Ὁ γὰρ Κύριος οὐκ εἶπε, Καταλύσω ἐγὼ τὸν ναόν, ἀλλά, Λύσατε. Καὶ οὐδέ, χειροποίητον, εἶπεν, ἀλλ’ ἁπλῶς, ναόν. Ὁ δὲ ἀρχιερεὺς ἀναστὰς ἐρωτᾷ τὸν Ἰησοῦν, βουλόμενος εἰς ἀπολογίαν αὐτὸν ἑλκύσαι, ἵνα ἐκ τῆς ἀπολογίας δράξηται αὐτοῦ. Ὁ δὲ σιωπᾷ, γινώσκων ὅτι οὐ προσέξουσι τοῖς αὐτοῦ λόγοις· ὃ καὶ ὁ Λουκᾶς λέγει, ὅτι ἐρωτώμενος ὁ Κύριος, εἶπεν· Ἐὰν εἴπω ὑμῖν, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. «Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ εὐλογητοῦ; Ὁ δὲ Ἰησοῦ εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Ὁ δὲ ἀρχιερεύς, διαῤῥήξας τοὺς χιτῶνας αὐτοῦ, λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἠκούσατε τῆς βλασφημίας, τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου· καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.» Ἐρωτᾷ πάλιν ὁ ἀρχιερεύς, οὐχ ἵνα μαθὼν πιστεύσῃ, ἀλλ’ ἵνα δράξηταί τινος ἀφορμῆς· προστίθησι δὲ τῷ, Σὺ εἶ ὁ Χριστός, τό, ὁ Υἱὸς τοῦ εὐλογητοῦ. Πολλοὶ γὰρ ἦσαν χριστοί, οἱ βασιλεῖς λέγω καὶ οἱ ἀρχιερεῖς, ἀλλ’ οὐδεὶς τούτων Υἱὸς ἦν τοῦ Θεοῦ, τοῦ ἀεὶ εὐλογημένου καὶ ὑμνουμένου. Ὁ δὲ Ἰησοῦς εἶπεν, ὅτι Ἐγώ εἰμι.