Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Εἰς τοὺς ἁγίους πεντεκαίδεκα μάρτυρας τοὺς ἐν Τιβεριουπόλει

Θεοφύλακτος Βουλγαρίας

Επίλογος και δοξολογία

Η κατακλείδα του εγκωμιαστικού λόγου, η αναγνώριση της αδυναμίας πλήρους καταγραφής των θαυμάτων και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 9 από 9

Ἐγὼ δὲ ἔοικα ἀνθρώπῳ ἀντλοῦντι τῇ κοτύλῃ τὴν ἄβυσσον καὶ τὰ ἄστρα τοῦ οὐρανοῦ ἀριθμοῦντι καὶ σταγόνας ὑετοῦ καὶ ψάμμον παράλιον καὶ τὴν σκιὰν αὐτοῦ καταδιώκοντι καὶ μὴ καταλαμβανομένῳ, ἀλλ’ εἰς κενὸν καὶ μάτην κοπιῶντι καὶ μηδὲν ὀνουμένῳ, ἀνόνητα μοχθοῦντι καὶ ἀτέλεστα· ἴσον γὰρ τοιούτοις ἐπιχειρεῖν καὶ πειρᾶσθαι τῶν ἁγίων ἐφεξῆς διηγεῖσθαι τὰ θαύματα. Ἀλλ’ ἐγὼ μὲν ἐνταῦθα, πέρας λαβὼν τοῦ λόγου, στήσομαι τὴν διήγησιν. Τὰ δὲ ποταμὸς ὄντως ὄντα ἀένναος καὶ χείμαῤῥος τρυφῶς καὶ πηγὴ ἀνεξάντλητος ῥεῖ τε ἀκαταπαύστως καὶ ῥεύσοιεν, ἀῤῥαβὼν πιστευόμενα καὶ δόγματα τῆς τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσεως, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καθὼς ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς εἴρηκε· «δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». Ὧν καὶ εἰσμεθέξουσιν γυμνότερόν τε καὶ τελειότερον, ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀϊδίῳ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους ξύμπαντας αἰῶνας τῶν αἰώνων.

Ἀμήν.