Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Η ανάκριση, η απολογία και το μαρτύριο των αγίων

Η θαρραλέα ομολογία των αγίων ενώπιον των τυράννων, η καταδίκη τους σε θάνατο και το μαρτύριο του αγίου Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 9

Ἐπιστάντες οὖν τῇ Τιβεριουπόλει καὶ πᾶσαν ψυχὴν τῇ τῆς ὠμότητος αὐτῶν φήμῃ προκαταστήσαντες, συλληφθῆναι τοὺς ἁγίους κελεύουσιν. Ἐπεὶ δὲ συλληφθέντες ἤχθησαν, ἐφ’ ὑψηλοῦ δὲ οἱ τύραννοι καθίσαντες βήματος, ὡς ἂν ἵνα καὶ ἡ θέα αὐτῶν μᾶλλον φέρει κατάπληξιν καὶ ὁ λόγος αὐτῶν ἐξάκουστος γίνεται, οὕτως ἔφησαν· ἁπάσης τῆς ὑφ’ ἥλιον, ὡς εἰπεῖν, γῆς, τῷ βασιλικῷ, θείῳ προστάγματι πειθομένης, ὅπερ ἐστὶ θεοὺς μὲν νομίζειν, οὓς οἱ πάλαι σοφοὶ παρέδοσαν, καὶ τούτοις ναούς τε ἀνιστᾶν καὶ βωμοὺς ἱδρύνειν καὶ θυσίας προσφέρειν καὶ τὰς ἄλλας ἀποδιδόναι τιμάς, καινοτομίαν δὲ θρησκείας μὴ παραδέχεσθαι, μηδὲ νεαρῷ καὶ προσφάτῳ τινὶ προσέχειν θεῷ· πῶς ὑμεῖς μόνοι, ὥσπερ ἔξω τῆς καθ’ ἡμᾶς οἰκουμένης ὄντες, ἢ σοφώτερά τε τῶν πάλαι γενομένων θεσπεσίων ἀνδρῶν ἐξευρόντες, ἢ μείζονα μὲν δύναμιν, πλείω δὲ σοφίαν τοῦ αὐτοκράτορος ἡμῶν εὐτυχήσαντες, ᾧ πάντες σοφοὶ τῶν πρωτείων παραχωροῦσι, λήρους μὲν ἡγήσασθε τὰς τῶν σοφῶν περὶ θεῶν μαρτυρίας, διεπτύσατε δὲ καὶ τὰ βασιλικὰ προστάγματα, ἀνθρώπῳ δέ τινι ἐν Παλαιστίναις γεννηθέντι ἐκ γυναικὸς πενιχρᾶς, (καὶ τί γάρ, εἰ τέκτονι ἁρμοσθείσης εἰς γάμον;) εἶτα σταυρωθέντι μετὰ λῃστῶν, τούτῳ δὴ ὡς βασιλεῖ καὶ θεῷ προσέχετε καὶ πᾶσαν ἀποδιδόντες τιμὴν εὐσεβεῖν οἴεσθε; Πῶς ταῦτα; Εἴπατε.

Πρὸς οὓς οἱ ἅγιοι, μηδὲ μικρὸν ὑποσχόντες· ἔδει μὲν ἡμᾶς, εἶπον, ὦ ἡγεμόνες, ὑπὸ κριταῖς ἀδιαφθόροις ποιεῖσθαι τὰς πρὸς ἐρώτησιν ἀποκρίσεις· οὕτω γὰρ ἂν ἐδείχθη περιφανέστερον ἡ ἀλήθεια. Ἐπεὶ δὲ τοῖς αὐτοῖς χρώμεθα κατηγόροις καὶ δικασταῖς, δῆλον μὲν ἡμῖν ὃ συμβήσεται, τὸ τὴν ἀλήθειαν δηλαδὴ παρευημερηθῆναι τῷ ψεύδει. Πλὴν ἀλλὰ καὶ οὕτως οὐ σιωπήσομεν. Θαῤῥοῦμεν γὰρ Χριστῷ, ὃς ἐγενήθη ἡμῖν ἀπὸ Θεοῦ σοφία καὶ δίδωσι ῥῆμα τοῖς εὐαγγελιζομένοις ἐν ἀνοίξει τοῦ στόματος καὶ παρέχει στόμα καὶ σοφίαν καὶ λόγον τοῖς αὐτοῦ ἀθληταῖς καὶ μάρτυσιν, ὡς αὐτὸς ἐπηγγείλατο, ᾗ οὐ δυνήσονται ἀντιστῆναι οὐδὲ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι.

Ἡμεῖς οὖν, οὔτε μόνοι τῶν ἄλλων ἀνθρώπων τοὺς ὑμετέρους θεοὺς διαπτύομεν, οὔτε μόνοι εἰς τὴν αὐτὴν πίστιν καὶ εὐσέβειαν τὴν ὀρθόδοξον παρεισήχθημεν. Ἀναρίθμητοι γὰρ μυριάδες εἰσὶν ἐν πάσῃ τῇ οἰκουμένῃ οἱ τὴν εἰς Χριστὸν πίστιν ἐπεγνωκότες, τὴν ὄντως καθαρὰν καὶ ἀμώμητον. Τὴν δὲ τῶν Ἑλλήνων παιδείαν τε καὶ θρησκείαν, ὡς ματαίαν καὶ ψευδώνυμον, χλεύην τιθέμενοι, διαπτύουσι καὶ ἀποστρέφονται.

Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Χριστοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλλ’ οὐδὲ τοῖς καθ’ ὑμᾶς ἀπιστοῦμεν σοφοῖς. Ἀλλ’ εἰ δεῖ τι καὶ παράδοξον μέν, ἀληθὲς δὲ εἰπεῖν, ἡμεῖς μᾶλλον αὐτοῖς πειθόμεθα ἢ ὑμεῖς. Ὅταν γὰρ σὺ μὲν ἀκούων τοῦ ποιητοῦ τὸν Δία καὶ μοιχὸν εἰσάγοντος καὶ ἁρπακτὴν καὶ ἀπατῶντα καὶ ἀπατώμενον καὶ δεσμούμενον καὶ δακρύοντα, εἶτα προσκυνῇς αὐτὸν ὡς θεόν, ἐγὼ δὲ τούτων αὐτῶν ἀκούων περὶ αὐτοῦ λεγομένων, διαπτύω τοῦτον καὶ οὐχ ὅπως θεὸν ὀνομάζω, ἀλλὰ παντὸς ἐναγοῦς καὶ φθόνου, καὶ τίνος γὰρ οὐχὶ τῶν διαβαλλομένων, χείρονα τίθεμαι· πότερος ἡμῶν ἀκόλουθα δοξάζει ταῖς περὶ τοῦ Διὸς ὑπολήψεσι; Περὶ δὲ τῶν ἄλλων θεῶν τί δεῖ καὶ λέγειν, οὕτω καὶ ἐπὶ τοιούτοις ἐληλεγμένου τοῦ κορυφαίου; Ἀλλὰ ποιηταὶ μὲν τοιαῦτα καὶ περὶ τῶν ὑμετέρων θεῶν, οἳ καὶ πηγαὶ δοκοῦσι πάσης σοφίας εἶναι καὶ πάσης διδασκαλίας θεμέλιοι. Τῶν φιλοσόφων δέ, ὅσοι καὶ θεσπεσιώτεροι δοκοῦσιν ὑμῖν, τοὺς παρὰ ποιηταῖς ὀνομασθέντας θεοὺς πῦρ εἶναι, γῆν, ἀέρα, ὕδωρ, ἥλιόν τε καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας ἐδόξασαν. Οἷς οὐδὲ αὐτοῖς πάντως προσκυνητέον. Κτίσματα γὰρ ὄντα καὶ δι’ ἡμᾶς τὸ εἶναι λαβόντα, τίς δ’ ἂν φρονῶν καὶ νοῦν ἔχων αὐτοὺς τιμήσειεν; Τίς δὲ ἐῤῥωμένας ἔχων τὰς φρένας, λατρεύσοι τῇ κτίσει παρὰ τὸν Κτίσαντα;

Τίς δὲ νοῦν ἔχων καὶ φρόνιμος θεοῖς ἀψύχοις σεβάζεται, οἷς οὐκ ἔστι σύνεσις, ἀλλὰ τροπῆς παραλλαγή; Τίς τοῖς δούλοις ὡς δεσπόταις λατρεύσειεν; Ἀνθρώπου γὰρ δοῦλα πάντα καὶ ὑποχείρια· ὅτι τὰ μέν, ἄψυχά τε καὶ ἄλογα· ὁ δὲ λόγος τετιμημένος καὶ πάντων ἄρχει, ὡς εἰκόνα σῴζων κατὰ τοῦ Θεοῦ. Περὶ δὲ τοῦ βασιλέως μὲν ἡμῖν καὶ μακρότερα λέγειν· ἀλλ’ ἐπίτομόν τινα ποιησόμεθα τὴν ἀπόκρισιν, ἵνα μὴ τὸν καιρὸν ἐνδιατρίβομεν, ὡς ἐπὶ τὸν ἀληθινὸν βασιλέα.

Ἐκεῖνος μὲν γὰρ ἠρνήσατο Χριστόν, τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ παραβάτης τῆς πρὸς αὐτὸν ἐγένετο πίστεως, ἀθετήσας τὰς θείας ἐντολὰς αὐτοῦ καὶ τὰ ζωηρὰ προστάγματα. Οὐκ ἄξιος δ’ ἂν εἴη προφέρειν ἡμῖν τὴν τῶν ἰδίων προσταγμάτων ἀθέτησιν καὶ κολάζειν ἀπειλῶν, ὡς ταῦτα παραβαίνειν ἐθέλοντας. Ὁ μὲν γὰρ ἀπέστη τοῦ Σεσωκότος καὶ ἀπέστη καὶ Αὐτὸς ἀπ’ αὐτοῦ, κατὰ τὸ προφητικὸν λόγιον τὸ φάσκον, «ἀπέστη ἀπὸ Θεοῦ, καὶ ἀπέστη καὶ ὁ Θεὸς ἀπ’ αὐτοῦ»· καὶ «οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ»· καὶ «ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ». «Οὐκ ἠθέλησεν ἐπιγνῶναι τὸ φῶς, καὶ ἐπορεύθην ἐν ὁδοῖς σκότους».

Ἡμεῖς δὲ καὶ σῴζειν οὐ δυναμένου δεσπότου καὶ βασιλέως ἀποστατοῦμεν, ἀλλὰ καὶ ἑαυτὸν ἀπολωλεκότος, καὶ ἡμᾶς συναπολεῖν σπουδάζοντας καὶ εἰς τὸν αὐτὸν ὠθεῖν κίνδυνον. Ἀλλ’ ἐκεῖνος μέν, ὅπου δ’ ἂν βούλεται φερέσθω· ἡμεῖς δὲ Χριστὸν οὐκ ἀρνησόμεθα, τὸν ἀθάνατον Θεόν, οὐδ’ ἂν ἡμέρα μία ἡ ζωὴ ἡμῶν. «Οὐδεὶς ἡμᾶς χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ»—«ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν», ᾧ μόνῳ βασιλευόμεθα, καὶ οὗ τὴν ἀπόφασιν μόνην λογιζόμενοι, φρίττομεν καὶ δειλίᾳ συνεχόμεθα, τὸν ἀρνησάμενόν με, εἰπόντος, ἀρνήσομαι κἀγὼ αὐτὸν ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς καὶ τῶν ἁγίων ἀγγέλων.

Ὁμολογοῦμεν τοίνυν καὶ ὁμολογήσομεν ἄχρι τελευταίας ἡμῶν ἀναπνοῆς καὶ οὐκ ἀποστήσομεν. Τὸν αὐτὸν γὰρ ἐπιστάμεθα καὶ γινώσκομεν Θεὸν ἀληθινὸν καὶ Κύριον· γεννηθέντα μὲν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀσωμάτως καὶ ἀπαθῶς, ὥσπερ ἐκ τοῦ γεννᾶσθαι τὸν λόγον οἴδαμεν· εἶτα, ἐπειδὴ τὴν ἀνθρωπίνην φύσιν ἑώρα, ἣν αὐτὸς τῷ ἀγαθῷ θελήματι συνεστήσατο, τοῖς πάθεσι τῆς ἀτιμίας ἐκδιδομένην καὶ τοῖς κτήνεσιν ὁμοιωθεῖσαν κατά γε τὴν ἄλογον ζωὴν (ἵνα μὴ λέγω ὅτι καὶ ταῦτα ταῖς ἀτόποις παρήλασε πράξεσι), πρὸς δὲ καὶ κατενεχθεῖσαν εἰς εἰδώλων τε προσκυνήσεις καὶ ἑρπετῶν καὶ κνωδάλων τιμάς· θελήσαντα διὰ σπλάγχνα ἐλέους ταύτην τὴν φύσιν ἐν ἑαυτῷ προσλαβεῖν καὶ ἁγιάσαι καὶ λαμπρῦναι τῇ οἰκείᾳ θεότητι. Ὅθεν γεννᾶται μὲν ἐκ τῆς ἁγίας Παρθένου καὶ παναχράντου Μαρίας καὶ σπαργανοῦται καὶ θηλάζει καὶ ἀνατρέφεται· καὶ πάντα τὰ τῆς φύσεως ἡμῶν ἀναδεξάμενος ἐκπληροῖ ἐκτὸς ἁμαρτίας. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». Οὐ γὰρ φύσεώς ἐστιν ἔργον ἡ ἁμαρτία, ἀλλὰ παρὰ φύσιν ἐξ ἀπροσεξίας τοῖς κωφοτέροις ἐγγίνεται.

Τριάκοντα ἔτη δὲ γεγονώς, ὁδὸν ἡμῖν σύντομον σωτηρίας ὑπέδειξε τὸ θεῖον καὶ πνευματικὸν βάπτισμα, αὐτὸς πρῶτος τοῦτο δεξάμενος. Ἐν ᾧ καὶ μαρτυρηθεὶς οὐρανόθεν παρὰ τοῦ Πατρὸς ὡς εἴη Υἱὸς Θεοῦ, κατὰ τὴν εὐαγγελικὴν φωνὴν τὴν λέγουσαν, «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα». Δέδωκε δὲ καὶ ἡμῖν πιστεύειν ὡς καὶ ἡμεῖς υἱοὶ Θεοῦ γινόμεθα διὰ τοῦ βαπτίσματος· ὅπερ γάρ ἐστιν ἐκεῖνος φύσει, τοῦτο ἡμεῖς λαμβάνομεν χάριτι.

Εἶτα διδάξας καὶ διὰ θαυμάτων τοὺς ἀνθρώπους εὐεργετήσας καὶ φθονηθεὶς ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν, ἐσταυρώθη καὶ θανὼν ἐτάφη, ὥσπερ ὑμεῖς τοῖς αὐτὸν τιμῶσι προσονειδίζετε. Ἀλλ’ οὐκ ἐναπέμεινε τῷ θανάτῳ· ἀναστὰς δὲ τριήμερος καὶ τοῖς αὐτοῦ φίλοις καὶ μαθηταῖς συνὼν δι’ ἡμερῶν τεσσαράκοντα καὶ διδάσκων αὐτοὺς τὰ μείζονα καὶ τελειότερα, ἀνέβη τελευταῖον εἰς τοὺς οὐρανούς, ὅθεν καὶ κατῆλθεν.

Ἐνταῦθα μελλόντων τῶν ἁγίων καὶ τὰ ἐφεξῆς συνερεῖν καὶ πλατύτερον διηγήσασθαι, περί τε τῆς ἀποστολῆς καὶ καθόδου τοῦ Πνεύματος καὶ περὶ τῆς δοθείσης τοῖς ἀποστόλοις χάριτος καὶ δυνάμεως καὶ περὶ τῶν ἄλλων ἁπλῶς, ὅσα περὶ τούτου πιστεύομεν, ἐνέκοψαν τὸν τοῦ λόγου εἱρμὸν οἱ τύραννοι, καὶ τί δὲ ὑμῖν, ἔφησαν, ἅπαξ ἀδείας ἐνδοθείσης πρὸς τὴν ἐρώτησιν ἀποκρίνεσθαι, ῥήτορες ἡμῖν ἀνεφάνητε, ὥσπερ ἐν θεάτρῳ τὴν τοῦ λόγου δύναμιν ἐπιδεικνύμενοι, ἀλλ’ οὐχὶ πρὸς κρίσιν δικαστικῷ καὶ φοβερῷ βήματι παριστάμενοι;

Τί τὰ πολλά; Θύειν ὁμολογεῖτε τοῖς ἀθανάτοις θεοῖς, ἢ οὔ; Ἀποκρίνεσθε. —Μὴ γένοιτο, εἶπον οἱ μάρτυρες, δαίμοσι καὶ τοῖς αὐτῶν εἰδώλοις θῦσαι ἡμᾶς, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ τῆς δουλείας τῶν δαιμόνων ἀπαλλαγέντας.

Οὕτω τῶν ἁγίων δόντων τὴν ἀπόκρισιν ἐπίτομον ὁμοῦ καὶ ἀπότομον, τὸ τοῦ θυμοῦ θηρίον Οὐάλεντι καὶ Φιλίππῳ προσερεθίζεται· καὶ ἐπεὶ δημοσίων πραγμάτων διοικήσεις ἐπὶ τὴν Θεσσαλονίκην αὐτοὺς κατήπειγον, οὐκ ἔχοντες ἐπὶ πολὺ ἐν Τιβεριουπόλει ἐνδιατρίβειν, εὐθὺς τὸν διὰ ξίφους θάνατον τῶν ἁγίων καταψηφίζονται.

Ἤγοντο μὲν οὖν τὴν τελευταίαν καὶ μακαρίαν ὁδόν, τὴν καὶ πρὸς ζωὴν καὶ οὐρανοὺς φέρουσαν, τὴν αἰωνίαν καὶ ἀτελεύτητον καὶ ἀπέραντον· ἠγαλλιῶντο δὲ χαρᾷ ἀνεκλαλήτῳ καὶ τὴν ἔνδον κατάστασιν τῇ ἔξωθεν φαιδρότητι ἐπεσήμαινον, ὅτι βασιλέα πονηρὸν καὶ τοὺς αὐτοῦ δημίους καταλιπόντες, τῷ φιλανθρώπῳ Βασιλεῖ καὶ ἀκαταλήπτῳ καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ μυριάσιν ἀγγέλων πανηγύρει προσελθεῖν μέλλουσιν· ἓν τοῦτο μόνον αὐτοὺς ἐλύπει, ἡ τῶν τυράννων πρὸς τὸ τῆς ἀληθείας φῶς ἑκούσιος τυφλότης καὶ τὸ πολλοὺς τῶν ἀσθενεστέρων, ἐκ τοῦ τὰς κρίσεις οὕτω προβαίνειν, περὶ τὴν πίστιν σαλεύεσθαι. Τὸ γὰρ παρανόμως γενόμενον τῶν ἐξετάσεων δυναστείας καὶ ἀδικίας ὑπόθεσις δείκνυται. Δικαστηρίου γοῦν ὁλόσχημα καὶ κρίσεως ἐν νόμῳ τοὺς δικάζοντας πλάττεσθαι, οὐ μικρὸν τοῖς ἀβεβαιοτέροις περιποιεῖται τὸ σκάνδαλον. Οἴονται γὰρ ὡς ἡ τοῦ δικαστηρίου ἀλήθεια, οὓς εὗρε τῷ ὄντι ὑπευθύνους, τιμωρίαις καὶ θανάτῳ κατέκρινεν. Εἷς οὖν τῶν ἁγίων, Πέτρος ὄνομα, διὰ ταῦτα θείῳ ζήλῳ πυρωθεὶς τὴν καρδίαν πρὸς τοὺς τυράννους ἀντέστη. Ὦ παραβάται τῶν ἔργων, ἐβόησε, καὶ τῆς ἀληθείας ἐχθροί, πῶς δικαστῶν προσωπεῖον ἑαυτοῖς περιθέντες καὶ κρίσεως σχῆμα πλασάμενοι, αἵματα δικαίων ἀναιτίως ἐκχέετε, ἐφ’ οἷς οὐδὲν ἄξιον εὑρέθη θανάτου, ὅτι μὴ καὶ μᾶλλον πάντα τιμῆς καὶ στεφάνων ἄξια;

Πῦρ ὀργῆς τοῖς τυράννοις ἐπὶ τῷ λόγῳ ἀνάπτεται. Καὶ δὴ προστάττουσιν ἀποδυθῆναι μὲν τὸν ἅγιον, κατὰ γῆς δὲ ταθέντα ῥάβδοις καταικισθῆναι· εἶτα καὶ τὰς χεῖρας ἀποτμηθῆναι καὶ τελευταῖον τὸν διὰ ξίφους ὑποστῆναι καὶ αὐτὸν θάνατον. Ἐπεὶ δὲ ταῦτα τέλος εἶχον, χεῖρες μὲν ἐκεῖναι κυσὶν εἰς βρῶσιν ἐῤῥίφησαν.

Γυνὴ δέ τις ἐκ γενετῆς τυφλή, οὕτω παρατυχόν, τῆς δεξιᾶς τοῦ ὁσίου Πέτρου χειρὸς εἰς τοὺς πόδας αὐτῆς πεσούσης αἰσθομένη, λαβοῦσα ταύτην ἀνείλατο· καὶ τῇ τῆς κεφαλῆς αὐτῆς καλύπτρᾳ ταύτην ἐνειλήσασα καὶ τὴν οἰκίαν ὡς εἶχε τάχος καταλαβοῦσα, οὐκ εἶχεν ὃ καὶ χρήσαιτο τῷ εὑρέματι. Τί δὲ οὐκ ἂν ἐποίει;

Κατεφίλει, περιεπτύσσετο, τοῖς ὄμμασι ταύτην ἐπετίθει. Εὐθύς, ὦ τῶν μεγάλων σου θαυμασίων, Σῶτερ Χριστέ, ἀνεῴχθησαν αὐτῆς οἱ ὀφθαλμοὶ παραχρῆμα καὶ τὸ φῶς ἰδοῦσα, μεγάλῃ τῇ φωνῇ τὴν τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἐκήρυττε δύναμιν· καὶ διὰ παντὸς ἦν εὐλογοῦσα τὸν Θεόν, τὸν ποιοῦντα, καθὼς γέγραπται, θαυμάσιά τε καὶ ἐξαίσια τέρατα, ὧν οὐκ ἔστιν ἀριθμός. Οὐ πολλαὶ παρῆλθον ἡμέραι, καὶ τὴν χεῖρα ταύτην ἄρασα ἡ τοῦ φωτὸς ἀξία γυνή, τὴν Θεσσαλονικέων μεγαλόπολιν καταλαμβάνει. Σκοπὸς δὲ ἦν αὐτῇ ἐν τιμιωτάτῳ τόπῳ κατατεθῆναι τὸ τίμιον. Εὑρίσκει τοίνυν καὶ τὸν τόπον τοῦ θησαυρίσματος ἄξιον, τὸ τῆς καλλινίκου μάρτυρος Ἀναστασίας πάντιμον τέμενος, καὶ τούτῳ τὴν χεῖρα ἐναποτίθεται.