Τότε δέ, ὥσπερ οἱ ἄγγελοι ἄνευ διαδοχῆς γαμικῆς οἱ αὐτοί εἰσι, καὶ οὐδέποτε λήγουσιν· οὕτω καὶ οἱ ἀνιστάμενοι ἄνευ γάμου ἀνελάττωτοι διαμένουσι.
Καὶ ἄλλως δὲ ἐλέγχονται μὴ εἰδότες τὰς Γραφάς.
Εἰ γὰρ ἐνόουν ταύτας, ἐνόησαν ἂν καὶ πῶς εἵρηται τό, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, ὡς δηλαδὴ ζώντων. Οὐ γὰρ εἶπεν, ὅτι Ἐγὼ ἥμην, ἀλλ’, Εἰμί. Ὡς ἐνεστώτων κἀκείνων, καὶ μὴ ἀπολομένων. Ἀλλ’ ἴσως εἴποι τις ὡς τοῦτο περὶ τῆς ψυχῆς τοῦ Ἀβραὰμ εἴρηκε μόνης ὁ Κύριος, οὐχὶ καὶ περὶ τοῦ σώματος, ὥστε τὰ σώματα οὐκ ἀνίστανται. Λέγω οὖν πρῶτον μέν, ὅτι Ἀβραὰμ τὸ συναμφότερον λέγεται, ψυχὴ καὶ σῶμα, ὥστε καὶ τοῦ σώματός ἐστι Θεός, ζῶντος καὶ αὐτοῦ παρὰ τῷ Θεῷ, καὶ μὴ πάντη εἰς τὸ μὴ ὃν χωρήσαντος. Ἔπειτα ὅτι οἱ Σαδδουκαῖοι περὶ τῆς τῶν σωμάτων ἀναστάσεως ἀμφέβαλλον. Ὥστε καὶ ὁ Κύριος περὶ τῶν σωμάτων εἶπεν ὅτι ζῶσι παρὰ τῷ Θεῷ, οὐχὶ περὶ τῶν ψυχῶν. Τοῦτο γὰρ ἤδη ὡμολόγητο καὶ παρὰ τοῖς σαρκικοῖς Σαδδουκαίοις. Ἔπειτα καὶ τοῦτο σκόπει, ἡ ἀνάστασις, τοῦ πεπτωκότος ἐστὶν ἀνάστασις. Ἔπεσε δὲ οὐχ ἡ ψυχή, ἀθάνατος γάρ, ἀλλὰ τὸ σῶμα· τοῦτο ἄρα καὶ ἀναστήσεται, προσπλακὲν πάλιν τῇ ὁμοζύγῳ ψυχῇ. «Καὶ προσελθὼν εἷς τῶν Γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, ποία ἐστὶ πρώτη πασῶν ἐντολή;