 από 28

ΚΕΦΑΛ. ΙΑʹ. Περὶ τοῦ πώλου. Περὶ τῆς ξηρανθείσης συκῆς. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ τραπεζιτῶν. Περὶ τοῦ θάρσους πρὸς τὸν Θεόν. Περὶ τῆς ἀμνησικακίας. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. «Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ, εἰ, Βεθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτήν, εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε. Λύσαντες αὐτὸν ἀγάγετε, καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθέως αὐτὸν ἀποστελεῖ ὧδε. Ἀπῆλθον δέ, καὶ εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω, ἐπὶ τῆς ἀμφόδου, καὶ λύουσιν αὐτόν. Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον;

Οἱ δὲ εἶπον αὐτοῖς, καθὼς ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.» Πολλάκις μὲν καὶ ἄλλοτε ἦλθεν εἰς Ἱεροσόλυμα, ἀλλ’ οὐδέποτε μετὰ τοσαύτης περιφανείας, μεθ’ ὅσης νῦν. Πρώην μὲν γὰρ ἐκρύπτετο διὰ τὸν φθόνον αὐτῶν· νῦν δέ, ἐπειδὴ τοῦ πάθους ἐφέστηκεν ὁ καιρός, ὃν αὐτὸς ἑαυτῷ ὥρισε, λαμπρότερον ἔρχεται, ἵνα ἐὰν μὲν θέλωσι, συνήσωσι τὴν δόξαν αὐτοῦ, καὶ ἀπὸ τῶν ἐπ’ αὐτῷ προφητειῶν τελειουμένων ἐπιγνῶσιν ὅτι ἀληθὴς Θεός ἐστιν. Εἰ δὲ μὴ θελήσωσι συνιέναι, εἰς κατάκριμα μεῖζον αὐτοῖς εἵη, ὅτι οὐδὲ μετὰ τοσαῦτα λαμπρὰ θαύματα ἐπίστευσαν. Ὅρα γὰρ πόσα ἐνταῦθα σημεῖα.

Εἶπεν αὐτοῖς, ὅτι Εὑρήσετε πῶλον. Εἶπεν ὅτι κωλυθήσονται, εἶτα εἰπόντες, ὅτι Ὁ Κύριος χρῄζει αὐτοῦ, ἐαθήσονται. Οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρόν ἐστι, τὸ συγχωρηθῆναι τοὺς ἀποστόλους ἀπάγειν τὸν πῶλον, ὅπερ οὐκ ἂν ἐγένετο εἰ μὴ θεία τις ἀνάγκη ἐπέκειτο τοῖς κυρίοις τοῦ πώλου ἀναγκάζουσα αὐτούς, καίτοι πένητας ὄντας καὶ γεωργοὺς τυχόν, ἀφεῖναι τὸ ζῶον. Πλὴν μάνθανε, ὅτι οὐ μάτην τοῦτο ἐποίησεν ὁ Κύριος. Οὐδὲ γὰρ ἔχρῃζε τοῦ πώλου, ὁ πολλάκις τὴν Γαλιλαίαν καὶ τὴν Ἰουδαίαν ἅπασαν ἐκπεριϊών· ἀλλὰ δεικνύων ὅτι ἐπὶ τὸν ἐθνικὸν λαὸν ἐπιθήσεται, ὃς ἀπειθὴς μὲν ἦν καὶ ἀπαίδευτος, ἐδέδετο δὲ ταῖς οἰκείαις ἁμαρτίαις ἐν τῇ ἀμφόδῳ, τουτέστι τῷ βίῳ τούτῳ, πρὸς τῆν θύραν, ἥγουν ἔξω τῆς Ἐκκλησίας.

Ἐλύθη δὲ παρὰ τῶν μαθητῶν διὰ τοῦ βαπτίσματος καὶ τῆς πίστεως· καὶ ἐπωχήθη αὐτῷ ὁ Κύριος, ἐπιθέντων τῶν ἀποστόλων τὰ ἱμάτια αὐτῶν, τουτέστι πᾶσαν εὐσχημοσύνην τὴν ἐξ ἀρετῆς. Πρώην μὲν γὰρ γυμνοὶ ὄντες οἱ ἐξ ἐθνῶν ἀσχήμονες ἦσαν, πράττοντες ἄθεσμα. Ἐπεὶ δὲ ὑπὸ τῶν ἀποστόλων ἤχθησαν, τότε δὴ τότε εὐσχημόνως ἔμαθον περιπατεῖν, καὶ διὰ τοῦτο καὶ ἐπ’ αὐτῶν φέρεται ὁ Χριστὸς βασταζόμενος.

Τίνες δὲ ἦσαν οἱ πρώην δεσπόται τοῦ πώλου οἱ κωλύοντες τοὺς ἀποστόλους, ἢ πάντως οἱ δαίμονες; Ἀλλὰ καὶ τούτων ἐπικρατέστεροι γίνονται οἱ ἀπόστολοι. «Καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν. Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ στιβάδας ἔκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες·

Ὡσαννὰ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαβίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Τὸ πλῆθος μέχρις ἂν ἀδιάφθορον μένῃ, ἐπιγινώσκει τὸ δέον. Διὸ καὶ τιμῶσι τὸν Ἰησοῦν ἕκαστος ὡς εἶχε δυνάμεως. Οἱ δὲ ὑμνοῦντες τί ἔλεγον, ἴδωμεν.

Ἐκ τοῦ Δαβὶδ μὲν τὸν ὕμνον τοῦτον ἔλαβον. Τὸ δὲ Ὡσαννά, κατὰ μέν τινας σημαίνει, σῶσον δή, κατὰ δέ τινας σημαίνει, ὕμνος. Πλήν, κρεῖττον τὸ πρῶτον. Ἐν γὰρ τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ ψαλμῷ κεῖται· Ὦ Κύριε, σῶσον δή· ὅπερ ἐν τῷ Ἑβραϊκῷ Ὡσαννὰ γέγραπται. Βασιλείαν δὲ Δαβὶδ τὴν βασιλείαν τοῦ Χριστοῦ ἔλεγον, ἅμα μὲν διότι καὶ ἀπὸ τοῦ σπέρματος τοῦ Δαβὶδ κατήγετο ὁ Κύριος, ἅμα δέ, ὅτι Δαβὶδ ἑρμηνεύεται, δυνατὸς χειρί, ἤτοι ἱκανὸς χειρί. Τίς δὲ ἄλλος ἱκανὸς χειρί, εἰ μὴ ὁ Κύριος, οὗ αἱ χεῖρες τοσαῦτα θαύματα ἐνήργησαν; Ἀλλὰ γὰρ στρώσωμεν καὶ ἡμεῖς τὰ ἱμάτια ἡμῶν, ἤτοι τὴν σάρκα (ἱμάτιον γὰρ ἡ σὰρξ τῆς ψυχῆς), καὶ ὑποτάξωμεν ταύτην τῷ Κυρίῳ. Καὶ στρώσωμεν τὴν ὁδὸν τοῦ ἡμετέρου βίου, κόπτοντες ἐκ τῶν δένδρων κλάδους, τουτέστι, τοὺς τῶν ἁγίων βίους μιμούμενοι.

Δένδρα γὰρ οἱ ἅγιοι, ἀφ’ ὧν κόπτει κλάδους ὁ μιμούμενος τὴν ἐκείνων ἀρετήν. Ἀλλὰ καὶ αἱ προάγουσαι καὶ αἱ ἀκολουθοῦσαι πράξεις ἡμῶν εἰς δόξαν Θεοῦ ἔστωσαν. Τινὲς γὰρ ἐν μὲν τῷ προάγοντι βίῳ καλὴν ἀρχὴν ἐνεδείξαντο, ὁ δὲ ἀκολουθῶν βίος, ὁ ὕστερον λέγω, οὐκ ἦν τοιοῦτος, οὐδὲ εἰς δόξαν Θεοῦ. «Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερόν. Καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα, καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε, καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτήν, οὐδὲν εὗρεν, εἰ μὴ φύλλα. Οὐ γὰρ ἦν καιρὸς σύκων. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτῇ· Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.» Εἰσῆλθε μὲν εἰς τὸ ἱερὸν ὁ Ἰησοῦς, ἀλλὰ πάλιν ἐξῆλθε, δεικνύων ὅτι ἐγκαταλιμπάνει αὐτὸ ἤδη ἔρημον καὶ εἰς διαρπαγήν. Ἐξέρχεται δὲ εἰς Βηθανίαν· ὃ ἐρμηνεύεται οἶκος ὑπακοῆς. Τοὺς γὰρ ἀνυποτάκτους καὶ σκληροκαρδίους ἀφεὶς Ἰουδαίους, ἐπὶ τοὺς ὑπακούοντας αὐτῷ ἔρχεται μετὰ τῶν μαθητῶν.

Ἴδωμεν δὲ καὶ τὰ περὶ τὴν συκῆν· φαίνονται γὰρ ἄτοπα πολλὰ προκύπτοντα. Πρῶτον μέν, εἰ ἐπείνασε πρωΐας· ἔπειτα, εἰ καιροῦ μὴ ὄντος σύκων, ἀπῄτει καρπούς· ἔτι δέ, τίς ὁ λόγος ἀναίσθητον φυτὸν τιμωρηθῆναι. Λέγουσιν οὖν ὅτι οἰκονομία ἐστὶ τὸ πᾶν τοῦτο. Ἐπεὶ γὰρ συχνάκις μὲν ἐποίει θαύματα, ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων, οὐκ εἶδον δὲ οἱ μαθηταὶ τὴν δύναμιν αὐτοῦ ἐπὶ κακώσει τινός, τούτου ἕνεκεν ἐνταῦθα θέλων ἐπιδεῖξαι τοῖς μαθηταῖς ὅτι καὶ κακῶσαι δύναται, καὶ εἰ βούλεται τοὺς μέλλοντας αὐτὸν σταυρῶσαι ἐν μιᾷ καιροῦ ῥοπῇ ἀφανίσει, εἰς τὸ ἀναίσθητον δένδρον ἐπιδείκνυται τὴν δύναμιν. Ὃ καὶ θαῦμα μέγα ἐστί· πῶς τὸ οὕτως ὑγρὸν δένδρον ἀθρόως ἐξηράνθη. Ὑγρότερον γὰρ σχεδὸν πάντων ἡ συκῆ. Πρωΐας δὲ πεινᾷ οἰκονομικῶς παραχωρῶν τῇ σαρκί, καὶ καρπὸν ζητεῖ ἐκ τῆς μὴ ἐχούσης καιρὸν καρποῦ, ἵνα, ὥσπερ εἶπον ἄνωθεν, ἐπιδείξηται τοῖς μαθηταῖς, ὅτι καὶ κολάζειν δύναται.

Ἔχει δὲ ἡ συκῆ αὕτη καὶ τύπον τῆς Ἰουδαίων Συναγωγῆς, οἳ φύλλα μόνον εἶχον, τουτέστι, νόμον σκιὰν αὐτοῖς παρέχοντα, καρπὸν δὲ οὐδένα εἶχον. Ἐπείνασε δὲ ὁ Ἰησοῦς τὴν σωτηρίαν αὐτῶν. Ἐμὸν γάρ, φησί, βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου. Θέλημα δὲ Θεοῦ τὸ ἐπιστρέφειν τοὺς ἁμαρτάνοντας. Ἐπεὶ τοίνυν οὐκ εἶχε καρπὸν ἡ συναγωγή, κατηράθη καὶ ἐξηράνθη, μήτε προφήτην μήτε διδάσκαλον ἔχουσα. «Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ. Καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε. Καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. Καὶ ἐδίδασκε, λέγων αὐτοῖς· Οὐ γέγραπται ὅτι, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν;

Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. Καὶ ἥκουσαν οἱ Γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν. Ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.» Τὸ ἐκβάλλεσθαι παρὰ τοῦ Ἰησοῦ τοὺς πωλοῦντας καὶ ὁ Ἰωάννης διηγεῖται. Ἀλλ’ ἐκεῖνος μὲν ἐν τῇ ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει. Εἰκὸς οὖν δεύτερον γενέσθαι τοῦτο, ὃ καὶ μείζων κατηγορία τῶν Ἰουδαίων, εἴγε πολλάκις τὸ αὐτὸ ποιήσαντος τοῦ Κυρίου, οὐκ ἐπεστράφησαν.

Σπήλαιον δὲ λῃστῶν ὀνομάζει τὸν ναόν, διὰ τὸ φιλοκερδές. Τὸ λῃστρικὸν γὰρ γένος περὶ τὸ κερδαίνειν ἐπτόηται. Ἐπεὶ οὖν καὶ αὐτοὶ τὰ διὰ θυσίαν προσφερόμενα ζῶα ἐπώλουν χάριν κέρδους, λῃστὰς αὐτοὺς ὠνόμασε. Κολλυβισταὶ δὲ ἦσαν οἱ τὰ νομίσματα ἀλλάσσοντες. Κόλλυβος γὰρ εἶδος λεπτοῦ νομίσματος χαλκοῦ. Ἐφιστᾷ δὲ αὐτοῖς κατήγορον καὶ τὸν προφήτην Ἠσαΐαν, λέγοντα· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται. Ἀλλὰ μὴ γένοιτο καὶ ἡμᾶς ἔξω τοῦ ἱεροῦ ἐκβληθῆναι. Πολλοὶ γὰρ καὶ ἐν τῷ ἱερῷ τῷ ἡμετέρῳ εἰσερχόμεθα, πωλοῦντες τὰ χρηστὰ καὶ ἀγοράζοντες τὰ χείρω. Εἰσὶ δὲ καὶ οἳ τραπέζας κολλύβων πλήρεις ἔχουσιν, οἱ οἰκονομοῦντες μὲν καὶ διοικοῦντες τὰ ἐκκλησιαστικά, διὰ δὲ φιλοχρηματίαν πάντα ποιοῦντες. Ἀλλὰ καὶ αἱ καθέδραι τῶν πωλούντων τὰς περιστερὰς καταστρέφονται, ἥγουν τοὺς ἀρχιερεῖς τοὺς πωλοῦντας τὰ πνευματικὰ χαρίσματα (τοῦ γὰρ Πνεύματος σύμβολον ἡ περιστερὰ) ἐξωθεῖ ὁ Κύριος ἐκ τῆς ἀρχιερωσύνης.

Ὁ γὰρ διὰ χρυσίου δόσεως χειροτονῶν, καθῃρημένος. Ἀλλὰ καὶ ὅστις τὴν ἐκ τοῦ βαπτίσματος χάριν καὶ καθαρότητα προδώσει τῷ διαβόλῳ, οὗτος ἐπώλησε τὴν περιστερὰν αὐτοῦ, διὰ τοῦτο καὶ ἐκβάλλεται ἐκ τοῦ ἱεροῦ. «Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.

Καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξῃρημένην ἐκ ῥιζῶν. Καὶ ἀναμνησθεὶς ὁ Πέτρος, λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω, ἐξήραται. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, λέγει αὐτοῖς· Ἔχετε πίστιν Θεοῦ· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.» Εἰ καὶ ὁ Ματθαῖος λέγει ὅτι παραχρῆμα ἐξηράνθη ἡ συκῆ, καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν· μὴ θορυβηθῇς ἀκούων νῦν τοῦ Μάρκου λέγοντος, ὅτι τῇ ἐπαύριον εἶδον ἐξηραμμένην τὴν συκῆν.

Οὕτω γὰρ ὀφείλει νοεῖν τὸ παρὰ τῷ Ματθαίῳ, «Καὶ παραχρῆμα ἐξηράνθη ἡ συκῆ.» Στῆθι οὖν ἄχρι τούτου· εἶτα εἰπέ, Καὶ ἰδόντες οἱ μαθηταί, ἐθαύμασαν. Πότε; Ἰδόντες, οὐ παραχρῆμα, ἀλλὰ τῇ ἐπαύριον. Οὕτως οὖν νοοῦντι οὐδὲν ἄπορον ἀπαντήσεται.

Ὅρα δὲ πῶς κἀντεῦθεν Θεὸς δείκνυται ὁ Χριστός. Φησὶ γὰρ διὰ τῶν προφητῶν ὁ Κύριος· Ἐγὼ ξηραίνω ξύλον χλωρόν, καὶ ἀναθάλλω ξύλον ξηρόν. Θαύμασον δὲ τὴν θείαν φιλανθρωπίαν, πῶς καὶ ἡμῖν τοῖς διὰ πίστεως ὁμοιουμένοις αὐτῷ, δύναμιν τοῦ θαυματουργεῖν δίδωσιν, ἣν αὐτὸς φυσικῶς ἔχει, ὥστε καὶ ὅρη μεθιστάνειν δύνασθαι. Ὅρος δὲ καὶ ἡ ὑπερήφανος γνώμη, ὑψηλή τις οὖσα καὶ σκληρά.

Ὅστις οὖν ὁρᾷ τὸ τῆς ὑπερηφανίας πάθος ἐνοχλοῦν αὐτῷ, καὶ σπουδάζον αὐτὸν ἐκβαλεῖν τῆς τοῦ Θεοῦ ἐπισκοπῆς καὶ προνοίας (ὑπερήφανος γάρ ἐστιν ἐκεῖνος ὁ λέγων ὅτι πάντα αὐτὸς κατορθοῖ, καὶ οὐ διὰ Θεοῦ). ὁ τοιοῦτος οὖν ὀφείλει ἐπιτιμᾷν τῷ ὄρει τούτῳ, τῇ ὑπερηφανίᾳ λέγω, καὶ λέγειν αὐτῇ·

Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, τουτέστιν, εἰς κοσμικοὺς ἀνθρώπους, τοὺς ἐν τῇ θαλάσσῃ τοῦ βίου τούτου ὄντας καὶ ἀπίστους. Οὗτος δι’ οὗ μὴ διακριθῇ, τουτέστι, διαχωρισθῇ ἀπὸ τοῦ Θεοῦ. Ὁ γὰρ ὑπερήφανος χωρίζεται ἀπὸ Θεοῦ λέγων ὅτι Οὐδὲν ἔχω ἀπὸ Θεοῦ, οὐδὲ χρῄζω τῆς συμμαχίας αὐτοῦ. «Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.» Ὁ ἐνδιαθέτως πιστεύων πάντως εἰς Θεὸν ἀνέτεινε τὴν καρδίαν αὐτοῦ, καὶ ἵν’ εἴπω τὸ τοῦ Δαβίδ, ἐξέχεε τὴν ψυχὴν αὐτοῦ ἐνώπιον τοῦ Θεοῦ. Ὁ δὲ ἀνατείνας τὴν καρδίαν αὐτοῦ πρὸς Θεόν, ἥνωται ἐκείνῳ καὶ πληροφορεῖται ἡ καρδία αὐτοῦ διαθερμαινομένη, ὅτι ἐπιτύχοι τῆς αἰτήσεως. Ὅστις οὖν ἔπαθε τοῦτο, ἐκεῖνος διαγνώσεται. Οἶμαι δὲ τοῦτο πάντας πάσχειν τούς γε μετρίως προσέχοντας. Διὰ τοῦτο οὖν λέγει ὁ Κύριος, ὅτι Πάντα λήψεσθε ὅσα μετὰ πίστεως αἰτεῖσθε. Ὁ γὰρ πιστεύων, ὅλον ἑαυτὸν δίδωσι τῷ Θεῷ, μετὰ δακρύων αὐτῷ ὁμιλῶν καὶ ὡσανεὶ δεσπότου πόδας κρατῶν ἐν τῇ προσευχῇ.

Θέλεις δὲ καὶ ἄλλως λαβεῖν ὃ αἰτεῖς; Ἄφες εἴτι σοι ἥμαρτεν ὁ ἀδελφός. Ὁρᾷς τὸ εὔκολον τῆς δωρεᾶς τοῦ Θεοῦ; «Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. Καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς καὶ οἱ πρεσβύτεροι, καὶ λέγουσιν αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῇς; Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς·

Ἐπερωτήσω ὑμᾶς καὶ ἐγὼ ἕνα λόγον. Καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. Καὶ ἐλογίζοντο πρὸς ἑαυτούς, λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ἀλλ’ ἐὰν εἴπωμεν, ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν λαόν. Ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἦν.

Καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς ἀποκριθείς, λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.» Ἐκμανέντες διότι ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τοὺς καπηλεύοντας, προσέρχονται ἐξαποροῦντες αὐτὸν δῆθεν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ. Μονονουχὶ γὰρ τοιαῦτα αὐτῷ ἔλεγον· Τίς ὢν σὺ ποιεῖς; διδάσκαλος κατέστης; ἀρχιερεὺς ἐχειροτονήθης; Ταῦτα δὲ ἔλεγον, εἰς ἀπορίαν αὐτὸν συνωθῆσαι σπουδάζοντες, ἵνα κρατήσωσιν αὐτόν. Ἐὰν μὲν γὰρ εἴπῃ ὅτι Ἐν τῇ ἐμῇ ἐξουσίᾳ ταῦτα ποιῶ, λιθάσουσιν αὐτὸν ὡς ἀντίθεον.

Ἐὰν δὲ εἴπῃ ὅτι ἐν τῇ τοῦ Θεοῦ ἐξουσίᾳ, ἀποστήσουσιν ἀπ’ αὐτοῦ τὸν ὄχλον, τὸν νομίζοντα αὐτὸν εἶναι Θεόν. Ὁ οὖν Κύριος ἐρωτᾷ αὐτοὺς περὶ τοῦ Ἰωάννου, οὐ μάτην οὐδὲ σοφιστικῶς ἀντεπιχειρῶν. Ἀλλ’ ἐπειδὴ ὁ Ἰωάννης περὶ αὐτοῦ ἐμαρτύρησε, διὰ τοῦτο περὶ αὐτοῦ ἐρωτᾷ τοὺς κακούργους, ἵνα, ἐὰν δέξωνται τὸν Ἰωάννην ἐκ Θεοῦ ὄντα, ἀναγκασθῶσι καὶ τὴν περὶ τοῦ Χριστοῦ μαρτυρίαν, ἣν ὁ Ἰωάννης ἐμαρτύρησε, δέξασθαι. Ἐπεὶ δὲ ἠπόρησαν ἐκεῖνοι ἐθελοκακήσαντες, Οὐδὲ ἐγώ, φησί, λέγω ὑμῖν. Οὐκ εἶπεν, ὅτι οὐδὲ ἐγὼ οἶδα τί εἴπω ὑμῖν, ἀλλ’, Οὐδὲ ἐγὼ λέγω, τουτέστιν, Ἐπειδὴ κακουργεῖτε, οὐκ ἀξιώσω ὑμᾶς ἀπολογίας.

ΚΕΦΑΛ. ΙΒʹ. Περὶ τοῦ ἀμπελῶνος. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδου- τὸν Κύριον διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων. Περὶ τοῦ γραμματέως. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως. Περὶ τοῦ προσέχειν ἀπὸ τῶν ὑποκριτῶν. Περὶ τῆς χήρας. «Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν· Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον. Καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε, καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.

Οἱ δέ, λαβόντες αὐτόν, ἔδειραν καὶ ἀπέστειλαν κενόν. Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτιμημένον. Καὶ πάλιν ἄλλον ἀπέστειλε, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δέροντες, τοὺς δὲ ἀποκτείνοντες. Ἔτι οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων, ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτούς, ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. Καὶ λαβόντες αὐτόν, ἀπέκτειναν καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος;

Ἐλεύσεται, καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.» Ἀμπελών, ὁ λαός, ὃν ἐφύτευσεν ὁ κύριος. «Κατάρτισαι γάρ, φησί, τὴν ἄμπελον ταύτην, ἣν ἐφύτευσεν ἡ δεξιά σου.» Καὶ ὁ Μωϋσῆς· «Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος ἅγιόν σου.» Φραγμὸς δὲ ὁ νόμος, κωλύων αὐτοὺς ἐπιμίγνυσθαι τοῖς ἄλλοις ἔθνεσι. Πύργος δὲ ὁ ναός, περίβλεπτος ὤν. Ὑπολήνιον δὲ τὸ θυσιαστήριον, ἔνθα ἐξεχεῖτο τὸ αἷμα. Ἐξέδοτο δὲ τὸν λαὸν γεωργοῖς, τοῖς κατὰ καιρὸν διδασκάλοις καὶ ἄρχουσι τῶν Ἰουδαίων. Ἀπέστειλε δὲ δοῦλον ἕνα, τάχα τοὺς περὶ τὸν Ἠλίαν προφήτας, οἷον τὸν Μιχαίαν, ὃν ἔδειρε Σεδεκίας ὁ ψευδοπροφήτης. Δεύτερον δὲ δοῦλον, ὃν λιθοβολήσαντες ἐκεφαλαίωσαν, τουτέστι, συνετέλεσαν καὶ ἐκορύφωσαν τὴν ὕβριν, τοὺς περὶ Ὠσηὲ καὶ Ἡσαΐαν προφήτας. Τρίτον δὲ δοῦλον, τοὺς ἐν τῇ αἰχμαλωσίᾳ, τοὺς περὶ Δανιὴλ καὶ Ἰεζεκιήλ.

Τελευταῖον δὲ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ὃς ἄνθρωπος ὠνομάσθη διὰ τὸ φιλάνθρωπον, λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. Οὐχ ὡς ἀγνοῶν δὲ τὸ μέλλον, τοῦτο εἶπεν, ἀλλὰ τὸ ὀφεῖλον πραχθῆναι καὶ τὸ εἰκὸς λέγων, οἱ δὲ κακοὶ γεωργοί, μαθόντες ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, τουτέστιν, ἔξω τῆς Ἱερουσαλήμ, καὶ ἀπέκτειναν. Ἔξω γὰρ τῆς πόλεως ἐσταυρώθη. Ὁ οὖν κύριος τοῦ ἀμπελῶνος, ὁ Πατὴρ τοῦ φονευθέντος Υἱοῦ, μᾶλλον δὲ αὐτὸς ὁ φονευθεὶς Υἱός, ἀπολέσει τοὺς γεωργούς, παραδοὺς αὐτοὺς τοῖς Ῥωμαίοις. Καὶ τὸν λαὸν ἐκδόσεται ἄλλοις γεωργοῖς, τουτέστι τοῖς ἀποστόλοις. Θέλεις γὰρ ἰδεῖν πῶς ἐγεώργησαν οἱ ἀπόστολοι τὸν ἀμπελῶνα; Ἀνάγνωθι τὴν τῶν Πράξεων βίβλον, καὶ εὑρήσεις τρισχιλίους καὶ πεντακισχιλίους ἀθρόον πιστεύοντας καὶ καρποφορουμένους τῷ Θεῷ. «Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε; Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον. Ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. Καὶ ἀφέντες αὐτόν, ἀπῆλθον.» Διὰ πάντων τούτων δείκνυσι τοὺς μὲν Ἰουδαίους ἀποβληθέντας, τὰ δὲ ἔθνη προσδεχθέντα. Λίθος μὲν γὰρ αὐτὸς ὁ Κύριος, οἰκοδομοῦντες δέ, οἱ διδάσκαλοι τοῦ λαοῦ.

Ὃν οὖν ἀπεδοκίμασαν οἱ διδάσκαλοι, οὗτος εἰς κεφαλὴν γωνίας ἐγένετο, κεφαλὴ τῆς Ἐκκλησίας γενόμενος. Γωνία γὰρ ἡ Ἐκκλησία, ὡς συνάπτουσα καὶ ἑνοποιοῦσα πάντας Ἰουδαίους καὶ Ἕλληνας, ὥσπερ καὶ ἡ γωνία δύο τοίχους ἀλλήλοις συνάπτει, μεσιτεύουσα ἀμφοῖν.

Αὕτη δὲ ἡ γωνία, ἤτοι ἡ Ἐκκλησία, παρὰ Κυρίου ἐγένετο, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν τῶν πιστῶν. Τοῖς γὰρ ἀπίστοις καὶ τὰ θαύματα διαβάλλονται. Θαυμαστὴ τοίνυν ἡ Ἐκκλησία, ὡς ἐκ θαυμάτων συστᾶσα, τοῦ Κυρίου συνεργοῦντος τοῖς ἀποστόλοις καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. «Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ Ἡρωδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.

Οἱ δὲ ἐλθόντες, λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. Ἔξεστι κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δέ, εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· Τί με πειράζετε;

Φέρετέ μοι δηνάριον ἵνα ἴδω· οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη, καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ’ αὐτῷ.» Εἴπομεν καὶ ἄλλοτε περὶ τῶν Ἡρωδιανῶν, ὅτι αἵρεσίς τις ἦν νεοφανὴς τῶν λεγόντων Χριστὸν εἶναι τὸν Ἡρώδην διὰ τὸ ἐν τοῖς χρόνοις αὐτοῦ ἐκλιπεῖν τὰς διαδοχὰς τῶν Ἰουδαϊκῶν βασιλέων. Ἄλλοι δέ φασιν Ἡρωδιανοὺς ἐνταῦθα λέγεσθαι τοὺς στρατιώτας τοῦ Ἡρώδου, οὓς προσελάβοντο οἱ Φαρισαῖοι, ὡσὰν μάρτυρες ὦσι τῶν λεχθησομένων ὑπὸ τοῦ Χριστοῦ, καὶ λοιπὸν συλλάβωσιν αὐτόν, καὶ ἀπαγάγωσιν.

Ὅρα δὲ τὴν κακοήθειαν αὐτῶν, πῶς μετὰ κολακείας πειρῶνται ἐξαπατῆσαι τὸν Κύριον. Οἴδαμεν ὅτι οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώπου, ὥστε οὐδὲ τὸν Καίσαρα εὐλαβηθήσῃ. Τὸ ὅλον δὲ τοῦτο τέχνασμα ἦν, ἀμφοτέρωθεν ἔχον κρημνούς, ἵνα ἐὰν μὲν εἴπῃ ὅτι ἔξεστι τελεῖν τῷ Καίσαρι, διαβάλλωσιν αὐτὸν πρὸς τὸν ὄχλον, ὡς καταδουλοῦντα αὐτοῦ· εἰ δὲ μὴ τελεῖν εἴπῃ, κατηγορήσωσιν αὐτοῦ, ὡς ἀναστατοῦντος τὸν λαὸν κατὰ τοῦ Καίσαρος. Ἀλλ’ ἡ τῆς σοφίας πηγὴ ἐκφεύγει τοὺς δόλους αὐτῶν. Ἐπιδείξατε γάρ μοι, φησί, τὸ νόμισμα. Ἰδὼν δὲ ὅτι εἰκόνα ἔχει τοῦ Καίσαρος, φησίν, Ἀπόδοτε τὸ ἔχον τὴν εἰκόνα, τῷ εἰκονιζομένῳ, τουτέστι τῷ Καίσαρι, καὶ τὰ Θεοῦ τῷ Θεῷ, τουτέστιν, οὐδὲν ἐμποδίζει ὑμῖν πρὸς θεοσέβειαν τὸ τελεῖν τῷ Καίσαρι. Δύνασθε γὰρ καὶ τῷ Καίσαρι ὑποτελεῖν, καὶ τῷ Θεῷ τὰ οἰκεῖα νέμειν. Καῖσαρ δέ ἐστιν ἑκάστῳ ἡμῶν καὶ ἡ τοῦ σώματος ἀπαραίτητος ἀνάγκη. Κελεύει οὖν ὁ Κύριος ἀποδιδόναι καὶ τῷ σώματι τὰ οἰκεῖα βρώματα καὶ ἀναγκαῖα σκεπάσματα, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ, ἀγρυπνίαν ἐνδεχομένην προσευχήν, καὶ τἆλλα.

Ἀλλὰ καὶ τῷ διαβόλῳ, Καίσαρι ὄντι, ἀπόῤῥιψον τὰ παρ’ αὐτοῦ σοι δοθέντα, θυμόν, ἐπιθυμίαν κακήν, καὶ τὰ τοῦ Θεοῦ, προσένεγκε τῷ Θεῷ. «Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵ τινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

Ἑπτὰ ἀδελφοὶ ἦσαν, καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνήσκων, οὐκ ἀφῆκε σπέρμα, καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως, καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν ἀναστάσει ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται. Ἀλλ’ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. Περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων· Ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ;

Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ Θεὸς ζώντων. Ὑμεῖς οὖν πολὺ πλανᾶσθε.» Αἵρεσις Ἰουδαίων, οἱ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα. Πλαγίως δὲ ὡς δόλιοι προσελθόντες πλάττουσι τὴν διήγησιν ταύτην, διὰ ταύτης δῆθεν ἀνατρέποντες τὴν ἀνάστασιν, ὑπόθεσιν ὑφάναντες μηδέποτε γενομένην, μηδὲ ἴσως γενησομένην.

Ἑπτὰ δὲ συντιθέασι τοὺς γαμήσαντας τὴν γυναῖκα, ἵνα μᾶλλον διασύρωσι τὴν ἀνάστασιν. Ὁ οὖν Κύριος, ἐπειδὴ προεβάλλοντο ἐκεῖνοι Μωσέως νόμον, δείκνυσιν αὐτοὺς ἀγνοοῦντας τὰς Γραφάς· Οὐ νοεῖτε γάρ, φησί, ποίαν ἀνάστασιν ἡ Γραφὴ λέγει.

Ὑμεῖς γὰρ δοκεῖτε ὅτι πάλιν τοιαύτη κατάστασις σωματικωτέρα μέλλει εἶναι, οὐκ ἔστι δέ. Οὕτω μὲν οὖν ἀγνοεῖτε τῆς Γραφῆς τὴν ἔννοιαν, ἀλλὰ καὶ τὴν δύναμιν τοῦ Θεοῦ ἀγνοεῖτε· ὑμεῖς μὲν γὰρ ἵσως ἀποβλέπετε πρὸς τὸ χαλεπὸν τοῦ πράγματος, καὶ διὰ τοῦτο ἐξαπορεῖσθε πῶς δυνήσονται τὰ διαλυθέντα σώματα συνελθεῖν ταῖς ψυχαῖς. Τῇ δὲ δυνάμει τοῦ Θεοῦ ὡς οὐδέν ἐστι τοῦτο. Ἔσται οὖν ἀνάστασις, καὶ οὐ σωματική, ἀλλὰ θειοτέρα τις κατάστασις βίου καὶ ἀγγελική. Ἐπειδὴ γὰρ οὐ μέλλομεν φθείρεσθαι, ἀλλ’ οἱ αὐτοὶ μένειν, διὰ τοῦτο καὶ ὁ γάμος ἀναιρεθήσεται· νῦν γὰρ ὁ γάμος διὰ τὴν φθορὰν γίνεται, ἵνα τῇ διαδοχῇ τοῦ γένους συνιστάμενοι, μὴ ἀφανισθῶμεν.

Τότε δέ, ὥσπερ οἱ ἄγγελοι ἄνευ διαδοχῆς γαμικῆς οἱ αὐτοί εἰσι, καὶ οὐδέποτε λήγουσιν· οὕτω καὶ οἱ ἀνιστάμενοι ἄνευ γάμου ἀνελάττωτοι διαμένουσι. Καὶ ἄλλως δὲ ἐλέγχονται μὴ εἰδότες τὰς Γραφάς. Εἰ γὰρ ἐνόουν ταύτας, ἐνόησαν ἂν καὶ πῶς εἵρηται τό, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, ὡς δηλαδὴ ζώντων. Οὐ γὰρ εἶπεν, ὅτι Ἐγὼ ἥμην, ἀλλ’, Εἰμί. Ὡς ἐνεστώτων κἀκείνων, καὶ μὴ ἀπολομένων. Ἀλλ’ ἴσως εἴποι τις ὡς τοῦτο περὶ τῆς ψυχῆς τοῦ Ἀβραὰμ εἴρηκε μόνης ὁ Κύριος, οὐχὶ καὶ περὶ τοῦ σώματος, ὥστε τὰ σώματα οὐκ ἀνίστανται. Λέγω οὖν πρῶτον μέν, ὅτι Ἀβραὰμ τὸ συναμφότερον λέγεται, ψυχὴ καὶ σῶμα, ὥστε καὶ τοῦ σώματός ἐστι Θεός, ζῶντος καὶ αὐτοῦ παρὰ τῷ Θεῷ, καὶ μὴ πάντη εἰς τὸ μὴ ὃν χωρήσαντος. Ἔπειτα ὅτι οἱ Σαδδουκαῖοι περὶ τῆς τῶν σωμάτων ἀναστάσεως ἀμφέβαλλον. Ὥστε καὶ ὁ Κύριος περὶ τῶν σωμάτων εἶπεν ὅτι ζῶσι παρὰ τῷ Θεῷ, οὐχὶ περὶ τῶν ψυχῶν. Τοῦτο γὰρ ἤδη ὡμολόγητο καὶ παρὰ τοῖς σαρκικοῖς Σαδδουκαίοις. Ἔπειτα καὶ τοῦτο σκόπει, ἡ ἀνάστασις, τοῦ πεπτωκότος ἐστὶν ἀνάστασις. Ἔπεσε δὲ οὐχ ἡ ψυχή, ἀθάνατος γάρ, ἀλλὰ τὸ σῶμα· τοῦτο ἄρα καὶ ἀναστήσεται, προσπλακὲν πάλιν τῇ ὁμοζύγῳ ψυχῇ. «Καὶ προσελθὼν εἷς τῶν Γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, ποία ἐστὶ πρώτη πασῶν ἐντολή;

Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ, ὅτι πρώτη πασῶν τῶν ἐντολῶν, Ἄκουε Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι, καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή· καὶ δευτέρα ὁμοία αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.

Καὶ εἶπεν αὐτῷ ὁ Γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες, ὅτι εἷς ἐστι Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ, καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ τῶν θυσιῶν. Καὶ ὁ Ἰησοῦς ἰδών, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.» Ὁ μὲν Ματθαῖός φησιν, ὅτι πειράζων προσῆλθεν, ὁ δὲ Μάρκος ἐνταῦθα λέγει, ὅτι νουνεχῶς ἀπεκρίθη. Ἆρα οὖν ἐναντιοφωνοῦσι;

Οὐχ’, ἀλλ’ εἰκὸς πρῶτον μὲν αὐτὸν ὡς πειράζοντα ἐρωτῆσαι, εἶτα ὠφεληθέντα ἀπὸ τῆς ἀποκρίσεως τοῦ Χριστοῦ, καὶ νουνεχῶς ἀποκριθέντα, ἐπαινεθῆναι. Ὅρα δὲ καὶ τὸν ἔπαινον, πῶς οὐχὶ τέλειον αὐτὸν εἶναι μαρτυρεῖ. Οὐ γὰρ εἶπεν ὅτι Ἐντὸς εἶ τῆς βασιλείας τοῦ Θεοῦ, ἀλλ’ οὐ μακρὰν εἶ. Τίνος δὲ ἕνεκεν ὅλως ταύτην τὴν ἐρώτησιν προεβάλλετο τῷ Χριστῷ ὁ νομικὸς οὗτος; Νομίζων ἐπιλήψεσθαι τοῦ Χριστοῦ ὡς ἐπιδιορθωσομένου τὸν νόμον, καὶ διὰ τοῦτο κατηγορήσειν αὐτοῦ ὡς ἀντιθέτου τῷ νόμῳ. Ἀλλ’ ὁ Κύριος δεικνύων αὐτῷ ὅτι ἀπὸ τοῦ μὴ ἔχειν ἀγάπην, ἀλλὰ τῷ φθόνῳ τήκεσθαι, ἔρχεται ἐπὶ τὰ τοιαῦτα ἐρωτήματα, φησίν, ὅτι πρώτη καὶ μεγάλη ἐντολή, τὸ ἀγαπᾷν τὸν Θεόν, δευτέρα δὲ ὁμοία, τὸ ἀγαπᾷν τὸν πλησίον. Πῶς δὲ ὁμοία; Διότι ὑπ’ ἀλλήλων συγκρατοῦνται. Ὁ γὰρ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸ ποίημα αὐτοῦ· οἰκειότατον δὲ τῶν ποιημάτων, ὁ ἄνθρωπος, ὥστε ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπήσει καὶ πάντας ἀνθρώπους, ὅ τε τὸν πλησίον ἀγαπῶν, πολλῷ μᾶλλον τὸν Θεόν. Εἰ γὰρ ἀνθρώπους ἀγαπᾷ, τοὺς πολλάκις ἀφορμὴν σκανδάλων καὶ μίσους παρέχοντας, πολλῷ μᾶλλον τὸν Θεὸν τὸν ἀεὶ εὐεργετοῦντα. Ἄκουε δὲ καὶ τοῦ Κυρίου· Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει. Ὁρᾷς ὅτι ἀπὸ τοῦ ἀγαπᾷν τὸν Θεὸν τηροῦμεν τὰς ἐντολὰς αὐτοῦ, αἱ δὲ ἐντολαὶ αὐτοῦ πᾶσαι περὶ τῆς εἰς ἀλλήλους στοργῆς διαλαμβάνουσι.

Καὶ πάλιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὁρᾷς πάλιν, πῶς ἐκ τοῦ ἀγαπᾷν ἀλλήλους συνίσταται τὸ ἔχειν φιλίαν πρὸς τὸν Χριστόν, καὶ εἶναι αὐτοῦ μαθητὰς καὶ φίλους; Σκόπει δὲ πῶς πάσας τὰς τῆς ψυχῆς δυνάμεις ἀπηριθμήσατο.

Ἔστι γὰρ ψυχῆς δύναμις, ἡ ζωώδης· ἣν αἰνίττεται ἐν τῷ εἰπεῖν, ἐξ ὅλης τῆς ψυχῆς. Τὸν θυμὸν γὰρ καὶ τὴν ἐπιθυμίαν ὅλα διδόναι τῇ ἀγάπῃ τοῦ Θεοῦ βούλεται. Ἔστι καὶ ἑτέρα δύναμις ψυχῆς, ἡ καλουμένη φυτική, ἥτις λέγεται θρεπτικὴ καὶ αὐξητική.

Καὶ ταύτην οὖν δοτέον ὅλην τῷ Θεῷ. Ἔστι δὲ καὶ ἡ λογικὴ δύναμις, ἣν ὠνόμασεν ὁ νόμος διάνοιαν. Πάσας τοίνυν τὰς τῆς ψυχῆς δυνάμεις ἀναθετέον τῇ ἀγάπῃ. «Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ Γραμματεῖς ὅτι ὁ Χριστός, υἱός ἐστι Δαβίδ; αὐτὸς γὰρ Δαβὶδ εἶπεν ἐν Πνεύματι ἁγίῳ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Αὐτὸς οὖν Δαβὶδ λέγει αὐτὸν Κύριον, καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Βλέπετε ἀπὸ τῶν Γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι, οὗτοι λήψονται περισσότερον κρῖμα.» Ἐπειδὴ πρὸς τὸ πάθος ἔμελλεν ἔρχεσθαι ὁ Κύριος, διορθοῦται τὴν πεπλανημένην τῶν Γραμματέων δόξαν, ὑπολαμβανόντων τὸν Χριστὸν εἶναι υἱὸν τοῦ Δαβίδ, ἀλλ’ οὐχὶ κύριον. Ἀποδείκνυσι τοίνυν ἑαυτὸν Θεόν, ἐξ αὐτῶν τῶν τοῦ Δαβὶδ ῥημάτων, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐκφοβῶν διὰ τοῦ λέγειν, «Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Αὐτοὶ δὲ πάντως ἦσαν οἱ ἐχθροὶ αὐτοῦ, οὓς ἔθηκεν ὁ Θεὸς καὶ Πατὴρ ὑποπόδιον τῶν ποδῶν τοῦ Χριστοῦ.

Ὅρα δὲ καὶ πῶς ἐρωτᾷ. Οὐ γὰρ εἶπε, Τί ὑμῖν δοκεῖ περὶ ἐμοῦ, ἀλλά, περὶ τοῦ Χριστοῦ; ὥστε μὴ πλῆξαι αὐτούς. Ἀλλ’ οὐδὲ ἔχετέ μοι εἰπεῖν ὅτι χωρὶς τοῦ Πνεύματος τοῦτο εἶπεν ὁ Δαβίδ, ἀλλ’ ἐν Πνεύματι ἐκάλεσεν αὐτὸν Κύριον, τουτέστι, τῇ τοῦ Πνεύματος κινούμενος χάριτι. Πῶς οὖν ὁ Χριστὸς υἱός ἐστι τοῦ Δαβίδ, ἀλλ’ οὐχὶ καὶ κύριος αὐτοῦ καὶ Θεός;

Ὁ οὖν ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. Καὶ ἔλεγεν αὐτοῖς, τοῖς τοῦ ὄχλου φημί, Φυλάττεσθε ἀπὸ τῶν Γραμματέων, τῶν στολὰς φορούντων σεμνοτέρας, καὶ ἐκ τούτων θελόντων προτιμᾶσθαι, καὶ τοὺς ἀσπασμοὺς δὲ καὶ τὰς εὐφημίας ἀποδεχομένων ἐν ταῖς ἀγοραῖς, καὶ ὅσα ἄλλα πρὸς δόξαν ἐπιτηδευόντων, οἳ καὶ τὰς οἰκίας τῶν χηρῶν κατεσθίουσιν.

Ὑπεισήρχοντο γὰρ τὰς ἀπροστατεύτους γυναῖκας, ὡς δῆθεν προστάται αὐτῶν ἐσόμενοι, καὶ προφάσει τοῦ μακρὰ προσεύχεσθαι, καὶ προσχήματι εὐλαβείας καὶ ὑποκρίσει ἀπατῶντες τοὺς ἀφελεστέρους, κατήσθιον τὰς οἰκίας τῶν πλουσίων. Οὗτοι τοίνυν περισσότερον κατακριθήσονται τῶν ἄλλων Ἰουδαίων τῶν ἁμαρτανόντων. Δυνατοὶ γάρ, δυνατῶς ἐτασθήσονται.

Ἅμα δὲ διὰ τούτων καὶ τοὺς ἀποστόλους διδάσκει μὴ κατὰ τοὺς Γραμματεῖς πολιτεύεσθαι, ἀλλ’ αὐτὸν μιμεῖσθαι. Διδασκάλους γὰρ αὐτοὺς χειροτονῶν, εἰκότως καὶ περὶ τοῦ βίου αὐτοῖς ὑποτίθεται. «Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. Καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά, καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλλε λεπτὰ δύο, ὃ ἔστι κοδράντης. Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκε τῶν βαλόντων εἰς τὸ γαζοφυλάκιον. Πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δέ, ἐκ τῆς ὑστερήσεως αὐτῆς, πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.» Θαυμαστόν τι ἔθος παρὰ τοῖς Ἰουδαίοις ἐκράτει, ὥστε τοὺς ἔχοντας καὶ βουλομένους βάλλειν εἰς τὸν ἐν τῷ ἱερῷ θησαυρὸν (οὗτος γὰρ ἐκαλεῖτο γαζοφυλάκιον), ὡς ἂν οἵ τε ἱερεῖς καὶ οἱ πένητες καὶ αἱ χῆραι ἐκ τούτων διατρέφοιντο. Πολλῶν οὖν τὸ τοιοῦτο ποιούντων, καὶ χήρα προσελθοῦσα τὴν ἑαυτῆς προαίρεσιν ἐπεδείξατο εὐπορωτέραν τῆς δυνάμεως.

Δόξα σοι, Χριστέ, ὃς καὶ τὰ μικρὰ δέχῃ ὑπὲρ τὰ μεγάλα πολλάκις. Γένοιτο καὶ τὴν ἐμὴν ψυχὴν χήραν γενέσθαι, ἀποβαλοῦσαν τὸν Σατανᾶν, ᾧ προσεκολλήθη, καὶ βαλεῖν εἰς τὸν ἱερὸν θησαυρὸν δύο λεπτά, τὴν σάρκα καὶ τὸν νοῦν, λεπτύνασαν αὐτά, διὰ τῆς ἐγκρατείας μὲν τὴν σάρκα, διὰ δὲ τῆς ταπεινώσεως, τὸν νοῦν, ἵνα καὶ ἐγὼ ἀκούσω ὅτι ὅλον μου τὸν βίον ἱερὸν ἐποιησάμην, οὐδὲν ὑπολείψας νόημα ἢ κίνημα τῷ κόσμῳ.

ΚΕΦΑΛ. ΙΓʹ. Περὶ τῆς συντελείας. Περὶ τῆς ἡμέρας καὶ ὥρας. «Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι, καὶ ποταπαὶ οἰκοδομαί. Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῳ ὃς οὐ μὴ καταλυθῇ. Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·

Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα πάντα συντελεῖσθαι;» Ἐπειδὴ πολλὰ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλὴμ ἔλεγεν ὁ Κύριος, ὅτι, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, οἱ μαθηταὶ αὐτοῦ θαυμάζοντες, ὥσπερ εἰ τοσαῦτα μεγέθη καὶ κάλλη οἰκοδομημάτων ἀφανισθήσεται, δεικνύουσιν αὐτῷ τὴν τοῦ ναοῦ τοσαύτην εὐπρέπειαν. Ὁ δὲ οὐδὲν ἧττον ἀπολεσθήσεσθαι ταῦτα προαναφωνεῖ, καὶ τοσοῦτον, ὥστε μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι. Καὶ μήν φασί τινες ὡς πολλὰ ἀπέμειναν λείψανα τῆς Ἱερουσαλὴμ τῆς παλαιᾶς πόλεως, ὥστε πειρῶνται δεῖξαι ψευδῆ τὸν Χριστόν, ἀλλ’ οὐκ ἔστι τοῦτο. Εἰ γὰρ καὶ ὑπελείφθησάν τινα λείψανα, ὅπερ οὐκ ἔστιν ἀληθές, ἀλλ’ οὖν ἄχρι τῆς καθόλου συντελείας οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθῳ.

Πλὴν ἱστόρηται, ὅτι ὁ Αἴλιος Ἁδριανὸς κατέσκαψε τὴν πόλιν καὶ τὸ ἱερὸν ἐκ βάθρων αὐτῶν, ὥστε καὶ τοῦτο ἐπ’ αὐτοῦ πληρωθῆναι, τό, μηδὲ λίθον ὑπολειφθῆναι ἐπὶ λίθῳ. Καθημένου δὲ αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ ἐρωτῶντες, Πότε ταῦτα ἔσται; τουτέστι, πότε συντελεσθήσεται τὰ τῆς Ἱερουσαλήμ;

Ὁ δέ, πρὸ τοῦ ἀποκρίνασθαι αὐτοῖς περὶ ὧν ἠρώτησαν, ἀσφαλίζεται τὴν διάνοιαν αὐτῶν, ἵνα μὴ πλανηθῶσιν. Ἐπεὶ γὰρ ἀρξαμένων τῶν κατὰ τὴν Ἰουδαίαν νοσεῖν, ἐπανέστησάν τινες διδασκάλους ἑαυτοὺς λέγοντες, φησὶν ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε. «Ὁ δὲ Ἰησοῦς, ἀποκριθεὶς αὐτοῖς, ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι, Ἐγώ εἰμι Χριστός, καὶ πολλοὺς πλανήσουσιν· ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Καὶ ἔσονται σεισμοὶ κατὰ τόπους. Καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. Ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ Εὐαγγέλιον.» Πολλοὶ ἐλεύσονται, οἷος ἦν Ἰούδας, οἷος Θευδᾶς, οἳ ἔλεγον ἑαυτοὺς ὑπὸ τοῦ Θεοῦ πεμφθῆναι.

Πολέμους δὲ ἀκούσεσθε, φησίν, οὓς καὶ ὁ Ἰώσηπος ἱστορεῖ γεγενῆσθαι πρὸ τῆς ἁλώσεως. Καὶ γὰρ ἀντῆρε μὲν τὸ ἔθνος, καὶ οὐκ ἐδίδου τοὺς φόρους Ῥωμαίοις. Οἱ δέ, ὀργισθέντες, ἐπῆλθον καὶ συνεχεῖς ἐφόδους ἐποίουν, ἀλλ’ οὔπω δὲ τέλος τῆς Ἱερουσαλήμ.

Ἐφιλανθρωπεύοντο γὰρ οἱ Ῥωμαῖοι. Οὐ μόνον δὲ πόλεμοι ἐγένοντο, ἀλλὰ καὶ θεήλατοι πληγαί, λιμοὶ καὶ σεισμοί, δεικνῦντος προφανῶς αὐτοῖς τοῦ Θεοῦ, ὅτι αὐτὸς αὐτοῖς πολεμεῖ. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων, τουτέστι, τῶν συμβησομένων αὐτοῖς κακῶν. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια. Εὐκαίρως παρενέβαλε τὴν περὶ αὐτῶν διήγησιν, ὅτι παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, ὡς ἂν ἔχωσί τινα παραμυθίαν ἀπὸ τῶν κοινῶν ἐπὶ ταῖς ἰδίαις συμφοραῖς. Ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν. Ἕνεκεν ἐμοῦ ἀχθήσεσθε ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, παραμυθίαν αὐτοῖς οὐ μακρὰν ἐνέθηκεν, ὅτι ὑπὲρ αὐτοῦ μέλλουσι πάσχειν. Τὸ δέ, οἷς μαρτύριον αὐτοῖς, τουτέστιν, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους καὶ ἐντεῦθεν ἤδη κατακρίτους· ὅτι καὶ στρεβλοῦντες ὑμᾶς οὐκ ἠδυνήθησαν περιγενέσθαι τῆς ἀληθείας. Εἶτα ἵνα μὴ νομίσωσιν ὅτι οἱ κίνδυνοι καὶ αἱ θλίψεις κωλύουσι τὸ κήρυγμα, φησίν, ὅτι καὶ εἰς πάντα τὰ ἔθνη δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον, καὶ τότε ἁλώσεται ἡ Ἱερουσαλήμ. Ὅτι γὰρ πρὸ τῆς ἁλώσεως ἐκηρύχθη τὸ Εὐαγγέλιον, ἄκουε τοῦ Παύλου· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Καὶ τοῦτο δὲ εἰς κατάκρισιν πλείονα τῶν Ἰουδαίων γέγονε, τὸ πρὸ τῆς ἁλώσεως κηρυχθῆναι πανταχοῦ.

Ἔδει γὰρ αὐτοὺς ἰδόντας πῶς ἐν βραχεῖ καιρῷ εἰς πάντα τὸν κόσμον διέδραμε τὸ κήρυγμα, ἐπιγνῶναι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ μεταγνῶναι, καὶ ἀφεθῆναι τῶν συμφορῶν, ἀλλ’ οὐ συνῆκαν. Διὰ τοῦτο καὶ μεῖζον αὐτοῖς τὸ κρῖμα. «Ὅταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε. Ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε. Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον.

Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ἄνομά μου. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Πρὶν ἢ γὰρ τὸν πόλεμον τέλεον ἐξαφθῆναι, τί οὐκ ἔπαθον παρ’ αὐτῶν οἱ ἀπόστολοι, δικαστηρίοις παριστάμενοι, καὶ ἐπὶ βασιλεῖς ἀπαγόμενοι, Ἡρώδην καὶ Ἀγρίππαν καὶ Νέρωνα; Μὴ οὖν προμεριμνᾶτε τί ἀπολογήσεσθε, ἀλλ’ ἐν αὐτῇ τῇ ὥρᾳ δώσει ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον ἃ λαλήσετε.

Προαναφωνεῖ δὲ αὐτοῖς καὶ τὸ πάντων χείριστον. ὅτι καὶ ὑπὸ τῶν οἰκειοτάτων πολεμηθήσεσθε. Λέγει δὲ τοῦτο, ἵνα προακούσαντες ἑτοιμασθῶσι, καὶ λοιπὸν κούφως φέρωσι τὸ δεινόν. Εἶτα ἡ παραμυθία, τό, Ἕνεκεν ἐμοῦ ἔσεσθε μισούμενοι. Τὸ γὰρ ἕνεκεν αὐτοῦ μισεῖσθαι, ἱκανόν ἐστι πάσας ἐπικουφίσαι τὰς συμφοράς. Ἀλλὰ καὶ τὸ σωθήσεσθαι τὸν ὑπομείναντα εἰς τέλος, καὶ τοῦτο μεγίστη παράκλησις. «Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἐστὼς ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη. Ὁ δὲ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ εἰς τὸν ἀγρὸν ὤν, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ.

Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.» Βδέλυγμα τῆς ἐρημώσεως, ὁ ἀνδριὰς τοῦ τὴν πόλιν ἑλόντος. Βδέλυγμα γὰρ πᾶν εἴδωλον λέγεται. Ἐρημώσεως δέ, διότι ἁλούσης τῆς Ἱερουσαλήμ, καὶ ἐρήμωσιν πασχούσης ἕστησαν αὐτὸ ἔσω τῶν ἀδύτων τοῦ ναοῦ. Ἀλλὰ καὶ ὁ Πιλάτος, τὰς τοῦ Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερὸν ἀγαγών, πολλοῦ θορύβου τῷ πλήθει ἐγένετο αἴτιος. Ἔκτοτε ἤρξατο καὶ ὁ πόλεμος καὶ ἡ ἐρήμωσις τῆς Ἱερουσαλήμ. Τότε τοίνυν οἱ ἐν τῇ Ἰουδαίᾳ ὄντες, φευγέτωσαν εἰς τὰ ὄρη. Καλῶς δὲ εἶπεν, οἱ ἐν τῇ Ἰουδαίᾳ. Οἱ γὰρ ἀπόστολοι οὐκ ἦσαν ἐν τῇ Ἰουδαίᾳ, ἀλλ’, ὡς ἔφημεν, πρὸ τοῦ πολέμου ἐδιώχθησαν ἀπὸ τῆς Ἱερουσαλήμ· μᾶλλον δὲ ἐξῆλθον αὐτοί, θείῳ κινούμενοι Πνεύματι. Οἱ γοῦν εὑρεθέντες ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν, καὶ ὁ ἐπὶ τοῦ δώματος, μηδενὸς τῶν ἐν τῇ οἰκίᾳ ἐπιστραφήτω. Ἀγαπητὸν γὰρ εἰ καὶ γυμνῷ τῷ σώματι διασωθείη τις, ἀλλὰ καὶ ταῖς ἐχούσαις τέκνα καὶ ταῖς ἐγκύοις, οὐαί. Διατί;

Διότι αἱ μὲν ἔχουσαι τέκνα, τῇ πρὸς αὐτὰ στοργῇ κατεχόμεναι, οὐ δυνήσονται φεύγειν, αἱ δὲ ἐν γαστρὶ ἔχουσαι, διὰ τὸ τῆς κυοφορίας ἄχθος, οὐδὲ αὗται ῥᾳδίαν τὴν φυγὴν ἕξουσιν. Οἶμαι δὲ καὶ τὴν τεκνοφαγίαν ἐνταῦθα σημαίνειν. Ἐν γὰρ τῷ λιμῷ πολιορκούμενοι, καὶ τῶν τέκνων ἥψαντο. «Προσεύχεσθε δέ, ἵνα μὴ γένηται ἡ φυγὴ ἡμῶν χειμῶνος. Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. Καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τῆς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας.» Εἰ χειμῶνος γὰρ γένοιτο ἡ φυγή, ἀπὸ τῆς τοῦ καιροῦ δυσκολίας ἐμποδισθήσονται οἱ φεύγειν θέλοντες, καὶ ὅλως θλίψις ἔσται, τῶν πώποτε γενομένων ἢ γενησομένων χαλεπωτέρα.

Καὶ εἰ μὴ ἐκολόβωσεν ὁ Θεός, τουτέστι, συντόμως κατέλυσε τὸν πόλεμον τῶν Ῥωμαίων, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, τουτέστιν, Ἰουδαῖος οὐκ ἂν ὑπελείφθη· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, τουτέστι τοὺς ἐξ Ἑβραίων πιστεύσαντας, ἢ καὶ ὕστερον μέλλοντας πιστεύειν, κατελύθη συντόμως ὁ πόλεμος. Ὁ γὰρ Θεὸς προγινώσκων, ὅτι ἐξ Ἑβραίων πολλοὶ πιστεύσουσι μετὰ τὴν ἅλωσιν, τούτου χάριν οὐ συνεχώρησε παντελῶς ἀφανισθῆναι τὸ γένος. Δύναται δὲ ταῦτα καὶ ἀναχθῆναι ἠθικώτερον. Βδέλυγμα τῆς ἐρημώσεως, ἐστὶ πᾶν νόημα σατανικόν, ἑστὼς ἐν τόπῳ ἁγίῳ, τῷ ἡμετέρῳ νοΐ. Τότε τοίνυν ὁ ἐν τῇ Ἰουδαίᾳ ὢν φευγέτω εἰς τὰ ὀρεινά, τουτέστιν, ὁ ἐξομολογησάμενος ἀνατρεχέτω εἰς τὰ ὄρη τῶν ἀρετῶν. Ἰουδαία γὰρ ἐξομολόγησις λέγεται· καὶ ὁ ἐν ὑψηλῷ ἱστάμενος μὴ καταβάτω. Ὅταν γὰρ ἐμπαθές τι νόημα σταθῇ ἐν ἡμῖν, δεῖ διὰ τῆς ἐξομολογήσεως ἀνατρέχειν εἰς τὰ ὑψηλά, καὶ μὴ καταβαίνειν ἀπὸ τοῦ ὕψους τῆς ἀρετῆς.

Καὶ ὁ ἐργαζόμενος τὸ καλὸν μὴ ἐπιστρεψάτω ὥστε ἆραι τὴν παλαιὰν συνείδησιν, ἥτις ἐστὶν ἱμάτιον, ὃ ἀπεδύσατο. Οὐαὶ δὲ τῷ ἐν χειμῶνι φεύγοντι· δεῖ γὰρ ἡμᾶς φεύγειν ἀπὸ τῆς ἁμαρτίας μετὰ θερμότητος, καὶ μὴ ψυχρῶς καὶ ἀκινήτως. Τοιοῦτον γὰρ τὸ ἐν τῷ χειμῶνι φεύγειν αἰνίττεται. «Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.

Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν πάντα. Ἀλλ’ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.

Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως καὶ δόξης πολλῆς.» Πεπλήρωκε μὲν ἤδη τὰ περὶ τῆς Ἱερουσαλήμ. Ἄρχεται δὲ λοιπὸν περὶ τῆς τοῦ Ἀντιχρίστου παρουσίας λέγειν. Τὸ δέ, τότε, μὴ νοήσῃς, ὅτι ὅταν τὰ ἀνωτέρω ῥηθέντα περὶ τῆς Ἱερουσαλὴμ γένωνται, τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ Χριστός, μὴ πιστεύσητε, ἀλλὰ γινώσκετε ὅτι ἰδίωμά ἐστι τῆς Γραφῆς τοῦτο, ὥσπερ καὶ ὁ Ματθαῖος, μετὰ τὴν γέννησιν τοῦ Χριστοῦ, λέγει· Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται ὁ Ἰωάννης. Ποίαις ἡμέραις;

Ἆρα ταῖς ἐφεξῆς μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν; Οὐχί, ἀλλ’ ἀορίστως. Οὕτως οὖν καὶ ἐνταῦθα λέγει, τότε, οὐχ ὅταν ἡ Ἱερουσαλὴμ ἐρημωθῇ, ἀλλὰ κατὰ τοὺς καιροὺς τῆς τοῦ Ἀντιχρίστου παρουσίας, μὴ πλανηθῆτε. Πολλοὶ γὰρ ὑποποιήσονται τὸ τοῦ Χριστοῦ ὄνομα, ὥστε καὶ τοὺς ἐκλεκτοὺς πλανᾷν. Μετὰ δὲ τὴν τοῦ Ἀντιχρίστου παρουσίαν, ἡ κτίσις πᾶσα ἀλλοιωθήσεται, σκοτιζομένων τῶν ἀστέρων διὰ τὴν ὑπερβολὴν τοῦ φωτὸς τοῦ Χριστοῦ. Σαλευθήσονται δὲ αἱ ἀγγελικαὶ δυνάμεις, τουτέστιν ἐκπλαγήσονται, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην, καὶ τοὺς συνδούλους αὐτῶν κρινομένους. Καὶ τότε ὄψονται τὸν Κύριον, ὡς Υἱὸν ἀνθρώπου, τούτεστιν ἐνσώματον.

Τὸ γὰρ θεωρούμενον, πάντως σῶμα. Ἀλλ’ εἰ καὶ ἐνσώματος ὡς ἄνδρωπος ἔρχεται, ἀλλά γε μετὰ δυνάμεως καὶ δόξης πολλῆς. «Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὑτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἁπαλὸς γένηται, καὶ ἐκφυῇ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. Οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ πάντα ταῦτα γένηται.

Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ὁρᾷς ὅτι καὶ ὁ Υἱὸς τοὺς ἀγγέλους στέλλει, ὥσπερ καὶ ὁ Πατήρ; Ποῦ τοίνυν οἱ λέγοντες ὅτι οὐκ ἔστιν ἴσος τῷ Θεῷ καὶ Πατρί; Ἐλεύσονται τοίνυν οἱ ἄγγελοι ἐπισυνάγοντες τοὺς ἐκλεκτούς, ὡς ἂν ἁρπαγέντες ἐν νεφέλαις, ὑπαντήσωσι τῷ Κυρίῳ. Ἀπὸ δὲ τῆς συκῆς μάνθανε ὃ λέγω· ὥσπερ καὶ τῆς συκῆς φύλλα ἤδη ἐχούσης εὐθὺς τὸ θέρος, οὕτω καὶ μετὰ τὴν θλίψιν τοῦ Ἀντιχρίστου εὐθὺς οὐδενὸς μεσολαβοῦντος, ἡ τοῦ Χριστοῦ παρουσία, ἥτις θέρος τῷ ὄντι ἐστὶ τοῖς δικαίοις ἀπὸ χειμῶνος, τοῖς μέντοι ἁμαρτωλοῖς χειμὼν ἀπὸ θέρους. Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ γενεὰ αὕτη, τουτέστι τῶν πιστῶν, τῶν Χριστιανῶν λέγω, οὐ μὴ παρέλθῃ, ἕως ταῦτα πάντα, τά τε περὶ τῆς Ἱερουσαλήμ, καὶ τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως γένηται. Οὐ γὰρ δήπου γενεὰν λέγει τὴν τῶν ἀποστόλων. Ἐπεὶ οὐδὲ ἄχρι τῆς συντελείας τοῦ κόσμου ζῶσιν οἱ ἀπόστολοι, οἵγε οὐδὲ ἄχρι τῆς συντελείας τῆς Ἱερουσαλὴμ οἱ πλείονες ἔφθασαν ζῇν. Γενεὰν οὖν τὴν τῶν Χριστιανῶν λέγει, παραμυθούμενος τοὺς ἀποστόλους. Ἵνα γὰρ μὴ ὑπολάβωσιν ὅτι τοσούτων κακῶν γινομένων, ἵσως ἐκλείψει ἡ πίστις, φησὶν ὅτι, Θαῤῥεῖτε, οὐ παρελεύσεται ἡ γενεὰ τῶν πιστῶν, οὐδὲ ἐκλείψει. Πρότερον γὰρ ἂν τὰ ἀκίνητα ταῦτα στοιχεῖα, ὁ οὐρανός φημι καὶ ἡ γῆ, παρελεύσεται, ἢ οἱ ἐμοὶ λόγοι κατά τι διαπεσοῦνται.

Πάντα γὰρ ὅσα εἶπον, τελεσθήσονται. «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο, ἵνα γρηγορῇ.

Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ Κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. Ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω, Γρηγορεῖτε.» Θέλων ὁ Κύριος κωλύσαι τοὺς μαθητὰς ἀπὸ τοῦ ἐρωτᾷν περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας, φησὶν ὅτι οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς οἶδεν.

Εἰ γὰρ εἶπεν ὅτι Οἶδα μέν, οὐ θέλω δὲ ὑμῖν ἀποκαλύψαι, ἐλύπησεν ἂν αὐτούς. Νῦν δὲ σοφώτερον μεταχειρίζεται, καὶ ἀπείργει αὐτοὺς ὅλως τοῦ ζητεῖν μαθεῖν καὶ ἐνοχλεῖν αὐτῷ, ἐν τῷ εἰπεῖν, ὅτι, Οὔτε οἱ ἄγγελοι, οὔτε ἐγὼ οἶδα. Ἀπὸ δὲ παραδείγματός τινος νοήσεις τὸ λεγόμενον. Πολλάκις παιδία μικρὰ βλέπουσι τοὺς πατέρας αὐτῶν κρατοῦντάς τι ἐν ταῖς χερσί, καὶ ζητοῦσι τοῦτο. Οἱ δὲ πατέρες οὐ βούλονται δοῦναι. Τὰ δὲ κλαυθμυρίζονται ὡς μὴ λαμβάνοντα, τελευταῖον μέντοι οἱ πατέρες κρύπτουσιν ἐκεῖνο, ὃ κρατοῦσι, καὶ ἐπιδεικνύντες τὰς χεῖρας κενὰς τοῖς παιδίοις, ἱστῶσιν αὐτὰ τοῦ κλαυθμοῦ.

Οὕτω καὶ ὁ Κύριος, ὡς παιδίοις τοῖς ἀποστόλοις προσφερόμενος, ἀπέκρυψε τὴν ἡμέραν. Εἰ γὰρ εἶπεν, ὅτι Οἶδα, οὐ λέγω δέ, ἠνιάσθησαν ἄν, ὡς μὴ παρ’ αὐτοῦ μανθάνοντες. Ὅτι δὲ γινώσκει ὁ Κύριος τὴν ἡμέραν καὶ τὴν ὥραν, πρόδηλον. Αὐτὸς γὰρ τοὺς αἰῶνας ἐποίησεν· ὃ οὖν ἐποίησε, πῶς οὐ γινώσκει;

Ἀλλὰ δὴ καὶ συμφερόντως ἀπέκρυψεν ὁ Θεὸς τὴν συντέλειαν τοῦ βίου, εἴτε τὴν καθολικὴν εἴτε τὴν ἑνὸς ἑκάστου, ἵνα ὡς ἀδήλου ὄντος τοῦ τέλους, ἀεὶ ἀγωνιζώμεθα, προσδοκῶντες αὐτὸ καὶ φοβούμενοι μὴ ἀνετοίμοις ἐπιστῇ. Σκοπήσωμεν δὲ καὶ τὰς λέξεις. Ὀψὲ μὲν ἐφίσταται τὸ τέλος, ὅταν τις γηράσας ἀποθάνῃ. Μεσονυκτίου δέ, ὅταν τις μέσης ἡλικίας εἴη. Ἀλεκτοροφωνίας δὲ ὅταν ὁ λόγος ἐν ἡμῖν συμπληρωθῇ. Ἀλέκτωρ γὰρ ὁ λόγος, ὁ ἐγείρων ἡμᾶς ἀπὸ τοῦ ὕπνου τῆς ἀναισθησίας. Ὅταν οὖν ἄρξηται κατὰ λόγον ζῇν ὁ παῖς καὶ φρονεῖν, τότε ὁ ἀλέκτωρ ἐν αὐτῷ φωνεῖ. Πρωΐα δέ, ἡ παντελῶς παιδικὴ ἡλικία. Δεῖ οὖν πάντας προνοεῖσθαι τοῦ τέλους.

Κἂν γὰρ παιδίον εἵη, προνοητέον καὶ τούτου, μήπως ἀβάπτιστον ἀπέλθοι. Πᾶσι δὲ ταῦτα παραγγέλλει ὁ Κύριος, καὶ τοῖς κοσμικωτέροις, καὶ τοῖς ἀναχωρηταῖς. Ὀφείλομεν οὖν γρηγορεῖν καὶ προσεύχεσθαι ἄμφω ταῦτα. Πολλοὶ γὰρ γρηγοροῦσι μέν, ἀλλ’ εἰς πονηρὰ τὰς νύκτας ἀναλίσκοντες. Ὅρα δὲ πῶς οὐκ εἶπεν, ὅτι, Οὐκ οἶδα πότε ὁ καιρός ἐστιν, ἀλλ’, Οὐκ οἴδατε. Διὰ γὰρ τὸ ἡμῶν συμφέρον ἀπέκρυψεν.

Εἰ γὰρ καὶ νῦν ἀδήλου τοῦ τέλους ὄντος, κατ’ ἀλλήλων μαινόμεθα, τί οὐκ ἂν ἐποιοῦμεν εἰ ἐγινώσκομεν τὸ τέλος; Εἰς ἐσχάτην γὰρ κακίαν τὸν πρὸ τῆς τελευτῆς καιρὸν ἀνηλίσκομεν ἄν, εἶτα μιᾷ ἡμέρᾳ μετάνοιαν ἐνδεικνύμενοι, ἐβλαπτόμεθα ἂν τὰ χείριστα.