Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαὶ πρὸς Βρυέννιον

Θεοφύλακτος Βουλγαρίας

Επιστολή προς τον πανυπερσέβαστο Βρυέννιο περί φορολογικών αυθαιρεσιών

Αναίρεση των συκοφαντιών των φοροεισπρακτόρων ενώπιον του αυτοκράτορα, καταγγελία των παράνομων οικονομικών απαιτήσεων εις βάρος της Εκκλησίας και έκκληση για δίκαιη ακρόαση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 4

Τῷ πανυπερσεβάστῳ Βρυεννίῳ, τῷ γαμβρῷ τοῦ βασιλέως Δεῦτε, ἀκούσατε καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεόν, ὅσα ἐποίησε τῇ ψυχῇ μου ὁ τῷ ὄντι πανυπερσέβαστος, ἤδη δὲ καὶ οἱ μὴ φοβούμενοι, οἱ μὲν ὡς ἂν συνησθέντες ἔτι προκόπτοιτε καὶ πρὸς ἐκεῖνον βλέποιτε μόνον, ᾧ καὶ ἡμεῖς θαρρήσαντες οὐκ ἐψεύσθημεν καὶ ὁ πανάγαθος οὗτος τὰ πρὸς ἀγαθοποιΐαν διακονεῖ δραστικώτερον. Μετὰ γάρ τοι τῶν εἰς ᾅδου καταβαινόντων τεταγμένον με ἤδη καὶ τῷ σκότῳ τῆς ἀθυμίας ἐγκατεχόμενον ἐπὶ τὸ τῆς ζωῆς <καὶ> εὐθυμίας φῶς ἀνήγαγε καὶ ἀποκατέστησε καὶ τὸν βασιλέα ἥλιον περιεποιήσατό μοι θαλπεινότερόν τε καὶ ζωτικώτερον καὶ οὐκ ἔδωκε τῇ κακίᾳ κεφαλὴν ἆραι κατὰ τῆς ἀληθείας καὶ στεφανώσασθαι, καίτοι ἀνοιγούσῃ στόμα, ὑποστρουθιζούσῃ καὶ ἀλαζονευομένῃ ὡς καταλελειμμένα ᾠὰ ἀρεῖν τὰ ἡμέτερα. Τοιαῦτα γὰρ ἐφρόνει διὰ τῶν αὐτῆς ὑπουργῶν, οἳ τὴν γλῶσσαν ἡμῶν εἰπόντες μεγαλύνωμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστι, τίς ἡμῶν κύριός ἐστι; ἰόν τε ἀσπίδων καθ’ ἡμῶν ἀποπτύσαντες, τὴν διειδεστάτην τοῦ βασιλέως ψυχὴν ἐπίκραναν καὶ τὰ τῆς ἐκκλησίας ἡμῶν ἐνέκρωσαν.

Καὶ τούτων πάντων αἰτία ἡ τῶν πρακτόρων ἀπληστία καὶ κακοήθεια, οἳ τὴν κοπίδα τῆς ἐμῆς γλώττης τὰ νεῦρα τῆς ἀδικίας αὐτῶν ὑποτεμνομένην οὐ φέροντες συνέλαβόν τε πόνον καὶ ἔτεκον ἀνομίαν. Καὶ τοῦτο μὲν αὐτοπροσώπως τῷ κρατίστῳ ἡμῶν βασιλεῖ κατὰ τῆς ἐμῆς ἐνέτυχον οὐθενότητος, τὰ ἀνούσια οὐσιώσαντες, τὸ ψεῦδος στολίσαντες πομπικώτερον καὶ ἰσχὺν ἡμῖν ἀνίκητον ἐπιμαρτυρήσαντες καὶ τοὺς τοῦ μύθου ἑκατόγχειρας ἐκείνους ἢ ἑκατογκεφάλους Βριαρέως ἢ Τυφὼς λήρους εἶναι πρὸς ἡμᾶς πείσαντες, ὡς ἂν τούτῳ τὴν παρρησίαν ἡμῶν κολούσωσιν, ἧς ἡ ὀξύτης ταῖς αὐτῶν καρδίαις ἐνδύνουσα φρίττειν ἐποίει καὶ τὰς χεῖρας συστέλλεσθαι. Τοῦτο δὲ καὶ διὰ παρενθέτων προσώπων τὴν συκοφαντίαν οὐρανώσαντες, οἱ Ταρτάρου ἄξιοι, τὸν Λάζαρον, ὃς πάροικος ὢν τῆς ἐκκλησίας καὶ φρονῶν ἐλευθεριώτερον ἐπόθει τὸν τῆς παροικίας ἀπαυχενίσαι ζυγόν, τοῦτον καθ’ ἡμῶν ἐπιρρώσαντες καὶ ὅσα δὴ λέγειν καὶ οἷα διδάξαντες, καὶ τὰς ἀκοὰς τοῦ βασιλέως ἐπλήρωσαν καὶ τὴν καρδίαν τὴν τέως λευκὴν ἡμῖν ἐμελάνωσαν.

Ἅπαξ οὖν οὗτος ὁ Λάζαρος ἰδὼν ἑαυτῷ μὲν κατὰ ῥοῦν χωροῦντα τὰ πλάσματα, ἡμῖν δὲ πρὸς ἀνάρρουν βιαζόμενα τὰ τῆς ἀληθείας πράγματα, οὐκ ἀνίησι τῇ φύσει καθ’ ἡμῶν χρώμενος—φύσις δὲ βουλγαρικὴ πάσης κακίας τιθηνός—ὅς γε οὐκ ἀποχρῶν αὐτῷ εἰ συνασπιστὰς Ἀχριδιώτας ἐπὶ τὸν πρὸς ἡμᾶς ἐπάγοιτο πόλεμον, καὶ τὰς ἄλλας τῆς Βουλγαρίας χώρας περινοστεῖ καὶ ζητεῖ λίαν ἐπιμελῶς εἴ τις εἴη καθ’ ἡμῶν ἐπὶ αἱρέσει καταγνωσθεὶς ἢ ὡς πολύγαμος ἢ ἀθεμιτόγαμος ἐκκλησιαστικοῖς δεσμοῖς ἐνδεθείς· εὑρὼν δὲ πολλοὺς τοιούτους ἐπάγεται καθ’ ἡμῶν ὡς Ἀχριδιώτας ἐπ’ ἀρούραις καὶ ἀμπελῶσι παρ’ ἡμῶν ἡρπασμένοις τὰς ψυχὰς διαπεπονημένους· ἔστι δ’ οὓς καὶ ἐν τῇ πόλει εὑρὼν ἐπ’ ἄλλαις αἰτίαις δεομένους τοῦ βασιλέως συνεπιβοᾶν πείθει ὥστε δυσφημεῖσθαι τὸ ἐμὸν ὄνομα. Οἶδε γὰρ κατὰ τῶν μηνίγγων με τύπτων εἰ μόνον ἐκβοήσεις ποιοῖτο κατὰ τοῦ ἀρχιεπισκόπου τὸν βασιλέα ἐπικαλούμενος, δι’ ὧν ἡ ἐμὴ δόξα καταρρυπαίνεται ἤ, ἵνα τὰ τοῦ Πνεύματος εἴπω, εἰς χοῦν κατασκηνοῦται.

Ἔναγχος γοῦν ἐμπρησθῆναι παρ’ ἐμοῦ ἰσχυρίσατο, καίτοι μηδόλως μηδ’ ὑφ’ οὑτινοσοῦν ἐμπρησθεὶς μηδ’ ἔχων ὅ τι καὶ ἀπολέσει· ἅτε γὰρ μηδὲν ἐργαζόμενος, ἀλλὰ περιεργαζόμενος καὶ τὸ τοῖς πράκτορσι προσαναχρώννυσθαι τέχνην ποιούμενος καὶ κατὰ τῶν κυνῶν τοὺς τραπεζεῖς καὶ σιναμώρους πρὸς ἓν μόνον ὁρῶν ὅ τι ἂν ἐπιρριφείη παρ’ ἐκείνων αὐτῷ καθυλακτοῦντι μὲν πρότερον, ὑπερυλακτοῦντι δὲ ὕστερον, καρκινάδος ἐστὶ γυμνότερος. Κἂν εἰ ἐνεπρήσθη δέ, οὐδὲν πρὸς ἐμὲ τοῦτο, οὐ μᾶλλον ἢ τὰ ἐν Λιβύῃ πρὸς τοὺς κατὰ τὴν Νύσσαν Ἰνδούς· τῆς γὰρ Ἀχρίδος ἀποδημῶν ὅτε φησὶ τὸ δεινὸν αὐτὸς παθεῖν ἐκεῖνο τὸ ἀνυπόστατον, τρόπον ἕτερον τῇ Πελαγονίᾳ ἐνεδήμουν, νόσῳ βαρείᾳ κατάσχετος.

Εἶτα τί οὐκ ἂν εἴποι τῶν ἀδηλοτέρων καὶ ἐχεγγύως πιστώσαιτο ὁ τοῖς οὕτως ἐναργέσιν ὁμόσε χωρῶν; Τὸν δέ γε βασιλέα, καίτοι στεγανώτατον ἀνθρώπων ὄντα καὶ οὐ ῥᾴδιον διδόναι ψευδολογίας, ὅμως κατεμάλθαζεν ὁ παμπόνηρος, τί μὲν οὐ σχηματισάμενος, τί δὲ οὐκ ἀνακλαυσάμενος, τίνος δὲ ὅρκου φεισάμενος, ἵν’ ἐξάρῃ τὸν ἐμπρησμὸν καὶ πείσῃ ὡς τὰ τοιαῦτα παρὰ τοῦ ἀρχιεπισκόπου ὑπέστη, τῆς πρὸς τὸν <δημόσιον> εὐνοίας ὃν ἔκειρεν ἐκεῖνος ἀντίποινα. Ἔτι καὶ χέεσθαι μέντοι τὰς ὁδούς <μου> τυρῷ, τὰ δὲ ὄρη μου χέεσθαι γάλακτι καὶ ταλάντων οὐκ οἶδ’ ὁπόσων συμπορισμοῖς ἁδρὸν εἶναί με καὶ βαθύπλουτον διωμόσατο καὶ ἄγειν σατραπικῶς, μᾶλλον δὲ καὶ μικροπρεπῆ φανῆναι ἂν καὶ τὰ Μηδικὰ τοῖς ἀρχιεπισκοπικοῖς παραθεωρούμενα καὶ τὰ ἐν Σούσοις καὶ Ἐκβατάνοις βασίλεια καλύβας ἀτεχνῶς πρὸς τὰ ἐμὰ πολυώροφα καὶ τοὺς ῥιπιστοὺς οἴκους, οἷς ἐνθερίζων ἀναψύχω τὴν τῶν ἐπιφαινομένων μοι σαρκῶν κάμινον, ἃ δὴ πάντα καὶ γνώμης δαιμονιώδους συμπλάσματα καὶ γλώσσης κακολογεῖν μόνον μαθούσης φάσματα. Ἐκτὸς γὰρ τῆς περιλαλήτου γῆς, οὐδὲν τῶν δημοσιακῶν εὑρέθην κατέχων, ὁ πολὺς ἐγὼ τὴν ἰσχὺν καὶ τοῖς Ἀλῳάδαις ἐφάμιλλος, καίτοι ἐπηρεαστικῶς ἐρευνώμενος καὶ λογοπραγούμενος.

Μὴ γάρ μέ τις ἐρήμην αἱρείτω, τὰς τοῦ πράκτορος κατ’ ἐμοῦ διαβολὰς πιστὰς αὐτόθεν δεχόμενος, ἀλλὰ πρὸς ἅπερ ἂν ἐκεῖνος ἐρεῖ μεινάτω καὶ τὰς τοῦ τῆς ἐκκλησίας μέρους ἀπολογίας.

Ὃ δὴ καὶ μάλιστα τῆς βασιλείας σου δέομαι, οὐδὲν καινὸν αἰτῶν οὐδὲ τῇ ἁγίᾳ καὶ θειοτάτῃ ψυχῇ τοῦ βασιλέως ἀσύνηθες, ἀλλ’ ὅπερ ἐπὶ πᾶσι τηρεῖ καὶ πάντοτε, τοῦτο καὶ ἐπ’ ἐμοὶ ζητῶ τηρηθῆναι καὶ μὴ προληφθῆναι τοῖς λόγοις τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ. Εἰ μὲν γὰρ ἐκ τῶν κληρικῶν προσαγαγεῖν φήσει κέρδη τῷ <δημοσίῳ>, οὐ φροντὶς Ἱπποκλείδῃ.

Οὐ γὰρ παρὰ τοῦτο ἐγὼ ὑπεύθυνος, πρῶτον μὲν ὅτι οὐδὲ πρότερον παρ’ ἡμῶν ἐκερδαίνοντο, ἀλλ’ ἓν ζευγάριον ἕκαστος ἐξκουσσεύοντες τὰ ἐπέκεινα τούτων ἐπετέλουν τῷ δημοσίῳ, ἔπειτα ὅτι ἐπὶ πᾶσι τοῖς ζῴοις πρὸ τούτου εἶχον ἀτέλειαν δεκατώσεως καὶ τοῦτο οὐ κλοπὴν δήπου τοῦ δημοσίου θείη ἄν τις εὐγνώμων κριτής, ἀλλὰ βασιλικὴν φιλοτιμίαν ἀπροσδιόριστον ἧς ἀφθόνως ἀπήλαυον οἱ ταύτην εὑρίσκοντες —νῦν δὲ τῆς φιλοτιμίας ταύτης ὅρον λαβούσης καὶ πῆξιν γνώριμον, εἰκότως τὰ ἐπέκεινα τοῦ προσδιορισμοῦ τῷ δημοσίῳ τε προσεπορίσθησαν καί τινα ὄγκον τῇ ἀπαιτήσει προσέθηκαν—τρίτον, ὃ καὶ δακρύειν ἄξιον, ὅτι οὐδὲ τῆς ἐφ’ ἑνὶ ζευγαρίῳ ἀτελείας οἱ πλείους οὐδὲ τῆς ἐπὶ τοῖς ζῴοις ὁρισθείσης ἐξκουσσείας ἀπήλαυσαν, ἀλλὰ καὶ προστεθέντων αὐτοῖς παρὰ τοῦ μᾶλλον καταγραφέως ἢ ἀναγραφέως, ἵν’ εἴπω τι καὶ γελοῖον, ζευγαρίων καὶ ζῴων, οὐ μόνον ἀπῃτήθησαν ἐφ’ οἷς ἐδικαιοῦντο ἀτελῶς μεῖναι, ἀλλὰ καὶ ὑπεραπῃτήθησαν.

Τοῦτο δὲ καὶ ἐπὶ κεφαλαίων ἄλλων ἔπαθον ἀνομώτατα· καὶ γὰρ ἐπί τε τοῖς μύλοις διπλασίω οἱ κληρικοὶ ἢ οἱ λαϊκοὶ ὑπετέλεσαν καὶ ἐπὶ ταῖς Βουλγάρων μὲν γλώτταις λεγομέναις στρούγαις, Ἕλλην δὲ ἀνὴρ διώρυχας ἂν ταύτας ἐρεῖ, ἰχθύων ἄγραν προξενούσας, καὶ ἐπὶ ταύταις δὲ πολλαπλασίω τῶν τοῦ κοινοῦ πλήθους ἐζημιώθησαν καὶ ταῦτα ἐπετεχνάσατο ὁ πιστὸς καὶ εὐσεβής, ὡς ἂν ὀγκωθεῖεν τὰ ἐκ τῶν κληρικῶν προσαχθέντα κέρδη τῷ δημοσίῳ καὶ διαβληθείην ἐγὼ ὡς τοσαύτην ἐτησίαν ζημίαν τῷ εὐεργέτῃ καὶ ἀντιλήπτορί μου περιποιούμενος, ὁ ἀχάριστός τε καὶ ἄπληστος. Ταὐτὸ δὲ τοῦτο λέγω καὶ περὶ τελῶν ἃ τοὺς ἀνθρώπους τῆς ἐκκλησίας ἀπῄτησε καὶ γὰρ καὶ οὗτοι ἀδικωτάτως ἀπῃτήθησαν· μοναχοί τε ὄντες καὶ εὐνοῦχοι ἱερωμένοι, ἔτι δὲ καὶ λαϊκοί τινες οὐ πλείους οἶμαι τῶν πέντε, ἅπαντες μηδὲν τοῦ δημοσίου νεμόμενοι, οἳ πῶς ἂν ἄξιοι νομισθεῖεν φορολογεῖσθαι;

Οὐδὲ γὰρ οὐδὲ βασιλεὺς τοῦτο δύναται. Ἐμὲ δὲ αὐτὸν οὕτω μεγαλοπρεπέστερον εἰσεπράξατο ὡς μή μοι καταισχύνῃ τὸν ὄγκον τοῦ ἀξιώματος ὥστε ὑπὲρ μὲν καθῃρημένων πρόπαλαι μύλων πάντα ἀπῄτησεν, ὑπὲρ δὲ συνισταμένων διπλασίω ἢ τοὺς Βουλγάρους, καὶ ἐπί τινι τοπαρίῳ λιμναίῳ ἰχθύων ἄγραν διδόντι πένησσαν ιγʹ τρικέφαλα νομίσματα καταθέσθαι ἐξεβιάσατο οὐ πλείους ἢ ἑνὸς νομίσματος ἀξίους ἰχθύας ἐκεῖθεν λαβόντα καὶ ταῦτα τῶν ἄλλων ἑκάστου ἓν νόμισμα καταβαλλομένων ἐπὶ τοῖς ὁμοίοις τοπίοις. Ἔτι τῆς ἐκκλησίας εʹ ζῴων ἐξκουσσείαν ἁδρῶν τε καὶ λεπτῶν ἐχούσης ἐκ δωρεᾶς βασιλικῆς, οἱ ῥηθέντες ἄνθρωποι ταύτης ἐδεκατώθησαν ἐφ’ οἷς εἶχον ζῴοις ὀλίγοις πάνυ παρ’ ἐμοῦ δοθεῖσιν αὐτοῖς εἰς βραχεῖαν παράκλησιν. Καὶ ἵνα τὰ πλείω παρῶ, μὴ καὶ λογισθείην ὁ τῆς παροιμίας Ἀράβιος αὐλητής, τὴν ἔναγχος ἀπολυθεῖσαν τῆς ἀγαθότητος ὑμῶν πρόσταξιν ἄχρηστον ἐπὶ πᾶσιν ἐποίησεν, ἐπὶ μὲν τῷ χωρίῳ μυριοτρόπως ἐκφοβῶν τε τοὺς χωρίτας ὡς ἐπιθήσων αὐτοῖς τέλη ἑκάστῳ μείζονα τῆς δυνάμεως, εἰ τὴν ἀρχιεπισκοπὴν αὖθις δεσπότιν αἱρήσονται, καὶ ἄλλο δὲ κακουργῶν τὸ μὴ παραδιδόναι τῇ ἐκκλησίᾳ τοὺς ἐν τῷ χωρίῳ περισσούς, ὑπὲρ ὧν ὀφείλει τελεῖν κατὰ τὴν βασιλικὴν πρόσταξιν.

Ζητούντων γὰρ ἡμῶν ἀναγραφῆναι τούτους καθὰ ἕκαστος εὐπορεῖ, εἶτα παραδοθῆναι ἡμῖν, αὐτὸς ἀγριαίνων καὶ πρὸς μόνην τὴν ἡμετέραν ἀξίωσιν ὑβριοπαθῶν, «κἂν τὸν ἀκτήμονα, φησίν, ὡς ζευγαρᾶτον τελεσθῆναι παρὰ τῆς ἐκκλησίας εἰς καιρῷ συντέλειαν αἰτήσω, καὶ ἄκοντες τοσοῦτον ὑποτελέσετε. Τίς γὰρ τῷ βουλήματί μου ἀνθέστηκε; Τίς δέ με κρινεῖ, εἰ τὸν τόσου ἄξιον τοσοῦδε τιμῶμαι;» Καίτοι τὴν σοφωτάτην Ἰουδὶθ ἐγίνωσκον ἔγωγε μόνῳ Θεῷ προσᾴδουσαν τό· «Εἶπας καὶ ἐγένοντο, ἐνενόησας καὶ παρέστησαν», ὅδε ἑαυτὸν μερίτην ποιεῖται τῆς μακαριότητος ταύτης, ὁ τίς, ὁ ποῖος, ὁ πόσος, ὁ πηλίκος, οὗ ὑποκάτω αὐτοῦ σῆψιν στρώσουσιν; Ἔτι καὶ ταῦτα προστίθησιν ὅτι καὶ ἐπὶ τοῖς δεδωρημένοις τῇ ἐκκλησίᾳ παροίκοις, οὓς καὶ αὐτοὺς ἀδικώτατα ἀναγραψάμενος ηὔξησεν, οὐδενὸς ἄλλου ὅτι μὴ ζευγολογίου μόνου παραχωρήσει τῇ ἐκκλησίᾳ. Τῶν δὲ ἄλλων πάντων κεφαλαίων αὐτὸς ἀνθέξεσθαι ἀπειλεῖ, ὃ προδήλως οὐ βούλεται ἡ ἐπὶ τῇ παραδόσει τοῦ χωρίου πρόσταξις. Καὶ ταῦτα ποιεῖ ὡς ἂν ἀηδισθεὶς ἐγὼ διὰ ταῦτα περὶ τὴν τοῦ χωρίου παράληψιν ἀργότερος γένωμαι κἀντεῦθεν δεσπόσῃ τούτων ὁ τῶν ἑταίρων χαριέστατος αὐτοῦ Λάζαρος.

Ἐπεὶ δὲ τῇ παραδόσει τῆς γῆς τό τε τῆς σχοίνου μέτρον κολοβοῖ καὶ ἔτι περὶ τὴν τοῦ μοδισμοῦ συναρίθμησιν ἀμαθέστατα πράττει. Ποῦ γὰρ αὐτῷ γεωμετρίας λόγους εἰδέναι καὶ τί ψάμμων ἀριθμὸν καὶ σταγόνων ὑετοῦ ἀπογράφομαι; Κατὰ πάντα τρόπον καὶ τόπον καὶ αἰτίαν καὶ χρόνον καὶ πρᾶγμα καὶ πρόσωπον ζημίας μοι καὶ βλάβας ἐπιτεκτονεῖ ὁ δικαιότατος καὶ μώμους ἐπιτρίβειν τεχνάζεται, δι’ ὧν οἶδε μάλιστα τὰ οἰκεῖα σκέμματα κατορθούμενα.

Ἐφ’ οἷς ἅπασι δέομαι τόπον ἀπολογίας τηρηθῆναι κἀμοί, ὡς εἴρηται, καὶ μὴ τοὺς τούτου λόγους ὡς χρησμοὺς ὑποδεχθῆναι. Λυθεισῶν γὰρ τῶν σκιῶν, περισπάσει μὲν ἡ ἀλήθεια τὸ προσωπεῖον τοῦ λέοντος, δείξει δὲ πίθηκον ὑποκαθημένον δύσμορφον. Ἐπὶ πᾶν δέομαι πρόσταξιν γενέσθαι ἐφιεῖσάν μοι ἀκώλυτον τὴν ἐντεῦθεν ἐξέλευσιν ἢ ἀνάρρυσιν ὡς ἂν μὴ τῇ ἀθυμίᾳ καταποθῶ· οὐ γὰρ δὴ λίθων ἰσχὺς ἡ ἰσχύς μου. Ἀφαιρεθείην τὴν ψυχὴν ἄωρον ὁ μηδὲν μήτ’ εἰς Θεόν, τοῦτό γε τὸ μέρος, μήτ’ εἰς τὴν βασιλείαν ὑμῶν παρανομήσας ὅλως, ὡς οἶμαι.