Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί

Θεοφύλακτος Βουλγαρίας

Ποιμαντική αλληλογραφία, θεολογικοί συμβολισμοί και αναφορές στον Πατριάρχη

Επιστολές προς ιεράρχες, ηγουμένους και φίλους, στις οποίες εξηγείται η σιωπή του συγγραφέα, αναλύονται θεολογικοί συμβολισμοί δώρων και διατυπώνονται παράπονα για τη φορολογική καταπίεση του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 9

Τῷ μητροπολίτῃ Ναυπάκτου, τῷ Χρυσοβέργῃ Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ καὶ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν θανάτου, τιμιώτατε δέσποτα. Εἰ μὴ γὰρ Κύριος ἦν μεθ’ ἡμῶν, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς καὶ φλὸξ κατέφλεξεν ὡς ἁμαρτωλούς.

Ἀλλ’ οὐκ ἠνέσχετο ἐπὶ πλεῖστον τὴν τῶν ἁμαρτωλῶν ῥάβδον τῷ κλήρῳ αὐτοῦ ἐπιφέρεσθαι. Ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν καὶ μνησθεὶς εὐλόγησεν ἡμᾶς καὶ τὸν ἐνιαυτὸν τοῦτον χρηστότητος ἐποιήσατο. Ἀλλ’ ὅπως μοι συνευφραίνοιο καὶ δοξάζοις τὸν τοιαῦτα θαυμαστῶς πλέκοντα καὶ δὴ καὶ αὐτὸς ἔχοις ἐν καιρῷ κἀκ τῶν καθ’ ἡμᾶς καὶ νεαρωτέρων παράκλησιν. Φιλεῖ γὰρ ἄνθρωπος ἐκ τῶν κατ’ αὐτὸν μᾶλλον ἢ τῶν παλαιοτέρων συμπείθεσθαι. Συνεύχου δὲ καὶ τὸ σταθερὰν ἡμῖν ταύτην δὴ τὴν τοῦ Θεοῦ γενέσθαι χρηστότητα. Τὸ δὲ ἔσται, ἐὰν ἀξίους ἡμᾶς αὐτοὺς αὐτῆς ἐργαζώμεθα. Τοῦτο δὴ καὶ αἰτοῦ παρὰ τοῦ διδόντος ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα καὶ πρός γε τὸ μὴ εἰς κατάκρισιν πλείω ταύτῃ προσχρήσασθαι ἐν ἀνέσει πιανθέντας, εἶτα λακτίσαντας διὰ τὸν ὑβριστὴν κόρον καὶ καθ’ ἡμῶν αὐτῶν ἀναστάντας καὶ παίξαντας.

Ταῦτα μὲν εὖ οἶδ’ ὅτι διὰ τὸν τῆς ἀγάπης νόμον ὀφείλων ἡμῖν ἐκπληρώσεις. Ἐπὶ δὲ τὰ τῶν Καννίνων μέρη ὅταν δῴη ὁ Θεὸς καιρὸν ἀπελθεῖν ἡμᾶς, ἴσως ἑνωθησόμεθα τῇ ἱερότητί σου, εἰ ἔστι θέλημα Θεοῦ, καὶ τότε ἀλλήλους ἰδόντες, τὴν ἐπιποθίαν ἡμῶν, ἣν ἑκάτερος ἐφ’ ἑκατέρῳ ἐσχήκαμεν, θεραπεύσομεν. Περὶ δὲ τοῦ ἀδελφοῦ σου, κυροῦ Νικολάου, βουληθείς σοι γράψαι ὡς ἂν αὐτὸν οἰκειότερον περιθάλψῃς, ᾐσχύνθην εἰ ἀδελφῷ ὑπὲρ ἀδελφοῦ γράψαι μέλλοιμι καὶ ταῦτα τὸν Παῦλον εἰδότι, οὗ ἐπ’ ἐκκλησίας προΐστασαι, φοβερὰν κατάκρισιν τοῖς μὴ προνοουμένοις ὡς δεῖ τῶν ἰδίων ἐπάγοντα, ἵνα μὴ τὰ τῶν παλαιῶν λέγοιμι. Διὰ τοῦτο μὲν ἀπειπάμην, πεπεισμένος ὡς ἐγγύτερος προσλήψῃ αὐτὸν καὶ πάσης ἀξιώσεις κηδεμονίας, καὶ φύσει καὶ λόγῳ νυττόμενος. Ἀξιῶ δὲ τυγχάνειν εὐχῶν πρὸς τὰς πονηρὰς συνεργῶν ἡμέρας. Μόλις γὰρ ἂν καὶ τούτων εὐπορῶν δυσωπητικωτέρων τε καὶ συχνοτέρων, τὰς ἐνέδρας τῶν πονηρῶν ἢ τοῦ πονηροῦ ὑπεκφύγοιμι. Τὸ γοῦν σὸν μέρος, σὺ μὴ κατόκνει ταύτας διδοὺς ἡμῖν χειραγωγοὺς ὁπόση δύναμις. Κύριος εἴη μετὰ σοῦ τοῦ ἐξαιρεῖσθαί σε.

Τῷ Πελαγονίας Ὁ τοῦ Θεοῦ Λόγος τά τε ἄλλα ἡμᾶς εὐηργέτησε, τιμιώτατε ἀδελφὲ καὶ συλλειτουργέ, καὶ δὴ καὶ τοῦτο ἡμῖν ἐχαρίσατο παρεῖναι καὶ ἔνθα μὴ πάρεσμεν καὶ τόπῳ περίγραπτον φύσιν λαχόντας, ὅσον γε τὸ ὁρώμενον, ἀπεριγράπτους εἶναι σχεδὸν τῇ δυνάμει τῆς χάριτος. Ταύτῃ τοι καὶ ὁ ἐν Αἰγύπτῳ τυχὼν ἐν Σκυθίᾳ γίνεται, μήτε τῆς πατρίδος ἀφιστάμενος καὶ τῇ ἀλλοτρίᾳ καινοπρεπῶς ἐφιστάμενος καὶ ταύτην τὴν τερατουργίαν δημιουργοῦσι τὰ γράμματα. Οὐκοῦν κἀγώ σοι τὰ νῦν ἀπών, πάρειμι διὰ τοῦ τῶν γραμμάτων σώματος, ἀδελφὲ ἱερώτατε, καὶ φθέγγομαι καὶ ἀσπάζομαι καὶ πρὸς τὸ ἡμῖν ἀνῆκον ἔργον παρακαλῶ. Τὸ δέ ἐστι λόγος καὶ μελέτη θείων ἐντολῶν καὶ ἱστοριῶν, ἐξ ἧς τὸ πῦρ τοῦ πρὸς τὴν ἀρετὴν ἐκκαίεται ἔρωτος, εἴπερ ἀξιόλογος τούτου μάρτυς Δαυίδ· ἐν τῇ μελέτῃ μου, φάσκων, ἐκκαυθήσεται πῦρ. Τοῦτο τὸ πῦρ, πᾶσαν ὕλην ξυλώδη καὶ φρυγανώδη καταβοσκόμενον, ὅσον ἐστὶν ἐν σοὶ χρυσοειδὲς καὶ θεῖον—τοιοῦτον δὲ τὸν νοῦν εἶναι πάντως πιστεύομεν—, λαμπρυνεῖ καὶ καθαριεῖ καὶ πάσης μολυβδώδους ἐπιμιξίας ἀποδείξει ἐλεύθερον. Οὐχὶ ἡ καρδία, φησίν, ἡμῶν ἦν καιομένη ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ διήνοιγεν ἡμῖν τὰς γραφάς;

Συμβαδίζει καί σοι νῦν ὁ Κύριος ἐν τῇ ὁδῷ τοῦ βίου καὶ σύνεστι διὰ τοῦ ἀρχιερατικοῦ ἀξιώματος καί, εἴπερ ἐθέλεις ἀκούειν, λαλεῖ ἐν προφήταις, ἐν ἀποστόλοις, ἐν εὐαγγελισταῖς, ἐν ἱστορίαις ἀρχαίαις φθεγγόμενος.

Παραδεξαμένῳ γοῦν ἃ λαλεῖ σοι ἡ καρδία καυθήσεται καὶ ἄνθρακες ἀπ’ αὐτοῦ ἀναφθήσονται, τὰ λείψανα καὶ ἡ μνήμη τῶν λαλουμένων καὶ ἀναγινωσκομένων σοι. Ἀλλὰ φήσεις ὅτι σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, τουτέστιν ἀσαφεία καὶ σκότος ἐστὶν ἐν ταῖς νεφέλαις ταῖς γραφικαῖς.

Ἀλλ’ ἰδὲ καὶ τὸ ἐφεξῆς ὅτι ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον. Λάμποντος γὰρ αὐτοῦ ἐν τῷ ἡγεμονικῷ ἡμῶν, οὐχ ἵστανται αἱ νεφέλαι αὗται αἱ σκοτειναί, ἀλλὰ διέρχονται ἤτοι διαλύονται. Ἔλεγε τοῖς μαθηταῖς καὶ τοῖς ὄχλοις παραβολάς, οἷόν τινας νεφέλας σκοτεινὸν ὕδωρ ἐχούσας. Ἀλλ’ οἱ μὲν μαθηταὶ ἐρωτῶντες ἐδέχοντο τὴν αὐτοῦ τηλαύγησιν καὶ διελύοντο αὐτοῖς αἱ νεφέλαι ὥσπερ ὑπὸ ἡλιακῶν ἀκτίνων τῆς κυριακῆς φωνῆς. Οἱ δὲ ὄχλοι μὴ θέλοντες φιλοπονεῖν μηδὲ ἐρωτᾶν τὰς ἐπιλύσεις νεφέλας ὄντως τὰς παραβολὰς εὕρισκον.

Διὰ τοῦτο καὶ βλέποντες οὐκ ἔβλεπον καὶ ἀκούοντες οὐ συνίεσαν. Ἄλλως τε καὶ τῆς ἐντολῆς τηλαυγοῦς οὔσης καὶ φωτιζούσης τοὺς ὀφθαλμοὺς καὶ λύχνου ὄντος τοῦ νόμου καὶ φωτός, μὴ δὴ κατόκνει ἀνοίγειν τοὺς ὀφθαλμοὺς καὶ πάντως ὄψει τὸ φῶς, εἰ καὶ μὴ ὅλον, ἀλλ’ ὅσον ἐγχωρεῖ· ἐπεὶ οὐδὲ τὸν ἥλιον ὅλον βλέπομεν, ἀλλ’ ὅμως πάντων ἡμῖν ἐστι γλυκύτερος ὅσων βλέπομεν. Νόμιζέ τε πρὸς σὲ λέγειν τὸν θεῖον Δαυίδ· ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Ἕτοιμόν σοι τὸν αὐτοῦ νόμον προὐτέθεικεν, ὅσος τε ἐν γράμματι καὶ ὅσος ἐν πνεύματι, χριστῷ ὄντι διὰ τὸ τῆς ἱερωσύνης χρίσμα τὸ εὐωδές τε καὶ πολύτιμον.

Μὴ τοίνυν καταφρονήσῃς τοῦ οὕτως ἑτοίμου λύχνου, ἵνα δὴ καὶ τοῖς ποσί σου φαίνων κατευθύνῃ σου τὰ διαβήματα καὶ τέκνον φωτὸς τελείου τέλειον ἀπεργάσαιτο, φυλάττων πάσης κακίας σκότους ἀνώτερον.

Τῷ ἡγουμένῳ τῆς ἐν τῷ Ἀνάπλῳ μονῆς, κυρῷ Συμεών Καὶ πῶς ἂν τὸν παρόντα γραμματοκομιστὴν ὑπερβάς, ὁσιώτατε πάτερ, ἑτέρῳ διακόνῳ τῶν πρὸς ὑμᾶς ἐχρησάμην γραμμάτων, ὅν γε οἶδα ἡνωμένον ὑμῖν τοῖς ἀρρήκτοις δεσμοῖς τοῦ Πνεύματος; Ὡς ἔγωγε τρισάσμενος εἶδον τοῦτον· τά τε ἄλλα, ἡ γὰρ ἔρημος αὕτη, ἣν τρίβειν κατεδικάσθημεν ὡς ταῖς ἐπιθυμίαις στραφέντες εἰς Αἴγυπτον, ὄφεων μὲν καὶ σκορπίων ἀγαθὴ θρέπτειρα, ἀνθρώπων δέ ..., ἀλλὰ μὴ οὕτως ἕξει καλῶς ἡ κακία ὡς ἀγαθόν τι γεννήσασθαι, ἥ, κἂν ὑποδέξαιτο, πρὸς ἑαυτὴν μεταβάλλει τὸ ἐπείσακτον ἀγαθόν. Διά τε γοῦν ταῦτα ἡδέως εἶδον τὸν ἀδελφὸν ὡς τοιούτων θεαμάτων διψῶν καὶ ὅτιπερ, πάντων τῶν καθ’ ὑμᾶς ἐπιγνώμων ὤν, ἀνήγγειλεν ἡμῖν ταῦτα σφόδρα ἐπιποθοῦσι μαθεῖν καί, ὅ φησιν ὁ θεῖος Δαυίδ, παρὰ ταύτην τὴν ἐπιθυμίαν ἐκλείπουσι καὶ μάλιστα περὶ τοῦ ὁσιωτάτου καὶ τρισμάκαρος πατρὸς ἡμῶν διψῶσιν ἀκοῦσαι.

Οὐ μικρῶς γὰρ διετάραξεν ἡμᾶς ἀκουσθεῖσα ἡ τοῦ ἐγκλεισθῆναι αὖθις ἐπιθυμία αὐτοῦ βιαιότερον ἐγκειμένου καὶ ἐκθυμότερον. Ἣν πῶς, ὦ κοινὲ τῶν εὐδρομούντων συμποδιστά, κατὰ τῆς ὁσίας ψυχῆς ἐνεόχμωσας καὶ τὴν πολλῶν ἀγαθῶν ἀγωγίμων πλήρη φορτίδα πρὸς αὐτῷ τῷ λιμένι καταδῦσαι, φεῦ, ἐπεχείρησας, συγκυκήσας ὡς ᾤου τὸ γαληνὸν τῆς ἀδελφότητος πέλαγος; Ἀλλὰ γὰρ ἀντέπνευσέ σοι τὸ πνεῦμα τῆς εὐθύτητός τε καὶ ἀγαθότητος καὶ τὰ κύματα ἀντιπεριέστησε καί, τῆς ἱερᾶς καταβληθείσης ἀγκύρας, καὶ τῆς σαρκὸς εἰς κεφαλήν σοι περιετράπη ὁ κίνδυνος· καὶ νῦν ὁ μὲν ἔστι ὅθεν ἐκπέπτωκας σύ, γαλήνης δὲ τὰ πάντα γέμει καὶ ὁ τοῦ Κυρίου χιτὼν ἀδιάσχιστος. Περὶ γοῦν τῆς ἀναπαύσεως τοῦ πατρὸς μαθόντες, λίαν ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν καὶ ὅτι γεγόναμεν μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν, ὅτι μὴ πολλοὺς τῷ σκανδάλῳ ἐνεπυρίσαμεν ἐκ τῶν περὶ τοὺς μοναχοὺς μωλώπων τοῖς σφῶν αὐτῶν βοηθοῦντες πράγμασιν. Ἀλλὰ γὰρ ἐπελαθόμην τῶν κατ’ ἐμαυτὸν ὥστε ταῦτα ὑμῖν ἀποκλαύσασθαι, ὑπὸ τοῦ σφόδρα τοῖς καθ’ ὑμᾶς ἐναγάλλεσθαι· οὕτως ἑάλων κατακόρως τῆς ἀδελφικῆς χαρᾶς καὶ ἀπήχθην δέσμιος ἀτυράννητος.

Τοσοῦτον δὲ μόνον περὶ τῶν ἐν οἷς ἐσμεν ἔχω λέγειν ὡς, εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἆρα ζῶντας ἂν κατέπιον ἡμᾶς οἱ ἐπὶ τῶν νώτων ἡμῶν τεκταίνοντες ἁμαρτωλοὶ τὰ τῆς κακῆς οἰκοδομῆς ἐπιτεκτονήματα, οἱ μηδόλως εἰδότες κρίσιν καὶ ἔλεος, ὅ φησι Σολομῶν. Μὴ ἀφαιρεθείημεν οὖν τὸν τούτοις ἀντιπαλαμώμενον Κύριον ταῖς ὑμετέραις εὐχαῖς, ἀλλὰ εἴη μεθ’ ἡμῶν μέχρις οὗ συντελεσθῇ τὰ τοῦ πονηροῦ αἰῶνος ἔργα κατὰ τὴν μεγάλην ὑπόσχεσιν καὶ μὴ νυστάξειε μηδὲ ὑπνώσειεν ὁ φυλάσσων ἅγιος τοῦ Ἰσραὴλ τὰ ἡμέτερα. Εἰ μὴ γὰρ ἐκεῖνος φυλάξει, εἰς μάτην ἡμεῖς ἀγρυπνήσομεν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ τὸν πλησίον αὐτοῦ καὶ ἐχθροὶ οἱ οἰκειακοὶ καὶ οἱ πράκτορες ἡμῶν ἀεὶ καλαμῶνται ἡμᾶς καὶ ὄντως ἐξεχύθη ἐπ’ ἄρχοντας ἐξουδένωσις καὶ ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς καὶ πάντες δέρμα ἐκ σαρκῶν ἁρπάζουσι καὶ οἰκοδομοῦσι τὴν ἑαυτοῦ Σιὼν ἕκαστος ἐν ἁρπάγμασι καὶ ἀδικίαις καὶ μυρίαι τῆς βδέλλης θυγατέρες ἀντὶ τριῶν ἀνεφάνησαν· οὕτως πολυτόκος νῦν γέγονεν ἀεὶ καθ’ ἡμῶν πόνους συλλαμβάνουσα καὶ τὰς ἀνομίας ἐκφέρουσα. Καὶ γέγονα διὰ ταῦτα ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα αὐτῆς καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων καὶ βίβλοις μὲν ἀλλὰ δι’ ἐνιαυτοῦ ὁμιλῶ, ἐμμελετῶ δὲ ταῖς παρὰ τῶν ἀδικούντων φροντίσι καὶ ὅπως ἂν αὐτοὺς μειλιξαίμην ἁδροτέροις μειλίγμασι.

Βασιλέως γὰρ φόβος αὐτοῖς ἶσα καὶ ὁ τοῦ Θεοῦ μακράν, ὡς φασίν, ἀπεχόντων. Εὐχῶν οὖν δεῖ τῶν ὑμετέρων ἡμῖν· τὰ γὰρ ἡμέτερα πάλαι κατέγνωσται τὴν ἀσθένειαν.

Ἀσπάζομαι πάντας τοὺς σοὺς υἱούς, ἐμοὺς δὲ ἀδελφούς, οὓς παραστήσαις υἱοὺς φωτὸς τῷ τῶν φώτων Πατρὶ τῷ ἱκανώσαντί σε εἰς μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν φωτί.

Τῷ Καματηρῷ κυρῷ Γρηγορίῳ Εἶδον ἐγὼ πατέρας Αἰθίοπας τὰ σφῶν τέκνα προσορῶντας ὡς ἡλίου, φασί, γεννήματα καὶ ἥδιον τῇ ἐκείνων ἀσχημοσύνῃ προσπάσχοντας ἢ τῷ πάλαι ἂν Νιρεῖ ὁ ἀλλότριος. Εἶδον ὁμοίως καὶ δικαστὰς τὰς οἰκείας ψήφους, κἂν μὴ πάνυ τοι πρὸς τοὺς νόμους ἀποξεσθεῖεν, ὡς ἐκ Διὸς γοῦν δέλτων ἀνεσπασμένας ἀσπαστῶς περιέποντας καὶ τοῖς δεδογμένοις ἐγκαρτεροῦντας ἐνστατικώτερον. Εἰ δὲ καὶ δικαίας ὄντως τὰς ψήφους ἐκφέροιεν καὶ αἱ τῶν ἀποφάσεων αὐτοῖς πλάστιγγες Μίνωος εἶεν ἢ Ῥαδαμάνθυος, καὶ ἐπαποθνῄσκειν τοῖς ἀπεσφαγμένοις δίκαιον.

Ἆρ’ οὐ καὶ τῇ σῇ ἀγχινοίᾳ καὶ μεγαλονοίᾳ συνδοκεῖ ταῦτα, ὑπέρλαμπρε; Ἐγὼ μὲν οἶμαι, εἰ μή που ἀδικεῖν ἐθέλεις τὴν σὴν ἀλήθειαν. Ἐπεὶ γοῦν καὶ τέθειταί μοι ταῦτα καὶ ἀνωμολόγηται, μή σε δεδιττέσθωσαν τὰ τῶν ἀντιθέτων ἡμῖν σκευωρήματα καὶ κακοτεχνήματα, μηδ’ ὅτι σοι ἐντείνουσι τόξον αὐτῶν, πρᾶγμα πικρόν, παρείσθωσάν σοι αἱ χεῖρες ἢ ἐκχείσθω σου ἡ καρδία, ταῦτα δὴ τὰ προφητικά, ἀλλ’ ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου. Δίκαιος γὰρ Κύριος καὶ δικαιοσύνας ἠγάπησε καὶ τάχα μὲν τὰ τόξα αὐτῶν συντριβείη καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, τάχα δέ, κἂν πλήξωσι, βέλος νηπίων αἱ πληγαὶ αὐτῶν λογισθήσονται καί μοι ἐπὶ τῆς πέτρας ἵστασο καὶ οἷς δικαίως ἐψηφίσω θαρρῶν ἐπάμυνε, τὴν τοῦ λόγου ἀσπίδα προανέχων, ἥν, Θεοῦ τὴν ὕλην φύσει προϋποβαλόντος, ὁ πόνος σοι εἰδοποίησε. Δεῆσαν δὲ ἀνενεχθῆναι τῷ βασιλεῖ τὰ ἐπὶ τῷ χωρίῳ πραχθέντα, ἡμεῖς οὐ σύνισμεν ἡμῖν αὐτοῖς καταλύσασι τοῦτο πρᾶξαι τὴν σὴν εὐγένειαν, οὐ μᾶλλον ἢ ἀνατεῖλαι τὸν ἥλιον, ἐκτὸς εἰ μὴ τοῦτο λέγεις κώλυμα τῆς ἀναφορᾶς τὸ ζητεῖν ὑπομνηματισθῆναι τὴν πρᾶξιν· τοῦτο γάρ τοι καὶ διψητικώτατον ἐζητήσαμεν.

Τούτου δὲ γενομένου, τρισάσμενοι καὶ τὴν ὑπόμνησιν ἐνεστερνιζόμεθα ὥστε, εἴ μοι δίδως αὐτὸς τῶν νῦν ἐπαγομένων σοι ταραχῶν, ὡς ἔφης, σαυτῷ παραίτιος μετὰ τὸ πρᾶξαι ἃ τοῦ προσήκοντος παρεσφάλημεν, εἴτε μή, περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με καί σε Θεὸς περίζωσαι δύναμιν ἐν παντὶ καιρῷ καὶ ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων. Περὶ δὲ οὗ μοι ἔγραψας εἴδους, κρεῖττον μὲν ἦν εἰ πρὸ καιροῦ ἔγραψας. Εἴη σοι Κύριος καταφυγὴ καὶ κραταίωμα.

Τῷ κυρῷ Μιχαὴλ τῷ Παντεχνῇ Οἴμοι ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς καὶ φωστὴρ ἡμέτερος ἔδυνεν. Οἴχεται μὲν ἡ ταπεινοφροσύνης εἰκών, οἴχεται δὲ τὸ τῆς πραότητος ἄγαλμα, ἀπήνθισε δὲ τὸ τῆς ἀγαθωσύνης φυτὸν καὶ τῆς θεοποιούσης εὐθύτητος. Ποῦ τὸ τοῦ ἤθους περιεσκεμμένον ἐκεῖνο καὶ συννεῦον εἰς τὸ κρυπτόμενον; Ποῦ τὸ τοῦ φθέγματος εὐπροσήγορον; Ποῦ τὸ ὑπερβαλλόντως φιλόφιλον; Ποῦ τὸ πρὸς ἐχθροὺς εἰρηνικὸν καὶ εὐπαραχώρητον καὶ οὐκ ἀποδέον λίθου τοῦ Μάγνητος; Ἀλλὰ βαβαί, οἷον πέπονθα.

Θρηνεῖν ἐπιχειρῶ τὸν μακάριον καὶ ἐπὶ τῷ βασιλεύσαντι κόπτεσθαι καὶ τελεῖν ἐπὶ τῇ ἑορτῇ πένθιμα; Οὐκ ἀνανεύσεις, ἀβέλτερε, καὶ τὸν μέγαν Ἰωάννην θεάσῃ τῷ ποθουμένῳ Ἰησοῦ παρεστῶτα, φαιδρὸν φαιδρῶς, καὶ συνεπαρθήσῃ τοῖς ὁρωμένοις καὶ μακαρίσεις τὸν ἄξιον.

Σοὶ μὲν ἔδυνε καλῶς γε ἐκεῖνος ποιῶν ὁ φωστὴρ καὶ τῆς γῆς σοι καὶ τῶν γεηρῶν ἀπεπήδησε· Θεῷ δὲ συνανατέλλει τῷ κατὰ φύσιν ἡλίῳ κατὰ μέθεξιν ἥλιος. Καταλέγεις τὰ ἐκείνου καλά, ἀλλὰ καὶ τοῦτο ἐννόει ὅτι ὁ οὐρανὸς τούτων ἄξιος. Τί γοῦν πενθεῖς ἐπὶ τοῖς πρὸς τὸν οἰκεῖον χῶρον χωρήσασιν, εἰ μὴ καὶ τὸ πῦρ αἰτιῷο ὅτι ἄνω ῥέπει καὶ τὴν οἰκείαν φύσιν οὐκ ἔστιν ὅτε ἠρνήσατο καὶ πενθοίης ἀετὸν ὑψοῦ καὶ πλησίον νεφῶν πετόμενον ἢ χρυσὸν ὁρῶν ἢ μαργαρίτας, τὸν μὲν ἐκ τῆς ἀτίμου καὶ πατουμένης, τοὺς δ’ ἐξ ὀστρέων ὀλιγωρουμένων, θησαυροῖς αὐτῶν ἐπιτιθεμένους, τὴν κομὴν διασπαράξαιο. Ἀλλὰ πολλῆς ἀνοίας ταῦτα· οὐκοῦν καὶ τοῦτο τῆς αὐτοῦ μοίρας τίθει. Σὺ δὲ τέρπου τῇ ἐπωδύνῳ παροικίᾳ ἐκείνου. Εἰ μὲν γὰρ ἐνευπάθει τῇ ζωῇ καὶ καλῶς εἶχεν αὐτῷ τὰ πάντα, οὐδ’ οὕτως ἔδει τὸ καταπενθὲς τοῦτο καὶ φιλόδακρυ ἐπιδείκνυσθαι. Εἰ δὲ τὴν ζωὴν ἡγεῖτο πικρὸν ὡς ἀληθῶς θάνατον καὶ τῆς φυλακῆς ἐξαχθῆναι καὶ τοὺς δεσμοὺς αὐτῷ διαρραγῆναι ἐπηύχετο, ἆρ’ οὐκ ἂν ἐχθρῶν ἔργα ποιοῖμεν, εἴπερ διακοπείσης ἐκείνῳ τῆς τῶν ὀδόντων σχοίνου, αὐτοὶ διακρύοιμεν καὶ πενθοῖμεν ἀπαρηγόρητα; Ἀλλ’ ὅτι καλῶς εἶχεν ἡμῖν τοιοῦτον ὄντα τοῦτον ἔχειν μεθ’ ἡμῶν, ἐπὶ τούτῳ κοπώμεθα; Ἀλλὰ πρῶτον μὲν τοῦτο φίλαυτον, εἴ γε τὸ οἰκεῖον καλὸν πρὸ τοῦ καθήκοντος ἐκείνῳ τιθέμεθα· ἐκείνῳ γὰρ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι βέλτιον.

Ἔπειτα καὶ τοὐναντίον ἅπαν, νῦν μᾶλλον τῆς παρ’ ἐκείνου βοηθείας τευξόμεθα, ὅσῳ καὶ τῷ μόνῳ βοηθῷ πεπλησίακε καὶ ἀμέσως ὁμιλεῖν ἐκείνῳ διὰ τοῦτο δεδύνηται.

Ταῦτά μοι, ὦ καλὲ παῖ, ὃν ἐγὼ ἐν Κυρίῳ ὠδίνησα καὶ ἐγέννησα καὶ ἀπεγαλάκτισα, ὁ λόγος πρὸς τὸ πάθος ἀντερρητόρευσε. Δεῖν δὲ ᾠήθην καί σε κοινωνὸν προσλαβέσθαι τῶν ἐκ τοῦ λόγου μοι ἀγαθῶν, ὅπερ δὴ καὶ πάλαι μοι σύνηθες. Σὺ δὲ τὸν μακάριον ἐκεῖνον καὶ πολλάκις τοῦτο ζῶντα ἐν σαυτῷ ἐπιδείκνυε κἀπειδὴ Θεός σοι τὴν ἀρχὴν ἐνεχείρισεν, ἐννόει τὴν ἐκείνου πρὸς τοὺς ὑποτελεῖς πραότητα, τὸ εὐόμιλον, τὸ ἐν πᾶσι περιεσκεμμένον καὶ εὔβουλον καὶ τὸ μηδὲν ἄνευ μελέτης ποιεῖν καὶ ἐπὶ πᾶσι καὶ πρὸ πάντων τὸ πρὸς Θεὸν εὐλαβὲς καὶ κατάφοβον καὶ πρὸς ἀνθρώπους ἐντροπικόν τε καὶ εὔσχημον καὶ τἄλλα ὅσα κἀγὼ ἐν ἐκείνῳ κατανενόηκα καὶ σὺ ἐξ ἐκείνου πέφυκας· πεφυκὼς γὰρ τῷ πάντα τὰ καλὰ καὶ φύοντι Θεῷ καὶ αὔξειν παρασκευάζοντι ὅτι οὓς ἀπ’ ἐκείνης τῆς ῥίζης ἔσχες κλάδους δείξεις ἰθυτενῶς ἀνατρέχοντας καὶ καρποφοροῦντας καὶ Θεὸν καὶ ἀνθρώπους εὐφραίνοντας.

Μόνον ἔχου τῆς ῥίζης καὶ μὴ ἀποσπασθείης τῆς ἐκεῖθεν πιότητος.

Τῷ κυρῷ Νικήτᾳ τῷ Πολίτῃ Οἴκοθεν οἴκαδε, παρ’ ἡμῶν ὁ Γλαβηνίτζης πρὸς σέ, ἀδελφὲ θεοτίμητε—τοῦτο γὰρ καὶ αὐτὸν συνεπείσαμεν—, καὶ τἄλλα γε ἄθυμος ὁ ἀνήρ, ὃς καὶ ἄκων τὸ φορτίον τῆς ἐπισκοπῆς ἤρατο καὶ τοσοῦτον ὑπεχώρει τῷ ἀμηχάνῳ βάρει τοῦ πράγματος ὅσον ἄλλοι καὶ προαρπάζουσιν.

Ἀλλ’ ἡμεῖς ἄλλαις τε λόγων ἐπῳδαῖς τὴν ἀσπίδα τούτῳ τῆς ἀθυμίας ἐφαρμακεύσαμεν καὶ δὴ καὶ τὰς ἐπὶ σοὶ ἐλπίδας ἐπᾴδοντες τὸ πᾶν ἐξηνύσαμεν. Ὅπως οὖν αὐτῷ οἷος ἠλπίσθης, ὦ τὰ πάντα καλὲ κἀγαθέ, γένοιο καὶ μήτε τούτῳ ἀναφανείη ὁ θησαυρός, φασίν, ἄνθρακες, μήτ’ αὐτὸς ἢ ἄνοιαν ἐγκληθείην ἢ κακόνοιαν, τὸ μὲν ὡς ἔτι ἐξαπατώμενος καὶ μήπω σε συνείς, ὃν εἰδέναι διετεινόμην μᾶλλον ἢ αὐτὸς ἐμαυτόν, τὸ δ’ ὡς ἐξηπατηκὼς τὸν ἐν ἐπισκόποις εὐνούστατον. Ἀλλὰ ταῦτα μὲν εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης. Σὺ δὲ τά τε ἐν Κοπρινίστᾳ τῷ ἀδελφῷ δυσχερῆ, ὁ τῆς ἀρετῆς Ἡρακλῆς, ἐκκάθαρον καὶ τἄλλα τῶν σοῖς ἐν γούνασι κειμένων ἡδίω ποίησον καὶ εἴη σοῦ γε ἕνεκα χρυσᾶς αὐτὸν ἀγαγεῖν ἡμέρας καὶ μὴ ἐπιστυγνάσαι ἀβουλήτῳ τινὶ συναντήματι.

Νῦν μὲν οὖν ἡμεῖς σε χάριν αἰτοῦμεν· αὔριον δ’ αὐτὸς ὁμολογήσεις ὅτι σε πρὸς τὸ ἀγαθῦναι τῷ ἀγαθῷ διηγείραμεν. Ὁ δὲ πρῶτος καὶ μέγας ἀρχιεπίσκοπος Χριστός, ἡ ἀγαθότης, τηροίη σε πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ Ἀνεμᾷ Ἀληθῶς μὲν ἀνιᾶται φίλος ἀληθινὸς τοῦ φιλουμένου στερούμενος καὶ ταῦτα γειτονῶν τῷ ποθουμένῳ καὶ ὅσον οὐκ ἤδη δράττεσθαι τούτου οἰόμενος καὶ τὴν καρδίαν ἀμύσσεται. Πλὴν ἐπεὶ νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, φησὶν ὁ πυθαγορικὸς ἐκεῖνος Ἐπίχαρμος, αὐτὸς δὲ ἡμᾶς οὕτως ὁρᾷς, ἀνδρῶν ἐμοὶ φίλτατε κἀντεῦθεν καὶ ποθεινότατε, μὴ πάνυ τοι αἰτιῶ τὴν διάστασιν μηδὲ τὴν τοῦ ποθουμένου ἀπόταξιν. Τὸ γὰρ μεῖζον ἔχων ἀγάπα, κἂν μὴ παρῇ σοι τὸ ἔλαττον· μεῖζον δὲ πάντως τὸ ὁρᾶν ἡμᾶς τῷ νοΐ, οὗ καὶ ἡ σωματικὴ δεῖται ὅρασις. Ἀλλ’ ἔδει παρεῖναι καὶ τοὔλαττον.

Οὕτως γὰρ ἂν ἦμεν, φαίης ἄν, τὰ φιλικὰ πλουσιώτεροι καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦεν. Ἀλλὰ πόλλ’ ἀέλπτως κραίνει Θεὸς καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη καὶ Ἕλλην μὲν ἂν εἴποι· φέρειν ἀνάγκη τὸ μόρσιμον· Ἡσαΐας δ’ ὁ ἡμέτερος εὐσεβέστερον ἀποθεσπίσει ὡς ἃ ὁ Θεὸς ὁ ἅγιος ἐκύρωσε, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; Ὡς οὖν τούτῳ ἔδοξεν, οὕτω δὴ καὶ γέγονεν.

Ὑφ’ οὗ καὶ ἀποσωθείης τῇ γλυκείᾳ πατρίδι καὶ τοῖς φιλτάτοις ἀποσωθείης ἀπόδομα πολυπόθητον· μεθ’ ὧν καὶ διατηροῖο πάσης κακύνσεως ἀνώτερος καὶ κακώσεως.

Τῷ Ῥωμαίῳ Θεοφυλάκτῳ Αὐτὸς δὲ οὐχ ἅπαξ, ὦ καλὲ κἀγαθέ. Καίτοι, εἰ μὲν τὴν Πυθαγόρου μέτει φιλοσοφίαν, ἔδει τῶν πατρίων τῆς σιωπῆς σε ἀντέχεσθαι καὶ οὐδ’ ἡμεῖς ἄν σοι ἐπικαλεῖν ἦμεν δίκαιοι· εἰ δὲ τὰ περὶ τοῦ περιπάτου σπουδάζεις καὶ τὸν δαιμόνιον Ἀριστοτέλην αὐχεῖς, τί τὴν γλῶτταν ἐπέχεις καὶ ἀποποιῇ σου τὰ πάτρια; Οὐ γὰρ ἐκείνου τοῦ κορυφαίου θιασῶται Θεόφραστοι καὶ Δημήτριοι, ὧν ὁ μὲν ἀπὸ τοῦ θειότερον φράζειν ἔλαχεν <ὄνομα>, ὁ δέ γε Φαληρεὺς καὶ περὶ ἑρμηνείας λόγου συνταγμάτιον σπουδαῖον ἐξήνεγκεν; Ἀλλ’ ὀλιγωρεῖς ἡμῶν καὶ ταῦτά σέ ποτε ἐκ ῥητορικῆς ξενισάντων καὶ ἑστιασάντων, ὡς εἴχομεν. Τοῦτο μὲν ἤδη περιπατητικὸν φρονεῖς, εἴπερ Ἀριστοτέλους ἡ πρὸς Πλάτωνα ὀλιγωρία πιστή. Ἀλλὰ μὴ ἐκεῖνο μᾶλλον ἐνδεκτέον ὅτι τὸ ἐπιπόλαιον δυσχεραίνει τοῦ θείου Πλάτωνος ὁ δαιμόνιος καὶ τοῦτο σπαράττει πολλαχοῦ ἐπὶ συντηρήσει τῶν ὑψηλοτέρων καὶ ἵνα πείσῃ μὴ οὕτω ταπεινῶς καὶ ὑποπεζίως ἐκλαμβάνεσθαι τὰ οὐράνια; Ταῦτα οὖν παραδεχόμενος περὶ τῆς διαφορᾶς τοῖν ἀνδροῖν, οὐδὲ τοῦτο πατρῴζεις τὴν πρὸς τοὺς ἦν ὅτε διδασκάλους ὀλιγωρίαν.

Ἑάλως οὖν ἡμῖν ὁ πολλὰς πλεκτάνας συλλογισμῶν ἐπισπώμενος. Ἀλλὰ γὰρ ἰδού με διαδιδράσκεις, διακόψας τὰ ἅμματα τῇ μαχαίρᾳ τῆς ἀρχῆς ἣν ἐφόρεσας. Αἰτιᾷ γάρ που τὸν τῶν πραγμάτων τάραχον συγχέοντά σου τῆς πρὸς τὰ βελτίω σχολῆς τὴν εὐστάθειαν. Τούτοις δὲ συντάττεις καὶ τὰ πρὸς ἡμᾶς γράμματα; Ἐρεῖς τι καὶ δεύτερον ὡς ὁμιλεῖς ἡμῖν, τῷ ἡμετέρῳ καὶ ὄντως καλῷ Ἰωάννῃ τὴν σαυτοῦ καρδίαν ἐκχέων, ὥστε μάτην σε καὶ τὸν ἀναίτιον αἰτιώμεθα. Τοῦτο δή σου τῆς ἀπολογίας καὶ μᾶλλον δέχομαι. Ὁ γὰρ δὴ καλὸς οὗτος Ἰωάννης πρὸς ἡμᾶς γράφων μυρία τὴν πρὸς αὐτόν σου χρηστότητα κατευφήμησε καὶ ἔοικας οὐκ εἰς ἀχάριστον ψυχὴν τὰ γράμματα κατατίθεσθαι, ὥστε βάλλ’ οὕτως χρίων τὰ βέλη σου μέλιτι καὶ οὐκ ἄν σε γραφὰς ἀπαιτοῦντες τῆς ἐς φιλίαν ἢ λόγους παρανομίας γραψοίμεθα. Ἀπέχομεν γὰρ τὰς ὀφειλὰς οἷς ἀποτιννύεις τῷ Ἰωάννῃ, πρόδηλον ὂν ὅτι καὶ οἱ πάροικοι ἡμῶν καὶ πάντα τὰ τῆς ἐκκλησίας ἁπλῶς λευκὰς ἡμέρας διάξουσιν, αὐτοῦ τὴν σὴν γλυκύτητα δεχομένου πολλῷ φερομένην τῷ ῥεύματι.

Εἴη σε τηρῶν ὁ τῆς Σοφίας Πατὴρ Θεὸς πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ αὐτῷ Ἀεί μοι τὸν πόθον ἀνάπτεις, μεγαλεπιφανέστατέ μοι αὐθέντα, ἀεὶ σεαυτοῦ μείζων ἐπὶ χρηστότητι ἀγγελλόμενος. Ἀναβάσεις γὰρ ἐν τῇ καρδίᾳ διατιθέμενος, τὴν Ἰακὼβ ὑποδεικνύεις ἡμῖν κλίμακα, τὸ παρὸν τοῦ μέλλοντος τιθεὶς ἐπίβασιν. Ὅθεν καὶ εὔχομαί σοι τελειωθῆναι ταύτην τὴν ἄνοδον, ᾗ Θεὸς ὡς πιστεύομεν ἐπεστήρικται. Οὗτος γὰρ τέλος ἐστὶ πάσης ἀναβάσεως, οὗ γενομένου, στάσις παντελὴς τῆς κινήσεως.

Στήσῃ γάρ, φησὶ καὶ τῷ Μωυσεῖ, ἐπὶ τῆς πέτρας. Σπεῦδε γοῦν, τῇ προαιρέσει οἷόν τισιν ὁρμήμασι χρώμενος, καὶ παρὰ Θεοῦ κατευθυνθήσεταί σοι τὰ διαβήματα. Οὐ προσκόψεις πρὸς λίθον τὸν πόδα σου, εἴτε αἰσθητὴν δυσπραγίαν καὶ σκληρότητα καὶ βαρύτητα τὸν λίθον νοήσομεν, εἴτε τὸν νοούμενον ἐχθρὸν τὸν τῇ ὑπερηφανίᾳ βαρυνθέντα καὶ ἀποπεσόντα τῆς ἄνω τάξεως. Ὁ γὰρ ἀγαθὸς Θεὸς τοῖς ἀγαθοῖς ἀγαθύνειν ἀεὶ πιστευόμενος οὐδὲ τὴν σὴν παρόψεται ἀγαθότητα. Ὑφ’ οὗ καὶ τηροῖο πάσης κακύνσεως ἀνώτερος καὶ κακώσεως.

Τῷ Μαχητάρῃ Εἰ ὁ Θεὸς ἀγάπη ἐστίν, ὡς ὁ ἠγαπημένος ἐν Χριστῷ μαθητὴς ἐπεθέσπισεν, οὐ κατάβασιν ἐκ Θεοῦ, ἀλλ’ ἀνάβασιν πρὸς Θεὸν τὰ τῆς ἀγάπης ἥγημαι γράμματα καὶ τοῦτ’ ἐκεῖνο τὴν Ἰακὼβ ὁραθεῖσαν κλίμακα, ἀγγέλους τοὺς λόγους τῆς ἑνώσεως ἔχουσαν καὶ ἐπὶ πᾶσιν ἢ πρὸ πάντων τὸν Κύριον ἐπιστηριζόμενον. Ὥστε μή μοι τῆς ἀγραφίας αἰτιῶ τὸ βούλεσθαι ἡμῖν τὴν πρὸς τὸ κρεῖττον ἕνωσιν τηρεῖν ἀδιάσπαστον, ἀλλὰ μαθὼν ὡς μᾶλλον ἐκ τοῦ τὴν ἀγάπην ἡμῖν διὰ τῶν ὡς ἔνεστιν ὁμιλιῶν ἀρρηκτοτέραν πλέκεσθαι Θεῷ προσδεσμούμεθα, ὡς ἅμα χρῶ τοῖς γράμμασι καί, ἵν’ εἴπω τι τῶν ποτε ἡμετέρων, σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμασθεῖσαν κἀκεῖ τοὺς δι’ αὐτῆς ἀναρριχωμένους ἀνατιθεῖσαν τὰς σάς μοι γραφὰς ἔχε δωρούμενος. Ἐν γὰρ οὕτω βαρβάροις χωρίοις οὐδὲν ἀγαθόν με διδάσκειν ἐθέλουσι βραχεῖά τις ἀπορροὴ σοφίας πρὸς ἡμᾶς καταβαίνουσα αὐτὴ δοκεῖ τοῦ νέκταρος ἡ πηγή. Ὅπως οὖν μὴ τοῦ λοιποῦ αὔους παρορῴης ἡμᾶς ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.

Τοιαύτη γὰρ ἣν κατεδικάσθημεν οἱ τοῖς πολλοῖς μακαριστοὶ καὶ ἀπόβλεπτοι. Μακάριος μὲν γὰρ ἐν ἀγορᾷ νομίζομαι· ὅταν δ’ ἀνοίξω τὰς θύρας, τρισάθλιος. Ἀλλὰ ταῦτα μὲν οὐκ ἔστιν ὅτε μὴ ἀνακλαυσάμενος, οὕπω καὶ παράκλησιν ἔσχηκα, δόξαν, οἶμαι, τῷ ἀληθινῷ παρακλήτῳ τὴν πρὸς ἡμᾶς ἔτι κατάβασιν ἀναβάλλεσθαι, ἵν’ ἢ δοκιμάσῃ τὸν πόθον ἢ δείξῃ μὴ ἀξίους τῆς αὐτοῦ χάριτος, ὡς τοῖς γε Χριστοῦ γνησίοις συνουσιώταις οἶσθα ὅτι καὶ τῆς ἐλπίδος θᾶττον ἐπέπνευσεν. Ἐφ’ οἷς δέ με ἠξίωσας ἀνάσχου μικρὰ νουθετηθῆναι ὁ πολλοῖς νομοθετῶν, ἐπειδὴ καὶ τοῦτο σοφία μέτρα γινώσκειν τελούσης καὶ τελουμένης τάξεως. Μὴ θέλε πρὸς τὰ θεῖα παρεμβάλλειν σαυτὸν μηδ’ ἀνθρώπου ψυχῆς εἶναι δοκιμαστής, ζῴου φύσει εὐμεταβόλου, κατὰ τὸν σὸν εἰπεῖν Πλάτωνα, ἀλλὰ τὸ μέχρι τούτων ἔσο φίλος, τὸ δ’ ἐνδοτέρω βλέπε καπνῷ καὶ πυρὶ σκεπόμενον καὶ τῇ φλογίνῃ ῥομφαίᾳ δορυφορούμενον. Ἀλλὰ βαβαί σου τῆς φιλοσόφου ψυχῆς. Ὡς ἐδέξω τὴν νουθεσίαν, ὡς ἠρυθρίασας, ὡς ηὐλαβήθης τὰ θεῖα, ὡς ἔφριξας. Οὕτως οὖν ἔχε καὶ τηροίη σε Κύριος πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ πατριάρχῃ Πῶς ἐτόλμησας, φαίη ἄν τις, πρὸς τὸν δεσπότην παρρησιάσασθαι, ἄνθρωπος τοσούτων ἐνιαυτῶν τὰ σαυτοῦ χείλη τῇ φυλακῇ τῆς σιωπῆς ἐγκλεισάμενος καὶ μηδὲν μὴ μικρὸν μὴ μέγα τῷ εὐεργέτῃ φθεγξάμενος, ὃν ἔδει καὶ στόματι καὶ πνεύματι καὶ γράμματι κατασπάζεσθαι καὶ διὰ πάντων ὡς ἔνεστιν ἁγιάζεσθαι, ὅτι τοι μὴ δεσπότης μόνον, ἀλλὰ καὶ πατὴρ καὶ πατέρων ὁ οἰκειότατος καὶ φιλοστοργώτατος, εἴπερ ἐγὼ μὲν ἡ ψυχή, ταύτην δέ μοι ὁ πατριάρχης ἐκτήσατό τε καὶ ἔπλασε κτίσιν καὶ πλᾶσιν ἡμερινὴν καὶ σωτήριον, καὶ πρός γε ὅτι μετριοπαθεῖν ταῖς ἡμετέραις ἀσθενείαις καὶ φύσιν ἔχει καὶ ἄσκησιν, τάχα μὲν καὶ αὐτὸς πειρασθεὶς καὶ μαθὼν ἐξ ὧν ἔπαθε τὰ ἡμέτερα, ἵνα μὴ λέγω τι πλέον—εἰ γὰρ ἐν τῷ ὑγρῷ ξύλῳ τοιαῦτα γέγονεν, ἐν τῷ ξηρῷ τί οὐ δράσουσι; —, τάχα δὲ καὶ τῷ μεγαλείῳ τοῦ νοῦ περιλαμβάνων ἃ μὴ αὐτοπαθήσας ἐπέγνωκεν; Οὐ γὰρ ἀγνοεῖ τοὺς φεῦ, πῶς ἂν εἴπω, τῶν ἀρχιερατευόντων νῦν σκόλοπας καὶ τὰς ἀκάνθας αἷς ἐμπαγείσαις εἰς ταλαιπωρίαν ἐστράφημεν, ὅτε οὐρανῷ μὲν στηρίζει τὴν κεφαλὴν ἡ τῶν ἁμαρτωλῶν καύχησις χηρὰν καὶ ὀρφανὸν ἀποκτιννύντων καὶ φονευόντων πάντα καὶ ἰθαγενῆ καὶ προσήλυτον, οὐκ ἔστι δὲ ὁ βοηθῶν ἢ ὁ ἐξαιρούμενος, ἀλλ’ ἄγεται καὶ φέρεται πάντα, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. Καὶ ἐμπαῖκται μὲν ἡμῶν κυριεύουσιν· οἱ πράκτορες δὲ ἡμῶν καλαμῶνται τὰ τομώτερα δρεπάνου κατάλοιπα.

Πάντες ἡμῖν ἐφιστάμενοι νεώτεροι τὴν ἡλικίαν ὁμοῦ καὶ τὸ φρόνημα, ἀλλὰ καὶ τὴν ἀδικίαν ἀεὶ νεώτεροι, οὐ γηρῶντες ἢ παρακμάζοντες, ἀλλ’ ἑκάστοτε πλεονεξίας εἶδος προσεξευρίσκοντες καὶ τὸ στρεβλὸν πνεῦμα τοῖς ἐγκάτοις αὐτῶν ἐγκαινίζοντες καὶ μήτε νουθεσίας μήτε φόβου ἀνθρώπων ἀνακοπτόμενοι, ἀλλὰ πρός τι κραταιότερον ἀφορῶντες ᾧ τὴν κακίαν εὐροοῦνται καὶ τὴν ἀδικίαν ἀνατρέφονται καὶ ῥωννύονται. Κἄν τις βασιλέως ἐπιμνησθῇ καὶ τῆς μαχαίρας ἣν εἰς φόβον τῶν κακοποιῶν ἐκ Θεοῦ φορεῖ, καταγελῶσιν ὡς ἑώλου τοῦ λόγου καὶ τοῦ λέγοντος καταδιαιτῶσιν εὐήθειαν, μὴ εἰδότες ὡς πάλαι ταύτην αὐτοῖς ἀμβλεῖαν πεποίηκεν ἡ ὑπόκρισις.

Ἤδη δὲ καὶ τὴν περιεργίαν τούτου βαρέως ἀντιπερισπᾶν μηχανώμενοι, ἰδίας αὐτῶν συμφορὰς τεκταίνουσιν, ἵνα μὴ σχολάζων ἀπὸ τῶν οἰκείων εὖ κειμένων περιεργάζηται τὰ ἀλλότρια, καὶ ὥσπερ τι ῥεῦμα παρασύρον αὐτοὺς ἀνθελκύοντες μετοχετεύουσιν ἄλλοθεν, καὶ οὕτως ἔχουσι στησάμενοι τρόπαιον καὶ ἐγκαυχῶνται ἐν κακίᾳ οἱ δυνατοὶ καὶ οἱ σοφοὶ τοῦ κακοποιεῖν. Οὕτω τὴν τοῦ Θεοῦ μοῖραν κατασοφίζονται μονονουχὶ καὶ αὐτοὶ κατὰ τὸν Φαραὼ λέγοντες· σχολάζετε, σχολασταί ἐστε καὶ διὰ τοῦτο ἑορτὴν ἐπινοεῖτε τῷ λαῷ καὶ ἀνάπαυσιν.

Ἐντεῦθεν ἔργα βαρύτερα καὶ ἐργοδιῶκται πικρότεροι καὶ κληρικοὶ μὲν γυμνούμενοι καὶ τραχηλιζόμενοι, πάροικοι δὲ ἀριθμούμενοί τε καὶ ἐξονυχιζόμενοι καὶ γῆ διαμετρουμένη τοῖς τῆς ψύλλης πηδήμασιν, ἵν’ ἡμῖν ὄντως νῦν ἀκάνθας καὶ τριβόλους ἐξανατέλλῃ καὶ πάντα ἐρευνώμενα καὶ ζυγοστατούμενα, ἄχρι μερισμοῦ σαρκῶν καὶ ὀστέων ἱκνουμένης τῆς ἀλογίας ταύτης, καὶ ὁ τῶν νεφρῶν καὶ καρδιῶν ἐτασμὸς Θεῷ νῦν κοινούμενος πρὸς τοὺς πράκτορας, ἵνα μηδέν τι πλέον ἔχῃ τῶν κοσμοκρατόρων ὁ παντοκράτωρ μηδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ὁ τοῦ μέλλοντος αἰῶνος πατήρ. Οὕτω προσώτερον κεχωρήκασι καὶ ἀπὸ τοῦ τὰ ἐν χρήμασι θεῖα ταῖς ἁρπαγαῖς βεβηλοῦν καὶ ἐπὶ τὸ τὰ θεῖα ἰδιώματα ἐξιδιοῦσθαι προέβησαν καὶ ὁ ἐν αὐτοῖς μύρμηξ λέων ἐγένετο κατὰ τὸ μέγα παρὰ τῷ Ἰὼβ αἴνιγμα. Ἐπὶ τούτοις λαμβάνουσι μὲν καὶ τὸ ἀνέλεγκτον ἢ προηγουμένως σφίσιν αὐτοῖς μνηστευόμενοι τὸν κυκεῶνα τῶν πραγμάτων ἐκέρασαν· προσλαμβάνουσι δὲ καὶ τἄλλα μειλίγματα κἀπειδὰν λάβωσι, προσερεθίζονται καὶ δεδίττονται ἀεὶ τοὺς ἅπαξ δόντας ὡς ἀεὶ διδόναι δεδυνημένους, κἂν μὴ λάβωσιν, ἀγριαίνουσιν.

Ἀξιοῦσι γὰρ μηδὲ πένεσθαι τὸν ἐπίσκοπον, ἀλλὰ φύεσθαι μὲν αὐτῷ τὰ ἐκ τῆς γῆς ἄσπαρτα καὶ ἀνήροτα, ἕλκεσθαι δὲ αὐτῷ τοὺς ποταμοὺς χρυσὸν ἀτεχνῶς ἄπυρον, ἵππους δὲ καὶ ἡμιόνους αὐτῷ τὰς κύνας τίκτειν καὶ πάντα εἶναι τῷ τοῦ Θεοῦ λειτουργῷ καινὰ ἤ, εἰ μὴ εἶεν, μηδὲ λειτουργὸν εἶναι Θεοῦ ἀλλ’ ἀνίερον καὶ παμβέβηλον καὶ τῶν θείων ὑβριστὴν ἐκ τοῦ κόρου καὶ προσπαθῆ τοῖς οἰκείοις καὶ προϊκοδότην καὶ τίνος γὰρ οὐ χείρω καὶ τῶν δαιμόνων. Οὐ γὰρ φρίττουσιν ἐφ’ οἶς αὐτοὶ κατὰ χριστιανῶν μαίνονται τῇ λύττῃ τῆς πλεονεξίας ὑποκινούμενοι, ἀλλὰ ταῖς τῶν ἐπισκόπων κατηγορίαις ὡς σφετέραις συνηγορίαις ἐρείδονται, ὥσπερ ἐπάθλου τινὸς αὐτοῖς κειμένου εἰ τὰ τῶν ἐκκλησιῶν ἐπιτρίψαντες ἔτι καὶ τοὺς προεστῶτας κατασπιλώσαιεν.

Τοῦτο μὲν ἴσως κατὰ λόγον γινόμενον, ἵνα μηδὲν αὐτοῖς ἀτόλμητον ᾖ, μηδὲ τῆς ποίμνης κεραϊζομένης ἀπλὴξ ὁ ποιμὴν καταλίποιτο, ἀλλ’ ἓν ἡ κεφαλὴ πρὸς τὸ σῶμα γνωρίζοιτο οὐκ ἐκ τοῦ συναισθάνεσθαι μόνον τοῦ τῶν λοιπῶν μελῶν ἄλγους, ἀλλὰ γὰρ καὶ ἐκ τοῦ μηδ’ αὐτὴν ἀμοιρεῖν κατάγματος, ὡς ἂν καὶ διπλῇ πάσχῃ οἷς τε τὰ τῶν ἄλλων ἀναδέχεται διὰ τὴν συμπάθειαν καὶ οἷς αὐτὴ δέχεται τὴν ἐμπάθειαν.

Διὰ ταῦτα ἐγὼ κλαίω, φησὶν Ἰερεμίας, διὰ ταῦτα, ὡς οὐδ’ αὐτὸς ἀγνοεῖς, ἐγενόμην σοι ἄλαλος. Οὐ γὰρ οὕτως ἐγὼ μεγαλόψυχος ὥστε τηλικαῦτα βάρη ῥᾳδίως ἀποσειόμενος εὐφόρως ἔχειν πρὸς τὰ καθήκοντα ἀλλ’ ὁμολογεῖν τοῦ τῶν κακῶν τούτων ὕψους ἵστασθαι ταπεινότερος· μὴ λίθων ἰσχὺς ἡ ἰσχύς μου; Ταλαίπωρος ἐγὼ ἄνθρωπος καὶ ἐκτακεὶς τὴν ψυχὴν ὡς ἀράχνη καὶ δεόμενος ἀναψύξεως. Διὰ ταῦτα πάλιν τὰς ὠδῖνας τῆς γλώττης ἔλυσα, πεποιθὼς ὡς οὐκ ἀπώσῃ τοὺς λόγους τοῦ βιαίως, ὡς οἶσθα, σιγήσαντος, εἰδὼς δὲ ὡς ῥᾴων ἔσομαι διὰ τῆς ὡς ἔνεστι τῶν ἐνοχλούντων ἡμῖν ἐξερεύξεως, τὸ μέγιστον ὡς λυθήσομαι τούτων σαῖς ἁγίαις εὐχαῖς ἢ μετριώτερον πειραθήσομαι ἢ καρτερῶς φέρειν δυναμωθήσομαι. Μὴ οὖν ἀμελήσῃς τῶν πρὸς τὸν ἀγαθὸν δεσπότην δυσωπητικωτέρων ἐντεύξεων, γινώσκων, ὃ καὶ ἡμᾶς διδάσκεις, ὡς καὶ τοῖς κακουμένοις μὲν χαριῇ μεγάλα, τοῖς δὲ κακοῦσι τὰ μείζονα, εἴπερ ἐκείνοις μείζων ἐκ τῆς ἀδικίας ἡ βλάβη εἰς ψυχὰς ἀποσκήπτουσα. Καὶ θατέρου μὲν οὖν ὠφελουμένου μέρους, ἕτοιμος ὁ δεσπότης τὸ ἀγαθὸν ἐξεργάσασθαι· ἔνθα δ’ ἑκατέρῳ καὶ μάλιστα ψυχικὸν τὸ κέρδος, πῶς οὐ πάντας μὲν κινήσει λόγους, πᾶσαν δ’ ἀνασείσει τοῦ ἐλέους ἱκετηρίαν ὥστε χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι ἔνθα πλείονα τὰ εὐεργετούμενα;

Ταῦτά σοι, ὦ τοῦ Πνεύματος σοφὸν καὶ καθαρὸν οἰκητήριον, ἐπιστολῆς μὲν ἴσως μείζω, τραγῳδίας δὲ ἐλάττω, τῶν δὲ πραγμάτων οὐδ’ ἔστιν εἰπεῖν ὅσον ὕστερα.

Δῴη δὲ Κύριος ἢ περιαιρεθῆναι ἢ κερασθῆναι ἢ ἡμῖν εὐφόρως ποθῆναι τὸ τῆς πικρίας ποτήριον ταῖς σαῖς ὑπὲρ πάντων πρεσβείαις, πανάγιε δέσποτα.