Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Εισαγωγή, ιστορικό πλαίσιο και ο θρίαμβος του Χριστιανισμού

Προοίμιο του μαρτυρίου, η στάση των χριστιανών στους πρώτους διωγμούς και η εδραίωση της Εκκλησίας επί Μεγάλου Κωνσταντίνου και των διαδόχων του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 9

ΜΑΡΤΥΡΙΟΝ ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΙΕΡΟΜΑΡΤΥΡΩΝ ΙΕʹ ΤΩΝ ΕΝ ΤΙΒΕΡΙΟΥΠΟΛΕΙ Τῌ ΒΟΥΛΓΑΡΙΚΩΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝῌ ΣΤΡΟΥΜΜΙΤΖῌ ΜΑΡΤΥΡΗΣΑΝΤΩΝ ΕΠΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΟΥ ΔΥΣΣΕΒΟΥΣ ΙΟΥΛΙΑΝΟΥ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ ΣΥΓΓΡΑΦΕΝ ΥΠΟ ΘΕΟΦΥΛΑΚΤΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΠΑΣΗΣ ΒΟΥΛΓΑΡΙΑΣ Ἤδη μὲν τὸ θεῖον τοῦ εὐαγγελίου κήρυγμα κατὰ πάσης τῆς οἰκουμένης ἐκκέχυτο· καὶ ὁ τῶν ἁλιέων λόγος, οἷά τις σαγήνη, ἐπὶ πᾶσαν τὴν γῆν ἐκταθείς, κατὰ τὸ προφητικὸν λόγιον τὸ φάσκον, «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν», ψυχὰς τῶν ἄνω ἁγίων μονῶν ἀξίας τῷ Χριστῷ προσέφερεν. Ἀλλ’ οὐκ ἦν ἀνεκτὰ ταῦτα τῷ τοῦ φθόνου πατρί, τῷ πονηρῷ, φημί, διαβόλῳ, οὐδὲ ἔφερεν ὁρᾶν ἀνθρώπους ἀγγέλων τάξιν ἀναλαμβάνοντας κἀκεῖ τιθεμένους, ὅθεν αὐτὸς πρότερον διὰ κακίαν ἐξέπεσεν. Ἀμέλει καὶ τοὺς ἑκάστοτε βασιλεῖς καὶ τοὺς τούτων ἡγεμόνας ἀποδυσάμενος, τῇ σωτηρίᾳ τῶν ἀνθρώπων διὰ τούτων ἀντέπιπτεν, πείθων αὐτοὺς προστάττειν πᾶσι τοῖς ὑπηκόοις, θεοῖς μὲν ἑλληνίοις καὶ τοῖς τούτων ἀγάλμασι πᾶσαν προσάγειν τιμήν, ἔν τε ναῶν ἱδρύσεσι καὶ βωμῶν καὶ θυσίαις πολυτελέσι καὶ ἀναθήμασι· Χριστὸν δὲ μηδὲ ὀνομάζειν, ὡς ἄνθρωπον γεγονότα κατάκριτον καὶ αὐτὸ τοῦτο σταυροῦ ἄξιον· ὅσοι δὲ φωραθεῖεν τῷ Ἐσταυρωμένῳ λατρεύοντες, τούτους ὡς ἀθέους δειναῖς τιμωρίαις ὑποβαλλομένους, τῆς παρούσης ζωῆς ἐκτέμνεσθαι.

Ἦν οὖν ἰδεῖν τοὺς ἀληθεῖς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν δούλους, τοὺς μὲν ἐν σπηλαίοις καὶ ὄρεσι κεκρυμμένους καὶ λεληθότως τὰς ἀναιμάκτους θυσίας καὶ εὐχάς, ὡς ὁ καιρὸς ἐδίδου, προσφέροντας· τοὺς δὲ χώραν ἐκ χώρας ἀμείβοντας καὶ ἀπὸ πόλεως εἰς πόλιν φεύγοντας καὶ τὴν ἀλλοτρίαν τῆς σφετέρας οἰκειοτέραν νομίζοντας οὕτω τε τὴν ἑαυτῶν σωτηρίαν ἀγαπητῶς διακλέπτοντας.

Τοῖς δέ, θείου θάρσους αἱ καρδίαι πληρούμεναι, ὡς στρατιώταις δοκίμοις, ἔπειθον ἑαυτοὺς ἐμπίπτειν τοῖς τῶν ἀσεβῶν βασιλέων καὶ ἡγεμόνων βήμασιν, ὥσπερ τισὶν ἐχθρῶν φάλαγξι, καὶ κηρύττειν Χριστὸν ἀληθῶς Θεοῦ Υἱὸν ὁμοούσιον αὐτῷ, πρὸ πάντων μὲν τῶν αἰώνων, ἐξ αὐτοῦ δὲ γεννηθέντα, εἶτα καὶ ἄνθρωπον γενόμενον ἐπ’ ἐσχάτων καὶ διὰ πάθους σταυροῦ καὶ θανάτου τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν ἡμῖν χαρισάμενον.

Ὅθεν καὶ πικραῖς τιμωρίαις παραδιδόμενοι, οἱ μὲν θηρίοις, οἱ δὲ πυρὶ ἢ ὕδατι ἢ ξίφει ἢ ἄλλῳ τινὶ θανάτῳ, τρόπῳ βιαιοτάτῳ τὰς ψυχὰς τῷ Θεῷ ἀπεδίδοσαν. Ἦν ταῦτα καὶ πλείω τούτων, ἕως βαθεῖα νὺξ ἐπεκράτει τῆς ἀσεβείας καὶ αὐτῶν βασιλέων καὶ ἡγεμόνων. Ἐπεὶ δὲ ἔμελλε καὶ βασιλείαν αὐτὴν φωτίσαι τῇ ἐπιγνώσει ὁ σταυρὸς τοῦ Χριστοῦ καὶ αὐτῷ τούτῳ βασιλείαν ἀληθῶς δεῖξαι, μὴ κωφοῖς εἰδώλοις καὶ ἀψύχοις δουλεύουσαν, οἷά τινας ἀκτῖνας, προδρόμους τοῦ τελείου φωτὸς τῆς ἐπιγνώσεως, ὁ τῆς δικαιοσύνης ἥλιος, Χριστός, προαπέστειλεν, ἅτε τὴν νύκτα πάντῃ διαλυούσας καὶ προφαινούσας τὴν ἡμέραν ἐγγίζουσαν.

Ταύτῃ τοι καὶ καθιστᾷ μὲν τῇ κλεινῇ Ῥώμῃ βασιλέα Κωνστάντιον μέγαν ἐκεῖνον, θύοντα μὲν καὶ αὐτὸν τοῖς εἰδώλοις καὶ τῆς πατρῴας τῶν Ἑλλήνων θρησκείας οὐκ ἀφιστάμενον, ἀλλ’ ἀφέντα τούτοις ἔχειν τὰ τῆς θρησκείας ὡς βούλοιντο. Εἰσὶ δὲ οἵ φασιν ὡς οὐ μόνον οὐκ ἐδίωκεν, ἀλλὰ καὶ τιμῶν ἠξίου τοὺς Χριστοῦ λατρευτάς. Ὅς γε καὶ τῆς αὐτοῦ φρονήσεως δεῖγμα τοιοῦτόν τι παρασχεῖν λέγεται. Πεῖραν γάρ ποτε καθῆκε χριστιανοῖς, ὡς ἂν διαγνῷ, τίς μὲν ἐν τούτοις ὁ στεῤῥός τε καὶ δόκιμος, τίς δὲ ὁ σαθρὸς καὶ ἀδόκιμος· καὶ τὸν μὲν τῶν μεγίστων κοινωνὸν ἔχειν, τὸν περὶ τὴν πίστιν δηλαδὴ βέβαιον, τὸν δὲ μηδὲ τῶν ἐλαχίστων, τὸν μὴ τὴν πίστιν, φημί, φυλάττοντα. Κήρυγμα τοίνυν ποιεῖται τοὺς μὴ ἀπωθοῦντας τὴν τῶν χριστιανῶν πίστιν, τὰς τῶν ἀξιωμάτων ζώνας, εἴπερ εἶέν τισιν, ἀποβάλλεσθαι καὶ τῆς πόλεως ἑκόντας ἀναχωρεῖν, ἐν μέρει χάριτος ἱκανῆς τιθέμενος, τὸ μηδὲν ἄλλο πάσχειν τῶν λυπηρῶν, μηδὲ τιμωρίαις ἐκδίδοσθαι.

Ἐπεὶ δὲ ταῦτα κεκήρυκτο, ὅσοι μὲν ἐπὶ τῆς ἄμμου τοὺς θεμελίους τῆς πίστεως κατεβάλοντο καὶ τὰς καρδίας εἶχον ἀβεβαίους καὶ ἀσθενεῖς, ἑτοίμως τὸν χριστιανισμὸν ἐξώμνυντο, ὡς ἂν μήτε τῆς πόλεως ἐκπέσειεν, μήτε τῶν ἀξιωμάτων ἀφαιρεθεῖεν. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ὅσοι δὲ ἐπὶ τὴν στερεὰν πέτραν ἦσαν τεθεμελιωμένοι, οὔτε βασιλέα, οὔτε τοὺς περὶ αὐτὸν πολλοὺς ὄντας καὶ φοβεροὺς ὑποπτήξαντες, ὅλως πτοηθέντες, ἢ δειλιάσαντες καὶ φόβον τινὰ προσλαβόντες ἐκ τῶν φοβερῶν καὶ μεγίστων ἐκείνων ἀνδρῶν τε καὶ ἀπειλῶν, ἀλλ’ εἰς μέσον παρελθόντες καὶ στάντες ἀνδρείως καὶ γενναίως καὶ πάντα φόβον καὶ τρόμον ἐξ αὐτῶν ἀποῤῥίψαντες, τῷ βασιλεῖ ἀνθίσταντο ἀνδρειοφρόνως, μετ’ ἐῤῥωμένου νοός τε καὶ λογισμοῦ φάσκοντες· ἡμεῖς, ὦ βασιλεῦ, τοσοῦτον δέομεν τὴν εἰς Χριστὸν πίστιν μὴ ἀρνήσασθαι, ὥστε μήτε τῶν ἀξιωμάτων, μήτε τῆς λαμπρᾶς ταύτης καὶ περιφανοῦς φροντίσομεν πόλεως· οὐ μόνον δέ, ἀλλὰ καὶ τὰς ἡμετέρας κεφαλὰς καὶ σάρκας ἡμῶν, σὺν αὐταῖς ταῖς ψυχαῖς, ἡδέως ἂν τήμερον διὰ τὸν Δεσπότην τῷ θανάτῳ προώμεθα. Δεδιδάγμεθα γὰρ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι καὶ ὡς οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαυθῆναι τοῖς ἠγαπηκόσι τὸν Κύριον.

Ταῦτα ἐπειδὴ ὁ βασιλεὺς ἀκούσειεν, ἐθαύμασέ τε αὐτῶν τὸ περὶ τὴν πίστιν ἑδραῖον καὶ κατεπλάγη τὸ παράστημα τοῦ φρονήματος ἀμέλει καὶ διὰ πλειόνος εἶχε τιμῆς τοὺς ἄνδρας ἀπ’ ἐκείνου τοῦ χρόνου, ὥστε καὶ εἰς βουλὰς συγκαλεῖν καὶ σκεμμάτων κοινωνοὺς προσλαμβάνεσθαι· τοὺς μέντοι τὸν Χριστὸν ἠρνημένους ἐκείνους οὐδενὸς ἀξίους, ὥσπερ καὶ ἦν δίκαιον, λογιζόμενος, ἀλλ’ ἐν ἀτιμίᾳ πάσῃ τὴν ζωὴν ἀφῆκε διάγειν, τρισάθλιοι οὗτοι, λέγων, οἳ πρὸς τῇ στερήσει τῶν μελλόντων ἀγαθῶν καὶ παρόντων ἐξέπεσον. Πῶς γὰρ ἄν, φησίν, ἐμοὶ τὴν πίστιν φυλάξωσιν οἱ περὶ τὸν Θεὸν αὐτῶν οὕτω ῥᾳδίως φανέντες ἄπιστοι; πῶς δὲ ἢ ἐν βουλαῖς ἢ λόγοις τὸ συμφέρον ἡμῖν ὑποθήσονται οἱ περὶ ἑαυτῶν οὕτω κακῶς βουλευσάμενοι;

Τοιοῦτος μὲν ἦν Κωνστάντιος ὁ βασιλεύς· ὃν δὴ καὶ Θεὸς τῆς αὐτοῦ ἀγαθότητος οὐκ ἐστέρησε, τοῦτο μὲν ἐν μάχαις καὶ ἐπικρατείαις ἐθνῶν δοξάσας, τοῦτο δὲ καὶ υἱὸν αὐτῷ χαρισάμενος Κωνσταντῖνον, τὸν πάντων βασιλέων ὑπέρτερον, οὗ τῆς δόξης αὐτὸς ἀπολαύει, καθάπερ ῥεύματος ἀνατρέχοντος, ἐνδοξότερος τῇ μνήμῃ γενόμενος. Εἶχε μὲν γὰρ καὶ ἑτέρους υἱοὺς ἐκ Θεοδώρας αὐτῷ τῆς Μαξιμιανοῦ τοῦ Ἑρκουλίου γεγεννημένους θυγατρός, Δαλμάτιον, Ἀννιβαλλιανὸν καὶ Κωνστάντιον. Κωνσταντῖνος δὲ ἐξ Ἑλένης τῆς ὡς ἀληθῶς μακαρίας αὐτῷ γεγενημένος· ὃς καὶ τὴν βασιλείαν διαδεξάμενος, οὐχ ἧττον καὶ τῆς εἰς τοὺς χριστιανοὺς πατρῴας χρηστότητος κληρονόμον ἑαυτὸν ἀνέδειξε. Τούς τε γὰρ ἐν Ῥώμῃ πιστοὺς οὐκ ἀνέσεως πάσης μόνον, ἀλλὰ καὶ τιμῶν ἠξίου, καὶ τοῖς ἀνὰ καὶ πᾶσαν πόλιν καὶ χώραν, διὰ προσταγμάτων πρὸς τοὺς ἑκασταχοῦ ἡγεμόνας ἐκπεμπόμενος, τὴν οἰκείαν εὐμένειαν ἐπεδείκνυτο. Πᾶσι γὰρ τοῖς ὑπ’ ἐξουσιῶν αὐτῷ οὖσι διὰ γραμμάτων ἐκέλευε τὸ χριστιανικὸν φῦλον μηδενὸς ἀποστερεῖν προνομίου.

Διὰ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἠνέσχετο ζημιωθῆναι τοιαύτης ψυχῆς ἀγαθότητα, ἀλλ’ ἠμείβετο μὲν αὐτῷ καὶ τοῖς τοῦ ἐνεστῶτος αἰῶνος ἀγαθοῖς, πλούτῳ δή, λέγω, καὶ τοῖς ἐκ τοῦ πλούτου προσγινομένοις καὶ πᾶσι τῆς βασιλείας ἁβροῖς συμβόλοις καὶ τρυφεροῖς, ἔτι τε νίκαις κατὰ πάντων ἐχθρῶν· ἠμείβετο δὲ καὶ πρὸς τὴν ἀληθινὴν χειραγωγείᾳ πίστιν, οὐρανόθεν αὐτὸν ἑλκύσας, ὡς καὶ Παῦλον τὸ πρότερον.

Ἔδει γὰρ καὶ τὴν κλῆσιν αὐτοῦ μεγαλοπρεπῆ εἶναι καὶ ὄντως οὐράνιον. Ἐπεὶ γὰρ Μαξεντίῳ πολεμήσων ᾔει, ἔδειξεν αὐτῷ τὸν σταυρὸν ἐν οὐρανῷ μεσούσης τῆς ἡμέρας δι’ ἀστέρων τετυπωμένον, καὶ γράμματα τὴν ἐν τούτῳ νίκην σημαίνοντα. Οὐκ ἀπειθὴς δὲ γέγονε τῇ οὐρανίῳ ὀπτασίᾳ, ἀλλὰ τῷ τύπῳ τοῦ φανέντος σημείου χρησάμενος καὶ μαθὼν ἐν τοῖς ἔργοις τὴν ἀήττητον αὐτοῦ δύναμιν, κατηχεῖται μὲν τὸν λόγον τῆς ἀληθείας ὑπὸ Σιλβέστρου τοῦ θειοτάτου πάπα Ῥώμης, γίνεται δὲ χριστιανοῖς ῥάβδος ἰσχύος καὶ κλείει μὲν ναοὺς εἰδωλικούς, σβέννυσι δὲ τὸ ἐπιβώμιον πῦρ, ἀνάπτει δὲ τὴν τῆς ἀληθείας λαμπάδα καὶ τὸ ἔλαιον τῆς χρίσεως, ἐλευθεροῖ δὲ καὶ γῆν αἱμάτων καὶ ἀέρα μολυσμάτων, τῶν ἐκ τῆς κνίσσης καὶ τοῦ καπνοῦ, ἀντ’ αὐτῶν δὲ μᾶλλον ἀντεισάγει θυσίας ἱερὰς καὶ θυμιαμάτων ἀρώματα εὐώδη καὶ στάσεις παννυχίους τῷ Θεῷ εὐπροσδέκτους. Αὐτῶν δὲ τῶν ἀφιδρυμάτων, ἃ μὲν εἰς χοῦν λεπτύνει, ἃ δὲ πυρὶ καὶ ἀφανισμῷ παραπέμπει, ἃ δὲ εἰς Βυζάντιον ἀγαγὼν (ὃ δὴ αὐτὸς ἐκ μικροῦ μέγα καταστησάμενος καὶ πᾶσι κοσμήσας τοῖς τὴν βασιλικὴν ἐπιδεικνυομένοις μεγαλοπρέπειαν, Κωνσταντινούπολιν ἐπωνόμασεν)· ἐνταῦθα τοίνυν πολλὰ τῶν ἀγαλμάτων ἀχθῆναι κελεύσας, ἔν τε τῷ θεάτρῳ καὶ ταῖς πλατείαις ἱδρύσατο.

Ναοὺς δὲ πανταχοῦ τῆς οἰκουμένης θείους ἀνέστησε καὶ τότε δὴ μάλιστα τὸ παρὰ τοῦ Δαβὶδ ἐδείχθη λόγιον πληρούμενον, «ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός»· καὶ «ὅτι τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς·» καὶ «ὅτι τοῦ Κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν». Αὐτὸς δηλαδὴ καὶ οἱ περὶ αὐτὸν ἡγεμόνες, καὶ ἀπὸ τοῦδε, πάντα μὲν ἔθνη εἰρήνην ἦγον καὶ ἡσυχίαν τοῦ Χριστοῦ πάντως τὸν αὐτοῦ βασιλέα δοξάζοντος, καθὰ δὴ καὶ ἐπηγγείλατο· «τοὺς γὰρ δοξάζοντάς με», φησί, «δοξάσω», διὰ τοῦ προφητικοῦ εἶπε στόματος.

Ὁ δὲ τῆς ἡμῶν σωτηρίας ἀδιάλλακτος ἐχθρὸς καὶ ἀρχέκακος δράκων, Ἄρειον τὸν Ἀλεξανδρέα κατὰ τῆς ὀρθοδοξίας ὁπλίσας, πόλεμον ἐπεγείρει τῇ Ἐκκλησίᾳ πικρόν, ὑφ’ οὗ ταύτην οὐ μετρίῳ ἐκάκωσεν. Ἀλλ’ ἀνθοπλίζεται τῷ θείῳ Κωνσταντῖνος ὁ βασιλεὺς καὶ κατὰ τὴν Νικαίων πόλιν τριακοσίους δέκα καὶ ὀκτὼ ἀρχιερεῖς μετακαλεσάμενος, συνεδριάσας δὲ καὶ αὐτὸς αὐτοῖς, τὴν μὲν Ἀρείου κακοδοξίαν, ἣ τὸν Υἱὸν τοῦ Θεοῦ (φεῦ τῆς μιαρᾶς ἐκείνου γλώττης) κτίσμα καὶ ποίημα καὶ δοῦλον ἐκήρυττε, ταύτην μὲν πάσης Ἐκκλησίας ἀπελαύνει, θριαμβεύσας αὐτὸν δημοσίως· λαμπρῷ δὲ κηρύγματι ἀναθέμενος τὴν ὀρθοδοξίαν καὶ τρανῶς ἐν παῤῥησίᾳ ἐκβοῶν, ὁμοούσιον τὸν Υἱὸν ἀναγορεύει τῷ Πατρί, καὶ «φῶς ἐκ φωτὸς» καὶ Δεσπότην καὶ Ποιητήν, ἀλλ’ οὐ ποίημα.

Βασιλεύσας δὲ εὐσεβῶς καὶ ὁσίως καὶ τῷ Χριστῷ εὐαρεστήσας, ὡς ἦν δυνατόν, ἐπὶ τρισὶν υἱοῖς καταλύει τὸν βίον, ἀπὸ τῆς προσκαίρου καὶ χαμαιζήλου μετατεθεὶς βασιλείας ἐπὶ τὴν αἰώνιον καὶ ἀνώλεθρον, καὶ ὥσπερ τὸν ἑλληνισμὸν πρότερον, οὕτω καὶ τὸν ἀρειανισμὸν ἀφανίσας ὕστερον, ὃς οὐχ ἧττον ἐκείνου, εἰ μὴ καὶ μᾶλλον, τὴν Ἐκκλησίαν ἐλύπησεν· αἱ γὰρ ἐκ τῶν οἰκείων κακώσεις βαρύτεραι.

Τῶν δὲ υἱῶν αὐτοῦ, Κωνσταντίνῳ μὲν τῷ πρώτῳ, αἵ τε Γαλλίαι καὶ τὰ πρὸς τῷ πέρατι τοῦ ἑσπερίου ὠκεανοῦ, αἵ τε βρετανικαὶ νῆσοι εἰς κλῆρον ἀπενεμήθησαν· Κώνσταντι δὲ τῷ ὑστάτῳ, αἵ τε Ἰταλίαι καὶ αὐτὴ ἡ Ῥώμη ἄχρι καὶ τοῦ Ἰλλυρικοῦ· Κωνσταντίῳ δὲ τῷ μέσῳ, ἥ τε Ἑῴα ἅπασα καὶ Λιβύη καὶ Αἴγυπτος. Τούτοις δὲ πᾶσα σπουδὴ καὶ μελέτη καὶ ἐπιτήδευμα περὶ τὴν τοῦ χριστιανισμοῦ σύστασίν τε καὶ εὐσέβειαν καὶ ὀρθοδοξίαν ἦν, ἵν’ εὐσεβοῦντες καὶ ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας, ἤρεμον καὶ ἥσυχον βίον διάγωσιν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Εἰ γὰρ καὶ Κωνστάντιος παραλιπών τι τοὺς ὀρθοδόξους, ἔδοξεν οὐκ ἀνεχόμενος τῆς τοῦ ὁμοουσίου φωνῆς, ἀλλὰ καὶ τότε ζήλῳ καὶ πόθῳ τῆς τῶν Ἐκκλησιῶν εἰρήνης, εἰ καὶ οὐ κατ’ ἐπίγνωσιν ὁ ζῆλος εἰργάζετο, ὥστε καὶ καθαιρεθῆναι πάντας τοὺς τῶν εἰδώλων ναούς τε καὶ βωμούς, ὡς μηδὲ ἴχνος αὐτῶν ἐναπολειφθῆναι τῷ βίῳ διεκελεύσατο. Ἀλλὰ καὶ τούτους μὲν τὸ τοῦ θανάτου δρέπανον ἀποθερίζει τῆς παρούσης ζωῆς.