Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τὰ εὐαγγέλια ἐξηγήσεις

Θεοφύλακτος Βουλγαρίας

Ερμηνεία εις το Κατά Μάρκον: Το Πάθος, η Ανάσταση και η Ανάληψη του Κυρίου

Τα γεγονότα της προδοσίας, του Μυστικού Δείπνου, του Πάθους και της Σταύρωσης, καταλήγοντας στην Ανάσταση και την Ανάληψη του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 11 από 28

ΚΕΦΑΛ. ΙΔʹ. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τοῦ Πάσχα. Περὶ τῆς τοῦ Χριστοῦ παραδόσεως. Περὶ τῆς ἀρνήσεως τοῦ Πέτρου. Περὶ τῶν τῷ Κυρίῳ παρὰ τῷ ἀρχιερεῖ ἐπιτεθεισῶν αἰτιῶν. «Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα, μετὰ δύο ἡμέρας.

Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς, πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ. Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς, πολυτελοῦς. Καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἡδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ.» Τῇ τετράδι τὸ συμβούλιον συνέστη.

Καὶ διὰ τοῦτο νηστεύομεν καὶ ἡμεῖς τὰς τετράδας. Ἐκεῖνοι μὲν οὖν ἠβούλοντο τὸν τῆς ἑορτῆς καιρὸν ὑπερθέσθαι, οὐ συνεχωρήθησαν δέ, ἀλλ’ αὐτὸς ἑαυτῷ τὸν καιρὸν τοῦ πάθους τηρῶν, κατὰ τὸ Πάσχα εὐδόκησε σταυρωθῆναι. Αὐτὸς γὰρ ἦν τὸ Πάσχα τὸ ἀληθινόν. Ὅθεν θαυμάσαι πάρεστι τὴν αὐτοῦ δύναμιν. Ὅτε μὲν γὰρ ἐκεῖνοι ἠβούλοντο κατασχεῖν αὐτόν, οὐκ ἠδύναντο· ὅτε δὲ ἐκεῖνοι οὐκ ἠβούλοντο διὰ τὴν ἑορτήν, τότε αὐτὸς ἑκὼν ἑαυτὸν ἐξέδωκεν. Ὄντος δὲ αὐτοῦ ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, ἦλθε γυνή. Καὶ οἱ τέσσαρες μνημονεύουσι τοῦ μύρου. Καὶ δοκεῖ μὲν παρά τισι μία εἶναι, οὐκ ἔστι δέ, δύο δὲ εἰσί. Μία μέν, ἡ παρὰ τῷ Ἰωάννῃ, ἡ καὶ τοῦ Λαζάρου ἀδελφὴ οὖσα. Ἑτέρα δέ, ἡ παρὰ τοῖς λοιποῖς τρισί. Πλὴν πρόσεχε, καὶ εὑρήσεις ταύτας τρεῖς οὔσας. Παρὰ μὲν τῷ Ἰωάννῃ, μίαν, παρὰ δὲ τῷ Λουκᾷ, ἄλλην, παρὰ δὲ τοῖς δυσίν, ἑτέραν μίαν. Ἡ γὰρ παρὰ τῷ Λουκᾷ, καὶ πόρνη ἦν, καὶ περὶ τὰ μέσα τοῦ κηρύγματος, ἡ δὲ παρὰ τῷ Ματθαίῳ, πρὸς τῷ καιρῷ τοῦ πάθους. Καὶ οὐδὲ πόρνη ὁμολογουμένως· ἀποδέχεται δὲ αὐτῆς ὁ Κύριος τὴν προαίρεσιν, ὡς τοσαῦτα ἀναλωσάσης περὶ τὴν νάρδον. Πιστικὴν δὲ νάρδον νόει, ἤτοι εἶδος νάρδου, οὕτω λεγόμενον πιστική, ἢ τὴν ἄδολον νάρδον, καὶ μετὰ πίστεως κατασκευασθεῖσαν. Ἦσαν δέ τινες ἀγανακτοῦντες. Ὁ δὲ Ἰωάννης, τὸν Ἰούδαν φησὶν ἀγανακτῆσαι.

Εἰκὸς οὖν καὶ τοὺς ἄλλους μὲν ἀποστόλους μέμψασθαι τὴν γυναῖκα, ὡς ἀκούσαντας τοῦ Χριστοῦ ἀεὶ περὶ ἐλεημοσύνης διδάσκοντος, τὸν μέντοι Ἰούδαν, οὐ τῷ αὐτῷ σκοπῷ κατὰ τῆς γυναικὸς ἀγανακτῆσαι, ἀλλὰ διὰ τὸ φιλάργυρον καὶ αἰσχροκερδὲς αὑτοῦ. Διὰ τοῦτο οὖν καὶ Ἰωάννης τούτου μόνου μνημονεύει, ὡς δολερῷ σκοπῷ μεμψαμένου τὴν γυναῖκα. Καὶ ἐνεβριμῶντο αὐτῇ, τουτέστιν ἠγανάκτουν, ὕβριζον, ἐπίπληκτον αὐτῇ. «Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν. Τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.

Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε, δύνασθε αὐτοὺς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ὃ ἔσχεν αὕτη, ἐποίησε, προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. Ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.» Μέμφεται ὁ Κύριος τοῖς ἀποστόλοις, ὡς ἀκαίρως ἐμποδίζουσι τῇ προθυμίᾳ τῆς γυναικός. Τί γάρ, φησίν, αὐτῇ κόπους παρέχετε; μεθ’ ὃ προσέφερε τὸ δῶρον, ἀποστρέφοντες αὐτὴν διὰ τοῦ ὀνειδισμοῦ; Ἅμα δὲ καὶ πλήττει τὸν προδότην, ἐν τῷ λέγειν, ὅτι Εἰς τὸν ἐνταφιασμόν μου τοῦτο ἐποίησε, καὶ ὡς ἀσυνείδητον ἐλέγχει. Μονονουχὶ τοῦτο λέγων αὐτῷ, ὅτι Σὺ μὲν εἰς θάνατόν με προδιδούς, οὐκ ἐλέγχεις σεαυτόν. Αὕτη δὲ εἰς τὸν ἐνταφιασμόν μου τὸ μύρον φέρουσα, ὡσανεὶ ὑπὸ Θεοῦ κινηθεῖσα, ἀξία ἐστὶν ἐλέγχεσθαι ὑπὸ σοῦ;

Προφητεύει δὲ ἐνταῦθα ὁ Κύριος δύο προφητείας, ὅτι τε τὸ Εὐαγγέλιον κηρυχθήσεται ἐν ὅλῳ τῷ κόσμῳ, καὶ ὅτι τὸ ἔργον τῆς γυναικὸς συγκηρυχθήσεται. Αἰσχυνέσθωσαν οὖν ἐντεῦθεν οἱ τοὺς πτωχοὺς προτιμῶντες τοῦ Χριστοῦ. Ἤκουσα γὰρ ἐγὼ χρυσοχόων λεγόντων, ὅτι Ἐὰν τὸ ἱερὸν σκεῦος καταλύσας δῶ πτωχοῖς, καὶ ἐγὼ ζήσω, οὐκ ἔστι κρίμα.

Ἀκουέτωσαν οὖν πῶς ὁ Χριστὸς προτιμᾷ τὴν ἑαυτοῦ θεραπείαν, τῶν πτωχῶν. Χριστοῦ δὲ σῶμα κυρίως, τὸ ἐν τῷ δίσκῳ τῷ χρυσῷ, καὶ αἷμα τὸ ἐν τῷ ποτηρίῳ. Ὁ γοῦν ἀφαιρούμενος τὸν δίσκον τὸν πολύτιμον, καὶ ἀναγκάζων τὸ σῶμα τοῦ Χριστοῦ ἐν εὐτελεστέρῳ τίθεσθαι, προφασιζόμενος δὲ τοὺς πτωχούς, γινωσκέτω ποίας μερίδος ἐστίν. «Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.

Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.» Ὅτε ἡ γυνὴ τὴν οἰκείαν φιλοτιμίαν ἐπεδείξατο, τότε μαίνεται ὁ μαθητής, ὁ εἷς τῶν δώδεκα. Οὐ γὰρ ἁπλῶς κεῖται τό, εἷς τῶν δώδεκα· ἀλλ’ ἵνα δείξῃ, ὅτι εἷς τῶν προκρίτων ἐκλεκτὸς καὶ αὐτὸς ὤν. Τί δέ ἐστι τό, ἵνα αὐτὸν παραδῷ; τουτέστιν, ἵνα καταμηνύσῃ αὐτοῖς πότε μόνος ἐστίν; ἐκεῖνοι γὰρ ἐφοβοῦντο ἐπιπεσεῖν αὐτῷ διδάσκοντι, διὰ τὸν ὄχλον. Ἐκεῖνος οὖν ὑπέσχετο μεμονωμένον αὐτὸν παραδοῦναι αὐτοῖς. «Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν Ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν, ἵνα φάγῃς τὸ Πάσχα; Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς·

Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ, Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα, ἐστρωμένον, ἕτοιμον, ἐκεῖ ἑτοιμάσατε ἡμῖν.» Πρώτην ἡμέραν τῶν Ἀζύμων, τὴν πέμπτην λέγει, ἥτις πρὸ τῶν Ἀζύμων ἦν.

Τὰ γὰρ ἄζυμα—τῇ παρασκευῇ ἠσθίοντο. Προσέρχονται οὖν οἱ μαθηταί, ἐρωτῶντες ποῦ φάγωσι τὸ Πάσχα. Ἐκ τούτου δὲ δῆλον, ὡς οὐκ εἶχε καταγώγιον ὁ Χριστὸς ἴδιον, ἀλλ’ οὐδὲ οἱ μαθηταὶ οἰκίας εἶχον. Εἰ γὰρ ἄν, προσελάβοντο αὐτὸν ἐκεῖ. Ἀποστέλλει δὲ δύο τῶν μαθητῶν αὐτοῦ, Πέτρον καὶ Ἰωάννην, ὡς ὁ Λουκᾶς λέγει, πρὸς ἄνθρωπον ἀγνώριστον, δεικνύων αὐτοῖς, ὅτι ἠδύνατο μὴ παθεῖν.

Ὁ γὰρ τὴν διάνοιαν τούτου τοῦ ἀγνωρίστου πείσας ὑποδέξασθαι αὐτόν, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς ἄλλοις; Δίδωσι δὲ αὐτοῖς καὶ σημεῖον τοῦ εὑρεῖν τὴν οἰκίαν, τὸ ἀκολουθῆσαι ἀνθρώπῳ βαστάζοντι κεράμιον ὕδατος. Ταῦτα δὲ καὶ ἀναχθῆναι δύναται. Κεράμιον μὲν ὕδατος βαστάζει ὁ βεβαπτισμένος. Ἀπέρχεται δὲ εἰς οἰκίαν, τὴν πρέπουσαν τοῖς λογικοῖς κατάστασιν.

Ὁ γὰρ τὸ βάπτισμα βαστάζων, εἰς ἀνάπαυσιν ἔρχεται, κατὰ λόγον ζῶν, καὶ ὥσπερ ἐν οἰκίᾳ, τῇ καταστάσει ταύτῃ ἐπαναπαυόμενος. Οἰκοδεσπότης δὲ ὁ νοῦς· ὃς ἀνώγεον μέγα δεικνύει, τὸ ὕψος τῶν αὐτοῦ νοημάτων. Ἀλλὰ τοῦτο τὸ ἀνώγεον καὶ ἐστρωμένον ἐστί, τουτέστιν, εἰ καὶ ὑψηλόν ἐστιν, ἀλλ’ οὐδὲν τραχὺ καὶ ὑπερήφανον ἔχει, ἀλλ’ ἔστρωται καὶ ὡμάλισται τῇ ταπεινοφροσύνῃ. Ἐκεῖ τοίνυν, ἐν τῷ τοιούτῳ λέγω νῷ, ἑτοιμάζεται τὸ Πάσχα τῷ Χριστῷ ὑπὸ δύο μαθητῶν, Πέτρου καὶ Ἰωάννου, πράξεως, λέγω, καὶ θεωρίας. Ὁ μὲν γὰρ Πέτρος ὡς θερμός, πρακτικός, ὁ δὲ Ἰωάννης θεωρητικός, ὡς θεολόγος. «Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα. Καὶ ὀψίας γενομένης, ἔρχεται μετὰ τῶν δώδεκα, καὶ ἀνακειμένων αὐτῶν, καὶ ἐσθιόντων, εἶπεν ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ. Οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ’ εἷς·

Μήτι ἐγώ; καὶ ἄλλος, Μήτι ἐγώ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρυβλίον. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγενήθη ὁ ἄνθρωπος ἐκεῖνος.» Πῶς ἀνέκειντο, τοῦ νόμου κελεύοντος ἱσταμένους τρώγειν τὸ Πάσχα; Εἰκὸς οὖν πρότερον τελέσαι τὸ νομικόν, εἶτα ἀναπεσεῖν τὸ οἰκεῖον Πάσχα μέλλοντα παραδοῦναι. Ἤρξαντο δὲ λυπεῖσθαι οἱ μαθηταὶ διὰ τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπεν, ὅτι «Εἷς ἐξ ὑμῶν παραδώσει με.» Καίτοι γὰρ ἐκτὸς ὄντες τοῦ πάθους τούτου, ὅμως ἠγωνίων, πιστεύοντες τῷ τὰς καρδίας εἰδότι Θεῷ πλέον ἢ ἑαυτοῖς. Ὅρα δὲ καὶ τὴν λέξιν τοῦ Ὑπάγει. Ὡσανεὶ γὰρ ἀποδημία ἦν ὁ θάνατος τοῦ Χριστοῦ, οὐχὶ θάνατος. Τὸ δέ, Καλὸν ἦν, εἰ οὐκ ἐγεννήθη, ὡς πρὸς τὴν κόλασιν, ἣν ὑποστήσεται ὁ προδότης, εἴρηται. Κρεῖττον γὰρ μηδόλως γεννηθῆναι, ἢ ἐπὶ κολάσει γεννηθῆναι. Ὅσον οὖν ἐκ τοῦ ἀποτελέσματος, κρεῖττον φαίνεται εἰ μηδόλως ὑπῆρξεν ὁ Ἰούδας. Ὁ μὲν γὰρ Θεὸς ἐποίησεν αὐτὸν ἐπ’ ἔργοις ἀγαθοῖς. Ἐπεὶ δὲ αὐτὸς εἰς κακίαν τηλικαύτην ἐξέπεσεν, ὡς ἔοικε, κρεῖττον ἦν, εἰ μὴ ἐγεννήθη ὅλως. «Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, εὐλογήσας, ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπε·

Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας, ἔδωκεν αὐτοῖς. Καὶ ἔπιον ἐξ αὐτοῦ πάντες· καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον. Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐκ ἔτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» Τινὲς λέγουσι τὸν Ἰούδαν μὴ μεταλαβεῖν τῶν μυστηρίων, ἀλλ’ ἐξελθεῖν πρὶν ἢ ὁ Κύριος παραδῷ τὰ μυστήρια. Ἄλλοι δέ φασιν, ὅτι καὶ αὐτῷ μετέδωκε τῶν ἁγιασμάτων τῷ ἀγνώμονι. Εὐλογήσας δέ, ἀντὶ τοῦ, εὐχαριστήσας, ἔκλασε τὸν ἄρτον.

Ὅπερ καὶ ἡμεῖς ποιοῦμεν, εὐχὰς ἐπιλέγοντες. Τοῦτό ἐστι τὸ σῶμά μου, τοῦτο ὃ νῦν λαμβάνετε. Οὐ γὰρ ἀντίτυπος τοῦ Κυριακοῦ σώματός ἐστιν ὁ ἄρτος· ἀλλ’ εἰς αὐτὸ ἐκεῖνο μεταβάλλεται τὸ σῶμα τοῦ Χριστοῦ. Καὶ ὁ Κύριος γὰρ λέγει· Ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν. Οὐκ εἶπεν, Ἀντίτυπός ἐστι τῆς σαρκός μου, ἀλλ’ Ἡ σάρξ μού ἐστι. Καὶ πάλιν·

Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Καὶ πῶς; φησίν· οὐ γὰρ σὰρξ καθορᾶται; Διὰ τὴν ἡμετέραν, ὦ ἄνθρωπε, ἀσθένειαν. Ἐπειδὴ γὰρ ὁ μὲν ἄρτος καὶ ὁ οἶνος συνήθη ἡμῖν· αἷμα δὲ προκείμενον καὶ σάρκα ὁρῶντες, οὐκ ἂν ἠνέγκαμεν, ἀλλ’ ἀπεναρκήσαμεν· διὰ τοῦτο συγκαταβαίνων ἡμῖν ὁ φιλάνθρωπος, τὸ μὲν εἶδος ἄρτου καὶ οἴνου φυλάττει· εἰς δύναμιν δὲ σαρκὸς καὶ αἵματος μεταστοιχειοῖ.

Αἷμα δὲ Καινῆς Διαθήκης εἶπε, πρὸς ἀντιδιαστολὴν τῆς Παλαιᾶς. Καὶ γὰρ ἡ Παλαιὰ Διαθήκη, κἀκείνη αἷμα εἶχε, δι’ οὗ ἐῤῥαντίσθη ὅ τε λαὸς καὶ τὸ βιβλίον τοῦ νόμου. Οὐ μὴ πίω δὲ ἐκ τοῦ οἴνου, λέγει, ἄχρι τῆς ἀναστάσεως. Βασιλείαν γὰρ τὴν ἀνάστασιν ὀνομάζει, ὡς βασιλεύσας τότε κατὰ τοῦ θανάτου. Μετὰ γοῦν τὴν ἀνάστασιν, ἔφαγε καὶ ἔπιε μετὰ τῶν μαθητῶν, πιστούμενος, ὅτι αὐτὸς ἐκεῖνός ἐστιν ὁ παθών. Καινὸν δὲ πίνει αὐτό, τουτέστιν, καινόν τινα τρόπον καὶ ξένον, οὐκ ἔτι γὰρ σῶμα παθητὸν εἶχε, δεόμενον τροφῆς, ἀλλ’ ἄφθαρτον καὶ ἀθάνατον.

Νόει δὲ καὶ οὕτως· Ἄμπελος, ὁ Κύριος αὐτός, γέννημα δὲ ἀμπέλου, τὰ μυστήρια, καὶ ἡ γνῶσις ἡ ἀπόκρυφος, ἣν αὐτὸς γεννᾷ, ὁ διδάσκων ἄνθρωπον γνῶσιν. Ἐν τοίνυν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τουτέστιν, ἐν τῷ ὀγδόῳ αἰῶνι, πίεται μετὰ τῶν μαθητῶν αὐτοῦ, τὰ μυστήρια καὶ τὴν σοφίαν, καινά τινα διδάσκων ἡμᾶς, καὶ ἀποκαλύπτων ἂν νῦν κέκρυπται. «Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί, ἐν τῇ νυκτὶ ταύτῃ, ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα. Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι, ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ὁ δὲ ἐκ περισσοῦ ἔλεγε· Μᾶλλον ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.» Εὐχαρίστησαν καὶ πρὸ τοῦ πιεῖν, εὐχαρίστησαν καὶ μετὰ τὸ πιεῖν, ἵνα καὶ ἡμεῖς μάθωμεν, ὅτι δεῖ εὐχαριστεῖν καὶ ὑμνεῖν, καὶ πρὸ τῆς τροφῆς, καὶ μετὰ τὴν τροφήν. Ἅμα δὲ καὶ τοῦτο δείκνυσιν, ὅτι ἀσπαστός ἐστιν αὐτῷ ὁ ὑπὲρ ἡμῶν θάνατος, ὅς γε ἐπὶ τῷ παραδοθῆναι ἐξιὼν ὑμνεῖ τὸν Θεόν.

Πάντως δὲ καὶ ἡμᾶς διδάσκει, ὅταν θλιβεροῖς περιπέσωμεν εἰς σωτηρίαν πολλῶν, μὴ ἀθυμεῖν, ἀλλ’ εὐχαριστεῖν τῷ Θεῷ, τῷ διὰ τῆς ἡμετέρας θλίψεως κατεργαζομένῳ σωτηρίαν πολλῶν.

Ἐξέρχεται δὲ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἵνα καταμόνας ὄντι ἐπελθόντες καὶ κατασχόντες, μὴ τοσοῦτον θόρυβον ποιήσωσιν. Εἰ γὰρ ἐν τῇ πόλει ὄντι ἐπῆλθον, τυχὸν ἂν ἐταράχθη τὸ πλῆθος ἐπ’ αὐτῷ· καὶ τότε εὐλογοφανοῦς ἀφορμῆς δραξάμενοι οἱ ἐχθροί, ἔδοξαν ἂν αὐτὸν ἀνελεῖν δικαίως ὡς στασιαστήν. Προφητεύει δὲ αὐτοῖς ὅτι καὶ σκανδαλισθήσονται. Εἶτα ἵνα μὴ δόξῃ προφανὴς εἶναι κατηγορία πάντων τὸ τοιοῦτον, παράγει καὶ μαρτυρίαν ἐκ τοῦ προφήτου Ζαχαρίου, ὅτι διασκορπισθήσονται. Τελευταῖον δέ, καὶ παραμυθίαν ἐπάγει αὐτοῖς, ὅτι Προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν, τουτέστι, προλάβω. Ἀλλ’ ὁ Πέτρος ἐνίσταται, διὸ καὶ ἀκούει, ὅτι Πρὶν ἢ ἀλέκτορα δὶς φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Τοῦτο δὲ τοιοῦτόν ἐστιν. Ἠρνήσατο ἅπαξ ὁ Πέτρος· εἶτα ἀλέκτωρ ἐφώνησεν, ἀρνησαμένου δὲ καὶ τὰς ἄλλας δύο ἀρνήσεις, τότε ἐφώνησεν ὁ ἀλέκτωρ. Τοῦτο οὖν ἐνταῦθα λέγει· Πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς. Ὁμοίως δὲ καὶ πάντες θερμότητα ψυχρὰν ἐνδεικνύμενοι, ὑπισχνοῦντο· τὴν αὐτοαλήθειαν ψεύδεσθαι ποιοῦντες, διὸ καὶ παραχωρεῖ ὁ Κύριος, καὶ ἡ ἀνθρωπίνη φύσις τὰ ἑαυτῆς ἐπιδείκνυται. Πάντως γὰρ ὁ Κύριος ἠδύνατο τηρῆσαι αὐτούς, καὶ μάλιστα τὸν Πέτρον· ἀλλ’ ὅμως ἀφῆκεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς. Τὸ δέ, Πατάξω τὸν ποιμένα, ὁ Πατὴρ λέγει.

Ἐπεὶ γὰρ παρεχώρησε παταχθῆναι, πατάξαι αὐτὸς λέγεται τὸν κατὰ παραχώρησιν αὐτοῦ παταχθέντα. Πρόβατα δὲ τοὺς ἀποστόλους, ὡς ἀκάκους ὠνόμασεν. «Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γηθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην μεθ’ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. Καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Μείνατε ὧδε, καὶ γρηγορεῖτε. Καὶ προελθὼν μικρόν, ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα. Καὶ ἔλεγεν· Ἀββᾶ ὁ Πατήρ, πάντα δυνατά σοι, παρένεγκε τὸ ποτήριον ἀπ’ ἐμοῦ τοῦτο, ἀλλ’ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.

Καὶ ἔρχεται, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. Καὶ ὑποστρέψας, εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι. Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε, ἀπέχει. Ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν, ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.» Καταμόνας εἴωθεν ἀεὶ προσεύχεσθαι, τύπον καὶ ἡμῖν διδούς, ἵνα τὴν ἡσυχίαν ἐπιζητῶμεν ἐν ταῖς προσευχαῖς. Παραλαμβάνει δὲ τοὺς τρεῖς μόνους, τοὺς καὶ τῆς δόξης αὐτοῦ ἐν τῷ Θαβὼρ θεατὰς γενομένους, ἵνα οἱ ἰδόντες τὰ ἔνδοξα, ἴδωσι καὶ τὰ σκυθρωπά, καὶ μάθωσιν, ὅτι καὶ αὐτὸς ἀληθῶς ἄνθρωπος ἦν, καὶ λυπεῖται καὶ ἀδημονεῖ ἐπίσης ἡμῖν.

Ἐπεὶ γὰρ ὅλον τὸν ἄνθρωπον ἀνελάβετο μετὰ τῶν φυσικῶν ἰδιωμάτων, πάντως καὶ λυπηθήσεται καὶ ἀδημονήσει φυσικῶς. Οἱ γὰρ ἄνθρωποι, φύσει πρὸς τὸν θάνατον ἀηδῶς διακείμεθα. Τῷ μὲν οὖν εἰπεῖν, Παρελθέτω τὸ ποτήριον, ἔδειξε τὸ ἀνθρώπινον· τῷ δὲ εἰπεῖν. Οὐχ ὃ ἐγὼ θέλω, ἀλλ’ ὃ σύ, διδάσκει ἡμᾶς, ἵνα καὶ τῆς φύσεως βιαζομένης ὑπερφρονῶμεν, τὸ ἀρεστὸν τῷ Θεῷ αἰτούμενοι. Ὡς δὲ μετὰ τὴν εὐχὴν ἐλθών, εὗρε τοὺς τρεῖς καθεύδοντας, ἐπιτιμᾷ τῷ Πέτρῳ μόνῳ, μονονουχὶ τοιαῦτα λέγων πρὸς αὐτόν·

Οὐ σὺ εἶ ὁ ὑποσχόμενος σὺν ἐμοὶ ἀποθανεῖν; Μίαν ὥραν οὐκ ἴσχυσας γρηγορῆσαι, καὶ θανάτου καταφρονήσεις; Ἀλλὰ γὰρ γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς τὸν πειρασμὸν τοῦ ἀρνήσασθαί με. Τὸ μὲν γὰρ πνεῦμα ὑμῶν πρόθυμόν ἐστιν εἰς τὸ μὴ ἀρνήσασθαί με· καὶ διὰ τοῦτο καὶ ὑμεῖς ὑπισχνεῖσθέ μοι τοῦτο· ἀλλ’ ἡ σὰρξ ἀσθενής· ὥστε ἐὰν μὴ διὰ τῆς προσευχῆς δῴη δύναμιν ὁ Κύριος τῇ σαρκί, κινδυνεύσετε. Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών, ἵνα καὶ διὰ τοῦ δεύτερον προσεύξασθαι, πιστώσηται, ὅτι οὐσιωδῶς καὶ ἀληθῶς ἄνθρωπος ἦν· καὶ ἵνα διδάξῃ καὶ ἡμᾶς, πολλάκις προσεύχεσθαι, καὶ μὴ ἅπαξ εἰπόντας τι, ἀπαλλάττεσθαι. Εὑρὼν δὲ αὐτοὺς πάλιν καθεύδοντας, οὐ σφοδρῶς ἐπιτιμᾷ· ἦσαν γὰρ βεβαρημένοι ὕπνῳ.

Ὅθεν μάνθανε τὴν ἀνθρωπίνην κουφότητα καὶ ἀσθένειαν, ὅπως μηδὲ πρὸς ὕπνον ἀντισχεῖν δυνάμενοι, ἐπαγγελλόμεθα πολλάκις τὰ ἀδύνατα ἡμῖν. Πάλιν οὖν ἐκ τρίτου προσεύχεται, διὰ τὰς αὐτὰς αἰτίας ἃς εἴπομεν ἄνω. Καὶ ἔρχεται πάλιν, καὶ λέγει αὐτοῖς, οὐκ ἐπιπλήσσων· καίτοι ἔδει ἐπιπλῆξαι, ὡς μηδὲ μετὰ τὴν ἐπιτίμησιν βελτιωθέντας, ἀλλὰ παραδοθέντας τῷ ὕπνῳ· τί οὖν λέγει; Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Εἰρωνευόμενος δὲ τοῦτο λέγει πρὸς αὐτούς· ἐπεὶ γὰρ ᾔδει ὅτι ἔρχεται ὁ προδότης, φησὶ πρὸς αὐτοὺς ὅτι Νῦν καιρός ἐστι τοῦ κοιμᾶσθαι, καθεύδετε· ἰδοὺ ὁ ἐχθρὸς ἔρχεται.

Τοῦτο δὲ εἶπε, ἐπιγελῶν τῷ ὕπνῳ αὐτῶν. Ὅτι δὲ εἰρωνευόμενος τοῦτο εἶπεν, ἄκουε πῶς παρακατιὼν λέγει· Ἐγείρεσθε, ἄγωμεν· οὐχ ἵνα δὲ φύγωσι τοῦτο λέγει, ἀλλ’ ἵνα μᾶλλον συναντήσωσι τοῖς ἐχθροῖς. Τινὲς δὲ τό, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, οὕτως ἐνόησαν, ὅτι Λυποῦμαι, οὐ διότι μέλλω ἀποθανεῖν, ἀλλὰ διότι οἱ Ἰσραηλῖται, οἱ οἰκεῖοί μου, αὐτοὶ σταυρῶσαί με μέλλουσι, καὶ διὰ τοῦτο ἀποῤῥιφῆναι τῆς βασιλείας τοῦ Θεοῦ. «Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν Γραμματέων καὶ τῶν πρεσβυτέρων. Ἐδεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων·

Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν, καὶ ἀπαγάγετε ἀσφαλῶς. Καὶ ἐλθών, εὐθέως προσελθὼν αὐτῷ, λέγει αὐτῷ· Ῥαββί, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Οἱ δὲ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν αὐτόν. Εἷς δέ τις τῶν παρεστηκότων, σπασάμενος μάχαιραν, ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν ἥμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με, ἀλλ’ ἵνα πληρωθῶσιν αἱ Γραφαί.» Τό, Εἷς τῶν δώδεκα, οὐ μάτην πρόσκειται. Ἀλλ’ εἰς κατηγορίαν τοῦ προδότου.

Ὅτι τοῦ πρώτου χοροῦ ὤν, κατὰ τοῦ Δεσπότου ἐλύττησεν. Ἴδε δὲ καὶ τὴν ἀναισθησίαν αὐτοῦ, πῶς ἐνόμισε λαθεῖν τὸν Κύριον ἐκ τοῦ φιλήματος, ὡς δῆθεν φίλος νομισθησόμενος. Καὶ εἰ φίλος ἐτύγχανε, τίνος ἕνεκα μετὰ τῶν ἐχθρῶν ἦλθεν; Ὄντως ἀνόητον ἡ πονηρία. Εἷς δέ τις τῶν παρεστηκότων, ὁ Πέτρος οὗτος ἦν, ἀποσιωπᾷ δὲ τὸ ὄνομα αὐτοῦ ὁ Μάρκος, ἵνα μὴ δόξῃ ἐπαινεῖν τὸν διδάσκαλον αὐτοῦ Πέτρον, ὡς ζηλώσαντα ὑπὲρ τοῦ Χριστοῦ. Καλῶς δὲ τὸ ὠτίον τοῦ δούλου τοῦ ἀρχιερέως ἀφεῖλεν. Αἰνίττεται γὰρ ὅτι παρήκοοι ἦσαν καὶ ἀπειθεῖς, τῶν Γραφῶν καταμελοῦντες. Εἰ γὰρ εἶχον ὦτα, τῶν Γραφῶν κατακούοντα, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκ ἄλλον δὲ δοῦλον ἔπαισεν ὁ Πέτρος, ἀλλὰ τοῦ ἀρχιερέως. Οἱ γὰρ ἀρχιερεῖς πρῶτοι τῶν Γραφῶν παρήκουον, δοῦλοι φθόνου καὶ φιλαυτίας γενόμενοι. Εἶπε δὲ τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε· καθ’ ἡμέραν ἐδίδασκον ἐν τῷ ἱερῷ. Τοῦτο δὲ τὴν θεότητα αὐτοῦ δείκνυσιν. Ὅτε γὰρ ἐν τῷ ἱερῷ ἐδίδασκεν, οὐκ ἠδυνήθησαν αὐτὸν συσχεῖν, καίτοι ἐν χερσὶν αὐτῶν ὄντα, ὅτι μήπω ὁ καιρὸς ἦν τοῦ πάθους. Ὅτε δὲ ἠθέλησε, τότε ἑαυτὸν παρέδωκεν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν, ὅτι Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ἀλλ’ ἑπόμενος ἑκών. «Καὶ ἀφέντες αὐτὸν πάντες, ἔφυγον. Καὶ εἷς τις νεανίσκος ἠκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ.

Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι. Ὁ δέ, καταλιπὼν τὴν σινδόνα, γυμνὸς ἔφυγεν ἀπ’ αὐτῶν.

Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι καὶ οἱ Γραμματεῖς. Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.» Ἔφυγον οἱ μαθηταί.

Οὐκ ἦν γὰρ ψεύσασθαι τὴν αὐτοαλήθειαν, οὐδὲ τοὺς προφήτας. Εἷς δέ τις νεανίσκος ἠκολούθησεν αὐτῷ. Οὗτος δὲ ὁ νεανίσκος εἰκὸς ὅτι ἐκ τῆς οἰκίας ἐκείνης ἦν, ἐν ᾗ ἔφαγον τὸ πάσχα. Τινὲς δέ φασι τοῦτον, Ἰάκωβον εἶναι τὸν ἀδελφόθεον, τὸν ἐπικληθέντα Δίκαιον. Οὗτος γὰρ ἐνὶ περιβολαίῳ ἐκέχρητο πᾶσαν τὴν αὐτοῦ ζωήν· ὃς καὶ τὸν θρόνον τῶν Ἱεροσολύμων παρὰ τῶν ἀποστόλων ἔλαβε μετὰ τὴν τοῦ Κυρίου ἀνάληψιν. Καὶ οὗτος τοίνυν καταλιπὼν τὴν σινδόνα, ἔφυγεν. Οὐδὲν δὲ καινὸν εἰ τῶν κορυφαίων φυγόντων, καὶ οὗτος κατέλιπε τὸν Κύριον. Ἀλλ’ ὅγε Πέτρος ἀκολουθεῖ, θερμοτάτην ἀγάπην πρὸς τὸν Διδάσκαλον ἐκδεικνύμενος. Τοῦ δὲ νόμου κελεύοντος ἕνα εἶναι ἀρχιερέα διὰ βίου, πολλοὶ τότε ἦσαν, ἐξωνούμενοι καθ’ ἕκαστον ἐνιαυτὸν παρὰ Ῥωμαίων τὰς ἀρχάς. Ἀρχιερεῖς οὖν λέγει, τοὺς ἤδη πεπληρωκότας τὸν ὡρισμένον καιρὸν αὐτοῖς, καὶ ἀποβαλλομένους τὴν ἀρχιερωσύνην. «Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν· καὶ οὐχ εὕρισκον. Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. Καί τινες ἀναστάντες, ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, λέγοντες, ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον· καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. Καὶ οὐδὲ οὕτως ἴση ἡ μαρτυρία αὐτῶν.

Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον, ἐπηρώτησε τὸν Ἰησοῦν, λέγων·

Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο.» Σχῆμα δῆθεν κριτηρίου οἱ αὐτοκατάκριτοι πλάττονται, ἵνα δόξωσι μετὰ κρίσεως αὐτὸν ἀνελεῖν. Ποῦ γὰρ ὀρθὸν κριτήριον, ὅπου μάρτυρες τοιοῦτοι παράγονται, οὐδὲν ὑγιὲς λέγοντες, ἀλλὰ πάντα τεταραγμένα καὶ ἄνισα; Καὶ αὐτοὶ δὲ οἱ δόξαντές τι λέγειν, ψευδῆ εἶπον.

Ὁ γὰρ Κύριος οὐκ εἶπε, Καταλύσω ἐγὼ τὸν ναόν, ἀλλά, Λύσατε. Καὶ οὐδέ, χειροποίητον, εἶπεν, ἀλλ’ ἁπλῶς, ναόν. Ὁ δὲ ἀρχιερεὺς ἀναστὰς ἐρωτᾷ τὸν Ἰησοῦν, βουλόμενος εἰς ἀπολογίαν αὐτὸν ἑλκύσαι, ἵνα ἐκ τῆς ἀπολογίας δράξηται αὐτοῦ. Ὁ δὲ σιωπᾷ, γινώσκων ὅτι οὐ προσέξουσι τοῖς αὐτοῦ λόγοις· ὃ καὶ ὁ Λουκᾶς λέγει, ὅτι ἐρωτώμενος ὁ Κύριος, εἶπεν· Ἐὰν εἴπω ὑμῖν, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. «Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ εὐλογητοῦ; Ὁ δὲ Ἰησοῦ εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Ὁ δὲ ἀρχιερεύς, διαῤῥήξας τοὺς χιτῶνας αὐτοῦ, λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἠκούσατε τῆς βλασφημίας, τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου· καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.» Ἐρωτᾷ πάλιν ὁ ἀρχιερεύς, οὐχ ἵνα μαθὼν πιστεύσῃ, ἀλλ’ ἵνα δράξηταί τινος ἀφορμῆς· προστίθησι δὲ τῷ, Σὺ εἶ ὁ Χριστός, τό, ὁ Υἱὸς τοῦ εὐλογητοῦ. Πολλοὶ γὰρ ἦσαν χριστοί, οἱ βασιλεῖς λέγω καὶ οἱ ἀρχιερεῖς, ἀλλ’ οὐδεὶς τούτων Υἱὸς ἦν τοῦ Θεοῦ, τοῦ ἀεὶ εὐλογημένου καὶ ὑμνουμένου. Ὁ δὲ Ἰησοῦς εἶπεν, ὅτι Ἐγώ εἰμι.

ᾜδει μὲν γὰρ ὅτι οὐ πιστεύσουσιν· ὅμως δ’ οὖν ἀποκρίνεται ἐκβιασθείς, ἵνα μὴ ἔχωσιν ὕστερον λέγειν, ὅτι Ἐὰν σαφῶς εἰπόντος αὐτοῦ ἠκούσαμεν, ἐπιστεύσαμεν ἄν· διὰ τοῦτο καὶ μεῖζον αὐτοῖς τὸ κατάκριμα, ὅτι καὶ νῦν ἀκούσαντες, οὐκ ἐπίστευσαν. Καὶ ὄψεσθέ με, φησίν, ὡς Υἱὸν ἀνθρώπου, καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Πατρός· δύναμιν γὰρ ἐνταῦθα, τὸν Πατέρα φησίν· οὐ γὰρ χωρὶς σώματος ἐλεύσεται, ἀλλ’ οἷος θεαθῆναι ὑπὸ τῶν σταυρωσάντων, καὶ ἐπιγνωσθῆναι.

Ὁ γοῦν ἀρχιερεύς, ἔθος Ἰουδαϊκὸν πληροῖ. Ὅταν γὰρ δεινόν τι καὶ δυσχερὲς ἀπήντα αὐτοῖς, διέῤῥησσον τοὺς χιτῶνας. Κἀνταῦθα τοίνυν, ὡς βλασφημήσαντος τοῦ Κυρίου, καὶ μεγάλου κακοῦ γεγονότος, διαῤῥήσσει τοὺς χιτῶνας ὁ ἀρχιερεύς.

Εἴποι γοῦν ἄν τις ἐπὶ τούτοις εὐκαίρως τὸ τοῦ Δαβίδ· «Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν·» σύμβολον δὲ καὶ τοῦτο ἦν, κἂν ἐκεῖνος οὐ συνίει, τοῦ τὴν ἀρχιερωσύνην τῶν Ἰουδαίων διαῤῥαγῆναι καὶ ἀφανισθῆναι.

Ἐπεὶ τοίνυν ἡ κοινὴ ψῆφος τῶν ἀρχιερέων κατέκρινεν αὐτόν, τότε οἱ ὑπηρέται περικαλύπτοντες αὐτόν, ἔπαιον καὶ ἔλεγον· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; Πόσα τοίνυν πάθοιμεν ἂν ἡμεῖς, ἵνα ἀντιδοίημεν τὰ ἴσα τῷ Δεσπότῃ; Φρίκης ταῦτα μεστά. «Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως· καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ, λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα. Ὁ δὲ ἠρνήσατο, λέγων· Οὐκ οἶδα, οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις· καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον. Καὶ ἀλέκτωρ ἐφώνησε.

Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν, ἤρξατο λέγειν τοῖς παρεστηκόσιν, ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν· ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν, οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει. Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε, καὶ ἀνεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος, οὗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλών, ἔκλαιεν.» Ἠσθένησεν ὁ Πέτρος, εἰ καὶ θερμότερος ἦν, καὶ ἀρνεῖται τὸν Κύριον ὑπὸ τῆς δειλίας διαταραχθείς· καὶ ταῦτα παιδίσκης ἐκπτοησάσης αὐτόν· τοῦτο δὲ κατ’ οἰκονομίαν συνεχώρησεν αὐτὸν ὁ Θεὸς παθεῖν, ἵνα μὴ ἐπαίρηται, καὶ ἅμα ἵνα καὶ τοῖς πταίουσι συμπαθὴς εἵη, ἀφ’ ἑαυτοῦ παιδευθεὶς τὸ τῆς ἀνθρωπίνης ἀσθενείας βίαιον.

Ἀδιάφορον δὲ εἴτε ἡ αὐτὴ παιδίσκη ἦν, εἴτε ἄλλη, ἡ ἐλέγξασα τὸν Πέτρον. Ματθαῖος μὲν γὰρ ἄλλην ταύτην λέγει· Μάρκος δὲ τὴν αὐτήν. Οὐδὲν δὲ ἡμῖν τοῦτο ἐμπόδιον πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου· μὴ γὰρ ἐν μεγάλῳ τινὶ καὶ συνεκτικῷ τῆς σωτηρίας ἡμῶν διαφωνοῦσι; Μὴ ὁ μὲν εἶπεν, ὅτι ἐσταυρώθη ὁ Κύριος, ὁ δέ, οὔ; ἄπαγε. Ὁ τοίνυν Πέτρος ὑπὸ τῆς δειλίας διαταραχθείς, καὶ ἐπιλαθόμενος τοῦ λόγου οὗ εἶπεν ὁ Κύριος, ὅτι Τὸν ἀρνησάμενόν με ἀρνήσομαι κἀγὼ ἐνώπιον τοῦ Πατρός μου, ἠρνήσατο, ἀλλ’ ἡ μετάνοια πάλιν αὐτὸν ᾠκείωσε τῷ Χριστῷ, καὶ τὰ δάκρυα. Ἐπιβαλὼν γάρ, φησίν, ἔκλαιε, τουτέστιν, ἐπικαλυψάμενος τὴν κεφαλήν· ἢ ἀντὶ τοῦ, ἀρξάμενος μετὰ σφοδρότητος· ὅπερ δὲ εἶπεν ἀσαφῶς ὁ Ματθαῖος, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, ἡρμήνευσεν ὁ Μάρκος, ὅτι Πρὶν φωνῆσαι δίς. Εἰώθασι γὰρ οἱ ἀλέκτορες, κατὰ μίαν ἀγωγὴν πολλάκις φωνεῖν, εἶτα οἷον ὑπνώττειν, καὶ πάλιν μετά τινα καιρόν, ἑτέραν ἀρχὴν ποιεῖσθαι τοῦ φωνεῖν. Ὃ οὖν εἶπεν ὁ Ματθαῖος, τοῦτό ἐστιν, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τουτέστι, πληρῶσαι τὰς κραυγὰς τῆς πρώτης ἀγωγῆς, ἀπαρνήσῃ με τρίς. Αἰσχυνέσθωσαν δὲ οἱ Ναυατιανοὶ οἱ τοὺς μετὰ τὸ βάπτισμα καὶ τὴν μετάληψιν τῶν μυστηρίων ἁμαρτήσαντας, μὴ δεχόμενοι.

Ἰδοὺ γὰρ ὁ Πέτρος, καὶ μεταλαβὼν τοῦ ἀχράντου σώματος καὶ αἵματος, καὶ ἀρνησάμενος, διὰ τῆς μετανοίας προσεδέχθη. Τὰ γὰρ ἐλαττώματα τῶν ἁγίων διὰ τοῦτο ἀνεγράφησαν, ἵνα καὶ ἡμεῖς. εἴ ποτε ἐξ ἀπροσεξίας πταίσωμεν, ἔχωμεν ἀφορᾷν εἰς τὰ παραδείγματα, καὶ διὰ μετανοίας σπεύδωμεν διορθωθῆναι.

ΚΕΦΑΛ. ΙΕʹ. Περὶ ὧν ἔπαθεν ἐπὶ τοῦ Πιλάτου. Περὶ τοῦ ἔθους. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. Περὶ τῆς ταφῆς. «Καὶ εὐθέως ἐπὶ τὸ πρωΐ, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ Γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν, ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Σὺ λέγεις· καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. Ὁ δὲ Πιλάτος, πάλιν ἐπηρώτησεν αὐτόν, λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου καταμαρτυροῦσιν. Ὁ δὲ Ἰησοῦς οὐκ ἔτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Καὶ ἀναβοήσας ὁ ὄχλος, ἤρξατο αἰτεῖσθαι, καθὼς ἀεὶ ἐποίει αὐτοῖς.

Ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; ἐγίνωσκε γάρ, ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. Ὁ δὲ Πιλάτος ἀποκριθείς, πάλιν εἶπεν αὐτοῖς· Τί οὖν θέλετε ποιήσω, ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων; οἱ δέ, πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. Ὁ δὲ Πιλάτος ἔλεγεν αὐτοῖς· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσοτέρως ἔκραξαν· Σταύρωσον αὐτόν· ὁ δὲ Πιλάτος, βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν φραγγελλώσας, ἵνα σταυρωθῇ.» Παρέδωκαν οἱ Ἰουδαῖοι τοῖς Ῥωμαίοις τὸν Κύριον· παρεδόθησαν καὶ αὐτοὶ ὑπὸ Κυρίου ταῖς Ῥωμαίων χερσί· καὶ πληροῦνται αἱ Γραφαὶ αἱ λέγουσαι· Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ γὰρ ἔσται αὐτῷ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καὶ πάλιν, Κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, δὸς αὐτοῖς· καὶ πάλιν·

Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου. Ἐρωτήσαντος δὲ τοῦ Πιλάτου, Σὺ εἷ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ Κύριος ἀμφίβολον ἀπόκρισιν δίδωσι. Τὸ γάρ, Σὺ λέγεις, δύναται νοηθῆναι, ὅτι Ἀληθῶς εἶπας· σὺ εἶπας ὅπερ εἰμί· δύναται δὲ νοηθῆναι καὶ οὕτως, ὅτι Ἐγὼ οὐ λέγω τοῦτο, σὺ δὲ λέγεις.

Πάλιν δὲ ἐρωτηθείς, ὡς οὐδὲν ἀπεκρίθη, εἰς θαῦμα περιέστησε τὸν Πιλάτον· ἐθαύμαζε γὰρ ὅτι νομομαθὴς καὶ λόγιος ὤν, καὶ δυνάμενος δι’ ἀπολογίας ἀποτρίψασθαι τὰς συκοφαντίας, οὐδὲν ἔλεγεν, ἀλλ’ ὑπέμενε μᾶλλον γενναίως τὰς κατηγορίας. Ὅρα δὲ τήν τε τῶν Ἰουδαίων μιαιφονίαν, καὶ τὴν τοῦ Πιλάτου μετριότητα, εἰ καὶ αὐτὸς κατακρίσεως ἄξιός ἐστι, διὰ τὸ μὴ προθύμως ὑπὲρ τοῦ καλοῦ ἐνστῆναι· οἱ μὲν γὰρ ἐκραύγαζον ἵνα σταυρωθῇ· ὁ δέ, μαλακῶς μέν, ὅμως πειρᾶται ἐξαρπάσαι τῆς κατακρίσεως τὸν Ἰησοῦν· διὰ τοῦτο γὰρ πάλιν ἐρωτᾷ· Τί οὖν ποιήσω Ἰησοῦν; ἀφορμὰς αὐτοῖς πάντοθεν ἐνδιδοὺς τοῦ ἀθῶον ἀπολῦσαι τὸν Κύριον. καὶ διὰ τοῦτο μέλλων καὶ ἀναβαλλόμενος. Τέλος μέντοι ὑποκατακλιθεὶς τῷ θελήματι ἐκείνων, ἐφραγγέλλωσέ τε τὸν Κύριον, τουτέστιν, ἐμάστιξε πλεκτοῖς λώροις, ἵνα δόξωσιν ὅτι ἀπὸ δικαστηρίου αὐτὸν κατακεκριμένον παρέλαβον· καὶ παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Ἠβούλετο γὰρ τὸ ἱκανὸν τῷ ὄχλῳ ποιῆσαι, τουτέστι, τὸ ἀρεστόν, τὸ ἐνδεχόμενον. οὐχὶ τὸ ἀρεστὸν τῷ δικαίῳ καὶ τῷ Θεῷ. «Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν, καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων.

Καὶ ἔτυπτον τὴν κεφαλὴν αὐτοῦ καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα, προσεκύνουν αὐτῷ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια· καὶ ἐξάγουσιν αὐτόν, ἵνα σταυρώσωσιν αὐτόν, καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.» Τὸ στρατιωτικὸν φῦλον ἀεὶ ἀταξίαις χαῖρον καὶ ὕβρεσι, τὰ οἰκεῖα ἐπεδείκνυτο· εἰ γὰρ οἱ μυρίων διδασκαλιῶν ἀκούσαντες Ἰουδαῖοι, τοιαῦτα αὐτὸν διέθεντο, οἱ πολλὰ καὶ πολλάκις εὐεργετηθέντες, τί ἂν ἔχοιμεν εἰπεῖν περὶ τῶν ἐθνικῶν;

Συγκαλοῦσιν οὖν ὅλην τὴν σπεῖραν, ἀντὶ τοῦ, ὅλον τὸ τάγμα, καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, ὡς βασιλέα παίζοντες· καὶ τὸν στέφανον ἀντὶ διαδήματος, καὶ τὸν κάλαμον δὲ ἀντὶ σκήπτρου παραλαμβάνουσιν ἐνταῦθα οἱ τοῦ διαβόλου χορευταί· ἀγγαρεύουσι δέ τινα, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καίτοιγε ἄλλος εὐαγγελιστής φησιν, ὅτι βαστάζων ὁ Ἰησοῦς τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν· ἀμφότερα οὖν γέγονε· μέχρι μὲν γάρ τινος, ἐβάσταζεν αὐτὸς τὸ ξύλον· ἐπεὶ δὲ εὗρον τὸν βαστάσαντα, ἠγγάρευσαν ἐκεῖνον, καὶ λοιπὸν ἐβαστάζετο ὑπ’ αὐτοῦ ὁ σταυρός. Τίνος δὲ ἕνεκεν εἶπε, καὶ τίνων παίδων ἦν πατήρ; Πρὸς πίστωσιν πλείονα· εἰκὸς γὰρ ζῇν τὸν ἄνθρωπον ἔτι, καὶ δύνασθαι τὰ ἐν τῷ σταυρῷ πάντα ἀφηγήσασθαι.

Ἀλλὰ γὰρ φορέσωμεν καὶ ἡμεῖς πορφύραν, τὴν βασιλικὴν στολήν· οἷόν τι λέγω· Ὡς βασιλεῖς ὀφείλομεν περιπατεῖν, πατοῦντες ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ κατακρατοῦντες τῆς ἁμαρτίας· Χριστιανοὶ γὰρ λεγόμεθα, τουτέστι, κεχρισμένοι καὶ αὐτοί, ὥσπερ τότε οἱ βασιλεῖς ἐλέγοντο Χριστοί.

Ἔστω οὖν ὁ βίος ἡμῶν μὴ δουλικὸς καὶ ἀγεννής, ἀλλὰ βασιλικὸς καὶ ἐλεύθερος· φορέσωμεν δὲ καὶ ἀκάνθινον στέφανον, τουτέστι, σπουδάσωμεν στεφανωθῆναι τῷ τραχεῖ βίῳ καὶ ἐγκρατεῖ καὶ ἀνηδόνῳ, μὴ τῷ τρυφηλῷ καὶ λείῳ καὶ ἐνηδόνῳ· γενώμεθα δὲ καὶ Σίμων, ὅ ἐστιν ὑπακοή, καὶ ἄρωμεν τὸν σταυρὸν τοῦ Ἰησοῦ, νεκρώσαντες τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς. «Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶν τόπον, ὅ ἐστι μεθερμηνευόμενον Κρανίου τόπος· καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε.

Καὶ σταυρώσαντες αὐτόν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτά, τίς τί ἄρῃ. Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν· καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων. Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν, καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ· καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα· Καὶ μετὰ ἀνόμων ἐλογίσθη.» Παράδοσίς ἐστιν εἰς ἡμᾶς φθάνουσα ἐξ ἁγίων Πατέρων, ὅτι ὁ Ἀδὰμ ἐκεῖ ἐτάφη. Ὁ τοίνυν τὸ πτῶμα καὶ τὸν θάνατον τοῦ Ἀδὰμ ἰώμενος Κύριος, ἐκεῖ σταυροῦται, ἵνα ἔνθα ἡ ἀρχὴ τοῦ θανάτου, ἐκεῖ καὶ ἡ τοῦ θανάτου κατάλυσις. Ἐδίδουν δὲ αὐτῷ πιεῖν οἶνον ἐσμυρνισμένον· ἡ δὲ σμύρνα πικρότατόν ἐστι· παίζοντες οὖν τοιαῦτα ἐδίδοσαν τῷ Κυρίῳ. Ἄλλος δὲ εὐαγγελιστής, ὄξος μετὰ χολῆς, καὶ ἕτερος ἄλλο τι λέγει προσενεχθῆναι τῷ Κυρίῳ· καὶ οὐδὲν ἐναντίον ἐν τούτοις. Ἀταξίας γὰρ οὔσης, ἄλλα ἄλλοι προσέφερον· καὶ ὁ μέν, ὄξος καὶ χολήν· ὁ δέ, οἶνον ἐσμυρνισμένον. Μήποτε δὲ καὶ ὁ οἶνος ὀξίνης ἦν, καὶ ἡ σμύρνα πικρά· καὶ λοιπὸν συντρέχουσιν ὅ τε λέγων ἐσμυρνισμένον οἶνον, καὶ ὁ λέγων ὄξος μετὰ χολῆς· ὅ τε γὰρ οἶνος, ὄξος, καὶ ἡ σμύρνα, χολή· ὁ μέν, διὰ τὸ ὀξίνης εἶναι· ἡ δέ, διὰ τὸ πικρά. Ἀλλ’ οὐδὲ ὁ λέγων, ὅτι Ἐδίδουν αὐτῷ πιεῖν, ὁ δὲ οὐκ ἔλαβεν, ἐναντιοῦται τῷ λέγοντι, Καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.

Πάντως γὰρ ἐν τῷ εἰπεῖν ὅτι Οὐκ ἔλαβεν, ἐδήλωσεν ὅτι οὐκ ἔπιεν. Ἔβαλον δὲ καὶ κλήρους ἐπὶ τὰ ἱμάτια αὐτοῦ, καὶ τοῦτο πρὸς ἐμπαιγμὸν ποιοῦντες, ὡς δῆθεν βασιλέως ἱμάτια μερίζοντες, καίτοι εὐτελῆ ὄντα ταῦτα. Ἔγραψαν δὲ καὶ τίτλον, ἤτοι τὴν αἰτίαν δι’ ἣν ἐσταυρώθη, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἵνα καὶ διὰ τούτου μωμήσωνται τὴν αὐτοῦ δόξαν, ὡς ἀντάρτου ὄντος καὶ βασιλέα ἑαυτὸν ἀναγορεύσαντος, καὶ ἵνα ἔχωσι πάντες οἱ παραπορευόμενοι μὴ ἐλεεῖν αὐτόν, ἀλλὰ μᾶλλον ἐπεμβαίνειν ὡς τυραννικῷ.

Πῶς δὲ ὁ μὲν Μάρκος φησὶν ὥρᾳ τρίτῃ σταυρωθῆναι, ὁ δὲ Ματθαῖος, ἕκτῃ ὥρᾳ γενέσθαι τὸ σκότος; Ἔστιν οὖν εἰπεῖν ὅτι ὥρᾳ μὲν τρίτῃ ἐσταυρώθη· τὸ δὲ σκότος ἤρξατο γενέσθαι ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐννάτης. Καὶ μετὰ λῃστῶν δὲ σταυροῦται, ἵνα πονηρὰν δόξαν λάβωσιν ἐπ’ αὐτῷ οἱ ἄνθρωποι, ὅτι καὶ αὐτὸς κακοῦργος ἦν· τοῦτο δὲ οἰκονομικῶς γέγονε. Πληροῦται γὰρ προφητεία, τὸ Μετὰ ἀνόμων ἐλογίσθη. Καὶ ἄλλως δέ, σύμβολον οἱ δύο λῃσταὶ τῶν δύο λαῶν, τοῦ τε Ἰουδαϊκοῦ καὶ τοῦ ἐθνικοῦ.

Ἀμφότεροι γὰρ ἄνομοι· ὁ μὲν ἐθνικός, ὡς τὸν φυσικὸν νόμον παραβάς, ὁ δὲ Ἰουδαϊκός, ὡς καὶ τοῦτον καὶ τὸν γραπτὸν ὃν ἔδωκεν αὐτῷ ὁ Θεός· ἀλλ’ ὁ μὲν ἐθνικός, εὐγνώμων λῃστής, ὁ δὲ Ἰουδαϊκός, ἄχρι τέλους βλάσφημος. Μέσον δὲ τῶν δύο λαῶν σταυροῦται ὁ Κύριος· αὐτὸς γάρ ἐστιν ὁ λίθος ὁ συνάπτων ἡμᾶς. «Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐᾶ, ὁ καταλύων τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.

Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν Γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραήλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ, ὠνείδιζον αὐτόν.» Καὶ οἱ παραπορευόμενοι, φησί, τουτέστιν, οἱ διερχόμενοι τὴν ὁδόν, καὶ αὐτοὶ ἐβλασφήμουν τὸν Κύριον, ὡσανεὶ ἐπιτωθάζοντες αὐτὸν ὡς πλάνον. Ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἔλεγον·

Ὁ ἄλλους σώσας, ἑαυτὸν οὐ σώζει; Τοῦτο δὲ ἔλεγον ἀποσκώπτοντες εἰς τὰ θαύματα αὐτοῦ, καὶ ἐπικερτομοῦντες, ὡς κατὰ φαντασίαν τάχα γενόμενα Θαυματουργῶν γὰρ ἔσωζε πολλούς. Ὁ δὲ διάβολος παρεκίνει αὐτοὺς λέγειν τό, Καταβάτω ἀπὸ τοῦ σταυροῦ.

Ἐπεὶ γὰρ ἔγνω ὁ ἀρχέκακος, ὅτι ἡ σωτηρία διὰ τοῦ σταυροῦ γίνεται, πάλιν ἐπείραζε τὸν Κύριον, ἵνα ἐὰν καταβῇ ἀπὸ τοῦ σταυροῦ, πληροφορηθῇ, ὅτι οὐκ ἔστιν Υἱὸς Θεοῦ· καὶ οὕτω καταλυθῇ ἡ σωτηρία ἡ διὰ τοῦ σταυροῦ· ἀλλ’ ἐκεῖνος καὶ Υἱὸς Θεοῦ ἦν ἀληθῶς, καὶ διὰ τοῦτο μᾶλλον οὐ κατέβη· εἰ γὰρ ἔμελλε καταβῆναι, οὐδ’ ἂν τὴν ἀρχὴν ἀνέβη· ἀλλὰ γὰρ εἰδὼς ὅτι οὕτως ἔσται ἡ σωτηρία τοῖς ἀνθρώποις, ἠνέσχετο καὶ σταυρωθῆναι καὶ τᾶλλα πάντα παθεῖν, καὶ τελειῶσαι αὐτοῦ τὸ ἔργον. Καὶ οἱ συνεσταυρωμένοι ὠνείδιζον οἱ δύο ἐξ ἀρχῆς· εἶτα ὁ εἷς ἐπέγνω αὐτὸν ἀναίτιον, ὡς ὁ Λουκᾶς λέγει, καὶ μᾶλλον καὶ τῷ ἑτέρῳ ἐπετίμα ὡς βλασφημοῦντι. «Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν, ἕως ὥρας ἐννάτης. Καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ, ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ. λέγων·

Ἐλωΐ, ἐλωΐ, λαμμᾶ σαβαχθανί, ὅ ἐστι μεθερμηνευόμενον, Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; Καί τινες τῶν παρεστηκότων ἀκούσαντες, ἔλεγον· Ἰδοὺ Ἠλίαν φωνεῖ· δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν.» Σκότος ἐγένετο, οὐκ ἐφ’ ἕνα τόπον, ἀλλ’ ἐφ’ ὅλην τὴν γῆν· καὶ εἰ μὲν ἦν καιρὸς ἐκλείψεως, εἶχεν ἄν τις λέγειν, ὅτι φυσικὸν τὸ πάθος· νῦν δέ, τεσσαρεσκαιδεκαταία ἦν ἡ σελήνη, ὅτε ἀμήχανον γενέσθαι ἔκλειψιν φυσικήν. Ἀναβοᾷ δὲ ὁ Κύριος Ἑβραϊστὶ τὸ προφητικόν, δεικνύων, ὅτι καὶ ἄχρι τελευταίας ἀναπνοῆς τὰ Ἑβραϊκὰ τιμᾷ. Τὸ δέ, Εἰς τί με ἐγκατέλιπες; ὡς ἐκ προσώπου τῆς ἀνθρωπίνης φύσεως λέγει, ὡσανεὶ τοῦτο λέγων·

Εἰς τί με τὸν ἄνθρωπον ἐγκατέλιπες, ὦ Θεέ, ἵνα δεηθῶ Θεοῦ σταυρουμένου ὑπὲρ ἐμοῦ; Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι ἦμεν οἱ ἐγκαταλελειμμένοι, ἐκεῖνος δὲ οὐκ ἐγκατελείφθη ποτὲ παρὰ τοῦ Πατρός. Ἄκουε γὰρ αὐτοῦ, τί φησιν· Οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ’ ἐμοῦ ἐστιν. Ἣ καὶ ὑπὲρ τῶν Ἑβραίων τοῦτό φησιν, ὡς Ἑβραῖος καὶ αὐτὸς τὸ κατὰ σάρκα ὤν· Εἰς τί ἐμέ, τουτέστι, τὸν Ἑβραικὸν λαόν, ἐγκατέλιπες, ἵνα σταυρώσωσι τὸν Υἱὸν τὸν σόν; Ὥσπερ γὰρ εἰώθαμεν λέγειν, ὅτι Ὁ Θεὸς ἐφόρεσεν ἐμέ, ἀντὶ τοῦ, τὴν ἀνθρωπίνην φύσιν· οὕτω καὶ ἐνταῦθα τό, Ἐγκατέλιπές με, νόει ἀντὶ τοῦ, τὴν ἐμὴν φύσιν τὴν ἀνθρωπίνην, ἢ τὸν ἐμὸν λαὸν τὸν Ἰουδαϊκόν. Δραμὼν δὲ εἷς, ὄξος ἐπότιζεν αὐτόν, ἵνα συντομώτερον αὐτὸν ἡ δριμύτης τοῦ ὄξους θανατώσῃ. Κράξας δὲ ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, ἐξέπνευσεν, οἱονεὶ προσκαλούμενος τὸν θάνατον, ὡς Δεσπότης καὶ κατ’ ἐξουσίαν ἀποθνήσκων. Τίς δὲ ἦν ἡ φωνή, ἐδήλωσεν ὁ Λουκᾶς·

Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καὶ γὰρ καὶ τοῦτο κατώρθωσεν ἡμῖν ὁ Κύριος, τὸ εἰς χεῖρας τοῦ Θεοῦ ἀναβαίνειν τὰ τῶν ἁγίων πνεύματα· πρώην γὰρ ἐν ᾅδου πάντων αἱ ψυχαὶ ἐκρατοῦντο, ἕως οὗ ἦλθεν ὁ κηρύξας αἰχμαλώτοις ἄφεσιν. «Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω. Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· Ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ.

Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ, καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη. Αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαί, αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.» Ἐσχίσθη τὸ καταπέτασμα, δηλοῦντος τοῦ Θεοῦ, ὅτι ἡ χάρις τοῦ Πνεύματος ἀπέστη ἀπὸ τοῦ ναοῦ, καὶ ὅτι τὰ Ἅγια τῶν ἁγίων πᾶσι θεατὰ καὶ βάσιμα καταστήσονται· ὃ καὶ γέγονε, τῶν Ῥωμαίων εἰσελθόντων· καὶ ὅτι πενθεῖ καὶ ὁ ναός. Ὅπερ γὰρ εἰώθασιν Ἰουδαῖοι ἐν ταῖς συμφοραῖς ποιεῖν, καὶ διαῤῥηγνύναι τοὺς χιτῶνας, τοῦτο καὶ ὁ ναός, ὡσανεὶ ἔμψυχος, ἐνεδείξατο ἐπὶ τῷ Κτίστῃ πάσχοντι, τὸ ἑαυτοῦ ἱμάτιον διαῤῥήξας· καὶ ἄλλο δέ τι ἐκ τούτου δηλοῦται. Ἡ σὰρξ αὕτη καταπέτασμά ἐστι τοῦ ἡμετέρου ναοῦ, τουτέστι, τοῦ νοός· ἡ γοῦν τῆς σαρκὸς δύναμις, ἣν εἶχε κατὰ τοῦ πνεύματος, διεῤῥάγη τοῖς πάθεσι τοῦ Χριστοῦ, ἀπὸ ἄνωθεν ἕως κάτω, τουτέστιν, ἀπὸ Ἀδὰμ ἕως καὶ τῶν τελευταίων ἀνθρώπων. Καὶ γὰρ ὁ Ἀδὰμ ἡγίασται τοῖς πάθεσι τοῦ Χριστοῦ, καὶ οὐκ ἔτι ἡ σὰρξ ἐκείνου ἐπικατάρατος ἔσται, οὐδὲ φθορᾷ ἔνοχος, ἀλλ’ ἀφθαρσίᾳ ἐτιμήθημεν ἅπαντες. Ἰδὼν δὲ ὁ κεντυρίων, τουτέστιν, ὁ ἑκατόνταρχος (κέντουμ γὰρ λέγουσιν οἱ Ῥωμαῖοι τὸ ἑκατὸν) ὅτι οὕτω δεσποτικῶς ἐξέπνευσεν, ἐθαύμασε καὶ ὡμολόγησεν.

Ὅρα δὲ καὶ τὴν τάξιν ἀντιστραφεῖσαν· οἱ Ἰουδαῖοι θανατοῦσιν, ὁ ἐθνικὸς ὁμολογεῖ· οἱ μαθηταὶ φεύγουσιν, αἱ γυναῖκες παραμένουσιν. Ἦσαν γάρ, φησί, καὶ γυναῖκες, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ Ἰακώβου, καὶ Ἰωσῆ μήτηρ· αὕτη δέ, ἡ Θεοτόκος ἦν, ἥτις καθ’ ὃ ἐμνηστεύθη τῷ Ἰωσήφ, μήτηρ αὐτῶν ἦν· τοῦ δὲ Ἰωσὴφ παῖδες ἦσαν, Ἰάκωβος καὶ Ἰωσῆς. Λέγεται τοίνυν μήτηρ αὐτῶν, ἀντὶ τοῦ, μητρυιά· ὥσπερ καὶ τοῦ Ἰωσὴφ ἐλέγετο γυνή, ἀντὶ τοῦ, μνηστή. Ἡ Σαλώμη δέ, ἦν ἡ μήτηρ τῶν Υἱῶν Ζεβεδαίου. Καὶ ἄλλαι δὲ πολλαί. Τῶν γὰρ ἐπισημοτέρων ὀνομαστὶ ἐμνημόνευσεν. «Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, ὅ ἐστι προσάββατον, ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλάτος ἐθαύμασεν, εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτόν, εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.

Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆ, ἐθεώρουν ποῦ τίθεται.» Ὁ μακάριος Ἰωσήφ, ἔτι τῷ νόμῳ δουλεύων, καὶ τὸν Χριστὸν Θεὸν ἐπέγνω, διὸ καὶ τολμᾷ τόλμαν ἐπαινετήν· οὐχ ὑπελογίσατο γάρ, ὅτι Πλούσιός εἰμι, καὶ ἐκπεσοῦμαι τοῦ πλούτου, ἐὰν αἰτήσωμαι τὸ σῶμα τοῦ ἐπὶ τυραννίδι κατακριθέντος, καὶ διαβληθήσομαι τοῖς Ἰουδαίοις· οὐδὲν τούτων εἶπε καθ’ ἑαυτόν· ἀλλὰ πάντα δεύτερα ἡγησάμενος, ᾐτήσατο ἵνα θάψῃ τὸ τοῦ κατακεκριμένου σῶμα. Ὁ δὲ Πιλάτος ἐθαύμασεν, εἰ ἤδη τέθνηκεν· ἐνόμιζε γὰρ αὐτὸν ἐπὶ πολὺ ἀνθέξειν, ὥσπερ καὶ τοὺς λῃστάς. Ἐπηρώτησε δὲ καὶ τὸν κεντυρίωνα εἰ πάλαι ἀπέθανε, τουτέστιν, εἰ πρὸ ὥρας ἀπέθανεν.

Ὁ τοίνυν Ἰωσὴφ λαβὼν τὸ σῶμα, ἠγόρασε μὲν σινδόνα. Καθελὼν δὲ αὐτόν, ἐνείλησε τῇ σινδόνι, τὸ τίμιον τιμίως ἐνταφιάζων. Μαθητὴς γὰρ ἦν καὶ αὐτὸς τοῦ Χριστοῦ, καὶ ὅπως δεῖ τιμᾷν τὸν Δεσπότην εἰδώς· καὶ εὐσχήμων, τουτέστι σεμνός, εὐλαβής, ἄμεμπτος. Βουλευτὴς δὲ ἀξίωμά τι ἦν, μᾶλλον δὲ λειτούργημα καὶ βάρος πολιτικόν, ὃ οἱ ἔχοντες ἠναγκάζοντο τὰ τῆς ἀγορᾶς ἐπισκοπεῖν· καὶ πολλοῖς πολλάκις κίνδυνος ἐπῆλθεν ἐκ τούτου, διὰ τὴν τῆς ἀγορᾶς κακοπραγίαν. Ἀκουέτωσαν οἱ πλούσιοι, καὶ δημοσίοις ἐνασχολούμενοι πράγμασιν, ὅπως τῷ Ἰωσὴφ οὐδὲν ἐνεπόδισε πρὸς ἀρετὴν τὸ βουλευτικὸν ἀξίωμα. Ἰωσὴφ δὲ ἑρμηνεύεται, πρόσθεσις· Ἀριμαθαῖος δέ, αἴρων ἐκεῖνο. Γένοιτο οὖν καὶ ἡμᾶς κατὰ τὸν Ἰωσὴφ γενέσθαι, ἀεὶ προστιθέντας τῷ δρόμῳ τῆς ἀρετῆς, καὶ αἴροντας ἐκεῖνο, τουτέστι, τὸ ὄντως ἀγαθόν· λαβεῖν δὲ καὶ τὸ σῶμα τοῦ Ἰησοῦ διὰ τῆς κοινωνίας, καὶ καταθέσθαι τοῦτο ἐν μνημείῳ λελατομημένῳ ἐκ πέτρας, τουτέστιν, ἐν μνημονικῇ ψυχῇ καὶ μὴ ἐπιλανθανομένῃ τοῦ Θεοῦ. Ἔστω δὲ ἐκείνη ἡ ψυχή, ἐκ πέτρας λελατομημένη, τουτέστιν, ἀπὸ Χριστοῦ, ὅς ἐστιν ἡ πέτρα ἔχουσα τὴν σύστασιν· ἐνειλῆσαι δὲ αὐτὸ ἐν σινδόνι, τουτέστιν, ἐν σώματι καθαρῷ δέξασθαι αὐτό· σινδὼν γὰρ τῆς ψυχῆς καὶ οἷον ἱμάτιον, τὸ σῶμα.

Δεῖ οὖν μὴ μόνον ἐν ψυχῇ καθαρᾷ δέχεσθαι τὸ θεῖον σῶμα τοῦ Κυρίου, ἀλλὰ καὶ ἐν σώματι τοιούτῳ· ἐνειλεῖν δὲ τοῦτο, τουτέστι, συστρέφειν καὶ συστέλλειν, ἀλλὰ μὴ ἐξαπλοῦν· τὸ γὰρ μυστήριον συνεσταλμένον ἐστὶ καὶ ἀπόκρυφον, καὶ οὐκ ἐξηπλωμένον.

ΚΕΦΑΛ. ΙϚʹ. Περὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Τίσι μετὰ τὴν ἔγερσιν ὁ Κύριος ὤφθη. Πῶς τοῖς ἀποστόλοις τὴν τοῦ Εὐαγγελίου κήρυξιν διέταξεν. «Καὶ διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.

Καὶ λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα· καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε·

Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον; Ἠγέρθη, οὐκ ἔστιν ὧδε. Ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ’ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.

Καὶ ἐξελθοῦσαι, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.» Οὐδὲν μέγα οὐδὲ ἄξιον τῆς τοῦ Ἰησοῦ θεότητος φρονοῦσαι αἱ γυναῖκες περὶ αὐτοῦ, παρακάθηνται τῷ τάφῳ, καὶ μύρα ἀγοράζουσιν, ἵνα κατὰ τὸ ἔθος τῶν Ἰουδαίων ἀλείψωσι τὸ σῶμα, ὡς ἂν μένῃ εὐῶδες, καὶ μή τι δυσῶδες ἐκ τῆς διαλύσεως πάθῃ· ἅμα δὲ καὶ τὰ μύρα ξηραντικήν τινα δύναμιν ἔχοντα, τὴν ὑγρότητα τοῦ σώματος ἀναπίνοντα, ἄσηπτον αὐτὸ τηροῦσι.

Τοιαῦτα ἐφρόνουν αἱ γυναῖκες· καὶ λίαν πρωΐ, ὅπερ ὁ μὲν Ματθαῖος, ὀψὲ Σαββάτων, ὁ δὲ Λουκᾶς, ὄρθρου βαθέος, φασί, μιᾶς τῶν Σαββάτων, τοῦτ’ ἔστι, τῆς πρώτης τῶν τῆς ἑβδομάδος ἡμερῶν (Σάββατα γὰρ τὰς τῆς ἑβδομάδος ἡμέρας ὠνόμαζον, μίαν δέ, τὴν πρώτην) ἀναστᾶσαι ἔρχονται πρὸς τὸ μνημεῖον, καὶ διαλογίζονται τίς ἀποκυλίσει τὸν λίθον· ἐν ὅσῳ δὲ ταῦτα ἐλογίζοντο αὗται, ἄγγελος ἀπεκύλισε τὸν λίθον μὴ αἰσθομένων τῶν γυναικῶν. Ὃ καὶ ὁ Ματθαῖος λέγει, ὅτι μετὰ τὸ ἐλθεῖν τὰς γυναῖκας, ὁ ἄγγελος ἀπεκύλισε τὸν λίθον· τοῦτο δὲ παρεσιώπησεν ὁ Μάρκος, ὡς τοῦ Ματθαίου εἰπόντος παρὰ τίνος ἀπεκυλίσθη ὁ λίθος. Εἰ δὲ ὁ μὲν Ματθαῖός φησι τὸν ἄγγελον καθῆσθαι ἐπὶ τῷ λίθῳ, ὁ δὲ Μάρκος, μετὰ τὸ εἰσελθεῖν εἰς τὸ μνημεῖον ἰδεῖν αὐτὸν τὰς γυναῖκας ἔσω καθήμενον, οὐ δεῖ ταράττεσθαι. Ἐνδέχεται γὰρ ὃν εἶδον ἔξω καθήμενον, ὥς φησιν ὁ Ματθαῖος, ἐπὶ τῷ λίθῳ, τοῦτον ἰδεῖν πάλιν ἔσω ἐν τῷ μνημείῳ, προλαβόντα τὰς γυναῖκας καὶ εἰσελθόντα. Τινὲς δὲ λέγουσιν ὡς ἄλλαι μὲν ἦσαν αἱ παρὰ τῷ Ματθαίῳ γυναῖκες, ἄλλαι δὲ αἱ παρὰ τῷ Μάρκῳ· ἡ μέντοι Μαγδαληνή, ἢ πάσαις παρηκολούθει, θερμή τις οὖσα καὶ διάπυρος τὴν σπουδήν· εἶπεν οὖν ταῖς γυναιξὶν ὁ φανεὶς ἐκεῖνος· Μὴ ἐκθαμβεῖσθε. Πρότερον γὰρ ἀπαλλάττει ταύτας τοῦ δέους, εἶτα καὶ περὶ τῆς ἀναστάσεως εὐαγγελίζεται.

Ἐσταυρωμένον δὲ αὐτὸν ὀνομάζει· οὐ γὰρ ἐπαισχύνεται τὸν σταυρόν· οὗτος γάρ ἐστιν ἡ σωτηρία τῶν ἀνθρώπων, καὶ τὸ τῶν ἀγαθῶν κεφάλαιον. Ἠγέρθη. Πόθεν δῆλον; Οὐ γάρ ἐστιν ὧδε· καὶ θέλετε πιστωθῆναι; Ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἐπὶ τούτῳ γὰρ καὶ τὸν λίθον ἐπῆρεν, ἵνα δείξῃ τὸν τόπον· ἀλλ’ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ. Τὸν Πέτρον χωρίζει ἀπὸ τῶν μαθητῶν, ὡς κορυφαῖον κατ’ ἐξοχὴν αὐτὸν ὀνομάζων ἐκτὸς ἐκείνων· ἢ ἐπειδὴ ἠρνήσατο ὁ Πέτρος, ἐὰν ἦλθον καὶ εἶπον αἱ γυναῖκες, ὅτι Προσετάγημεν εἰπεῖν τοῖς μαθηταῖς, εἶπεν ἂν ὁ Πέτρος· Ἐγὼ ἠρνησάμην· λοιπὸν μαθητὴς αὐτοῦ οὐκ εἰμί· ἀπέβαλεν οὖν ἐμέ, ἐβδελύξατό με. Τούτου οὖν ἕνεκεν προστίθησι τό, Καὶ τῷ Πέτρῳ, ἵνα μὴ σκανδαλισθῇ ὁ Πέτρος, ὡς αὐτὸς μὴ λόγου ἀξιωθείς, οἷα ἀρνησάμενος, καὶ διὰ τοῦτο μηδὲ συντάττεσθαι τοῖς μαθηταῖς ἄξιος ὤν. Εἰς δὲ τὴν Γαλιλαίαν πέμπει αὐτούς, τῶν θορύβων καὶ τοῦ πολλοῦ φόβου ὑπεξάγων τῶν Ἰουδαίων. Ἐκράτησε μέντοι τὰς γυναῖκας φόβος καὶ ἔκστασις, τουτέστιν, ἔκπληξις, ἐπί τε τῇ θέᾳ τοῦ ἀγγέλου, καὶ ἐπὶ τῷ φρικώδει τῆς ἀναστάσεως, καὶ διὰ τοῦτο οὐδενὶ οὐδὲν εἶπον.

Ἐφοβοῦντο γάρ· ἢ τοὺς Ἰουδαίους ἐφοβοῦντο, ἢ τῷ φόβῳ συνεχόμεναι τῷ ἀπὸ τῆς ὀπτασίας, καὶ τὸν νοῦν ἀπώλεσαν. Καὶ διὰ τοῦτο οὐδενὶ οὐδὲν εἶπον, ἐπιλαθόμεναι καὶ ὧν ἥκουσαν. «Ἀναστὰς δὲ ὁ Ἰησοῦς, πρωῒ πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα, ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι.

Κἀκεῖνοι ἀκούσαντες, ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ’ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα, δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν· κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν· ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν.» Ἀναστὰς δὲ ὁ Ἰησοῦς· ἐνταῦθα στίξον, εἶτα εἰπέ· Πρωῒ πρώτῃ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ· οὐ γὰρ ἀνέστη πρωΐ. Τίς γὰρ οἶδε πότε ἀνέστη; Ἀλλ’ ἐφάνη πρωΐ, Κυριακῇ ἡμέρᾳ· αὕτη γὰρ ἡ πρώτη τοῦ Σαββάτου, τουτέστι, τῆς ἑβδομάδος, ἣν ἄνω ἐκάλεσε μίαν Σαββάτων· Μαρίᾳ τῇ Μαγδαληνῇ ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια, ἤτοι πολλά· οἶδε γὰρ ἡ Γραφὴ τὸν ἑπτὰ ἀριθμόν, ἀντὶ πλήθους παραλαμβάνειν· ὡς τό, Στεῖρα ἔτεκεν ἑπτά, ἢ ἑπτὰ δαιμόνια, τὰ ἐναντία τῶν ἑπτὰ τῆς ἀρετῆς πνευμάτων· οἷον πνεῦμα ἀφοβίας, πνεῦμα ἀσυνεσίας, πνεῦμα ἀγνωσίας, πνεῦμα ψεύδους, καὶ ὅσα ἄλλα ἀντίπαλα τῶν χαρισμάτων τοῦ Πνεύματος· μετὰ δὲ ταῦτα, δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν, ἐφάνη ἐν ἑτέρᾳ μορφῇ· περὶ τούτων καὶ ὁ Λουκᾶς λέγει· Κἀκεῖνοι ἀνήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.

Καὶ πῶς ὁ Λουκᾶς λέγει, ὅτι ὑποστρέψαντες, εὗρον συνηθροισμένους τοὺς ἕνδεκα, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος, τοῦ Μάρκου ἐνταῦθα λέγοντος, ὅτι οὐδὲ τοῖς ἐκ τοῦ ἀγροῦ ἐλθοῦσιν ἐπίστευσαν; Λέγομεν οὖν ὅτι τό, Ἀνήγγειλαν τοῖς λοιποῖς, οὐ περὶ τῶν ἕνδεκα ἀποστόλων λέγει, ἀλλὰ περί τινων ἑτέρων· τούτους γὰρ λοιποὺς ὠνόμασεν. «Ἐπεὶ οἵγε ἕνδεκα εἶδον αὐτὸν ἐν αὐτῇ τῇ ἡμέρᾳ, ὅτε καὶ οἱ ἐξ ἀγροῦ ὑποστρέψαντες εὗρον αὐτοὺς λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται· ὁ δὲ ἀπιστήσας, κατακριθήσεται.

Σημεῖα δὲ τοῖς πιστεύσασι, ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ· ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.

Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.» Ὅρα τὴν τοῦ Κυρίου ἐντολήν, Κηρύξατε πάσῃ τῇ κτίσει. Οὐκ εἶπεν, ὅτι Τοῖς πειθομένοις κηρύξατε, ἀλλά, πάσῃ τῇ κτίσει, εἴτε πείθονται εἴτε μή. Ὁ πιστεύσας, καὶ οὐκ ἀρκεῖ τοῦτο, ἀλλὰ καὶ βαπτισθείς. Ὁ γὰρ πιστεύσας μέν, οὐ βαπτισθεὶς δέ, ἀλλ’ ἔτι κατηχούμενος ὤν, οὐκ ἤδη καὶ σέσωσται. Σημεῖα δὲ λέγει τοῖς πιστεύσασι παρακολουθήσειν, τὸ δαιμόνια ἐκβάλλειν, τὸ γλώσσαις λαλεῖν καιναῖς, τὸ ὄφεις αἴρειν, τουτέστιν, ἀφανίζειν ὄφεις, εἴτε τοὺς νοητούς, ὡς τό, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν νοητῶν δηλαδή. Δύναται δὲ καὶ οὕτω νοηθῆναι, ὄφεις ἀροῦσιν. Ὥσπερ ὁ Παῦλος τὴν ἔχιδναν ἐν τῇ χειρὶ αὐτοῦ ἦρε, μηδὲν ὑπ’ αὐτῆς βλαβείς· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ. Γέγονε δὲ τοιαῦτα πάντως πολλά, ὡς ἐν ταῖς ἱστορίαις εὑρίσκομεν. Πολλοὶ γὰρ καὶ φάρμακα πιόντες, διὰ τῆς τοῦ σταυροῦ σφραγῖδος ἀβλαβεῖς διετηρήθησαν. Ταῦτα δὲ λαλήσας, ἀνελήφθη, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐκήρυξαν πανταχοῦ τοῦ Κυρίου, φησίν, συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων.

Ὁρᾷς πανταχοῦ τὰ ἡμέτερα πρῶτον, εἶτα ἡ τοῦ Θεοῦ συνεργία· ἡμῶν γὰρ ἐνεργούντων καὶ ἀρχὴν δόντων, ὁ Κύριος συνεργεῖ· ὡς ἐάν γε μὴ ἡμεῖς δῶμεν ἀφορμήν, οὐ συνεργεῖ. Σκόπει δὲ καὶ τοῦτο, ὅτι μετὰ τὸν λόγον τὰ ἔργα, καὶ ὁ λόγος διὰ τῶν ἔργων βεβαιοῦται· ὥσπερ καὶ ἐπὶ τῶν ἀποστόλων τότε, τὸν λόγον ἐβεβαίουν τὰ ἔργα τὰ ἐπακολουθοῦντα καὶ τὰ σημεῖα. Γένοιτο δέ, Λόγε Χριστέ, καὶ τοὺς ἡμετέρους λόγους οὓς λέγομεν περὶ ἀρετῆς, διὰ τῶν ἔργων βεβαιοῦσθαι καὶ τῶν πράξεων.

Ὡς ἂν τέλειοι παρασταίημέν σοι, συνεργοῦντι ἡμῖν ἐν πᾶσιν ἔργοις τε καὶ λόγοις· ὅτι σοι πρέπει ἡ διὰ λόγων καὶ ἔργων δόξα. Ἀμήν. Τέλος τῆς εἰς τὸ κατὰ Μάρκον Εὐαγγέλιον ἑρμηνείας τοῦ Θεοφυλάκτου.