Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαὶ πρὸς Βρυέννιον

Θεοφύλακτος Βουλγαρίας

Επιστολή προς τον Βρυέννιο, συμπέθερο του αυτοκράτορα

Χαιρετισμός, ευχές για την ευόδωση των έργων του παραλήπτη και σύντομη αναφορά στις θλίψεις του επιστολογράφου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 4

Τῷ Βρυεννίῳ τῷ συμπενθέρῳ τοῦ βασιλέως Ἀφ’ οὗ πρώτως ἐγευσάμην τοῦ τῆς σῆς χρηστότητος μέλιτος, μεγαλεπιφανέστατέ μου αὐθέντα, ἔγκειται μέν μου τῷ τῆς καρδίας στόματι ὁ ταύτης χυμός, γλυκείας δὲ τὰς ἀναφορὰς ποιούμενος, οὐκ ἔστιν ὅτε μὴ μνημονεύειν με ποιεῖ τοῦ τῆς σῆς ὕψους μεγαλειότητος. Ἀμέλει καὶ ἀεί σοι ποθῶ διαλέγεσθαι· μὴ ἔχων δέ, ὁ δύσερως, ὅπως δροσίσω τὸν πόθον—ἀδικεῖ γάρ με περὶ τὸν δροσισμὸν τὸ διάστημα—, γράμματι τοῦτον σοφίζομαι καὶ διὰ τούτου σύνειμί σοι καὶ τὰ εἰκότα προσφθέγγομαι.

Ὑγιαίνοις οὖν καὶ σώματι καὶ ψυχῇ καὶ ἐνευοδοῖο τοῖς περὶ σέ, ἵνα σοι διὰ πάντων ὁ χαρακτὴρ τῆς εὐδαιμονίας ἐμφαίνοιτο καὶ ἀκούοιμι περὶ σοῦ ἅττα καὶ Θεῷ φίλα καί σοι προσήκοντα καὶ ἡμῖν δι’ εὐχῆς ἀγόμενα, ἱερέων τιμὰς ὡς πατέρων, λαοῦ ἀνάπαυσιν κἀκ τῆς ἀλλοδαπῆς ἐπαναγωγὴν ὡς ἐλευθερωτοῦ τοῦ λυτρωτοῦ ἥκοντος, βαρβαρικῶν χωρῶν καταδουλώσεις χρηστότητι μᾶλλον ἐπαγομένων ἢ δόρατι· τὸ μὲν γάρ ἐστι κινητικὸν πρὸς ἀπόδρασιν, ἡ δὲ χρηστότης μόνης ἐχέγγυον ἀγάπης χειρὶ τηρούμενον.

Ταῦτα καὶ πλείω τούτων ἥ τε φήμη πρὸς ἡμᾶς ἄγοι καὶ ἡμεῖς αὖ τῷ μεγαλοφώνῳ στόματι τοῦ λόγου κηρύττοιμεν, τοῖς σοῖς κατορθώμασιν ἐφηδόμενοι καὶ τοῖς εὖ πάσχουσι συνηδόμενοι, ἵνα τοῦτο γοῦν εὐτυχοῖμεν τὸ τοὺς γείτονας ὁρᾶν μακαρίους, τοῦ φθόνου τὰς κόρας σβεννύοντες, ὡς τά γε ἡμέτερα καὶ λίαν ἔχει πικρῶς. Εἰ δὲ ποθεῖς ταῦτα μαθεῖν διὰ τὴν περὶ ἡμᾶς σου χρηστότητα, ὁ τὸ γράμμα διακομίζων ὑπὲρ τὸ γράμμα ταῦτα ἐκδιηγήσεται· ἡμέτερος γὰρ ὢν καὶ διὰ τοῦτο παρὼν ἡμῖν καὶ ἀπαγγελλομένων τούτων ἀκούσας, συνέπαθε τὴν ψυχὴν καὶ τῇ μνήμῃ παρακατέχων ἃ ἤκουσεν, εἰ κελευσθείη ἐξειπεῖν, ἕξει τὴν γλῶσσαν διδασκαλικῶν συμφορῶν διδάσκαλον. Ἀλλὰ γὰρ ἡμεῖς μὲν τῷ Πατρὶ μαστιζόμενοι, παρ’ ἐκείνου περιμενοῦμεν καὶ τὴν παράκλησιν, ἐπεὶ καὶ πατὴρ πασῆς παρακλήσεως λέγεται. Αὐτὸς δὲ τὸν Ὕψιστον καταφυγὴν ἑαυτοῦ ποιησάμενος, οὐκ ὄψει κακὰ προσερχόμενά σοι καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, τηρουμένου πάσης ἀνωτέρου κακύνσεως καὶ κακώσεως.