Ἐπιστάντες οὖν τῇ Τιβεριουπόλει καὶ πᾶσαν ψυχὴν τῇ τῆς ὠμότητος αὐτῶν φήμῃ προκαταστήσαντες, συλληφθῆναι τοὺς ἁγίους κελεύουσιν. Ἐπεὶ δὲ συλληφθέντες ἤχθησαν, ἐφ’ ὑψηλοῦ δὲ οἱ τύραννοι καθίσαντες βήματος, ὡς ἂν ἵνα καὶ ἡ θέα αὐτῶν μᾶλλον φέρει κατάπληξιν καὶ ὁ λόγος αὐτῶν ἐξάκουστος γίνεται, οὕτως ἔφησαν· ἁπάσης τῆς ὑφ’ ἥλιον, ὡς εἰπεῖν, γῆς, τῷ βασιλικῷ, θείῳ προστάγματι πειθομένης, ὅπερ ἐστὶ θεοὺς μὲν νομίζειν, οὓς οἱ πάλαι σοφοὶ παρέδοσαν, καὶ τούτοις ναούς τε ἀνιστᾶν καὶ βωμοὺς ἱδρύνειν καὶ θυσίας προσφέρειν καὶ τὰς ἄλλας ἀποδιδόναι τιμάς, καινοτομίαν δὲ θρησκείας μὴ παραδέχεσθαι, μηδὲ νεαρῷ καὶ προσφάτῳ τινὶ προσέχειν θεῷ· πῶς ὑμεῖς μόνοι, ὥσπερ ἔξω τῆς καθ’ ἡμᾶς οἰκουμένης ὄντες, ἢ σοφώτερά τε τῶν πάλαι γενομένων θεσπεσίων ἀνδρῶν ἐξευρόντες, ἢ μείζονα μὲν δύναμιν, πλείω δὲ σοφίαν τοῦ αὐτοκράτορος ἡμῶν εὐτυχήσαντες, ᾧ πάντες σοφοὶ τῶν πρωτείων παραχωροῦσι, λήρους μὲν ἡγήσασθε τὰς τῶν σοφῶν περὶ θεῶν μαρτυρίας, διεπτύσατε δὲ καὶ τὰ βασιλικὰ προστάγματα, ἀνθρώπῳ δέ τινι ἐν Παλαιστίναις γεννηθέντι ἐκ γυναικὸς πενιχρᾶς, (καὶ τί γάρ, εἰ τέκτονι ἁρμοσθείσης εἰς γάμον;) εἶτα σταυρωθέντι μετὰ λῃστῶν, τούτῳ δὴ ὡς βασιλεῖ καὶ θεῷ προσέχετε καὶ πᾶσαν ἀποδιδόντες τιμὴν εὐσεβεῖν οἴεσθε; Πῶς ταῦτα; Εἴπατε.