Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Η ανακομιδή των λειψάνων και η μεταφορά τους στη Βρεγαλνίτσα

Η εκταφή των ιερών λειψάνων, η αντίδραση των Τιβεριουπολιτών, η μεταφορά τριών μαρτύρων στη Βρεγαλνίτσα και τα συνοδά θαύματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 7 από 9

Ἐν δὲ τοῖς καιροῖς τούτου, ἐφάνη μὲν ὁ ἅγιος Γερμανὸς ἐπὶ τῆς βουλγαρικῆς χώρας· ἐφάνησαν δὲ καὶ οἱ ἅγιοι οὗτοι, οὓς ὑπόθεσιν τοῦ παρόντος λόγου ἐνεστησάμεθα, ἐναργεστέρας τὰς ἐμφανείας ἐν Τιβεριουπόλει ποιούμενοι, καὶ νῦν μὲν ἐν τῷ τόπῳ τῆς αὐτῶν καταθέσεως ὀπτανόμενοι, νῦν δὲ νυκτὸς βαδίζοντες διὰ τοῦ τείχους ὁρώμενοι· πᾶσι δὲ τοῖς δεομένοις δαψιλεῖς τὰς ἰάσεις πηγάζοντες, περιβόητοι πᾶσιν ἦσαν. Φθάνει τοίνυν ἡ περὶ τούτων φήμη εἰς τοῦ βασιλέως Βουλγάρων Μιχαὴλ ἀκοάς. Ὁ δέ, οἷος ἦν ἐκεῖνος περὶ τὰ θεῖα θερμότατος, προστάττει ναὸν τοῖς ἁγίοις ἀνεγερθῆναι ἐν τῇ τῆς Βραγαληνίτζης ἐπισκοπῇ (ὃ καὶ γέγονεν), κἀκεῖσε μετακομισθῆναι τὰ ἱερὰ τούτων λείψανα· ὅπερ οὐκ ἠμελήθη. Τοῦ δὲ προστάγματος τούτου πρὸς Ταριδήνα γενομένου τὸν κόμητα, ἄνδρα Βούλγαρον, οὐ μόνον εὐγενέστατον, ἀλλὰ καὶ δραστηριώτατον, οὐκ ἀμελὴς περὶ τὸ ἔργον ὁ Ταριδήνας ἐφάνη· ἀλλὰ τὴν φύσιν δραστήριον λαβὼν καὶ τὸ ζέον τῆς πρὸς τοὺς θαυματουργοὺς πίστεως, τὸν μὲν ναὸν τάχει πολλῷ συνετέλεσε, πολυχειρίᾳ πρὸς τὸ ἔργον χρησάμενος. Συναγαγὼν δὲ καὶ ἀρχιερεῖς σὺν ἱερεῦσιν, ἄρχοντάς τε καὶ πλῆθος πολὺ τοῦ λαοῦ μεθ’ ὕμνων καὶ θυμιαμάτων, καταλαμβάνουσι τὴν Τιβεριούπολιν. Ἐπιστάντες δὲ τὸν τόπον, ἐν ᾧ οἱ ἅγιοι ἐπεφαίνοντο, ἐκτενῆ τε δέησιν μετὰ δακρύων θερμῶν ποιησάμενοι, ὀρύσσειν ἤρξαντο καὶ τὸν χοῦν ἐκφορεῖν.

Ἐφ’ ἱκανὸν δὲ ὀρύξαντες, ἐντυγχάνουσιν ἤδη ταῖς τῶν ἁγίων λάρναξιν, ἐκ λίθου μὲν μαρμαρίνου πριστοῦ τὰς σκεπούσας αὐτῶν σανίδας ἐχούσαις, ἄνωθεν δὲ ἐπιγεγραμμένον ἑκάστου τό τε ὄνομα τό τε σχῆμα τοῦ εἴδους καὶ τὸν τρόπον τοῦ βίου καὶ τὸ ἀξίωμα καὶ τὸν χαρακτῆρα τῆς ὄψεως. Ἄραντες οὖν τὰς μαρμάρων ἐκείνων σανίδας, εἰς τὴν τῆς Βραγαληνίτζης ἐπισκοπὴν φέρειν ἔδωκαν, ὡς ἂν μετακομισθεῖσιν ἐκεῖθεν τοῖς τῶν ἁγίων λειψάνοις καὶ κατατεθεῖσιν ἐν τόπῳ ἱερῷ, αὖθις δι’ αὐτῶν τούτων ἡ σκέπη γένοιτο. Αὐτὰ δὲ τὰ λείψανα καθαραῖς τε σινδόσιν ἐνειλήσαντες καὶ ξυλίνοις κιβωτίοις ἐνθέντες, ἃ ἐπίτηδες εἰς τὴν τούτων συγκομιδὴν ἐκαινούργησαν, ἄρχονται μὲν αὖθις ἐκτενοῦς δεήσεως πρὸς τὸν ἐν ἁγίοις θαυμαστὸν Κύριον, τὸν ἐξ αὐτοῦ ἐπικαλούμενοι ἔλεον.

Ἐν ὅσῳ δὲ ταῦτα ἐτέλουν καὶ τὰ κιβώτια αἴρειν ἔμελλον, τῶν ἀναγνωστῶν τις πρὸ πολλῶν ἐτῶν ἔκ τινος πάθους συμβεβηκότος αὐτῷ τὴν γλῶσσαν πεδηθείς, ὡς παντελῶς συνῆν ἀφωνίᾳ, συνῆλθε μὲν τοῖς πολλοῖς κατὰ θέαν τῶν γινομένων. Ἀθρόως οὗτος, ὦ τῶν μεγάλων σου θαυμάτων, Χριστὲ Λόγε, λυθέντων αὐτοῦ τῶν τῆς γλώττης δεσμῶν, προστρέχει, οἷά τις ἐκμανεὶς καὶ σεσοβημένος, ταῖς τὰ λείψανα φερούσαις ἐκείναις θείαις θήκαις, γεγωνοτέρᾳ δὲ τῇ φωνῇ προσχρώμενος κῆρυξ τῆς εὐεργεσίας ἐγένετο· μεγαλοφώνως δι’ αὐτοῦ τοῦ ὀργάνου ἀποτιννὺς τὰ κατὰ δύναμιν χαριστήρια, εἰς ὃ κἂν τῆς τῶν ἁγίων ἐπειράσθη δυνάμεως, καὶ λόγῳ τὴν ὑπὲρ τοῦ δύνασθαι λέγειν ἀποδιδοὺς ἀμοιβήν. Ὡς δὲ ὁ λαὸς εἶδε τὸ γεγονὸς καὶ ἀκούσειε τόν τε τῆς ἀφωνίας χρόνον, ὅτι πολύς, καὶ τὴν τοῦ θαύματος ἐνέργειαν, τὴν ἐν τοῖς ἁγίοις τοῦ Θεοῦ ἐκφαίνουσαν δύναμιν, περιχυθέντες ταῖς τῶν ἁγίων θήκαις, κατησπάζοντο, προσεφύοντο, ἀδιασπάστως εἶχον αὐτῶν.

Οἱ δὲ Τιβεριουπολῖται οὗτοι μέν γε καί τι πλέον παρεκινοῦντο θερμότερον, καὶ πρὸς τὸν κόμητα καὶ πρὸς ἐπισκόπους, οὐ καταπροησόμεθα τὸ ἡμέτερον ἀγαθόν, λέγοντες· οὐδ’ ἄν, εἰ ἡμέρα μία ἡ ζωὴ ἡμῶν, ἔλεγον, γένοιτο, τὴν τοῦ Θεοῦ δωρεὰν στερηθείημεν, ἣν ἡμῖν πρὸς σωτηρίαν ψυχῶν καὶ σωμάτων ἔδωκεν ἡ ἄνω Πρόνοια. Οὐ περιοψόμεθα ἐκ μέσου τῶν ἡμετέρων ἁρπαζόμενον χειρῶν καὶ ἐκ τῶν κόλπων ἡμῶν ἀφαιρούμενον τὸν ἀσινῆ καὶ ἀσύλητον θησαυρόν. Εἰ δὲ ἡμεῖς καὶ δεσμεῖσθαι καὶ κολάζεσθαι καὶ εἰς πῦρ παραπεμφθῆναι καὶ θάνατον ὑποστῆναι ἑτοίμως ἔχομεν, οὐκ ἀκλεὴς οὐδὲ οὗτος ὁ θάνατος ἡμῖν ἔσται. Εἴτε περὶ τὰ κιβώτια στῶμεν, αὐτοῦ τὰ σώματα καταθύσομεν καὶ τὰς ψυχὰς ἀποῤῥίψομεν. Μὴ μαλακισθῶμεν τὰ νεῦρα τῆς προθυμίας· μὴ φανῶμεν ὄντως ἀνάξιοι τηλικαύτης χάριτος. Φανησόμεθα δέ, εἰ ἄλλοις ταῦτα παραχωρήσομεν.

Πόσοι πίπτουσιν ἐπὶ παρατάξεων ὑπὲρ ἀγαθῶν δωρεὰν τῶν καὶ φθειρομένων, καὶ ὧν πολλάκις οὐκ αὐτοὶ κύριοι, ἀλλ’ ἕτερος δεσπότης, ᾧ μισθοφοροῦντες ἐκεῖνοι τὸν πόλεμον ὑποδύονται; Ἡμῖν δὲ καὶ οἰκεῖον τὸ ἀγαθὸν καὶ ἄφθαρτον καὶ αἰώνιον. Πόσης οὖν μαλακίας ὑπεκστῆναι τούτους τοῖς λαβεῖν θέλουσι. Ποῖον ἄλλον τόπον ἢ τάφον ἱερώτερον ἕξομεν ἢ τοῦτον τὸν καὶ τοὺς ἁγίους καλύψαντα, ὑπὲρ ὧν νῦν διακινδυνεύσωμεν;

Τοιαῦτα λέγοντος τοῦ πλήθους καὶ θρασυνομένου πλέον τοῦ δέοντος—θερμὸν γὰρ ὁ ζῆλος, καὶ μάλιστα τοῦ κοινοῦ πλήθους, ὡς κουφοτέρας ὕλης δραξάμενος, ἐκ μικροῦ σπινθῆρος πυρσὸς ἐγείρετο—ὁ κόμης σὺν τοῖς ἐπισκόποις μόλις κατασιγάσας τὸν πολὺν ἐν τῷ κοινῷ θόρυβον, τί τοῦτο, ἔφησεν, ἀδελφοὶ καὶ τέκνα; τίς ἡ ἀλόγιστος αὕτη θρασύτης καὶ ἐπανάστασις; Εἰ μὲν οἴκοθεν αὐτὸς ἐπεβαλλόμην τῷ πράγματι καὶ αὐθαιρέτως ἐνήργουν τὴν ὀδυνηρὰν ὑμῖν ταύτην τῶν ἁγίων μετάθεσιν, εἶχεν ἂν λόγον ὑμῖν ἡ ἀντίστασις· εἰ δὲ πρόσταγμα τοῦτο τοῦ θεοφιλοῦς ἡμῶν βασιλέως, ἡμεῖς δὲ ὑπηρέται καὶ ἐκπληρωταὶ τοῦ προστάγματος ἀπεστάλημεν· τίς ὁ λόγος, δούλους εἶναι ὁμολογοῦντας, δεσποτικῷ μὴ ὑποκύπτειν κελεύσματι; Οὐκ ἴστε πικρὰς βασάνους ἀποκειμένας τοῖς τὰ βασιλικὰ προστάγματα παραθραύουσιν; Ὁρᾶτε μὴ τὸν μέχρι νῦν πρᾷον καὶ χρηστοήθη βασιλέα πρὸς τὴν καθ’ ὑμῶν ὀργὴν ἀναστήσητε τῷ πολλῷ θράσει, τῆς φυσικῆς ἐκστῆναι χρηστότητος βιασάμενοι. Μὴ οὕτως ἀπονενοημένως ὡς κατὰ μαχαιρῶν καὶ ξιφῶν πηδήσητε. Ἄδοξος ὁ τοιοῦτος θάνατος· οὐκ ἀρεστὴ γὰρ ἡ θρασύτης, εἰ καὶ δόξης ἀποφέροιτε στέφανον. Μὴ ποιήσητε τὸν θεῖον καὶ ἱερὸν τόπον τοῦτον πολυάνδριον· μὴ τὸν ἅγιον βεβηλώσητε μιανθέντα ἐμφυλίῳ ἐναγῶς αἵματι.

Τούτων ἔτι λεγομένων παρὰ τοῦ κόμητος, τὸ πλῆθος ἐπὶ μᾶλλον ἀνῆπτε τὸν θόρυβον καὶ τὴν πρὸς τὸν θάνατον προθυμίαν προθυμοτέραν καὶ θερμοτέραν ἅπαντες ἐπεδείκνυντο. Ἐνταῦθα ὁ κόμης παντοῖος ἐγένετο, νῦν μὲν τῇ χρηστολογίᾳ μαλάττειν, νῦν δὲ τῇ τῶν ἀπειλῶν αὐστηρίᾳ καταστέλλειν πειρώμενος. Ὡς δὲ ὁ χρόνος ἐτρίβετο, καὶ μηδέν τι διαπρᾶξαι ἰσχύοντες ἑκάτερα τὰ μέρη, ἀλλ’ ἄπρακτοι διαμένοντες οἱ ἀμφότεροι, τέλος συνεβίβασαν, ὥστε τρεῖς ἐκ τῶν ἐπισημοτέρων ἁγίων μόνους ἄραντες, λέγω δή, Τιμόθεον, Κομάσιον καὶ Εὐσέβιον, τοὺς δὲ λοιποὺς ἐν Τιβεριουπόλει καταλιπεῖν.

Ἄραντες οὖν μετὰ πολλῆς ὅσης δοξολογίας καὶ φωταγωγίας καὶ εὐωδίας καὶ ὕμνων, εἰς τὴν Βραγαληνίτζαν ἀπῄεσαν. Ἔτι δὲ τῆς πόλεως ἀπεχόντων ὡς ἀπὸ εἴκοσι σταδίων διάστημα, ὑπαντᾷ τις ἀνὴρ αὐτοῖς τοὺς πόδας διάστροφος ὤν, μεγάλῃ τῇ φωνῇ βοῶν· ἐλεήσατέ με ἅγιοι τοῦ Θεοῦ, τὸν ταλαίπωρον, τὸν διὰ τὴν σωματικὴν ταύτην ἀσθένειαν ἀπολειφθέντα με τῆς μετὰ τῶν ἄλλων πρὸς ὑμᾶς συνελεύσεως, τῇ δὲ διανοίᾳ καὶ τῇ πίστει ἀεὶ ὑμᾶς ἐκδεχόμενος καὶ τὴν ὑμῶν ἐπικαλούμενος δύναμιν· ὅς γε καὶ νῦν τὴν ἐμαυτοῦ ἀσθένειαν βιασάμενος, πρὶν ἢ τῇ πόλει ἐπιφοιτῆσαι ὑμᾶς, ἥκω τὴν ὑμετέραν ἀντίληψιν καὶ βοήθειαν ἐξαιτούμενος. Ἀλλ’ εἴ τι δύνασθε, βοηθήσατέ μοι σπλαγχνισάμενοι ἐπ’ ἐμοί. Διὸ δέομαι καὶ ἀντιβολῶ, ὁ πολλῶν δακρύων ἄξιος, μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐφ’ ὑμᾶς, μηδὲ ἀποστραφείην τεταπεινωμένος καὶ κατῃσχυμμένος, μηδὲ στερηθείην τῆς ἐμῆς προσδοκίας καὶ ὑμῶν ἐπισκέψεως. Ταῦτα σὺν κλαυθμῷ τοῦ χωλοῦ βοῶντος, εὐθὺς ἡ τοῦ Κυρίου χάρις ἐποίει τὰ ἑαυτῆς καὶ ὁ ἐν τοῖς ἁγίοις θαυμαστὸς Κύριος τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο.

Αἱ γὰρ θῆκαι τῶν ἁγίων μέχρις ὅτε κούφως φερόμεναι, ἀθρόον οὕτω βαρεῖαι τοῖς φέρουσιν ἔδοξαν, ὥστε μὴ περαιτέρω φέρειν δύνασθαι ταύτας. Ἀμέλει καὶ κατατίθενται μὲν αὐτοῦ. Ὁ δὲ τοὺς πόδας ἐκεῖνος διάστροφος προσπεσὼν αὐταῖς, καὶ τί μὲν οὐκ ἔτι λέγων ἐλεεινόν, τί δὲ οὐ ποιῶν οἴκτου ἄξιον, εὐθὺς ὁρᾷ τοὺς πόδας τὴν φυσικὴν δύναμιν καὶ κίνησιν ἔχοντας. Περιεπάτει τὸν Θεὸν δοξάζων καὶ εὐχαριστηρίοις φωναῖς τὸν διὰ τῶν ἁγίων αὐτοῦ ἐν παντὶ καιρῷ καὶ τόπῳ θαυμαζόμενον Κύριον καὶ Θεὸν ὑμνῶν καὶ μεγαλύνων καὶ εὐλογῶν καὶ δοξάζων.

Ἐνταῦθά μοι συμφθεγγέσθω ὁ θεῖος Δαβὶδ ψαλμικὸν λόγιον ἐκεῖνο· «θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ»· καὶ πάλιν, «θαυμάστωσον τὰ ἐλέη σου, Κύριε, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σέ»· καὶ πάλιν, «ἐθαυμάστωσε Κύριος τὸ ἔλεος αὐτοῦ, ἐπὶ τοὺς φοβουμένους αὐτόν». Καὶ ταῦτα μὲν ἐν τούτοις.

Ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἐκτενοῦς δὲ παρὰ τῶν ἱερέων γενομένης δεήσεως, αὖθις ἐπεβάλοντο ταῖς τῶν ἁγίων θήκαις βαστάσαι· αἱ δέ, κοῦφαι πάλιν ἦσαν καὶ ἐλαφραὶ ὡς τὸ πρότερον. Καὶ οὕτως ἐπὶ πλέον δοξάζοντες καὶ εὐλογοῦντες τὸν Θεόν, φθάνουσιν ἄχρι Βραγαληνίτζης· καὶ ὅσα εἰκὸς ἀφοσιωσάμενοι, κατατιθέασι τὰς θείας θήκας ἐκείνας ἐν τῷ δεξιῷ μέρει τοῦ εἰς ὄνομα τῶν ἁγίων οἰκοδομηθέντος ναοῦ, εἰκοστῇ ὀγδόῃ τοῦ Αὐγούστου μηνὸς ἄγοντος. Ἀφωρίσθη δὲ τῷ θείῳ τούτῳ ναῷ καὶ κλῆρος, Βουλγάρων γλώττῃ τὰ θεῖα πεπαιδευμένος, ὥστε προσεδρεύειν τούτῳ καὶ τὰς ἱερὰς ποιεῖσθαι ὑμνολογίας ἑκάστοτε.

Ὁ μέντοι τοὺς πόδας ἰαθεὶς ἐκεῖνος οὐκ εἰς καλὸν τὴν ὑγείαν ἐχρήσατο· ἀλλ’ οἴκαδε ἀπελθὼν καὶ γυναικί, ἀνδρὶ νομίμῳ συνημμένῃ, λίχνους ἐπιβαλὼν ὀφθαλμοὺς καὶ λόγοις ὑποκλέψας ἀπατηλοῖς (εὔκολον γὰρ εἰς ἀπάτην γυνή) καὶ ῥήμασιν ἐρωτικοῖς, εὐένδοτον ἄρας αὐτήν, εἰς ἑτέραν χώραν μεταναστεύουσιν ἀμφότεροι. Ἀλλὰ γὰρ οὐκ εἰς μακρὰν ἐπ’ αὐτῷ ἡ θεία δίκη ἐνύσταξεν, ἀλλὰ πικρὸν ἐνιδοῦσα τὸ γενόμενον αὐτοῦ πονηρόν, καὶ τὸ τῆς ποινῆς ἔργον ἐπάγει· καὶ στρεβλοῖ τοὺς πόδας τῷ ἀλλοτρίῳ υἱῷ, τῷ ψευσαμένῳ τὴν χάριν τῶν ἁγίων καὶ ἀπὸ τῆς θείας καὶ εὐθείας τρίβου χωλάναντι καὶ πρὸς ἀτόπους ὁδοὺς καὶ πονηρὰς διαδραμόντι. Περὶ τῶν τοιούτων μοι δοκεῖ εἰρηκέναι τὸν Σολομῶντα, ὡς καὶ τὸ ἀληθὲς ἔχει· ὁ πορευόμενος ὀρθῶς, πορεύεται πεποιθώς· ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ, γνωσθήσεται. Τί οὖν ἐκεῖνος; Ἐπιγινώσκει τὸ πταῖσμα καὶ εὐθὺς τὸν τῆς παρανόμου συζυγίας ῥηγνύει σύνδεσμον· ἀφίησι τὴν γυναῖκα τῷ προτέρῳ ἀνδρί, αὐτὸς δὲ τοῖς ἁγίοις προσδραμὼν καὶ ταῖς ἱεραῖς προσπεσὼν θήκαις, γοεράς τε ἀφίει φωνὰς καὶ τὸ ἁμάρτημα ἐξομολογούμενος ἐν συνετριμμένῃ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως, ᾐτεῖτο μὲν συγγνώμης ἐπὶ τούτῳ τυχεῖν, ᾐτεῖτο δὲ καὶ τὴν πρὸς τὸ εὐθὺ τῶν ποδῶν ἀποκατάστασιν.

Ὁ τοίνυν τῶν μετανοούντων Θεὸς ἅμα καὶ τοὺς ἁγίους αὐτοῦ δοξάζων, ὡς εἴωθεν, ἀπευθύνει πάλιν τοὺς πόδας αὐτῷ· ἦν γάρ, ὡς ἔοικε, ψυχῆς πρὸς τὸ καλὸν ἐχούσης οἰκείωσιν. Ἐντεῦθεν πεπλήρωται τὸ τοῦ προφήτου Ἡσαΐου ῥητόν, τὸ φάσκον, «τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλου»· καὶ πάλιν, «ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα», παρακαλέσατε. Τί δὲ τὸ ἀπὸ τοῦδε; Πολλὰ χαίρειν εἰπὼν κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, τὸ πάλαι μὲν ἱερόν, νῦν δὲ Ἅγιον Ὄρος λεγόμενον, καταλαμβάνει· πρόσεισί τε τῇ μεγίστῃ τῶν ἐκεῖσε μονῶν καὶ τὰ τῶν μοναχῶν ἐνδύς, μόνου Θεοῦ καὶ τῶν θείων γίνεται καὶ μόνος πρὸς μόνον τὸν Θεὸν οἰκειοῦται. Τοιοῦτο μὲν οὖν τὸ θαῦμα τοῦτο.