Εἰ μὲν εἴποι, φησίν, ὅτι δεῖ φόρους διδόναι Καίσαρι, κατηγορητέος πρὸς τὸν λαόν, ὡς τὸ ἔθνος εἰς δουλείαν ὑπάγων, σπέρμα Ἀβραὰμ ὄν, καὶ μηδενὶ δουλεῦσαν· εἰ δὲ κωλύει φόρους διδόναι, πάλιν πρὸς τὸν ἡγεμόνα ἄξουσιν, ὡς στασιαστήν. Ὁ δὲ τοὺς βρόχους αὐτῶν ἐκφεύγει, ὡς δορκάς, οὕτω γὰρ αὐτὸν ἐν τῷ ᾌσματι ἡ νύμφη ὠνόμασε, καὶ διδάσκει, ὅτι τὸ σωματικῶς ὑποκεῖσθαι τῷ τῶν σωμάτων ἡμῶν ἐξουσιάζοντι, εἴτε βασιλεῖ, εἴτε τυράννῳ, οὐδὲν ἡμῖν λυμαίνεται πρὸς τὸ εὐαρεστεῖν πνευματικῶς τῷ Θεῷ τῶν πνευμάτων. Ἀπόδοτε γάρ, φησί, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ὅρα, οὐκ εἶπε Δότε, ἀλλ’ Ἀπόδοτε. Χρέος, φησίν, ἐστίν, ἀπόδος οὖν τὴν ὀφειλήν. Φυλάττει σε ὁ ἄρχων σου ἐκ τῶν πολεμίων, τὸν βίον σου εἰρηναῖον καθιστᾶ· χρεωστεῖς οὖν αὐτῷ τὸν φόρον ἀντὶ τούτων, ἄλλως τε καὶ αὐτό, ὃ προσφέρεις, τουτέστι, τὸ νόμισμα, παρ’ ἐκείνου αὐτοῦ ἔχεις. Τὸ οὖν τοῦ βασιλέως νόμισμα ἀπόδος πάλιν αὐτῷ. Ἐν τῷ μέσῳ δὲ κεκέρδηκας δι’ αὐτοῦ συναλλάσσων, καὶ τὰ πρὸς τὸν βίον χρειώδη μεταχειριζόμενος· ὥσπερ ἀμέλει καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ δεῖ ἀποδιδόναι. Δέδωκέ σοι νοῦν, ἀπόδος αὐτὸν αὐτῷ κατὰ νοῦν ἐνεργῶν. Δέδωκέ σοι λόγον, ἀπόδος αὐτὸν αὐτῷ, μὴ συμπαραβαλλόμενος τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ἀλλ’ ὡς λογικὸς πάντα πράττων.