Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί

Θεοφύλακτος Βουλγαρίας

Εκκλησιαστικές κρίσεις και η διαμάχη με τον επίσκοπο Τριαδίτζης

Συλλογή επιστολών που επικεντρώνεται σε διοικητικά προβλήματα και στη συνοδική αντιμετώπιση της αυθαίρετης συμπεριφοράς του επισκόπου Τριαδίτζης, ο οποίος καταδίωξε έναν γέροντα μοναχό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 9

Τῷ Ῥωμαίῳ Ἐκκεκώφηκέ μοι τὰ ὦτα ὁ καλὸς Ἰωάννης, λαμπρότατέ μοι ἐν Κυρίῳ υἱέ, μετὰ κρότων τὰ σὰ διηγούμενος. Ὅ τι μὲν γὰρ αὐτῷ καλὸν ἐπιδείξαιο οὐ πάνυ τι σαφῶς ἴσημι· οἱ δ’ οὖν τούτου λόγοι νεφέλην ἐκείνην σε ποιοῦσι τὴν Ῥοδίοις χρυσόν ποτε ῥεύσασαν, ὥστ’ εἰ μὴ σφόδρα ᾔδειν πεπνυμένον καὶ διὰ τοῦτο ψεῦδος οὐ λέγοντα, οὐκ ἂν ἐνεδεδώκειν τῇ τῶν ἐπαίνων καινότητι. Ὑπερβαίνουσι γὰρ τοῦ νῦν γένους οὐκ οἶδα πότερον σιδηρέου φαίην ἢ κεραμαίου ἀγαθότητα. Πόθεν οὖν ἡμῖν τοιοῦτος ἀνεφάνης ἐν τῇ παρούσῃ νυκτὶ τῆς κακίας ἀστὴρ ἀρίζηλος κατὰ Πίνδαρον; Πόθεν, ὦ μακάριε; Λῦσον τὰ τῆς ἀπορίας δεσμὰ καὶ μὴν ἐγγύθεν ἡ λύσις. Ἡ γάρ τοι τῶν ἀνθρώπων εὐεργέτις φιλοσοφία, ἡ καὶ τοὺς θηριώδεις ἢ κτηνώδεις ἐξανθρωπίζουσα οὐχ ἧττον ἢ Κίρκη τοῦ Ὀδυσσέως ἑταίρους, ἡνίκα καὶ ἐκ συῶν ἀποκαθίστα πρὸς τὸ ἀνθρώπινον ἑκάστῳ φάρμακον ἄλλο προσεπαλείφουσα, ἐκείνη γοῦν ἡ φιλάνθρωπος τοιαύτην σοι τὴν ἕξιν ἐνέπλασε καὶ φυτὸν οὐράνιον ἐν ἀλλοτρίῳ χώρῳ τῇ γῇ κατεφύτευσε κατὰ τὸν αὐτῆς καὶ σὸν εἰπεῖν Πλάτωνα.

Ἔχου τοίνυν τῆς ἀγαθότητος, δι’ ἧς ἐγγίσας Θεῷ καὶ οὐρανῷ στηρίξεις κάρη, κἂν ἐπὶ χθονὸς βαίνῃς. Τοῦτο γὰρ ὁ ὄντως φιλόσοφος. Μὴ γάρ μοι μετεωρολεσχείτω, μόνον μηδέ μοι τρανούτω στάθευσιν καὶ ὄπτησιν καὶ ἕψησιν, μηδὲ τὸ μεῖζον ἄλφα κομπαζέτω, εἶτα δεῆσαν ἐργάσασθαί τι καὶ καταβῆναι, τοῦτο δὴ τὸ ἡμέτερον, Σάραμβον, ὑπερβαινέτω τὸν Ἀθήνῃσί ποτε κάπηλον. Τοῦτο γὰρ οὔτε γινώσκοντος τὰ ὄντα ᾗ ὄντα—ἦ γὰρ ἂν τοῖς οὖσι προσέθετο; —, οὔτε μελέτην ποιουμένου τὸν θάνατον. Ἀλλὰ μὴ σύ γε τοιοῦτος, ἵνα σοι καὶ ὁ Θεὸς Λόγος, ἡ ἀληθὴς τοῦ Θεοῦ Σοφία, ἔτι καὶ ἔτι φωτίζοι τὸ φῶς γνώσεως καὶ τηροίη <σε> πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ Μερμεντοπούλῳ Περὶ ἐμοῦ δ’ οὐδεὶς λόγος· ξύνοιδας τὸ κωμικόν, εὖ οἶδα, κομμάτιον. Ἀλλά σου ἡ ἀρχὴ αὕτη, ἡ πολλοῖς ἀγαθουργεῖν λαχοῦσα, ἐπ’ ἐμοὶ ἀγνοεῖ τὴν αὐτὴν ἑαυτοῦ προαίρεσιν καὶ μόνον ἀποστερεῖ τῶν σῶν ἀγαθῶν.

Πᾶσι μὲν γὰρ διὰ τῆς σῆς γλώττης ἐπικρουνίζει τὸ νέκταρ· ἐμὲ δὲ ἡ γενναία αὖον ἀπολείπει καί, τοῦτο δὴ τὸ τῶν ποιητῶν, ἀλίβαντα. Τίνα οὖν ἑαυτῆς προστήσεται σύνδικον; Πῶς οὐχὶ πάσαις ἁλώσεται, ἐπειδὰν αὐτὴν κακῶσαι προσκαλέσωμαι; Ἢ καταθαρρεῖ μου τῆς ἐν βαρβάροις ἐξαγροικίσεως; Ἀλλ’ ὦ θαυμασία δικαστική, σοῖς ἡμεῖς νόμοις ταττόμενοι οὐ τοῖς ῥήμασι θαρροῦμεν, ἀλλὰ τοῖς πράγμασι· ταῦτα δὲ δήπου οὐκ ἐξηγροίκισται. Ἢ γοῦν κἀμοὶ τὴν γλῶτταν μικρὸν ὑπόκλεψον καὶ στάλαξόν τι τοῦ νέκταρος ἢ ὑπὲρ σαυτῆς ταύτην καὶ ἔτι στόμωσον, ὡς ἐμοῦ γε οὐκ ἀνεξομένου τὸ μὴ οὐκ ἐγκαλέσαι τὴν τῆς φιλίας ὀλιγωρίαν· δριμεῖ γὰρ συνηγόρῳ συγκροτοῦμαι τοῖς πράγμασι.

Κἂν ἠπεδανός μοι θεράπων, βραδέες δέ μοι ἵπποι, ἀλλὰ Διομήδης οἶδε σῴζειν τὸν Νέστορα.

Τῷ κυρῷ Μιχαὴλ τῷ Παντεχνῇ Ἐρωτᾷς πῶς ἔχει τὰ ἡμέτερα· οὐ πάνυ καλῶς· τοῦτο γὰρ εἰπεῖν μετριώτερον. Πυρετὸς ὑποσμύχει τὰ ἔνδον, ὅσον ἤδη προκόψων εἰς κακοήθειαν· βῆχες ἐνοχλοῦσι ξηραὶ καὶ ἀπτύελοι· ἄλγημα πλευρᾶς πολυχρόνιον. Ὁ κολοφών μοι τῶν κακῶν φροντίδες ἀμύθητοι καὶ ἀπαραμύθητοι περὶ τῶν τοῦ λαοῦ κοινῶς, περὶ τῶν ἐκκλησιαστικῶν κοινῶς· οὐκ ἔστι περὶ ὅτου μὴ τῶν ἐνταῦθα. Ἤδη δέ με καὶ ὑπερορίᾳ βάλλουσι· κἀν τῇ Ἀχρίδι καθήμενος, ἀπὸ Γλαβηνίτζης τοξεύομαι καὶ Βυδηνόθεν ἢ Σθλανιτζόθεν—ἀνέξῃ γὰρ καὶ αὐτὸς μικρὸν τῆς ἀηδίας τῶν βαρβαρικῶν ὀνομάτων, ἵνα μὴ πάντα τρυφᾷς τοῖς τῶν Ἑλλήνων ἐνευωχούμενος—, καὶ ἄλλοθεν ἄλλο βέλος ἐνεπάγη μου τῇ καρδίᾳ καὶ οὐδαμοῦ Παιήων ἢ τό γε δεύτερον Μαχάων ἢ Ποδαλείριος, ἵνα τὸν οἰστὸν ἐξελὼν αἷμ’ ἐκμυζήσας ἐπ’ ἄρ’ ἤπια φάρμακα πάσσῃ, ἀλλ’ ἔγκειται βαρείας ὀδύνας ἢ ὀξείας ἀπογεννῶν. Ἀλλ’ ἐγὼ μὲν οὕτω· καίτοι μυριοστημόριον ἴσθι τῶν ἡμετέρων ἐνωτισάμενος. Καὶ τοῦτο γὰρ μετὰ τῶν ἄλλων ἔχω κακῶς ὅτι μηδὲ συγχωροῦμαι λέγειν ὡς ἔχω. Σὺ δέ μοι εἴης ἐν ῥᾴοσιν, ἵνα μὴ κοινῶν ἐν κοινοῖσι λυπούμενος, τοῦτο δὴ τὸ τοῦ σοφοῦ Σοφοκλέους, διπλάζον τὸ κακὸν ὑποδέχωμαι.

Δῴη Κύριος ὁ μόνος ζωοδότης καὶ τοῖς ξηροῖς ὀστέοις ἐμπνέων καὶ κίνησιν παρεχόμενος καὶ ἡμῖν μετρίαν τῶν λυπηρῶν ἄνεσιν καί σοι τὴν ἐν πᾶσιν ἱλαρωτέροις ἀνάπαυσιν.

Τῷ Σερβλίᾳ κυρῷ Ἰωάννῃ Σὺ δέ, ὁ καλός, οὕτως ὑπεραγωνιᾷς τῶν ἐμῶν λόγων ὡς ἂν μὴ ψεύδους ἁλῷεν ὥστε καὶ τοῖς ἔργοις αὐτοῖς βεβαιοῦν τούτους ἐσπούδακας· ἀεὶ γὰρ παρ’ ἡμῶν ὡς ἀμελητὴς ἐγκαλούμενος καὶ τὴν κλῆσιν ἀποποιούμενος, ὡς οὐδ’ ἂν τὸν Ὀδυσσέα Αὐτόλυκος. Ἀλλ’ ὦ μακάριε, μὴ οὕτω φιλίαν τιμᾶν, ἀλλ’ ἅπερ ἂν σαυτῷ βούλοιο, ταῦτα καὶ τῷ δοκοῦντι φιλεῖσθαι βούλεσθαι. Εἰ μὲν οὖν, ἐτελέσθησαν ἃ ἐνεδέξω· εἰ δ’ οὖν, ἀλλὰ τοῦτό γε μεγίστην ἡμῖν καταθήσει χάριν τὸ μὴ προσαπολέσαι τὰ δεδομένα σοι δικαιώματα. Ἐγὼ δὲ ὁ μάταιος καὶ ἄλλο σε ἠξίουν· τό, ἐπειδ’ ἂν τὸ περὶ τῶν Βοδηνῶν ψήφισμα γένηται, ἐμφανίσαι τοῦτο τῷ κυρῷ Γρηγορίῳ τῷ Ταρωνείτῃ καὶ παρ’ ἐκείνου πιττάκιον αἰτῆσαι πρὸς τὸν ἐν Βερροίᾳ διενεργοῦντα τὸ ποιητέον αὐτῷ ὑποτιθέμενον.

Εἰ μὲν γέγονε τὸ ψήφισμα, μένει ἔτι ἡ περὶ τούτου ἀξίωσις· εἰ δ’ οὖν, ἀλλὰ ὅρα μή, οὕτω ταχὺς ὤν, κινδυνεύσεις καὶ σφάλλεσθαι, ἐπειδὴ τὸ τάχος σφαλερὸν εἶναι τῆς παροιμίας ἐμάθομεν. Τηροίη σε Κύριος ἀπὸ πάσης παγίδος τοῦ διαβόλου καὶ τῆς πρὸς τὰ καλὰ ἀμελείας.

Τῷ Παντεχνῇ Ἀλλ’ οἵ γε Ἀχριδιῶται μέλος ἐμὸν ὄνοι λύρας ἀκούουσιν. Οὕτως ἐγὼ περιττὸς καὶ λάλος πέρα τοῦ δέοντος. Εἰ δὲ Ἱπποκράτην ᾔδεσαν ὅστις εἴη, κἂν αὐτὸν ἐπ’ ἐμὲ συνεκάλεσαν, ὡς ἄν με τῆς μανίας ἐλευθερώσῃ, φάρμακα κερασάμενος. Νῦν δὲ ἀπωνάμην τοῦτό γε τῆς ἀμαθίας τῶν ἐμῶν Λειβηθρίων ὅτι μοι τὰ ἐκ τῆς φαρμακοποσίας οὐ παρέχουσι πράγματα. Σὺ δέ μοι ἐρῴης σοφίας καὶ ὑπὸ σοφίας ἐρῷο καὶ φυλάττοιο ταύτῃ πάσης κακύνσεως ἀνώτερος καὶ κακώσεως. Οἱ προσαγορευθέντες ἀντιπροσαγορεύουσί σε, μονονοὺ τὴν ψυχὴν τῇ προσαγορεύσει ἑκάτερος ἐναποσταλάξαντες.

Τῷ χαρτοφύλακι κυρῷ Νικηφόρῳ Εἰ καὶ ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ τοῦ Θεοῦ πονηρεύεται ἔτι καὶ ἔτι καὶ αὐτὸς ἑαυτοῦ δραστηριώτερος δείκνυται, τιμιώτατε δέσποτα καὶ πάτερ ἡμέτερε, ἀναβάσεις ἀεὶ τῆς κακίας διατιθέμενος, ἀλλὰ Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν καθαιρῶν τὰς ἐπάρσεις ἐκείνου καὶ μάταια δεικνύων τὰ πονηρεύματα. Τί δὲ οὐ μέλλει μεθ’ ἡμῶν εἶναι, ὑπὸ τῶν σῶν ἁγίων καὶ λόγων καὶ εὐχῶν ἐνοικισθεὶς τοῖς ἀναξίοις ἡμῖν διὰ τὴν οἰκείαν χρηστότητα; Ἀλλὰ μὴ παύσαιο τοῦτον παρασκευάζων ἐμμένειν οἷς φθάσας ἐνῴκισας ὡσὰν μεθ’ ἡμῶν ὢν πάσας τὰς ἡμέρας ἃς ἕξομεν, δηλαδὴ φωτὶ τῶν λόγων καὶ εὐχῶν ἐλλαμπόμενοι, ἕως οὗ συντελεσθῇ ἐν ἡμῖν ὁ ἐνεστὼς πονηρὸς αἰών, τηροῖ ἡμᾶς ἐλευθέρους τῆς νυκτὸς τῶν πονηρῶν πράξεων.

Τῷ Κίτρου Πολὺν ἐσιγήσαμεν χρόνον ἀλλήλοις, ἱερώτατε ἀδελφὲ καὶ δέσποτα. Ἀλλὰ τῆς μὲν σῆς σιγῆς αὐτὸς ἂν εἰδείης καὶ ἡμῖν δηλώσεις τὸ αἴτιον. Ἐμοὶ δὲ τὰ χείλη συνέστειλε πρῶτον μὲν Φραγγικὴ διάβασις ἢ ἐπίβασις ἢ οὐκ οἶδ’ ὅ τι φήσω, οὕτως ἡμᾶς εἰς ἑαυτὴν ὅλους ἀντισπάσασα καὶ περιελκύσασα ὡς μηδὲ ἡμῶν αὐτῶν ἐπαισθάνεσθαι· τοσοῦτον ἄρα τοῦ πικροῦ κρατῆρος αὐτῆς ἐμεθύσθημεν καὶ ἀλλόκοτον ἐξέστημεν ἔκστασιν.

Μᾶλλον δέ, ἵν’ εἴπω τι τῶν ἡμετέρων, καὶ τὸν ὑποτηρούμενον τοῖς ἁμαρτωλοῖς τρυγίαν ἐκπεπωκότες, ἐταράχθημεν, ἐσαλεύθημεν ὡς ὁ μεθύων καὶ πᾶσα ἡ σοφία ἡμῶν κατεπόθη. Καὶ διὰ τοῦτό σοι ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν καὶ εὐαρέστων ὁμιλιῶν τῶν πρὸς τὴν σὴν τιμιότητα. Ἓν μὲν οὖν τοῦτο γλωττοπέδη μοι γέγονεν.

Ἕτερον δὲ τὸ μὴ γνησίων τυχεῖν γραμματοκομιστῶν. Οἱ γὰρ πολλοὶ συλλαβεῖν μὲν γράμματα πρόχειροι, διακομίσαι δὲ καὶ ἐγχειρίσαι τῷ πρὸς ὃν ἐγράφη ναρκώδεις καὶ οἷον ἄχειρες. Ἀλλ’ ἐπειδὴ καὶ τῶν Φραγγικῶν ἐπηρειῶν ἐθάδες ἤδη γεγονότες, ῥᾷον ἢ πρόσθεν τὰ δεινὰ διαφέρομεν—χρόνος γὰρ εὐμαρὴς ἁπάντων διδάσκαλος—, καὶ διὰ τοῦτο καὶ ἡμῶν αὐτῶν ἔστιν ὅτε γινόμεθα. Καὶ τοῦ γνόντος ἐτύχομέν τε γραμματοκομιστοῦ, τοῦ ὑπὸ τὸν ὁσιώτατον πατέρα κῦριν Συμεὼν εὐλαβεστάτου μοναχοῦ κυροῦ ... Ἰδού, τὰ χείλη μου οὐ μὴ κολλήσω, ἀλλὰ καὶ νῷ καὶ λόγῳ καὶ γράμματι τὸν τοῦ μεγάλου καὶ Νοῦ καὶ Λόγου λειτουργὸν καὶ πρὸς τὸ Πνεῦμα χειραγωγὸν ἐκ γράμματος προσφθέγγομαί σε καὶ κατασπάζομαι καὶ πῶς ἔχει σοι τὰ τοῦ ἱεροῦ καὶ ἡγιασμένου πυνθάνομαι σώματος. Καὶ εἰ μὴ ὁ πειραστὴς Κυρίου περιχάσκει τοῦτο καθάπερ λίθον τοῦ βάλλοντος μὴ ἁπτόμενος, εἴη μὲν οὖν ἐν δεξιωτέροις· εἰ δ’ ἄρα τι καὶ τῶν ἀριστερῶν ἐνοχλεῖ, ἀλλὰ καὶ τούτῳ κατὰ τὸν σὸν Παῦλον ὅπλῳ χρήσῃ δικαιοσύνης καὶ διὰ τῆς ἀσθενείας δείξεις τελειουμένην ἐν σοὶ τὴν τοῦ Θεοῦ δύναμιν καὶ τὴν ζωὴν τοῦ Ἰησοῦ φανερώσεις ἐν τῷ θνητῷ καὶ φθαρτῷ σώματι.

Ὅσον ὁ ἔξω ἄνθρωπος φθείρεται, τοσοῦτον ἀνακαινουμένου τοῦ ἔσω καὶ ζῶντα τὸν Ἰησοῦν δεικνύοντος. Ἐρῶ σοι, βούλει, καὶ τὰ ἐμὰ πάντα μοι ἐν ἀριστεροῖς, τὰ τοῦ σώματος, τὰ τοῦ πνεύματος. Ἓν μόνον μοι δεξιόν, ἡ πρὸς τὰς ὑμετέρας εὐχὰς ἐλπίς· ἃς ἐκτενεῖς διδούς μοι καὶ τῶν συνήθων θερμότερον ἀντιπεριστήσεις, οἶδα, τὰ πράγματα. Φιλανθρώπου τοίνυν καὶ δεσπότου καὶ φιλαδέλφου ὑπηρέτης ὤν, φιλανθρωπίαν καὶ φιλαδελφίαν ἐπίδειξαι, ἵνα σε κἀκεῖνος τά τε ἄλλα καὶ ὑπὲρ τούτου δείξῃ ἐν οὐρανοῖς ἐντελόμισθον, τηρῶν καὶ νῦν πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ Καματηρῷ κυρῷ Γρηγορίῳ Καιρός μοι τὸ προφητικὸν εἰπεῖν, ἀδελφὲ τιμιώτατε, οἴμοι ὅτι πῦρ κατέφαγε τὰ ὡραῖα τῆς οἰκουμένης. Τί γὰρ ὡραιότερον οἴκου θείου, τί δὲ τερπνότερον, τί δὲ τῶν ἀγαπητῶν τοῦ Θεοῦ σκηνωμάτων καὶ τοῦ τόπου τῆς δόξης αὐτοῦ εὐπρεπέστερον; Οἴμοι τῶν ἐμῶν ἁμαρτιῶν, αἳ τάχα ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριον τοῦ Θεοῦ. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων καὶ κλαύσομαι τό τε τῆς θυγατρὸς τοῦ λαοῦ μου σύντριμμα, τῆς πολίχνης ταύτης φημὶ τῆς ἐλεεινῆς, τῆς τοῦ Ἰωνᾶ κολοκύντης τῆς ἅμα καὶ φανείσης καὶ φθαρείσης, καὶ τὸ τῆς μητρὸς τοῦ λαοῦ μου, ὃ καὶ οἰκτρότερον τίθεμαι, τῆς τοῦ Θεοῦ ἐκκλησίας; Τίς οὕτως ἀδαμαντίνη ψυχή, τίς οὕτως τὴν καρδίαν ἐσκλήρυται ὡς μὴ καταφλεγῆναι καὶ αὐτός, οὐ τῷ ὁράματι λέγω, ἀλλὰ καὶ ψιλῷ τῷ ἀκούσματι; Τί τοῦτο, Κύριε; Κρίματα γὰρ λαλήσω πρὸς σέ. Πῶς ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς; Ἔδειξας οὐ τῷ λαῷ μόνον ἀλλὰ καὶ τοῖς ἱερεῦσι σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως καὶ ἀφῆκας τὸν οἶκόν σου ἔρημον καὶ κατέπαυσας ἦχον ᾠδῶν ἀπ’ αὐτοῦ καὶ ἔσται πᾶς ὃς διελεύσεται συριεῖ ἐπ’ αὐτῷ καὶ τὸ διάδημα τοῦ κάλλους καθύβρισας καὶ τὸν στέφανον τῆς δόξης καὶ ὑμνολογίας κατέσπασας.

Πῶς ταῦτα, Κύριε; Πῶς ἐπαίδευσας ἡμᾶς οὐκ ἐν κρίσει ἀλλ’ ἐν θυμῷ καὶ ἀποτόμως ἡ ὀργή σου καὶ ἀλλοτρίως τοῖς οἰκείοις ἐχρήσατο καὶ ἐκδικῶν ἐξεδίκησας καὶ συνετέλεσας; Καὶ πάλαι μὲν τὸ τοῦ Ἠλίου θυσιαστήριον οὐρανίῳ πυρὶ καὶ τὸν χοῦν λικμησαμένῳ κατέστρεψας ἵνα δοξάσῃς τὸν δίκαιον, νῦν δὲ τὸ ἅγιόν σου θυσιαστήριον πυρὶ παραδέδωκας οὐκ εἰς δόξαν ἡμῶν ἀλλ’ εἰς κατήφειαν. Ἡμάρτομεν, ἀλλὰ σὺ ἀνεξίκακος· ἠδικήσαμεν, ἀλλὰ σὺ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων, ἀλλ’ ὑπερβαίνων ἀνομίας, ἀλλ’ ὑπερορῶν ἁμαρτίας. Πῶς οὖν ὅλον ἡμῖν τὸν τρυγίαν τῆς ἀκράτου χολῆς ἐκένωσας; Ἀλλὰ βαβαί, οἷον πέπονθα. Τῷ πάθει παρασυρεὶς ἐξέστην αὐτὸς ἐμαυτοῦ καὶ νομίζω τὴν ἐπαγωγὴν συμφορὰν ἀπαράκλητον.

Οὐχ οὕτω δὲ ταῦτ’ ἔχει. Πόθεν; Ἀλλὰ καὶ ὁ παιδεύσας πατὴρ καὶ οἱ παιδευθέντες υἱοί. Ἀνάστα τοίνυν, ἀδελφὲ ἱερώτατε. Πότε ἄλλοτε τὴν ἐκ τοῦ νοῦ εὐστάθειαν ἐπιδείξεις καὶ τὸ χαρακτήριζόν σε μεγαλόγνωμον;

Εἰ αὐτοὶ ἀλγοῦμεν οὕτω καὶ τοῖς προσπεσοῦσι καταμαλακιζόμεθα, πότε τοῖς ἄλλοις τὸ ἄλγημα θεραπεύσομεν; Πῶς αὐτοὺς εἰς ἀνδρείαν ἀλείψομεν; Αὐτοὶ πεσόντες ἀνόρθωτα, πῶς τοὺς ἄλλους τοῦ πτώματος ἀναστήσομεν;

Μὴ οὕτως ἔχε μοι, ὁ τοῦ δυνατοῦ Θεοῦ λειτουργός, ὁ πάντα ἰσχύειν ὀφείλων ἐν τῷ ἐνδυναμοῦντι Χριστῷ καὶ δυνατὸς εἶναι ὥστε τοὺς ἀσθενεῖς ὑπερείδειν κατὰ Παῦλον τόν σοι διδάσκαλον. Καλὸν μὲν μὴ γενέσθαι τὸ γεγονός. Τίς ἀντερεῖ; Ἐπεὶ δὲ τῷ Θεῷ ἔδοξε, τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ἴσως δὲ καὶ τὸ γεγονὸς βέλτιον.

Οὔκουν τοῦτο δεῖ σκοπεῖν ὅπως τροφὴν τῇ λύπῃ συμπορισόμεθα, αὐτόθεν γὰρ ἡ λύπη ἁδρύνεται καὶ οὐ δεῖται κομίδης ἐπεισάκτου, ἀλλ’ ὅπως καὶ τὴν οὖσαν ἐπισπάσαντες μαρασμὸν αὐτῇ ἐπινοησόμεθα. Οὕτω κἀν τοῖς σωματικοῖς ἀρρωστήμασι, γυναικῶν μὲν τὸ στερνοτυπεῖσθαι καὶ κόπτεσθαι καὶ σπαράττεσθαι, ἰατροῦ δὲ τὸ ταῦτά τε καταστέλλειν καὶ λύσιν ἐπινοεῖσθαι τῷ ἀρρωστήματι· ἀλλ’ ἡ θεραπεία τοῦ πάθους δυσχερὴς καὶ μάλιστα ἐν οὕτω μισοκάλοις καιροῖς καὶ ἡμέραις πᾶσαν ἔργων ἀνάγκην ἐχούσαις. Καὶ ποῦ τὸ δυνατὸν τοῦ πάντα λόγῳ συστησαμένου; Αὐτὸς ἐρεῖ καὶ γενήσονται, ἐντελεῖται καὶ κτισθήσονται.

Ἀναμνήσω σε παλαιᾶς ἱστορίας καὶ θείας. Ὁ ναὸς ἐκεῖνος ὁ περιώνυμος, τὸ μέγα τῆς οἰκουμένης θαῦμα, ὃν τῷ Θεῷ Σολομῶν ἐν Ἱεροσολύμοις ἀνέθηκεν, ὑπὸ Ναβουζαρδᾶ ἐνεπέπρηστο καὶ κατέστραπτο. Εἶτα τοῦ λαοῦ τῆς αἰχμαλωσίας ἀπολυθέντος, ὁ μὲν Θεὸς ἐνῆγε πάντας εἰς τὴν αὖθις τοῦ θείου οἴκου ἀνοικοδόμησιν, ἡ δ’ ἀνθρωπίνη ἀσθένεια ἑαυτὴν λογιζομένη οὐκ ἐθάρρει τὸ ἔργον ὡς δυσεξάνυστον. Ἀγγαῖος οὖν, ὁ προφήτης ὑπὸ Θεοῦ κινηθείς, ἐντρέπει τοὺς μικροψύχους καὶ θραύει τὴν τῆς ἀπιστίας ἀσθένειαν καὶ ὑπισχνεῖται τὰ μείζω καὶ κοσμιώτερα· ἔσται, λέγων, ἡ ἐσχάτη δόξα τοῦ οἴκου τούτου ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ. Ταῦτά σοι καὶ νῦν νόμιζε παρὰ τοῦ αὐτοῦ ἐνηχεῖσθαι Πνεύματος· ταῦτά σοι δρόσος ἤτω, παρὰ Θεοῦ τῆς πολλῆς ἀθυμίας ἴαμα. Ποσάκις ἐπεθύμεις καλλίω ναὸν ἰδεῖν καὶ ἐπιτερπέστερον· εἶτα τόδε καὶ τόδε παρεμπῖπτον ἀπέψυχέ σου τὴν πρὸς τὸ ἔργον θερμότητα. Τί τοίνυν οἶδας, εἰ ὁ σοφὸς οἰκονόμος τῶν καθ’ ἡμᾶς οὕτως τὰ σὰ περιήγαγεν ὥστε ἀνάγκην γενέσθαι τὴν προαίρεσιν καὶ τὸ ἔργον οὐκ ἐπιποίησιν ἀλλὰ ποίησιν; Ὁ γοῦν τοῦτο τεχνιτευσάμενος ἐκεῖνος καὶ τὰ δυσχερῆ ῥᾷον ποιήσει καὶ δυνατὰ τὰ ἀδύνατα· ἢ σοφὸς μέν ἐστιν, οὐ δυνατὸς δέ, ἢ δυνατὸς μέν, οὐκ ἀγαθὸς δέ, ἢ πάντα μὲν ταῦτα, τῆς δὲ οἰκείας δόξης ἧττον πεφρόντικεν;

Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλὰ καὶ ὡς σοφὸς τὸ βέλτιον προενόησε καὶ ὡς ἀγαθὸς οὐδὲ τὸ ἡμέτερον εἴασε· κἂν ὡς ἀγαθός, ὃ προὐνόησεν ἀγαθὸν καὶ συμφέρον ἐργάσεται καὶ ὡς θέλων δοξάζεσθαι τάχιον. Χωρὶς δὲ τούτων δοκίμιόν σοι τὸ συμβὰν πάθος προέθηκεν, ἵνα καὶ προθυμίαν δείξῃς εἰς θεραπείαν αὐτοῦ καὶ τἄλλα ἐνέγκῃς ὡς δύναμις. Οἶδεν ὅτι τοῖς ἀγαθοῖς πολλάκις οὐκ ἐγχειροῦμεν αὐθαίρετα· διὰ τοῦτο καὶ ἄκοντας πρὸς τὴν ἀγαθουργίαν ὠθεῖ καὶ τοῦτό ἐστιν ὃ ἐν τοῖς εὐαγγελίοις ἐγὼ κατενόησα, ἀναγκαζομένους τινὰς εἰσελθεῖν εἰς τὸν δεῖπνον. Ὢ τῆς γλυκείας τυραννίδος.

Ὢ τῆς ἐλευθερούσης βίας. Ὢ πατὴρ ἐν τῷ δάκνειν φιλῶν. Ὢ σπλάγχνα τῷ φλέγειν φλεγόμενα καὶ διὰ τοῦτο τὴν δρόσον παρὰ πόδας δαψιλῆ ἐπιχέοντα. Μὴ τοίνυν παροργίσωμεν αὐτὸν πλέον ἢ καλῶς ἔχει κλαυθμυριζόμενοι πρὸς τὴν μάστιγα, μηδ’ ὡς γογγυσταὶ κατὰ τῆς ἐλαφροτάτης δευτέραν καὶ βαρυτέραν ἴσως προσκαλεσώμεθα, ἀλλὰ δείξωμεν ὅτι ὡς υἱοῖς ἡμῖν προσηνέχθη ἐκ τοῦ προσελθεῖν ὡς πατρί. Προσέλθοιμεν δ’ ἂν οὕτως εἰ τὴν λύπην ἀπορραπίσαιμεν, ἣ πατρὸς ἑτέρου τοῦ σκότους καὶ συγχύσεως γέννημα, καὶ δῶμεν ἐκείνῳ τὰς τῶν ἐλπίδων χεῖρας καὶ τὰς αὐτοῦ τῆς βοηθείας καὶ ἀντιλήψεως ἐκζητήσωμεν.

Ταῦτά σοι παρ’ ἡμῶν, ὦ τοῦ Λόγου Λειτουργὲ καὶ ἡμῶν ἀδελφέ, πλείω δ’ ἂν καὶ παρὰ σαυτοῦ πριάσαιο, δι’ ὧν τοῦ πάθους κατεπᾴδων καὶ σαυτῷ καὶ τοῖς ἄλλοις φίλος γένοιο, τῇ τοῦ Παρακλήτου κατὰ τῆς λύπης δυναμούμενος χάριτι.

Τῷ πατριάρχῃ Καὶ τίς ἡμῶν μακαριώτερος νῦν ὅτε δεσποτικῷ κατευλογήθημεν γράμματι, ὅτε καὶ νοῦν ἡγιάσθημεν καὶ ὀφθαλμοὺς καὶ γλῶτταν καὶ ἀκοὴν ἐκαθάρθημεν καὶ συνέντες καὶ διελθόντες καὶ ἀκηκοότες τὰ γεγραμμένα;

Κακῶς μὲν γὰρ καὶ λίαν ἐπισφαλῶς εἴχομεν, παναγιώτατε δέσποτα, ἅτε τῆς παρούσης δυσημερίας ἡττώμενοι καὶ ὑπὸ τῶν βαθέων τῶν ὑδάτων καταπινόμενοι, ἀλλ’ ἡ τῆς σῆς ἐπιστολῆς χεὶρ ἔσωσέ με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος καὶ ἀπὸ τῆς ἀβύσσου ἀνήγαγε καὶ ἐκ τοῦ ἐκεῖσε πηλοῦ καὶ τῆς ἰλύος ἀνέσπασε, τὸν σὸν Ἰησοῦν μιμησαμένη ἐπὶ καταποντιζομένῳ μαθητῇ. Ἐνουθέτησας γὰρ ἡμᾶς, ὢ γλυκείας ἐκείνῳ γλώττης, μὴ τοῖς γινομένοις ταράττεσθαι, ἀλλ’ ἀκλινεῖς καὶ ἀτρέπτους ἵστασθαι καὶ τὴν ἀπαιτουμένην ἐν τοῖς ἀστάτοις τηρεῖν εὐστάθειαν. Καὶ ἡ νουθεσία ὑψηλή τις καὶ εὔτονος, ὁ δὲ Λόγος ἀφοσιούμενος τὴν παράκλησιν, ἀλλὰ συνεπαγομένην καὶ θείαν δύναμιν ἠρέμα τῆς καρδίας ἁπτομένην καὶ ταύτην ὡς τὴν τοῦ Κλεοπᾶ σοι καίουσαν καὶ ἐνεργὸν δεικνύουσαν τὴν παραίνεσιν.

Τί μοι παρὰ τοῦτο τὸ ἐπιστόλιον; Λόγοι μακροὶ καὶ πολύστιχοι καὶ σοφία περικτυποῦσα τὰς ἀκοὰς τοῖς διακένοις ψοφήμασιν, ἀερὸς γεννήματα τῷ πατρὶ ἐοικότα καὶ συνδιαρρέοντα ῥέοντι. Μὴ λήγοις τοίνυν βοηθῶν οὕτως ἡμῖν καὶ ψυχὴν ἀρδεύων ἀνυδρίᾳ κατάξηρον, ἣν βοῦς καὶ ὄνος πατεῖ σήμερον, ἅτινα δὴ ταῦτα ὑποληπτέον. Ὀκνῶ γὰρ αὐτὸς διαφωτίσαι τὴν τοῦ σκοτεινοῦ λόγου περιβολήν.

Ἀλλά με μικροῦ πέφευγεν ἡ τῆς σῆς ἀποστολῆς εὐλογία καὶ αὕτη μέγα καὶ οὐ συμβατικὸν οὖσα τῇ ἐμῇ ἀφροσύνῃ νουθέτημα. Τοῖς μὲν καλουμένοις ἀλειπτοῖς, ἰσαρίθμοις οὖσι τῶν πρεσβυτέρων τῆς Ἰωάννου ἀποκαλύψεως, τὸ χρῖσμα παρῃνίξω ὃ ἐκ τοῦ ἁγίου ἠλείφθημεν.

Διὸ καὶ ἀπαιτούμεθα μᾶλλον τῶν ἄλλων τῷ Κυρίῳ προσφέρεσθαι καὶ τὰς εὐχὰς προσάγειν θυμιάματα, οὐχ ὑπὲρ τῶν οἰκείων μόνον ἀλλὰ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων τῷ Θεῷ παριστάμενοι. Τί δὲ τούτοις τὸ ἐν ἐπιφανείᾳ μὲν κυλινδροειδές, ἐν μήκει δὲ ῥαβδοειδὲς καὶ ἰθυτενές;

Οὐ τὸ μὲν ἐνουθέτει με μὴ ὅλον εἶναι τῆς γῆς, ἀλλὰ μέρει βραχεῖ ταύτης ἅπτεσθαι, καθὸ καὶ λίθοι τινὲς ἅγιοι παρὰ τοὺς προφήτας κυλίονται· τὸ δὲ τὴν τῷ προσώπῳ Κυρίου βλεπομένην εὐθύτητα καὶ ἣν οἱ ἔχοντες ἀγαθύνονται, τό τε ποιμαντικὸν καὶ στηρικτικὸν ἃ τὸν ἀρχιερέα γνωρίζουσι; Τοῖς δὲ λοιποῖς εὐώδεσι τέτρασι ξύλοις τί ἀλλ’ ἢ τὸν ἐμὸν σταυρὸν αἴρειν ὑπὸ τοῦ βάθους τῆς ἐν σοὶ χάριτος διατέταγμαι καὶ τὰ ἐπὶ γῆς μέλη νεκροῦν; Ἀλλ’ ἐνεργούμεθα· τούτων γὰρ ὁ σταυρὸς σύμβολον, τῶν ἡμετέρων ἐνεργειῶν καθήλωσις καὶ ὢν καὶ λεγόμενος.

Ἐγὼ μὲν οὖν ταῦτα τοῖς σταλεῖσιν ἐνεφαντάσθην· εἰ δέ τι, ὥσπερ εἰκός, ὑπέδειξας ὑψηλότερον καὶ τῆς ἐμῆς ὀφθαλμίας ὑπέρτερον καὶ λαμπρότερον, ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, αὐτόπτα τοῦ Λόγου καὶ ὑπηρέτα, ἵν’ εὐεργετῇς τελεώτερον ἔχοντάς σου κατανοεῖν τὰ θαυμάσια, συνευχόμενος τῇ ἡμῶν ἀθλιότητι, τὸ πραῧναι ἀφ’ ἡμερῶν πονηρῶν καταστάσης ἡμῖν τῆς συγχωρήσεως.

Τῷ Πακουριανῷ Πάλαι τὴν ἐμαυτοῦ θρηνῶν τύχην, πανσέβαστέ μοι ἐν Κυρίῳ υἱέ, καὶ τελχινώδη ταύτην ἀποκαλῶν καὶ δυσδαίμονα ὅτι με φέρουσα ἐπὶ τὴν ἐσχατιὰν ταύτην ἔρριψε ἔνθα φθόνος κότος τε καὶ ἄλλων ἔθνεα κηρῶν, ἔνθα λόγου φωνὴ μισεῖται μᾶλλον ἢ μύρον κανθάροις, νῦν ἤδη καὶ χάριτας αὐτῇ γινώσκειν προάγομαι τὴν ἐν τοῖς βαρβάροις τούτοις παρασχομένῃ κατοίκησιν, δι’ ἣν ἀκροατήν σε πεπλούτηκα, ὃ καὶ τῶν ἐν τῇ μεγάλῃ πόλει πολλοῖς τοῦ παντὸς τιμώμενον μόλις ὀλίγοις ἂν ἐξεγένετο, καί μοι ὁ κύβος ἔπεσεν εὐτυχέστερον ἢ τῷ Πλάτωνι. Ἐκεῖνος γὰρ ἐπὶ Διονύσιον πλεύσας ὡς ἂν εὐφυᾶ νέον καὶ τῷ προσληψομένῳ εὐχείρωτον τοῖς τοῦ λόγου χαλινοῖς καταρτύσας συνάψῃ βασιλείᾳ φιλοσοφίαν καὶ τῷ δύνασθαι τὰ μέγιστα πράττειν δῷ καὶ τὸ τὰ βέλτιστα βούλεσθαι, παρὰ τοσοῦτον ἦλθε τῶν ἐλπίδων ὥστε Διονύσιος μήπω μηδὲν πρότερον εἰς φιλοσοφίαν παρανομήσας μετὰ τὴν τοῦ Πλάτωνος περὶ τοῦ δικαίου συνουσίαν καὶ τοῦ καλοῦ αἴσχιστα αἰσχίστα αἰσχίστων ἐπὶ ταύτην ἐξύβρισεν. Ἴσασι τὴν ὕβριν ὅσοι τὸν Πόλλιν οὐκ ἀγνοοῦσι καὶ τὸν Ἀννίκεριν. Ἐγὼ δὲ οὔτε μακρὰν τεμὼν θάλασσαν οὔτε τὴν ὀλοὴν ἐκμετρήσας Χάρυβδιν, τὸν οἰκίσκον τοῦτον οἰκῶν, τῆς σῆς μεγαλονοίας κατατρυφῶ καί, σοῦ τὴν ἀκοὴν ὑποτιθέντος, ἱππάσιμον λύδιον τὸ ἅρμα μοι φέρειν, τοσοῦτον εὐμοιρότερον ἐγὼ Πλάτωνος.

Οὐκοῦν οὐδὲ τὸν Βριάρεω δημόσιον ὑποπτήξομεν, ἀλλὰ ταῖς ἑκατὸν ἐκείνου χερσὶ τὴν τῆς δικαιοσύνης δεξιὰν ἀντιτάξαντες διὰ ταύτης ποιήσομεν δύναμιν. Οὐ γάρ σε, ὦ πανσέβαστέ μοι τοῦ λόγου μέλημα, ἀναγκαίως ἀξιοῦμεν τῶν δικαίων ὑφίεσθαι, ἀλλὰ τοῦτο μὲν ἑκούσιόν σοι ποιούμεθα καὶ ἀνατίθεμεν μᾶλλον ἢ ἐπιτίθεμεν. Ἄλλο δὲ ἔστιν ὃ ἀπαραιτήτως σε εἰσπραττόμεθα καὶ σφοδρότερον ἢ αὐτὸς ὑποτελῆ σοι τοὺς φόρους, τὸ μηδόλως ὑφίεσθαι κατὰ τοῦ δικαίου νεωτερίζειν τῷ τοῦ πλείονος ἔρωτι. Ἵνα γάρ σοι διέλω τὸ τοῖς πολλοῖς ἀγνοούμενον, ζῶμεν ἄνθρωποι ἢ κατὰ τὸ δίκαιον ἢ παρὰ τὸ δίκαιον ἢ ὑπὲρ τὸ δίκαιον καὶ τῷ μὲν ἄνθρωποι φυλαττόμεθα, τῷ δὲ θηρία μεταπλαττόμεθα, τῷ δὲ θεοὶ ἀπεικονιζόμεθα. Σὺ τοίνυν πάγκαλος μὲν ἂν εἴης, εἰ τὴν σαυτοῦ ψυχὴν ζωγραφοίης τοῖς θείοις τῆς ὑπὲρ τὸ δίκαιον ζωῆς χρώμασι.

Τοῦτο δὲ ἔσται σοι κατὰ τὴν ἀρχὴν ταύτην ἐφ’ ἧς καθέστηκας, εἰ καὶ τῶν ἐκ βασιλέως ἐφειμένων ὑπέροπτος εἶναι δύναιο ἢ βούλοιο. Εἰ δ’ ἄρα τοῦτο μὴ πάνυ σοι δυνατὸν ἢ μὴ βουλητόν, οὐ προσβιασόμεθά σε τὸν ἄπτερον ἀέριον φέρεσθαι, καὶ κινεῖσθαι μέντοι κατὰ τὸ ἀνθρώπινον ἀπαιτήσομεν· κἂν αὐτόθεν οὐ προθυμῇ, κέντροις λογικοῖς ὑπονύξομεν καὶ οὕτω σοι κινουμένῳ τὴν μέσην κίνησιν, ἐρῶ δὴ θαρρῶν καὶ βασιλικήν· τοῦτο γὰρ δήπου καὶ βασιλεὺς βούλεται. Οὔτε ὁ Βριάρεως ἐπανατενεῖ χεῖρας, κἂν θρασείας αὐτὰς ἀνέθρεψε, καὶ πάντας κατὰ λόγον προβήσῃ καὶ τῆς σῆς ἀξίως εὐγενείας φρονήσας τὴν τῆς θηριώδους ἀσχημοσύνης ζωὴν δυσγενέσιν ἀποπτύσεις καὶ ἀναξίοις τῆς ἀνθρωπότητος.

Ἀλλ’ εἶδες ὅπως ἐγώ σοι τὴν ἀξίωσιν μέτριος, ἵνα κἀν τούτῳ σε διδάξω καὶ αὐτὸν μετριάζειν ἐν τοῖς πρὸς τοὺς ὑποκειμένους σοι ἐπιτάγμασιν. Ὁ δὲ καὶ πρὸς τὴν δικαιοσύνης ὁδὸν κατευθύνων Κύριος καὶ πρὸς τὴν ὑπὲρ τὸ δίκαιον ἀνυψῶν μετεωροπορίαν τοὺς θέλοντας, ὁ καὶ τὰς μεγίστας ἡμῖν ἀρχὰς ἐγχειρίζων καὶ τῆς ἐν ταύταις μετριοφροσύνης τὰς μείζους ἀντιδιδοὺς αὐτός σε σοφώτερον συμβιβάζοι καὶ συνετίζοι ἐν πάσῃ ὁδῷ, τηρῶν πάσης κακώσεως ἀνώτερον καὶ κακύνσεως.

Τῷ ἐπισκόπῳ Σεμνῶν Προσαγορεύω σε τὴν φίλην ἐμοὶ κεφαλήν, τιμιώτατε ἀδελφέ. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἀξιῶ τῆς ἡμετέρας ταπεινότητος ὑπερεύχεσθαι ὡς ἂν τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ ῥυσθέντες ἀναψύξωμέν ποτε θειοτέραν καὶ χριστιανοῖς οἰκειοτέραν ἀνάψυξιν, ὡς νῦν γε τὸ μὲν τοῖς οἰκειακοῖς ἡμῶν κακοῖς, τὸ δέ τι τοῖς κοινοῖς καταχωννύμενοι, οὐκ ἔχομεν ὅπως ἡμῖν αὐτοῖς ἀνάνευσίν τινα πορισώμεθα· οὕτως ἐκράτησεν ὁ σατανᾶς ἅπαξ ἁπάντων ἁπλῶς τῶν τὰ δημόσια πραττόντων. Καὶ νῦν τὸ τοῦ ἀποστόλου καιρὸς λέγειν ἡμῖν, οὐχ ὡς ἐλέχθη, ὡς δ’ ἡμῖν ὑπαγορεύει τὰ πράγματα, ὅτι οὐκ εἰκῆ τὴν μάχαιραν ἕκαστος τούτων φορεῖ, ἀλλ’ ὥστε σφάττειν, ἐξουθενεῖν, ἀτεκνοῦν. Οὔκουν οὐδὲ μέλλουσιν, οὐδὲ ἄτονοι πρὸς τὸ ἔργον γίνονται, ἀλλ’ ὥσπερ τινὰ μᾶλλον ἐλπίζοντες θεραπεύειν εἰ μᾶλλον κακοῖεν χριστιανούς, οὕτως ἄλλος ἄλλον προφθάνειν εἰς τὸ κακοποιεῖν καὶ ὑπερβάλλειν σπουδάζουσι.

Διὰ ταῦτα καὶ ἐπὶ ταῦτα τὰς σὰς εὐχὰς καλοῦμεν, ἀμβλυτέραν αὐτῶν ἐργασομένας τὴν μάχαιραν, μᾶλλον δέ, ἐπειδὴ πλείω παρατείνουσα χρόνον ἐν τῷ τέμνειν, ἡ ἀμβλυτέρα πλείω κακοῖ, τελείαν τὴν θραῦσιν ταύτης ποιησομένας. Εὔχου τοίνυν ἀμφοτέραις, ὃ λέγεται, καὶ δώσει ὁ Θεὸς τῷ κλήρῳ αὐτοῦ τὴν ἄνεσιν.

Τῷ ἐπισκόπῳ Βιδίνης Λυπηρὰ μὲν τὰ κατὰ σέ, ἀδελφὲ τιμιώτατε, καὶ πάσης καρδίας ἁπτόμενα. Τίς ἀντερεῖ; Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Βοηθὸς καὶ σύμμαχος οὐδαμοῦ. Οἱ μὲν ἐχθροὶ ἠχοῦσι καὶ αἴρουσι κεφαλὴν καὶ τίθενται τὰ θνησιμαῖα τῶν δούλων βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐκχέουσι τὸ αἷμα αὐτῶν κύκλῳ τῆς καθ’ ἡμᾶς πόλεως καὶ οὐκ ἔστιν ὁ θάπτων. Οἱ δὲ φίλοι καὶ οἱ πλησίον ἐξ ἐναντίας· εἰ δὲ καὶ ἐγγίζουσιν, ἵστανται δεινότερον ἀρτύοντες τὸ ὀλέθριον ἄγκιστρον. Τῆς γὰρ ἀγάπης πάντη ἀποψυγείσης, ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. Ταῦτα δάκνειν μὲν δύναται ψυχὴν οὐδ’ ὅσον ἔστιν εἰπεῖν. Πλὴν εἰ λογισαίμεθα ὅτι πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην, τὸ πάγκοινον τῆς συμφορᾶς εἰς παραμυθίαν ἡμῖν γενήσεται. Τίς γάρ, εἰπέ μοι, τὴν ἐκ τῶν πονηρῶν τούτων ἡμερῶν ἄνεσιν ἔχει; Ἐγὼ μὲν οἶμαι, οὐδείς.

Εἰ δὲ καί τις εἴη οὕτω μακάριος, ὅπερ ἀδύνατον, ὥστε μηδὲν ἰδιάζον ἔχειν λυπηρόν, ἀλλ’ οὖν εἴ γε Χριστοῦ νόμοις διεξάγοιτο, τὰ τῶν ἄλλων πένθη οἰκεῖα ποιήσεται, κλαίειν μετὰ κλαιόντων παραγγελίαν δεξάμενος.

Εἰ δ’ ἀναισθητεῖ τῶν κοινῶν καὶ ἀδελφικῶν συμφορῶν, πενθητέος μᾶλλον οὗτος ὡς πάντων καὶ τῶν τὰ ἔσχατα κολαζομένων ὢν ἀθλιώτερος. Εἰ γὰρ μακάριοι μὲν πενθοῦντες, οὐαὶ δὲ οἱ γελῶντες, ὅρα ποίαν λῆξιν δώσομεν τῷ τοιούτῳ.

Μὴ οὖν, ὡς σὺ μόνος δεινὰ πάσχων, μικροψυχότερον διάκεισο. Πράκτορας ἔχεις πικρούς; Ἀλλ’ οὐ πικροτέρους τῶν ἐν τούτοις τοῖς μέρεσιν, οἳ τῶν πέντε παιδίων ἓν εἰς δουλείαν ἀπάγουσιν, ὥσπερ ἄλλο τι τῶν ἀποπεμπτουμένων ἢ ἀποδεκατουμένων κτηνῶν. Κομάνους ἔχεις ἔξωθεν ἐπελαύνοντας; Καὶ τί πρὸς τοὺς ἐκ τῆς πόλεως ἡμῖν ἐπικαταβαίνοντας Ἀχριδιώτας; Οὗτοι οἳ τοῦτο αὐτὸ τὸ εἰς τὴν πόλιν ἀναβῆναι ὡς ὅπλον εὐδοκίας καὶ στεφάνωμα ἔχοντες, ἄγουσι πάντα καὶ φέρουσι, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. Τίς γὰρ ὁ τοῖς πολίταις ἀντιστησόμενος;

Ἔχεις καστρηνοὺς πονηρούς; Ἀλλὰ παῖδες οὗτοι πρὸς τοὺς ἡμετέρους Βουλγάρους καστρηνούς· μᾶλλον δέ, ἵνα μὴ καταισχύνω τὸ μέγεθος τῆς ἐν κάστρῳ ἡμῶν κακίας, τίνες οἱ σοὶ παμπόνηροι πρὸς τοὺς ἡμετέρους ἀγροίκους Μοκρηνούς; Ταῦτα δὲ μετεσχημάτισα εἰς τὰ ἐν Ἀχρίδι, ἃ καὶ σὺ οἶσθα, οὐ μικρὸν τῇ κοιλάδι τοῦ κλαυθμῶνος ταύτῃ χρόνον ἐμπαροικήσας, ἵνα σοι δηλώσω συνεκδοχικῶς ἀπὸ μέρους τὸ ὅλον. Εἷς τοίνυν τούτων ἁπάντων λύτης καὶ ἰατρός· ὃν λυπούμενοι μέν, ἁπλῶς οὐδέν τι θήσομεν ἱλαρώτερον, ἵνα μὴ λέγω ὅτι καὶ παροργίσομεν· ἱκετεύοντες δὲ καὶ βοηθὸν μετὰ δακρύων ἐπικαλούμενοι, πέποιθα ὅτι τοῖς αὐτοῦ ἐπικαμπτόμενον εὑρήσομεν.

Τῷ Τριαδίτζης Ἐνέτυχε μὲν ἡμῖν ὁ παρὼν γέρων, ἱερώτατε ἀδελφέ, ἐπὶ τὴν ἐκκλησίαν εἰσιοῦσι, συμπαρόντων καὶ ἀρχόντων ἐκκλησιαστικῶν τε καὶ λαϊκῶν. Ἀνακλαυσάμενος δὲ γοερόν τι καὶ οἴκτου μεστόν, ἀπ’ ἀρχῆς ἄχρι τέλους τὰ κατ’ αὐτὸν διηγήσατο ὅπως μὲν ὀργισθείης αὐτῷ περί που τὸν ἰούλιον μῆνα, ὅπως δὲ πρὸς ἡμᾶς ἐλθών, ὅτε δὴ καὶ αὐτὸς ἐπεδήμησας, ἐκδιηγήσαιτο ἡμῖν καὶ ὅσα πέπονθε, καὶ ὡς ἡμεῖς οὐδὲν πρὸς τὴν σὴν ἀγάπην δικαστικὸν καὶ ἀξιωματικώτερον ἐνδειξάμενοι αὐτὸ τοῦτο ἀγαπητικῶς καὶ ἀδελφικῶς ἠξιώσαμεν ἀντισχέσθαι φιλανθρώπως τοῦ γέροντος καὶ διορθώσασθαι, εἴ τι τῶν λυπούντων κατ’ αὐτοῦ προσγεγένηται, καὶ ὡς ὑποσχεθείης μὲν αὐτὸς πᾶσαν αὐτῷ τοῦ λοιποῦ χρηστότητα καὶ ἔργοις καὶ λόγοις ἐνδείξασθαι, τοσούτου δὲ δεησείας τὰ ὑπεσχημένα τελέσαι ὥστε μὴ δυνάμενος φέρειν αὐτὸς τὸ βάρος τῆς ἐπιδεικνυμένης αὐτῷ πολλῆς κατὰ τὰς ὑποσχέσεις χρηστότητος πρὸς τὸν κραταιὸν καὶ ἅγιον ἡμῶν βασιλέα δραμεῖν, τῆς ἀρχιεπισκοπικῆς θεραπείας ἀπεγνωκώς, μᾶλλον δὲ κατεγνωκὼς ὡς οὐκ ἀχρήστου μόνον πρὸς τὸ ἰάσασθαι, ἀλλὰ καὶ ἐπιξαινούσης τὰ τραύματα, καὶ μέντοι καὶ ἐντυχεῖν τῷ ὕψει τοῦ κράτους ἐκείνου καὶ φάρμακα λαβεῖν ὅσον γε τὸ ἐπὶ τῷ δόντι δραστήρια. Εἶτα τί;

Τὴν σὴν ἔφησε χεῖρα τοῖς βασιλικοῖς φαρμάκοις μὴ διδόναι τὸ ἐνεργόν, παντὸς μὲν ὁρίου Τριαδίτζης αὐτὸν ἐξελαύνουσαν, ἀλειτουργησίας δὲ δεσμοῖς ὑποβάλλουσαν. Ἐπὶ τούτοις πᾶσιν ἐδεῖτο πάλιν ἡμῶν ὡς ἂν καὶ ἔτι ἅπαξ τῆς περὶ ἡμᾶς ἀγάπης σου πειρασώμεθα, εἰδέναι μὲν φήσας ὡς οὐδὲν ἀγαθὸν ὅτι μὴ καὶ πλείω κακὰ τῆς δευτέρας ταύτης πρὸς ἡμᾶς ἐλεύσεως ἀπολαύσειε, πλὴν ἀλλὰ πᾶσαν ὁδὸν ἐμφράττων μέμψεώς τε καὶ κατακρίσεως.

Οἱ μὲν οὖν, ὡς ἔφην, παρατυχόντες ἐδεινοπάθουν καὶ σχέτλια ἐποιοῦντο, εἴ γε οὕτως ἡ ἡμετέρα ὑπὲρ γέροντος ἀδικουμένου ἀξίωσις παρυβρισθείη, ἣν ἡ ἀγαθοθέλεια μεσάζουσα τὴν ἐξουσίαν ἐποίησε. Καίτοι τίνος οὐκ ἂν καὶ φαραωνίτιδος ψυχῆς καθήψατο, ἔφασαν, ἐξουσία συστελλομένη καὶ τὴν ἀγάπην προβάλλουσα καὶ μὴ ὡς ἀπὸ κατακρίσεως ἐπιτάττουσα, ἀλλ’ ὡς ἀπὸ ἀξιώσεως ἱλαρύνουσα; Προσετίθεσαν δὲ καὶ ὡς δεῖ νῦν αὐστηρότερον ἐπεξελθεῖν ταύτῃ τῇ ὕβρει, ὡς ἂν ὁ ὑβρίσας μάθοι μὴ πάντα χαλινὰ διδόναι τῇ αὐτονομίᾳ τῆς πλάνης καὶ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλ’ εἰδέναι τὸν Θεὸν τάξεως ὄντα Θεόν, ἀλλὰ μὴ ἀκαταστασίας καὶ ἀταξίας, καὶ τὰς θείας δυνάμεις ἄλλην ὑπ’ ἄλλην τεταγμένας καὶ τηρούσας τὸ μέτρον ὃ παρὰ τῆς χάριτος ἔλαχον, ἢ οὕτω στησάσης ἢ οὕτω φωτιζούσης, καὶ αὐτὰς δὲ τὰς ἀποστάτιδας τάξει τινὶ πρὸς ἀλλήλας ἁρμοζομένας, ἐξ ἧς αὐταῖς καὶ ἡ σύστασις, κἂν ἄλλως ἄλλαι ὦσιν ἄτακτοι καὶ ἀνάρμοστοι, καὶ δῆλον ἐξ ὧν τοῦ τε ἀέρος ἄρχοντας Παῦλος τίθεται καὶ ἀρχὰς καὶ ἐξουσίας κατονομάζει.

Καὶ οὐ τούτου γε τοῦ γέροντος μόνον χάριν εἶπον δεῖν γενέσθαι τὴν τῆς ὕβρεως ἐπεξέλευσιν, ἀλλὰ καὶ ἄλλων ἁπλῶς πολλῶν· ἔοικε γάρ, ἔφασαν, ὁ ἐπίσκοπος καὶ ἄλλοις οὐκ ὀλίγοις τοιαῦτα ἐνεπιδείκνυσθαι ἀγέρωχά τε καὶ βίαια, ὡς πάντας συστέλλειν τῷ κατὰ τὸν γέροντα ὑποδείγματι· πάνυ γὰρ ἄν τις τῶν ἧττον εὐλαβεστέρων καὶ οὐ ῥᾳδίως οὕτω πιστεύεσθαι ἀξίων ὡς καί τι κακουργεῖν ὑποπτευομένων ἀρχιεπισκόπῳ προσέλθοι ὑπὸ ἐπισκόπου θλιβόμενος, ὅπου γε τὸν οὕτω μὲν εὐλαβῆ, οὕτω δὲ φειδοῦς ἄξιον εἶδον τοσαῦτα καὶ τοιαῦτα τῆς πρὸς τὸν ἀρχιεπίσκοπον ἐλεύσεως ἀπονάμενον. Ὅσα γὰρ ἄν τις στρατηγὸς τοῖς πρὸς τοὺς ἐχθροὺς αὐτομολήσασιν ἐμπικράναιτο, ὑπὸ χεῖρα τούτους αὖθις λαβών, τοσαῦτα καὶ ὁ ἀγαθὸς καὶ πρᾶος οὗτος ἐπίσκοπος τῷ πρὸς τὸν ἀρχιεπίσκοπον καταφυγόντι ἐδαψιλεύσατο.

Ἐπύθοντο δέ μου καὶ ὧδε. Τί ἂν ἐποίησεν ὁ ἀγαπητός σοι Τριαδίτζης, εἴ γε αὐτῷ πρὸς κόλασιν ἐξεδίδους τινά; Ἦ δῆλον ὡς ἐτίμησεν ἂν ταῖς ἀνωτάτω παρ’ αὐτῷ τιμαῖς; Ὁ γὰρ τὸν μεσιτευόμενον ὥστε καὶ ἃ προέπαθεν ἐκθεραπευθῆναι κακώσας πλείονα καὶ βαρύτερον, ὁμολογουμένως ἂν τῷ παρὰ σοῦ κατακριθέντι ἠγάθυνε. Καίτοι πῶς αὐτὸς τοῖς τῆς ἀληθείας προσηνέχθης ἐχθροῖς, τοῖς σοῖς φαμεν κατηγόροις, τοῖς ἀξίοις τῶν ὀλοθρευσάντων τοὺς ἐν ἐρήμῳ γογγυστὰς ὄφεων; Οὐχ ἱλαρῶς, οὐ πατρικῶς, οὐ τὸ σύμπαν εἰπεῖν εὐαγγελικῶς καὶ ὡς παρὰ τοῦ καθηγητοῦ ἔμαθες, τοῦ καὶ τῶν σταυρούντων ὑπερευχομένου πρὸς τὸν πατέρα; Ἡμῶν δὲ ἠρέμα πρὸς ταῦτα μειδιώντων· συνήκαμεν, εἶπον, ἐφ’ ᾧ τὴν ὕβριν οὕτω φέρεις ἀνεξικάκως καὶ χαριέντως. Ἀγαπᾷς γὰρ μετὰ βασιλέως ὑπὸ τοῦ γενναίου τούτου ὡς ἂν αὐτὸς παρὰ ἀδελφοῦ ὑβριζόμενος.

Ἐγὼ δὲ τούτους στασιάσας οἷς ἔδει ῥήμασιν—αὐτὸ γὰρ δὴ τὸ τοῦ εὐαγγελίου εἶπον· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρότερον καὶ γνῷ τί ποιεῖ; —, αὐτόθι μὲν οὐκ ἐπίστευσα ὡς παρὰ τὰ πρὸς ἡμᾶς ὁμολογουμένα προσηνέχθης τῷ γέροντι· ὕβρις γὰρ ἀτεχνῶς τοῦτο, ὑβρίζειν δέ σε ἡμᾶς οὐκ ἂν ταχέως πεισθείημεν, εἰ μὴ μανέντα σε λογισόμεθα.

Δεῖν δὲ ἔγνω μὲν γράψαι πάλιν περὶ τούτου τῇ σῇ ἱερότητι ὡς ἂν καὶ τὸ γῆρας ἐλεήσας τοῦ μοναχοῦ καὶ τῆς αὐτοῦ φεισάμενος καταστάσεως καὶ πρὸς τοὺς καιροὺς τούτους ἰδὼν οἳ καὶ τοὺς κώνωπας καμήλους ἐκμεγαλύνουσιν ἐάσῃς τὸν γέροντα τῷ μοναστηριδίῳ τὴν ψυχὴν ἐναποφυσῆσαι μόνον οὐκ ἄκροις ἐφιπταμένην τοῖς χείλεσι καί, πρόσοδοι δὲ εἴ τινες εἶεν, αὐτὸν ἐκκαρποῦσθαι ταύτας καὶ διοικεῖν ὡς τῷ κοινῷ πάντων κριτῇ λόγους ὑπὲρ τούτων ὑφέξειν μέλλοντα· ὥσπερ οὖν καὶ αὐτοὶ τὴν τῶν ἐκκλησιαστικῶν πρόσοδον θαρρηθέντες, ἀνθρωπίνης μὲν ἡμέρας λογισμοῖς ὑποπίπτειν οὐ δικαιοῦμεν, εἰ μὴ ἄρα ἐπὶ τοῖς πρόδηλον κατάγνωσιν φέρουσι καὶ τοὺς πλείονας σκανδαλίζουσι, Θεὸν δὲ μόνον ἐκλογιστὴν ἀναμένειν οἰόμενοί τε καὶ λέγοντες, πειθόμενοί τε καὶ πείθοντες· εἰ δ’ ἡμᾶς αὐτοὺς κολακεύοντες, πικροὶ τῶν ἄλλων κριταὶ καθήμεθα, δέος μὴ συνταχθῶμεν τοῖς δεσμεύουσι μὲν φορτία βαρέα καὶ δυσβάστακτα, τῷ δὲ δακτύλῳ αὐτῶν μὴ βουλομένοις κινῆσαι καὶ ἀκούσωμεν εἴτε πεπαλαιωμένοι κακῶν ἡμερῶν, τοῖς οἰκείοις καταμαρτυρούμενοι χείλεσιν, εἴτε πονηροὶ δοῦλοι τῷ οἰκείῳ κρινόμενοι στόματι, καὶ αὖ, μὴ ἀφιέντες ὀλίγον, ἀφεθέντες τὰ πλείονα.

Ταῦτά σοι, τιμιώτατε ἀδελφέ, παρὰ τῶν γεωργῶν ἡμῶν τοῦ λόγου τὰ σπέρματα. Γένοιτο δέ σε γῆν ἀγαθὴν φανέντα, ὡς ἐλπίζομεν καὶ εὐχόμεθα, ἀλλὰ μὴ πετρώδη καὶ ἀκανθώδη καρποφορῆσαι ἡμῖν τὴν εὐπείθειαν, ὡς ἂν Χριστοῦ μαθητὴς γνωρίζοιο τέλειος, ὃς καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῇ τὸ οἰκεῖον θέλημα, ἀλλὰ τὸ τοῦ πέμψαντος αὐτὸν πατρός. Εἰ δὲ καὶ νῦν ἀθετήσεις ἡμᾶς, οἶδας μὲν καὶ ὃν ἀθετεῖς δι’ ἡμῶν, πρὸς ὅν σοι καὶ ὁ φρικωδέστατος λόγος· ἀθετήσεις δέ, εἰ μὴ πρῶτον ἀποκαταστήσεις τῷ μοναχῷ τὴν μονὴν καθὰ καὶ ὁ βασιλεὺς διωρίσατο, λύσεις δὲ αὐτὸν καὶ τοῦ τῆς ἀλειτουργησίας δεσμοῦ, εἶτα τὰς κατ’ αὐτοῦ αἰτίας ἐκφανεῖς τῇ συνόδῳ παρουσιάσας, πάντως δὲ τοῦτό σοι ἀναγκαίως ὀφείλεται διά τε τὴν ἠρτημένην ἐπὶ τῷ Λιπενίου κρίσιν, ἣν τελεσθῆναι δεῖ παρὰ τῶν ἀναρτησάντων, ὧν καὶ αὐτὸς εἶ, καὶ τὰς ψήφους αἳ μάλιστα ὑμᾶς ἀναμένουσι καθὰ καὶ προφθάσας ἔγραψα, καὶ τότε τὸ παραστησάμενον τῇ ἀδελφότητι μετὰ τὴν ἐξέτασιν ὑποδέξῃ.

Παροργίσεις μὲν οὖν καὶ τόν, ὡς αὐτὸς εἶπε, δι’ ἡμῶν ἀθετούμενον, πλὴν ἀλλὰ καὶ τοὺς κανόνας αὐτόθεν εὑρήσεις οὐχ ἱλαρὸν οὐδὲ οἷον ὀλιγωρεῖσθαι προσβλέποντάς σοι, ἀλλὰ τὸ τῶν ὀφρύων νέφος συνάγοντας καί τι ῥαγδαῖον κατάγοντας, εἴτε ὄμβρος τοῦτο οἴει οἵους Μωσῆς καὶ Ἀαρὼν ἐκαινοτόμουν πάλαι κατὰ βασιλέως σκληρυνομένου, εἴτε καὶ ἁπλῶς χάλαζα· ὁ γὰρ τῆς χρηστότητος καταφρονῶν ἑαυτῷ θησαυρίζει ὀργήν, ὡς ἐμάθομεν. Αὐτίκα γάρ τοι, ἐπειδὴ τοῦτον ἀλειτουργησίᾳ ἐδέσμευσας καὶ ἀκοινώνητόν σοι ἐποίησας, καὶ αὐτῷ σοι τὸν τῆς ἀκοινωνησίας ἐπιβαλεῖ δεσμὸν τὸ διὰ τῶν ἐν Καρθαγένῃ συνελθόντων λαλῆσαν Πνεῦμα, εἰ μὴ λύσει τὸν ἄδικον δεσμὸν μετάμελος δίκαιος.

Ὃ καλῶς εἰδυῖα ἡ σύνεσίς σου οὕτως τὰ κατὰ τὴν ὑπόθεσιν ταύτην διαθέσθω, ὥστε μή τινα ῥίζαν πικρίας ἄνω φύουσαν ἐνοχλεῖν. Ὁ δὲ συμβουλεύσας ἡμῖν ἀπ’ αὐτοῦ μανθάνειν ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρίσκειν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν, ἡ εἰρήνη, ὁ Θεὸς τῆς εἰρήνης, εἴη μετὰ τοῦ πνεύματός σου.

Τῷ αὐτῷ ἀπὸ τῆς συνόδου παραιτησαμένῳ τὴν συνέλευσιν Ἀνεγνώσθη, τιμιώτατε ἀδελφέ, πᾶσιν ἡμῖν τοῖς συνελθοῦσιν ἀδελφοῖς τὸ γράμμα τῆς σῆς ἱερότητος, καὶ ἐπὶ τῇ τῶν Ἀρμενίων ἐπιστροφῇ ἥσθημεν οὐ μικρῶς. Οἱ γὰρ καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ ἐπιστρέφοντι χαρὰν γίνεσθαι μαθόντες ἐν οὐρανῷ πῶς οὐκ ἐμέλλομεν ἀγαλλιασθῆναι ἐπὶ τοσούτων σωτηρίᾳ ψυχῶν; Ἐπηυξάμεθα δὲ αὐτοῖς καὶ τὴν ἐν τῷ ἀγαθῷ παραμόνιμον ἵδρυσιν, ὡς ἂν μὴ κατὰ τῶν φυτῶν ὅσα βιαίως χερσὶ μεθέλκεται πάλιν εἰς ἑαυτοὺς ἐπανέλθοιεν. Ἐπὶ τῷ παραιτήσασθαί σε τὴν πρὸς τὰ ἐνταῦθα ὁδὸν οὐ μετρίως τὰς καρδίας ἐπλήγημεν, ὅτιπερ ἡ σὴ ἀπουσία τοῦ πάλιν ἀναρτηθῆναι τὰς ἐκκρεμεῖς ὑποθέσεις αἰτία γέγονεν. Ἡ γὰρ δὴ ἐγγράμματός σου γνώμη αὐτάρκης ἡμῖν <οὐκ> ἔδοξε πρὸς τὸ ἀναπληρῶσαι τὸ τῆς ἀπουσίας ὑστέρημα, ὡς μέν τινες εἶπον τῶν κατασκεψαμένων αὐτὴν ἀκριβέστερον ὅτι οὐκ εὐθεῖά τις ἦν οὐδὲ ἀναμφίβολος, ἀλλὰ στραγγαλιώδης καὶ σκολιάζουσα καὶ πάμπολλα μὲν τοῦ εὐθέος ἀπέχουσα πνεύματος, ταῖς δὲ τοῦ σκολιοῦ δράκοντος προσήκουσα ἕλιξιν ἐφ’ ὃν ἐπιβληθῆναι τὴν μάχαιραν τοῦ Θεοῦ τὴν ἁγίαν ὁ <τῶν> προφητῶν μεγαλοφωνότατος ἀπεθέσπισε, ναὶ μήν, ἀλλὰ καὶ πρὸς ὕβριν συντεθειμένη συνοδικήν. Εἰ γάρ τι, φησίν, οἰκονομήσετε μὴ τοῖς θείοις κανόσι καὶ τῇ ἀληθείᾳ ἐναντιούμενον, τῇ εὐσεβεῖ ταύτῃ γνώμῃ στοιχῶ καὶ αὐτός.

Ὡς ἔοικε γάρ, ἡ τῆς σῆς ἐντελείας ὁσιότης τοιαύτην ἔχει περὶ ἡμῶν ὑπόληψιν ὡς παρὰ κανόνας οἰκονομούντων καὶ ἐναντιουμένων τῇ ἀληθείᾳ καὶ ἀσεβεῖς γνώμας ἐκτεθειμένων· ὅπερ εἰ οὕτως ἔχει, τί δεῖ σε μεθ’ ἡμῶν πατεῖν τὴν αὐλὴν τοῦ Κυρίου ἢ πρὸς τὸ θεῖον εἰσιέναι θυσιαστήριον; Πάντως γὰρ καί σοι παρρησία τοσαύτη ὅση καὶ τῷ Δαυίδ, οἶμαι δὲ καὶ πλείω, πρὸς τὸ λέγειν σφόδρα θαρρούντως· ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Καίτοι γνώμας μὲν μετὰ διαστίξεων γινομένας οἴδαμεν, ἀλλ’ ἐν ταῖς διαστίξεσι ταύταις καὶ τοῖς ἀδελφοῖς τὸ προσῆκον σέβας φυλάττεται καὶ οὐχ οὕτως ἀφροντίστως καὶ ὑπεροπτικῶς οἱ τὰς γνώμας συντιθέντες ἀκονοῦσι γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως.

Τινὲς μὲν οὖν σκολιότητά τε καὶ ὕβριν ἐνεῖδον τῇ γνώμῃ σου· πάντες δὲ ἁπλῶς ἄκυρον ἀπεφηνάμεθα καὶ ἀβέβαιον ὅτι μὴ τὸ πιστὸν εἶχε σῇ οἰκειοχείρῳ ὑπογραφῇ. Ἐπεσημήναντο δὲ καὶ τοῦτό τινες τῶν ὀξυτέρων τῷ τῆς σῆς τιμιότητος γράμματι ὅτι σαυτὸν ἔλαθες περιπεσὼν μεγίστῳ ἐναντιώματι. Ἀνώτερον γὰρ εἰπὼν ἀδύνατον εἶναί σοι τὴν ἐνταυθοῖ ἐπιδημίαν ὡς μετὰ τῶν Ἀρμενίων εἰς τὴν πόλιν ἀνελθεῖν μέλλοντι, παρακατιὼν εἶπας ὅτι μένεις καὶ τὸν τὸ θέμα ἀναγραφόμενον ὡς ἂν μὴ οὕτω καταλίπῃς τὰ πράγματα. Εἰ μὲν γὰρ τοὺς Ἀρμενίους μέλλων τῷ κραταιῷ καὶ ἁγίῳ ἡμῶν <βασιλεῖ> προσαγωγεῖν ὡς αὐτοῖς ἐπιδειξόμενος παρῃτήσω τὴν οὐ μόνον ἀπὸ τῶν κανόνων, ἀλλὰ καὶ ἑτέρων ἐγνωσμένων σοι αἰτιῶν αἰτουμένην συνέλευσιν, οὐδὲ τὸν ἀναγραφέα πάντως περιμένεις. Εἰ δὲ δι’ ἐκεῖνον μέλλεις αὐτόθι χρονοτριβεῖν, ὡς ἂν μή τις βλάβη χρηματικὴ ἐπισυμβαίη τοῖς πράγμασιν ἐκ τῆς ἐν τῇ ἀπουσίᾳ σου ἀναγραφῆς, πολλῷ μᾶλλον ἔδει σε τὸν χρόνον διαγαγεῖν ἐν τῇ μεθ’ ἡμῶν συνελεύσει καὶ διοικήσει τῶν ἐκκλησιαστικῶν, ἔνθα καὶ ἡ ὠφέλεια θειοτέρα καὶ ἡ βλάβη κινδυνωδεστέρα. Ἀλλὰ γὰρ οὐδὲν οὕτως ἑαυτῷ περιπίπτει ὡς στόμα μὴ τὰ ὄντα λέγειν μεμαθηκός, ἀλλὰ καὶ ἐξιᾶσθαι τὸ ψεῦδος διὰ τοῦ ψεύδους πειρώμενον.

Ἐπεὶ οὖν σε διέγνωμεν, ἀδελφέ, τὴν συνέλευσιν ἐπίτηδες ὑπερθέμενον καὶ προφάσεις ζητοῦντα καὶ ἀναπλάττοντα—ἀληθὲς γὰρ τῷ ὄντι τὸ τοῦ Σολομῶντος ἐκεῖνο ὅτι προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων καὶ δηλοῖ ταῦτα ἡ σὴ γνώμη ἥν, εἰ μή τι κακόηθες μέσον ἦν, ἁπλῶς ἂν καὶ ἀπεριέργως συνέθηκας—, ἐπιτίμιον ἀλειτουργησίας σοι ἐπιτίθεμαι ἐν ἁγίῳ δηλαδὴ Πνεύματι, ᾧ πάντως ὀφειλέτης κατέστης τοῦ τὴν ἐν αὐτῇ προκαταρχθεῖσαν κρίσιν ἐπιτελέσαι. Δυεῖν γὰρ ἀναγκαίως προαιρήσῃ τὸ ἕτερον, ἢ τότε μὴ κατὰ Πνεῦμα ταύτης ἀπάρξασθαι ἢ νῦν οὐ πνευματικῶς ἀφίστασθαι. Δῆλον γὰρ δήπου καὶ τοῦτο ὅτι τοὺς πρὸς τὴν ὀρθοδοξίαν ἐπιστραφέντας ἐτέλεσας ἂν ἤδη τὰς νενομισμένας τελετάς. Εἰ δὲ οὕτω τελέσας ἔφθης, ἔδει σε πεῖσαι τούτους ὑπομεῖναι καὶ τοῦτον δὴ τὸν βραχὺν καιρὸν τὸν τῆς σῆς πρὸς ἡμᾶς ἐλεύσεως καὶ αὖ ἐξ ἡμῶν ἀναλύσεως. Πάντως γὰρ οἱ πρὸς τὴν τοῦ μυστηρίου παραδοχήν σοι πεισθέντες, εἴ γε δὴ καὶ ἐπείσθησαν, καὶ πρὸς τοῦτο ἄν σοι τάχιον ὑπεκλίθησαν. Βάσανος δ’ ἂν καὶ τοῦτο τῆς περὶ τὸ χάρισμα γνησιότητος καὶ γενόμενον ἐπιστόμιζεν ἂν πολλούς, οἳ λέγειν ἔχουσιν ὡς οὐ τὴν ἀλήθειαν ἐπιγνόντες, ὡς αὐτὸς ἐπαρρησιάσω, τὴν προσέλευσιν οἱ Ἀρμένιοι ἐποιήσαντο· ἡ γὰρ τῆς ἀληθείας ἐπίγνωσις τά τε ἄλλα καὶ πρὸς τὸ καρτερεῖν διατίθησι τοὺς αὐτῆς ἐπιγνώμονας.

Ἀλλὰ καὶ τοῦτό σοι, πλὴν ἐπινεύομεν καὶ ἐνδιδόαμεν ἀνέτῳ εἶναι μετὰ τὴν τοῦ γράμματος τοῦδε ὑποδοχὴν ἄχρι πεντεκαίδεκα ἡμερῶν· διὰ τούτων γὰρ ὅλων οἱ προσελθόντες δήπου χρισθήσονται. Μετὰ ταῦτα δὲ τὸν τῆς ἀλειτουργησίας κλοιὸν ἐπικείμενον ἕξεις τῷ σῷ τραχήλῳ.

Εἰ δέ σοι βαρὺ δοκεῖ τὸ τὴν κατὰ σὲ ἐκκλησίαν τῆς σῆς ἀρχιερατικῆς λειτουργίας στερεῖσθαι, ἐννόησον ὅτι καὶ ἄλλαις ἐκκλησίαις βαρὺ τὸ διὰ τὴν σὴν ἀπουσίαν στερεῖσθαι ἀρχιερέων. Εὖ γὰρ ἴσθι, ὅτι, εἰ μὴ αὐτὸς παρέσῃ, οὔτε <ἡ> ἐπὶ τῷ Λιπενίου κρίσις τὸ τέλεον παραδέξεται οὔτε αἱ χηρεύουσαι λοιπαὶ τῶν ἐκκλησιῶν ἐπισκόπους λήψονται, ὡς ἂν μὴ αὖθις ἡ κρύβδην βάλλουσα γλῶττα χώραν ἕξοι τὰς ἀπαρρησιάστους καὶ ἀνελευθέρους συκοφαντίας ἐπιπέμπειν τοῖς ἐναντίοις καὶ κατατοξεύειν ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἐπεὶ δὲ καὶ τῶν τις μοναχῶν Βούλγαρος συνεδριάζουσιν ἡμῖν περί τινος γέροντος ἀδελφοῦ αὐτοῦ μοναχοῦ τε καὶ τῆς ἐν τῷ κάστρῳ τοῦ ἁγίου Ἰωάννου προεστῶτος μονῆς ἀνεκλαύσατο, φήσας τοῦτον περιορισθέντα παρὰ μηδενὸς ἀπολαύειν τῆς οἱασοῦν παρακλήσεως, ἅτε τῆς σῆς εὐλαβείας ἀπαγορευσάσης πᾶσι διὰ κηρύγματος καὶ τὸ ὅλως τῷ μοναχῷ τούτῳ προσέρχεσθαι, εἴ γε ταῦτά εἰσιν ἀληθῆ, πάντως μὲν ἀρχιερατικῆς φιλανθρωπίας ἀνάξια, ἀναγκαίως δὲ ταχείας διορθώσεως ἄξια· ἣ προβήτω παρὰ τῆς σῆς τιμιότητος, τηροῦντος αὐτὴν τοῦ Κυρίου ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ τὸν καρπὸν ἐπιδεικνυμένην τοῦ Πνεύματος.

Τῷ αὐτῷ παρὰ τοῦ ἀρχιεπισκόπου Ὅσα μὲν ἐπὶ τῇ τοῦ σοῦ γράμματος ἀναγνώσει ὃ τὴν πρὸς τὰ ἐνταῦθα ἔλευσιν παρῃτεῖτο τοῖς συνελθοῦσιν ἀδελφοῖς ἔδοξεν ἐν ἑτέρῳ σοι δεδήλωται γράμματι. Ἃ δὲ ἰδίᾳ πάλιν ἔχω λέγειν αὐτὸς ἀναγνοὺς τὸν σοφώτατόν σου ἀπόλογον ὃν ἐποιήσω πρὸς τὸ ἡμέτερον γράμμα ὃ περί τε τῆς μοναχοῦ ἐκδιώξεως καὶ τῆς τοῦ ἱερουργεῖν ἐπισχέσεως διελάμβανεν, ἤδη ἄκουε.

Ἔοικάς μοι, ἀδελφέ, ἢ μὴ ἀναγνῶναι τὸ γράμμα ἐκεῖνο ἢ ἀναγνῶναι μέν, τὸν δὲ νοῦν πρὸς ἄλλοις ἔχων ἀναγκαιοτέροις καὶ ὑψηλοτέροις μὴ συνεῖναι ὅλως τὴν τῶν γραφέων διάνοιαν. Πῶς γὰρ θυμοῦ καὶ πικρίας ἔγεμε τὰ γραφέντα, ἃ πᾶσαν ὡς δοκῶ πραϋθυμίαν ἐνδείκνυται. Καὶ εἰ βούλει, παράγαγε τὸ γράμμα καὶ τοῖς δυναμένοις νοεῖν ὑπανάγνωθι καὶ πάντως ἁλώσῃ ἢ μὴ συνιεὶς αὐτὸς ἢ συκοφαντεῖν ἡμᾶς ἐν πᾶσιν ἐσπουδακώς. Καίτοι τί οὐκ ἂν ἐρεῖς ἔνθα δὴ ὁ ἔλεγχος ῥᾴδιος, ὅπου γε τοῖς οὕτω προδήλως ἀμωμήτοις ἐπιβάλλεις γλῶτταν φαυλίστριαν;

Τὸ δὲ καὶ φθείρειν ἤθη χρηστὰ ὁμιλίας κακὰς Παύλῳ μὲν προσῆκε λέγειν πρὸς Κορινθίους, σοὶ δὲ πρὸς ἡμᾶς λέγειν οὐκ εὐπρεπές, τάχα δὲ οὐδὲ εὐαγὲς οὐδὲ ὅσιον. Ἢ γὰρ ψεύδῃ πατέρας ἡμᾶς λέγων καὶ οὐκ ἄδηλον τίνι πατρὶ σαυτὸν εἰσποιεῖς καὶ ὅτι τῷ τοῦ ψεύδους γενέτῃ, ᾧ συναπολεῖ Θεὸς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἢ ἀληθεύων, εἶτα τοὺς πατέρας κακολογῶν, ἄξιος εἶ τῆς ἐν τῷ νόμῳ τοῖς πατραλοίαις ἀφωρισμένης κολάσεως. Πῶς δὲ καὶ τῷ μοναχῷ τὰς ἀκοὰς ἐνδεδώκαμεν οἳ τοσούτου ἐδεήσαμεν αὐτόθεν ἐκεῖνον πιστὸν ἡγήσασθαι ὥστε καὶ τοὺς ὑποκινοῦντας πρὸς τὴν πρέπουσαν ἐπεξέλευσιν ἀπὸ τοῦ εὐαγγελίου ἐπεστομίσαμεν· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, εἰπόντος, ἐὰν μὴ ἀκούσῃ πρότερον καὶ γνῷ τι ποιεῖ; Πῶς δὲ καὶ ἀπόντα σε κατεδικάσαμεν οἵ γε ὅπως παρέσῃ τῇ συνόδῳ καὶ ἀπολογήσῃ κεκλήκαμεν; Τί γάρ; Εἰς ἀπολογίαν καλεῖν τὸν κατηγορούμενον, οἶμαι, οὐ κατακρίνειν ἐστίν, ἀλλ’ οὐδὲ τὸ τὸν νεμόμενόν τι καὶ τῆς νομῆς ἐξωθέντα πάλιν ἐναποκαθιστάνειν ταύτῃ καὶ οὕτως τῷ περὶ δεσποτείας δικαστηρίῳ χώραν διδόναι, οὐδὲ τοῦτο μέχρι καὶ τήμερον κατάκρισιν εἶναι ἔμαθον.

Εἰ δὲ σὺ νεαροὺς νόμους διαταττόμενος ἀξιοῖς ταῦτα μεταμανθάνειν ἡμᾶς, πρότερον ἀξιωθήσῃ παρ’ ἡμῶν δικαιότερα τὴν γλῶτταν ἐξευγενισθῆναι ὡς ἂν μὴ γέλωτας ἐμποιῇς βρασματώδεις τοῖς ἐν παιδείᾳ μειρακίοις, ὁπηνίκα σου διέρχονται τὰ κατασόλοικα γράμματα, εἶτα καὶ ἡμῖν νομοθέτης καὶ διδάσκαλος γίνεσθαι.