Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί

Θεοφύλακτος Βουλγαρίας

Πνευματική σταθερότητα και υπεράσπιση συνοδικών αποφάσεων

Συνέχεια της αλληλογραφίας γύρω από τις συνοδικές ενέργειες, καθώς και παρηγορητικές επιστολές προς διάφορα πρόσωπα, οι οποίες προτρέπουν σε πνευματική ανδρεία και καρτερία έναντι των δοκιμασιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 9

Ἔοικας δέ μοι μηδὲ ἃ ἐπεφέρετο ὁ φέρων βασιλικὰ ἔγγραφα συνεῖναι ὅλως. Οὐ γὰρ ἂν ἔγραψας ἡμῖν ὅτι τῷ κραταιῷ καὶ ἁγίῳ ἡμῶν βασιλεῖ μὴ ἔχειν τὸν μοναχὸν τὸ αὐτοῦ κελλίον ἔδοξε· προδήλως γὰρ τῷ προσκυνητῷ σημειώματι τοῦτο ἐμπεριείληπται. Ἃ δὲ τῷ ἐπὶ τῶν δεήσεων προσῆψεν ἡ ἀπόνηρός σου καρδία ὡς ἄρα λίτραν Μιχαηλάτων νομισμάτων δόντος αὐτῷ τοῦ τυραννουμένου δι’ ἡμᾶς μοναχοῦ συνέθηκε δικαιώματα παρὰ τὴν τοῦ βασιλέως ἀπόφασιν, ὅπερ ταὐτόν ἐστι τῷ πλαστεύσασθαι, ἄλλος μὲν ἄντικρυς ἀκούσας τὴν τοῦ μεγάλου Γρηγορίου γνώμην ἐρεῖ ὡς ὁ μὲν κακὸς τάχιστα ἂν καταγνοίη καὶ τοῦ ἀγαθοῦ, ὁ δὲ ἀγαθὸς οὐδὲ τοῦ κακοῦ ῥᾳδίως· ἐγὼ δὲ τὸν ἐπὶ τῶν δεήσεων τῷ βασιλεῖ οἰκειότατον ἐπιστάμενος καὶ τοῦτο δι’ οὐδὲν ἕτερον ἢ ὅτι τοῦ βασιλικοῦ θελήματος στοχαζόμενος οὐδέποτε βάλλει παρὰ τὸν ἐκείνου σκοπόν, πρότερον ἂν πεισθείην σέ ποτέ τι τῶν ὄντων καὶ ἀληθῶς γενομένων εἰπεῖν ὡς ἔχει ὅτι μὴ πᾶσα ἀνάγκη, ἢ τὸν ἄνδρα τοῦτον πλάσασθαί τι τῶν μὴ γεγονότων, ὅτι μηδὲ τῷ ὑπὸ τοῦ ἀληθινοῦ Θεοῦ καὶ παμβασιλέως καταστάντι ἀληθεῖ ἡμῶν βασιλεῖ τὸ τοιοῦτον οἶδεν ἀρέσκον. Ἀλλὰ τὸ μὲν τούτου παρὰ σοὶ ὡς βούλει ἐχέτω. Πάντως οὐκ ἔδει μόνον αὐτὸν οὕτως εὐτυχῆσαι μεγάλα ὥστε καὶ τὴν τοῦ μώμου γλῶτταν διαφυγεῖν, ἣ καὶ τῶν ἀρίστων παρὰ ταῖς κακίσταις ἀκοαῖς ἅπτεται.

Εἰωθὼς δὲ ἀεὶ συκοφαντεῖν ἡμᾶς, ᾐσχύνθης νῦν ἐγκαταλιπεῖν τὴν συνήθειαν· ἀμέλει καὶ νῦν αὐτῇ χρώμενος, διέβαλες ἡμᾶς ἐν τῷ γράμματι εἰρηκὼς ὅτι σε τὸ ἐπὶ τῇ μονῇ δίκαιον τῆς ἐπισκοπῆς ἀποποιήσασθαι ἐκελεύσαμεν, ὃ πρόδηλός ἐστι συρραφὴ οἵαν αὐτὸς συρράπτειν ἐξεμελέτησας. Οὐ γὰρ δικαίου ἐπισκοπικοῦ ἐκστῆναι ἀλλ’ ἀδίκου ἐπιθέσεως ἠξιώσαμεν. Ἄδικον δὲ ἐπίθεσιν ὁριζόμεθα τὴν οὐ κρίσει βεβαιουμένην, ἀλλὰ τυραννίδι κρατυνομένην καὶ παχυνομένην, ὥστε μηδὲ νῦν συστολήν τινα σχεῖν, ἀλλὰ πλείους καὶ βαρυτέρας κακώσεις ἐπιφέρειν τῷ μοναχῷ περιορισθέντι καὶ πάσης ἀποκλεισθέντι σωματικῆς παρακλήσεως, εἴ γε μὴ πάντη τῆς ἀληθείας ἀπέχουσιν ἃ τοῖς ἐπισκόποις ὁ τούτου ἀδελφὸς ἐν ἐπηκόῳ καὶ τοῦ σοῦ ὑπηκόου προσανεκλαύσατο.

Ἄντικρυς γὰρ τὰ νῦν ὁρισθέντα παρὰ τῆς σῆς πραότητος κατὰ τοῦ ἀθλίου γέροντος πυρός ἐστι καὶ ὕδατος ἀπαγόρευσις, ἣ τοῖς ἔσχατα ἐσχάτων ἐξαμαρτάνουσι παρὰ τῶν παλαιῶν νόμων ὥρισται. Τὸ δέ σοι ἀκροτελεύτιον τῆς ἐπιστολῆς πῶς ἂν ἑκὼν παρέλθοιμι ἀνεξέλεγκτον; Ἔφης γὰρ ὡς, εἰ χαλεπαίνομέν σοι, δεῖ σε πάντως μηδὲ τῇ συνόδῳ παραβαλεῖν ὡς ἂν μὴ ἐπιπλέον σκανδάλου αἴτιος γένοιο.

Ἀλλ’ ὦ βέλτιστε συνεπισκόπων, αὐτὸ τοῦτο χαλεπαίνειν ἡμᾶς ποιεῖ ὅτι μὴ ὑπείκεις τά τε ἄλλα καὶ πρὸς τὴν σύνοδον συγκαλούμενος, ὥστε μᾶλλον πολλαπλασιάζεταί σοι τὸ σκάνδαλον καὶ ὅμοιόν τι πάσχων ἀναισθητεῖς ὥσπερ ἂν εἰ πυρέττοντί σοι καὶ οἰνοποτοῦντι τὸν ἰατρὸν ὁρῶν χαλεπαίνοντα, διώμνυσο πρὸς τοῦτον ὡς οὔποτε ὕδωρ προσοίσῃ, ὡς ἂν μὴ ἐπιπλέον σοι ἐμπικραίνηται. Ἀλλ’ ὢ τῆς ἀπονοίας ἣν ἀπενοήσω, ἐλεεινέ, ὅτι τοιαῦτα γράφειν ἐτόλμησας ἀνθρώπῳ φειδομένῳ τῆς σῆς ἀσθενείας καὶ ταύτην ἐπικαλύπτοντι ὡς, εἴ γε βουληθείην ἐπαφεῖναι τὴν γλῶτταν τῇ σῇ περὶ πάντα ἀβελτηρίᾳ καὶ ἀμαθίᾳ, κἂν εἰς ᾅδου καταδύσῃ μυχοὺς ἔτι ζῶν. Παραφρονῶν λαλῶ, αὐτός με ἠνάγκασας.

Ἐγὼ δὲ καὶ τοῦτο τῆς σῆς κακοηθείας ἐθαύμασα. Πῶς οὐκ ἐμνήσθης ὅλως τοῦ τῆς ἀλειτουργησίας δεσμοῦ ὃ ὁ μοναχὸς ἐξεῖπεν ἐπιτεθεῖναι αὐτῷ παρὰ σοῦ; ᾜδεις γὰρ τί τὸ τούτου παρακολούθημα καὶ διὰ τοῦτο ἀπεσιώπησας. Οὐκοῦν οὐδὲ ἡμεῖς πλεῖόν τι τῶν ἐν τῷ πρότερον γράμματι περὶ τούτου δοξάντων ἡμῖν νῦν προστίθεμεν κανονικῶν τε ὄντων καὶ πάσης ὑπερτέρω καταιτιάσεως. Ταῦτά σοι παρὰ τὸν εἰωθότα μοι τρόπον ἔγραψα, συνιδὼν ὅτι σοι τὴν τυφομανίαν ἡ πραότης ἐξέκαυσεν, ἣν ὡς ἄχρηστον μετρίως νῦν παρωσάμενος ἀμυδρόν τινα καρπὸν τοῦ πυρὸς ὑπέδειξα. Ἀλλά σε γένοιτο τὸ σαυτοῦ ἐπιγνῶναι μέτρον, ἐν πᾶσι συνετίζοντός σε τοῦ Κυρίου καὶ τὴν ἀπόνοιαν ταύτην ἣν πολλὴν ἐν σοὶ γραφεῖσαν ὁρῶμεν πιέζοντος καὶ ἐκτήκοντος, τὴν ἀγριότητά τε καὶ θηριωδίαν δι’ ἣν ἔτι κακοῦται γέρων ἱερεὺς μοναχὸς μεταποιοῦντος εἰς πραότητα καὶ συμπάθειαν ἀρχιερεῖ μοναχῷ καὶ ἤδη γέροντι πρέπουσαν.

Ἐπιστολαὶ τοῦ μακαρίτου Βουλγαρίας κῦρ Θεοφυλάκτου Ἐγὼ δὲ καὶ χάριν ὁμολογῶ τῷ διαβάλλοντί με, πανσέβαστέ μου ἀντιλῆπτορ, ὅτι μοι τοῦ δέξασθαι τῆς σῆς μεγαλειότητος γράμμα γέγονε πρόξενος καὶ τοῦτο ἦν ἄρα τὸ τῆς παροιμίας ἐκεῖνο ὡς ἔστι τι καὶ χολῆς ὄφελος. Ὡς ἔγωγε τὸ γράμμα ἐπὶ χεῖρας λαβὼν τὸ τοῦ Δανιὴλ εἶπον ἐν τῷ λάκκῳ τούτῳ καὶ τοῖς οὐ νηστεύουσι λέουσιν· ἐμνήσθη μου γὰρ ὁ Θεός, οὕτως θείου δώρου τυχεῖν ἐνόμισα. Οὐ ταύτῃ δὲ μόνον εὐφροσύνης ἐνεδύθην ἱμάτιον ὅτι μοι προσελάλησας, ἀλλ’ ὅτι καὶ ἀντιπροσλαλῆσαι ἐξουσίαν ἔδωκας καί μοι τὸ στόμα ἀνέῳξας, οἷόν τινι δεσμῷ πρὶν τῷ ἀπαρρησιάστῳ καὶ κλειόμενον καὶ φθεγγόμενον. Ἀλλὰ γὰρ ἐγὼ τοῖς τὰ τοῦ δημοσίου χειρίζουσιν ἐμποδών, ἐγώ τι κοινὸν ἔχειν πρὸς τὸν δημόσιον δέχομαι, ὅς γε οὕτως αὐτὸν πέφρικα τὸν Βριάρεων ὥστε καὶ ἄστροις σημαίνεσθαι· μάρπτει γὰρ ἑξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐχὶ καί, ὅπερ ἀπαγορεύει τῷ Θεῷ Ἀβραὰμ ἐνιαχοῦ, τῷ ἀσεβεῖ τὸν δίκαιον συναπόλλυσιν, ἐπειδὰν τύχῃ, τῶν πραττόντων μὴ φωτιζομένων τῷ τῆς διακρίσεως πνεύματι. Εἰ δὲ καὶ τοῖς ἄλλοις ἦν ἐμποδών, οὐχ οὕτω Μαργίτης εἰμὶ ὥστε τοῖς ἴσοις ἀντιφέρεσθαι. Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός, καρτερὸς Λυκοῦργος, δὴν ἦν ... καὶ τὰ ἑξῆς τοῦ ἔπους οἱ νεώτεροι συνειρέτωσαν. Ἀλλ’ ἔοικε καὶ τοῦτο τοῦ παρελθόντος εἶναι χειμῶνος καθ’ ὃν οἱ τῆς διαβολῆς μοι ἐπερρύησαν ῥύακες.

Ἔστι μέντοι Κύριος ἐν ἡμῖν καὶ οὐ καταποντίσει ἡμᾶς τὸ ὕδωρ τὸ ἀνυπότακτον, ἀλλ’ ἀβλαβὴς ἡ ψυχὴ ἡμῶν τὸν χείμαρρον διελεύσεται καὶ νιψόμεθα, μᾶλλον τῷ ὕδατι τούτῳ καὶ πλυνθησόμεθα καθαροὶ φανέντες ἐξ ὧν ῥυπανθῆναι ἠλπίσθημεν.

Τά τε γὰρ ἄλλα καὶ ὁ συνάδελφός μου ὃ δεῖ ἀπαγγελεῖ, τὴν ἐμὴν περὶ τὰ τῆς λίμνης δίκαια κακεντρέχειαν καὶ ὅπως ἐγὼ μέγας τις ἐνταῦθα καὶ πολὺς τὴν ἰσχὺν καὶ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ὃς πᾶσιν εἰς ὕβριν καὶ περιφρόνησιν ἔκκειμαι καὶ ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα, ἔξω παντὸς ἀγαθοῦ παρακαλοῦντος γινόμενος, καὶ τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα.

Στόμα μὲν οὖν διαβάλλειν πεφυκὸς οὐδεὶς ἂν ἀποκλεῖσαι δύναιτο. Τοῦ δὲ σοῦ ὕψους ἂν εἴη τοὺς τῶν κολοιῶν κρωγμοὺς ἢ τῶν ψαρῶν τοὺς ψιθυρισμοὺς ὑπερκειμένου μὴ δέχεσθαι, ἀλλὰ καὶ τοῦτο ἔχειν Θεοῦ τὸ πάντα ἐν κρίσει διηρευνημένῃ λέγειν τε καὶ ποιεῖν, ὅς γε πάντα εἰδὼς πρὶν γενέσεως καταβάς, φησίν, ὄψομαι. Αὐτός σε τηροίη ἐν τῇ πρὸς αὐτὸν κατὰ τὸ δυνατὸν ὁμοιώσει πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ μαΐστορι κυρῷ Ἰωάννῃ Οὔτ’ ἐμοὶ σχολὴ μακρά, καὶ ἡμᾶς τῶν ἐν οἷς ἦμεν ὅτι συνῆν ἡμῖν ἴσως ἂν εἶχε λυπεῖν τὸ πρᾶγμα ... ... ὡς ἐξὸν γίνεσθαι μὴ γινόμενον. Ἐπεὶ δὲ ἀμφότερον μὴ ἐνδέχεται, ἀνόητον ὄντως τὸ ζητεῖν τὰ ἀδύνατα· ἀλλὰ θελήσομεν θάτερον, λέγω δὴ τὸ ἐκείνου κοπτομένου ἀπολαύειν αὐτοὶ ἀνέσεως. Ἀλλὰ τοῦτο ψευδομένων ἐστὶ τὴν πρὸς ἐκεῖνον ἀγάπην καὶ φιλαύτων μᾶλλον ἢ φιλαδέλφων καὶ τοσοῦτον ἀπεχόντων τῆς ἐντολῆς, ἣ τὸν πλησίον ὑπὲρ ἑαυτὸν ἀγαπᾶν διατάττεται, ὥστε μηδὲ τὸ τῆς νομικῆς ἀγάπης μέτρον πληροῦν ἐν τῇ πρὸς ἡμᾶς αὐτοὺς ἰσότητι τοῖς πλησίον ἐπιμετρούμενον καὶ ταῦτα τοῦ πυνθανομένου ὑπὲρ ἑαυτὸν ἡμᾶς ἀγαπήσαντος καὶ τοῦτο δεικνύντος οἷς αὐτὸς ἠνείχετο δαπανώμενος, ἵν’ ἡμεῖς ἐν ῥᾳστώνῃ τὸν βίον διάγοιμεν. Ἔπειτα, πῶς οὐκ ἄτοπον περιέχεσθαι μὲν ἐκείνου ὅτι πρὸς ἡμᾶς εἶχε πίστιν, δι’ ἣν καὶ πρὸς πᾶν δεινὸν παρεβάλετο, ἡμᾶς δὲ μὴ τῷ κοινῷ Δεσπότῃ πιστεύειν καὶ καταθαρρεῖν τοῦ πρὸς τὴν λειπομένην ζωὴν ἡμῖν δρόμου ὡς κουφοτέρου σὺν Θεῷ ἐσομένου καὶ οὐδὲν τραχὺ ἢ πρόσαντες ἕξοντος; Ὁ αὐτός ἐστι ἡμῶν κηδεμών, ὁ καὶ τότε δι’ ἐκείνου κηδόμενος. Ὁ αὐτός ἐστι καὶ οὐκ ἠλλοίωται· αὐτὸς ποιμανεῖ ἡμᾶς καὶ οὐδὲν ἡμᾶς ὑστερήσει. Μή, Μωσέως ἀναπαυσαμένου, Ἰσραὴλ ἀνεπιτρόπευτος ἔμεινεν;

Οὐκ Ἰησοῦν ἔσχον ὁδηγόν τε καὶ στρατηγόν, τὸν τύπον τοῦ μείζονος καὶ τῶν μειζόνων διάκονον καὶ τῆς εἰς τὴν ἐπιθυμητὴν γῆν ἐπαγγελίας ἐπληρωτήν, ἧς Μωσῆς οὐκ ἠξίωτο;

Μή, ἀναρπασθέντος Ἠλίου παραδόξως, οὐκ Ἐλισσαῖος ἀνεφάνη προφήτης ἐν δισσῷ πνεύματι; Πιστεύω τοῦ λοιποῦ βέλτιον ἢ προσθὲν ἡμῖν ἕξειν τὰ πράγματα, ἵνα μάθωμεν ὡς οὐκ ἀνθρωπίνοις ἐπινοήμασι καὶ σπουδάσμασι, ἀλλὰ θείᾳ χρηστότητι καὶ ῥήμασι δυνάμεως ἀνεπινοήτως διεξαγόμεθα.

Ταῦτα καὶ πλείω τούτων λογιζόμενόν σε εἰκὸς πάσης ὑπερκαθῆσθαι μικροψυχίας καὶ λογισμῶν χθαμαλότητος, ἃ κἀμοὶ κατὰ νοῦν πεσόντα τῆς ἐπὶ τῷ συμβάντι καταπτώσεως ἀνενεγκεῖν δέδωκεν. Οὕτως ἔχε, τιμιώτατε ἀδελφέ, καὶ μή σου τὸν πύργον τῆς διανοίας κινείτωσαν τῶν νηπίων τὰ βέλη, τῶν ἑαυτοὺς παιζόντων, ἐν οἷς καθ’ ἡμῶν σπουδάζουσιν.

Ἐπὶ τῆς πέτρας γὰρ αὐτὸν ἔφθης θεμελιώσας ὡς φρόνιμος, ἡ δὲ πέτρα ἐστὶ Χριστός. Τὰ μὲν οὖν πνεύματα πνεύσουσι καὶ οἱ ποταμοὶ ἐπιρρεύσουσιν ἐκ τῆς ἄνωθεν βροχῆς καὶ παραχωρήσεως· ἐκεῖνος δέ σοι μενέτω καὶ βέβαιος καὶ ἀσάλευτος ὥστε σε λέγειν ἐν Κυρίῳ καυχώμενον· χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Ὁ δὲ πάσης παρακλήσεως Θεὸς αὐτός σε παρακαλέσαι τὸ τελεώτερον διὰ τοῦ παρακλήτου καὶ ὁμοδυνάμου Πνεύματος.

Τῷ πατριάρχῃ κυρῷ Νικολάῳ Οὐ μᾶλλον δίδωμι χάριν ἢ λαμβάνω διὰ τῶν πρὸς σὲ τούτων γραμμάτων, ἅγιε δέσποτα. ᾘτήσατο μὲν γὰρ παρ’ ἡμῶν ταῦτα πρὸς τὴν σὴν ἁγιωσύνην ὁ τὰ πάντα τιμιώτατος ἀδελφός, ὁ Πελαγονίας ἐπίσκοπος, οἷόν τινας ξεναγωγοὺς ἐπὶ τὴν τῶν σῶν ἀρετῶν ἑστίαν ἐλπισθέντα αὐτῷ ἡγήσασθαι καὶ τοῖς πρὸς τὴν σὴν ὁμιλίαν θερμοῖς ἱμέροις αὐτοῦ μετρίαν δώσειν ἀνάψυξιν. Καὶ μὴν λαβών, ἔχει χάριν καὶ θαυμαστὸν οἷον γέγηθε.

Λέληθε διδοὺς μᾶλλον αὐτὸς τὰ ἡμῖν εὐκταιότατα. Τί γὰρ ἐμοὶ μεῖζον τοῦ πρὸς σὲ τοῖς τῶν γραμμάτων πτεροῖς ἀνασείεσθαι, κἂν μὴ τοσοῦτον ἐφικνοῦμαι ὅσον καὶ βούλομαι; Αὐτὸς μὲν οὖν μακάριος ὃς ἐπὶ τὸ σὸν ἀναβὰς ὄρος ἐνίδῃ καὶ πρόσωπον πρὸς πρόσωπον τὰ θεῖα ἐν σοὶ κάλλη ὄψεται καὶ φωνῶν ἀκούσῃ μυστικωτέρων καὶ ὧν οἱ κτηνώδεις καὶ θηριώδεις οὐκ ἄξιοι, κάτω βοσκόμενοι καὶ περιπλανώμενοι. Ἡμῖν δὲ ἀπόχρη τὸ δι’ ἐσόπτρου βλέπειν καὶ ἐν αἰνίγματι καὶ ἀκούειν κατὰ τὸ ἔσχατον γοῦν ἀπήχημα. Ταῦτα γὰρ ἐμοὶ ἡ διὰ γραμμάτων σὴ πρὸς ἡμᾶς συγκατάβασις. Οἶσθα οὖν ὃ ποιήσεις ὡς ἂν μὴ τὰ πάντα ὦμέν σοι ἀτυχεῖς, ἀλλ’ ἔχωμεν καὶ αὐτοὶ γυμνότερόν τι παραπολαύειν τῆς ἐν σοὶ τοῦ Πνεύματος χάριτος; Εὐχὰς δίδου τὰς ἐθάδας τοῦ δυσωπεῖν τὸν Θεόν, αἳ τοσούτου δέουσιν ὁρατῷ τινι διείργεσθαι διαστήματι ἢ διατειχίσματι πρὸς τὸ μὴ οὐχὶ παρεῖναι τοῖς αὐτὸν χρῄζουσιν ὥστε καὶ τὸ στερρὸν ἡμῶν διατείχισμα τῆς ἁμαρτίας μόναι καθαίρειν δύναντα.

Τούτων ἡμῖν ἐπιδαψιλεύου καὶ τὰ κακὰ οὐ φοβηθησόμεθα εἴτε τὰ κακύνοντα, εἴτε τὰ κακοῦντα, ἅγιε πάτερ καὶ δέσποτα.

Τῷ τοῦ Ταρωνίτου ἀνεψιῷ, κυρῷ Γρηγορίῳ Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐσιώπησα μέν, ὅτι τοῦ τῶν πονηρῶν ἡμερῶν τούτων κρατῆρος εἰς κόρον σπάσας καὶ χολῆς μεθυσθείς, ὅ φησιν ὁ Ἰερεμίας, ἐκείμην κεκαρωμένος καὶ πρὸς πᾶν ἀναισθητῶν καὶ λάλημα καὶ προσφώνημα. Νῦν δὲ μετρίως τῷ χρόνῳ διαπνευσθείσης τῆς ὑπνοποιοῦ ἀναθυμιάσεως καὶ τοῦ κάρου διαλυθέντος τῇ τοῦ θείου λόγου θερμότητι, τὴν σιωπὴν ἀποτίθεμαι, ἄλλως τε καὶ τοιούτῳ διακόνῳ τοῦ πρὸς σὲ γράμματος χρώμενος. Ἀλλὰ πῶς ἄν μοι ἔχοις ὁ καὶ τὴν ψυχὴν ἀήττητος καὶ τὴν ἀνδρείαν ἀσύγκριτος, καὶ τῇ μὲν δεικνύων σώματος εὐκρασίαν, τῇ δὲ ψυχικῶν ἁρμονίαν δυνάμεων, ὁ νοῦν μὲν ἔχων οὐδέν τι χειρῶν δεόμενον, χεῖρας δὲ κατορθούσας ἃ καὶ νοῦς ἂν ἀπελπίσειεν, ὁ μόνης τῆς ἀνθρωπίνης ὑπεραπολογησάμενος φύσεως ὡς οὐ γεγηρακυίας οὐδὲ σαπρωθείσης πρὸς ἀνδρῶν γένεσιν ἀλλ’ ἔτι ζεούσης τὴν ἀκμὴν τῆς δυνάμεως καὶ εἰρήνης καιροῖς ὁμοίως καὶ πολέμοις ἀρκῶν, ὁ μήτε τὸ πραγματικὸν μήτε τὸ μαχητικὸν ἐφικτὸν ἔχων λόγῳ καὶ θαύματι ἤ, ἵνα τἀληθέστερον εἴπω, ἑκάτερον δεικνύων ἑκατέρῳ νικώμενον. Ποῦ τ’ ἄν μοι εἴης ὁ πανταχοῦ μοι ποθούμενος, ἡ παντὸς ἀγαθοῦ δεξαμενή, ὁ πανδέξιος;

Ἆρα καθιστᾷς ἔθνη καὶ γνώμας καταρτύεις ἀνδρῶν καὶ Προμηθεὺς γίνῃ πλάττων ἀνθρώπους πλάσιν ἡμερινὴν καὶ φιλάνθρωπον ἢ λόχους ὑπερκαθίζεις καὶ λοχαγοὺς ἐφιστᾷς καὶ φάλαγγας βαθύνεις καὶ σημαίνεις καιροὺς ἐπελεύσεων καὶ τοῖς βαρβάροις ἐκφαίνεις μὴ θανὸν ἐν σοὶ τὸ πάλαι Ῥωμαίων φρόνημα; Ἔχοις μὲν οὖν ἀξίως αὐτοῦ καὶ πράττοις τῶν ἡμετέρων ἐλπίδων καὶ εὐχῶν ἄμεινον—εἰ δὲ καὶ γράμματι δηλώσαις, χρυσοῦν ὄντως ἡμῖν ἐπισκευάσεις τὸν ὄροφον—, καὶ τηροῖο ὑπὸ Κυρίου πάσης κακύνσεως ἀνώτερος καὶ κακώσεως.

Τῷ χαρτοφύλακι κυρῷ Νικηφόρῳ Οὐχ οὕτως ἀφιλόκαλος, ἅγιε δέσποτα καὶ πάτερ, οὐδ’ ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης ὁ σὸς Θεοφύλακτος ὡς μὴ τῶν ἐν πνεύματι ᾠδικῶν χαρίτων ἡττηθῆναι τοῦ μοναχοῦ Γρηγορίου καὶ πρὸ τούτων τῆς περιστελλούσης αὐτὸν σεμνότητος, ἀλλὰ καὶ ταῖς τοῦ ἀνδρὸς ἑάλω σειρῆσι καὶ τὸ τοῦ ἤθους κατηρτισμένον ἐθαύμασε καὶ ἐπὶ τὰ ἐκτὸς διαβαῖνον καὶ ἐπιπρέπον τῷ σχήματι. Διὰ ταῦτα καὶ πρὸς οὐδὲν τῶν παρ’ αὐτοῦ τέως αἰτημάτων ἀνένευσα καὶ πρόθυμος ἦν ὅλον ἐμαυτὸν ἐπιδιδόναι τοῖς ἔτι τούτου θελήμασι. Τί οὖν ἐστιν ὃ πέπονθα; Καὶ σκόπει εἰ μὴ προμηθέστερος μᾶλλον ἐγὼ ἢ δειλότερος. Οἶδεν ἡ ἁγιότης σου πηλίκῳ προσώπῳ ὑποκεῖται ὁ Γρηγόριος καὶ ὡς ἀναγκαίως τῆς αὐτοῦ πρὸς τὴν ἐκκλησιαστικὴν ὑπηρεσίαν δεξιότητος χρῄζοντι καὶ ὡς διακόνου ἐν ἱερωμένοις καὶ ὡς κορυφαίου ἐν ψάλλουσιν. Ἓν μὲν οὖν τοῦτο πρῶτον κείσθω μοι λῆμμα. Δεύτερον δέ, καὶ τοῦτο μάλιστα πάντων οἶδας, ὡς τοὺς ἀπὸ μοναστηρίων ἢ ἐκκλησιῶν ἑτέρων μεθισταμένους ἄνευ τῆς τῶν προεστώτων γνώμης οὐκ ἀκίνδυνον ὑποδέχεσθαι. Πῶς τοίνυν κατέσχον ἂν αὐτὸς παρὰ τῇ ἐμῇ ἐκκλησίᾳ τὸν θαυμαζόμενόν μοι τοῦτον καὶ ἀγαπώμενον ἄνθρωπον μήτε παρὰ τοῦ τὴν μονὴν κατέχοντος προσώπου λύσιν δεξάμενον μήτε τοῦ ἡγουμένου γοῦν γραφὴν ἔχοντα περιποιουμένην ἡμῖν τὸ ἄπραγμον;

Οὐκ οἶσθα, εἴπερ τις ἀνθρώπων, ὡς οἱ τὰ πάντα συγχέοντες, οἱ τῶν ἐπισκόπων κατάσκοποι, τέως μὲν τοὺς κανόνας περιορῶσιν ἐν γωνίᾳ κειμένους αὐχμοῦ καὶ εὐρῶτος κατάπλεως ἢ ἐν μέσῳ διερριμμένους καταπατοῦσιν ὑπερηφάνως, ἐπειδὰν δὲ πρᾶξαί τι δεήσῃ τῶν ἐπισκοπικῶν, ἐνταῦθα λύσαντες τούτους καὶ βοστρυχίσαντες καὶ ἐκθειώσαντες ὡς τοῦ Πνεύματος ὄντας γεννήματα, ἀντικαθιστῶσιν ἡμῖν, τὴν παράβασιν πικρῶς διελέγχοντες. Διὰ ταῦτα μὲν οὖν οὐ κατέσχον τὸν ἄνδρα παρ’ ἑαυτῷ. Εἰσηγησάμην δὲ αὐτῷ ὡς ἄρα δέον εἴη καὶ παρὰ τῶν κρειττόνων ἀπόλυσιν λαχεῖν ἔγγραφον καὶ παρὰ τοῦ ἡγουμένου τὴν οἷον ἀπολυτικὴν παράθεσιν. Ἐπεὶ δὲ νῦν, ὡς ἔμαθον διὰ γραφῆς αὐτοῦ, παρὰ τῶν τὴν μονὴν ἀγόντων ἐγγράφως οὐκ ἀπολύεται, οὐκ οἶδα τί δράσω, ποθῶν μέν, οὐδ’ ὅσον ἂν εἰπεῖν ἔχοιμι, προσκληρῶσαι τοῦτον τῇ ἐπιστατουμένῃ παρ’ ἡμῶν ἐκκλησίᾳ, δεδιὼς δὲ τὸν φθόνον καὶ τὸ τῶν ἀνθρώπων κακόηθες, οἳ καὶ ἠρεμοῦντα θυμὸν τῶν κακῶν <...> δυναμένων ἀναρριπίσουσι. Πλὴν εἰ καὶ τῇ σῇ ἁγιωσύνῃ ἱκανὸν εἶναι δοκεῖ κατακρίσεως ἡμᾶς ἐξελέσθαι τὸ γράμμα ἐνυπόγραφον τοῦ ἡγουμένου μόνου πρὸς ἡμᾶς ἐνεγκεῖν παρατιθέμενον αὐτόν, ὡς εἰκός, ἐλθέτω τοῦτο συνεπαγόμενος καὶ ἀσμένως ἡμῖν εἰσδεχθήσεται.

Εἰ δ’ οὐδὲ τοῦτο συνορᾷς ἱκανόν, ἀλλὰ δεῖ πάντως τῆς τῶν ὑπερεχόντων ἀφέσεως, ἀνιάσομαι μὲν τοῦ τοιούτου στερούμενος καί, ὃ σπάνιον εὐνούχοις, χρηστοήθους καὶ ἁπλουστάτου.

Καὶ τοῦτο δὴ ταῖς ἄλλαις ἐπηρείαις ὡς ἐπιθήκην προσλογισάμενος, τῷ πάντα λυποῦντα παρενεγκεῖν δυναμένῳ καὶ τὴν τούτου λύσιν ὡς εἰκὸς ἀναθήσομαι, ὑφ’ οὗ τηρηθείημεν τῶν τοῦ αἰῶνος τούτου σκανδάλων ὑπέρτεροι ταῖς σαῖς ἁγίαις εὐχαῖς.

Τῷ Καματηρῷ κυρῷ Γρηγορίῳ Βαβαί, φαίης ἄν, Ἀχριδόθεν ἡμῖν καὶ γλώσσης ἀρχιεπισκοπικῆς ἐπιστόλιον πάρος γε μὲν οὔτι θάμιζεν. Ἦπου μέγα τὸ τοῦ νῦν ἐπιστέλλειν αἴτιον· οὐ γὰρ ἂν ἠγνόησεν ὁ ἀρχιεπίσκοπος τῷ ἀνδρί, ὃν σμῆνος περιβομβεῖ πραγμάτων βασιλικῶν, καὶ τὰ παρ’ ἑτέρων γράμματα παρενόχλημα οὐχ ἧττον ἢ τὸ αὐτὸ γράφειν ἑτέροις. Πόθεν οὖν τὸ καινοφανὲς τόδε χρῆμα καὶ ἡμῖν ἄκαιρον; Πόθεν; Ἐκ τῆς σῆς περὶ πᾶν ἀγαθὸν δεξιότητος, ὅς γε, ἐπειδή σοι Θεὸς τὸ παρὰ βασιλεῖ μεγάλα δύνασθαι δέδωκεν, οὐκ ἐπαριστέρως χρᾷ τῷ θείῳ δωρήματι, ἀλλὰ φαίνεις σεαυτὸν καὶ τοῦ μείζω δύνασθαι ἄξιον· οἷς τὸ τέως δοθὲν ἀξίως Θεοῦ οἰκονομήσας καὶ τοῖς ἐγχειρισθεῖσι ταλάντοις τὸν σὸν δραστήριον ἐνεπιδειξάμενος δεικνύεις ὡς ἄρα καί σοι προσήκει τό· ἴσθι ἐπάνω δέκα πόλεων, παρὰ τοῦ δικαίου δεσπότου καὶ διανομέως τοῖς ἀξίοις λεγόμενον.

Τὸ γὰρ ἐν τῇ προσούσῃ νῦν σοι δυνάμει ἄρχοντα δοῦναι τῷ καθ’ ἡμᾶς τούτῳ θέματι, τοσοῦτον τοῦ σιδηρέου γένους τῶν νῦν ἡμερῶν ἀπέχοντα, ὅσον ἐγγίζει τῷ παρ’ Ἡσιόδῳ χρυσέῳ, ὃς τὰ τῇ φύσει διεστηκότα παρ’ ἑαυτὸν καινῶς ἥνωσεν ὄγκον ἤθους καὶ μετριότητα, τὸν μὲν τοῖς πονηρευομένοις ἀποτηρῶν, τὴν δὲ τοῖς χρηστοτέροις ἐκχέων ἡδεῖ τῷ χεύματι, καὶ τῷ μὲν τὰ μέτρα τῶν ἀδίκων κολούων, τῇ δὲ τοὺς ἀγαθοὺς ὀξύνων πρὸς ἐκδηλοτέραν χρηστότητα, καὶ τὸ συντετριμμένον ἰώμενος καὶ τὸ ἀπωσμένον ἀνακαλούμενος, δῆλός ἐστι τὴν Ἀχρίδα θήσων ἐξ ἐλεουμένης ὅσον οὔπω ἐπίφθονον, τὸ δὴ τοιοῦτον ἡμῖν ἐπιστῆσαι τὸν ἁρμοστὴν πῶς οὐ προκλητικόν ἐστί σοι μείζονος ἐκ Θεοῦ παρὰ βασιλεῖ δυνάμεως, ἵνα μείζω καὶ πόλεις εὐεργετῶνται καὶ ἔθνη διὰ τῆς σῆς τῶν ἀρχόντων ἐπιλογῆς καὶ παρὰ τῷ κρατοῦντι συστάσεως;

Τοῦτό μοι τὴν γλῶσσαν ἔλυσε καὶ μικρόν τι τὴν σὴν ἀκοὴν περιελκύσαι πρὸς τὴν ἡμετέραν λαλιὰν ἔπεισεν. Οὐ γὰρ δεῖν ἔγνων, τηλικοῦτον ἰδὼν ἀγαθὸν καὶ οὕτω ξένον ἐπιδημῆσαν ἡμῖν διὰ σοῦ, μὴ τῇ σῇ μεγαλεπιφανείᾳ δηλῶσαι τὴν τοῦ δοθέντος συναίσθησιν μηδὲ λόγῳ γνωρίσαι οἵου πράγματος τετυχήκαμεν. Τά τε γὰρ ἄλλα καὶ τὴν αὐτὸς αὐτοῦ κρίσιν ἀποδεξάμενος καὶ οἷόν τι καλὸν γέννημα, πατὴρ ἡδέως κατασπασάμενος, ἔτι μᾶλλον πτερώσεις διὰ γραμμάτων πρὸς τὸν ἐφ’ ἃ εἴλετο δρόμον, ὥστε τὸν καλὸν δειχθῆναι καλλίονα καὶ Νιρέα ἤδη καὶ Ἀχιλλέα διαπλασθῆναι. Εἰ δέ τι πλεῖον αἰδοῦς καὶ τῷ Φοίνικι ἢ τῷ Νέστορι ὁ Ἀχιλλεὺς οὗτος προσνέμειν ὑπὸ σοῦ νουθετοῖτο, ἐν οὐδενὶ μὲν ἐκεῖνος τὸν ἥρωα ψεύσαιτο, διὰ πάντων δὲ δείξεις αὐτὸς ὡς οἱ νῦν ἡμῖν ἐγνωσμένοι πρὸς σὲ ἄκρατον γαρύετον Διὸς πρὸς ὄρνιθα θεῖον.

Τῷ Πακουριανῷ κυρῷ Γρηγορίῳ, τῷ γαμβρῷ τοῦ μεγάλου δρουγγαρίου Ἆρά σοι θρασὺς ἐγὼ καὶ περιττὸς τὴν παρρησίαν, πανσέβαστε, ὅτι μήπω μηδ’ ἰδὼν μηδ’ ὀφθεὶς εὐθὺς νουθετητής σοι καθίσταμαι ἢ θαυμαστὸς τῆς ἁπλότητος ὅτι καὶ τοῖς ἀσυνήθεσι κοινωνῶ τοὐμοῦ πλούτου καὶ τῶν ἐνόντων σοι μεταδίδωμι; Ἐγὼ μὲν οἶμαι τὸ δεύτερον.

Εἰ δέ τις τὸ πρότερον τίθεται, ἀλλ’ οὗτός γε ἀνουθέτητος ὄντως καὶ μηδὲν ἀγαθὸν ἀπολαύσας λόγου μηδέποτε. Φημὶ τοίνυν ἐγὼ ἀνθρώπων ἐπιστασίαν σε δεδεγμένον νέον καὶ τὴν καρδίαν εὐτύπωτον πάντοθεν χρῆναι συγκεκροτῆσθαι καὶ πλείοσιν ὀφθαλμοῖς τὰ πάντα περιαθρεῖν ἢ ὁ πανόπτης Ἄργος τὴν ἐμπιστευθεῖσαν ἐκείνην βοῦν, ὅ τί ποτε ὁ μῦθος ἐν τούτοις βούλεται, ὡς ἂν μὴ λάθοι κακία τοὺς αὐτῆς χαρακτῆρας τῇ σῇ ψυχῇ ἐντυπώσασα. Καὶ κατ’ αὐτὴν μὲν γὰρ <ἡ> νεότης χρῆμα πάντολμον καὶ δραστήριον, ὅταν δὲ ἡ τῆς ἀρχῆς ἐξουσία παρῇ, λέγειν μετὰ ξίφους φασίν. Ἀλλὰ σὺ τὸν λόγον ἔχων μετὰ σαυτοῦ τὸν μέγαν παιδαγωγὸν καὶ καταρτιστὴν ἕξεις ταῦτα πλείονος ὕλην εὐδοκιμήσεως καὶ τὸ τῆς νεότητος θερμουργὸν τῷ τῆς ἐξουσίας ἀναρριπιζόμενον πνεύματι διὰ τῶν πραγμάτων δραμεῖται, πυρσὸν αἶρον τοῖς πενίᾳ βαπτιζομένοις σωτήριον. Καί σε μακάριον ἐγὼ τίθημι ὅτι μήπω σχεδὸν μηδὲ παραγγείλας εἰς βίου θέατρον οὕτω τι ῥᾳδίαν ἔσχες πρόφασιν τῆς πρὸς τὸν μέγαν βασιλέα καὶ βασιλευτὴν παρρησίας τὴν πρὸς τοὺς ἀρχομένους χρηστότητα. Εὖ γὰρ ἴστω ἡ τῆς σῆς εὐγενείας μεγαλειότης ὡς οὐδὲν οὕτως Θεῷ τὸν ἄνθρωπον ἀνακίρνησιν ὡς τὸ χρηστόηθες καὶ φιλάνθρωπον καὶ τὸ θαῦμα ὅτι μηδὲν μέγα καὶ χαλεπὸν ἀπαιτούμεθα, ἀλλ’ ἢ μόνον τὴν φύσιν ἐπιγινώσκειν καὶ τὴν ὑπ’ αὐτῆς ἀπαιτουμένην ἀπαιτηθῆναι συμπάθειαν.

Τοιοῦτός μοι γίνοιο καὶ κηρύττοιο καὶ τοῦτον ἀποθησαυρίσαις τὸν πλοῦτον μᾶλλον ἢ μυριάδας ἄλλοι ταλάντων δακρυομένων καὶ πενθουμένων κἀντεῦθεν ἤδη προφαινόντων τὴν λύσιν, εἰς ἣν ἐν τῷ μέλλοντι τάξουσι. Καὶ πᾶσι μὲν παρέχων σαυτὸν Θεὸν τοῖς δεομένοις φιλανθρωπίας, μάλιστα καὶ τοῖς ἰδίᾳ τῷ Θεῷ ἀνατεθειμένοις—οὕτω γὰρ μάλιστα δείξαις ὡς ἐκεῖνον θεραπεύειν ἐσπούδακας—, ἐπεὶ καί σε θεραπεύσει μέν τις καὶ τῶν κοινῇ σῶν κηδόμενος, ἂν δέ τι πλέον τοῖς ἰδίᾳ καὶ οἰκειοτέροις ὑπηρετοῦσι χαρίζεται, μᾶλλον ἐκφανεῖ τὴν πρὸς σὲ συνδιάθεσιν.

Τέλος λόγου τὸ πᾶν ἄκουε· ἐκκόψεις τοῦ φθόνου τοὺς ὀφθαλμούς, οὐ τὴν γλῶτταν ἀποστρέψεις τοῦ μώμου, εἰ τοῦ νόμου τῶν νῦν ἡμερῶν φανείης παρήκοος. Καί σε ὁ τῆς ἀγαθότητος, ὁ δικαιοσύνης Θεὸς τηροίη πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ Ὀφεωμάχῳ Τί τοῦτο; Καὶ ὁ καλὸς Ἰωάννης παρηνέχθη Λαιστρυγόσι προσπαλαίσων καὶ Κύκλωψιν· οὕτω γὰρ τὰ τῶν μακαριζομένων πράξεων τίθεμαι. Ἀλλ’ ὅπως μοι φανείης ἐκεῖνος ὁ τοῦ Λαέρτου πολύμητις καὶ τὸν λόγον ἔχοις τῆς κακίας ἀντίμαχον. Πάντως Ἑρμῆς σοι τὸ μῶλυ διδοὺς ἤδη πάντα καλῶς ἐξηγήσατο. Μὴ μέλλε οὖν, ἀλλὰ χρῶ τῇ τούτου δυνάμει καὶ ἐπανασωθήσῃ τοῖς οἰκείοις φρένας ἐχούσῃ νηὶ μετὰ τιμιωτέρου πλούτου τῆς πρὸς Θεὸν παρρησίας ἣν πρὸς τοὺς ἀρχομένους ἀρετή σοι χαρίσεται. Νῦν γὰρ νόμιζε δοκιμάζεσθαι οὐχ ἧττον ἢ οἱ πρὸς τὰ Ὀλύμπια καταβαίνοντες καὶ γένοιτό μοι τὸν ἐμὸν ἑταῖρον ὀλυμπιονίκην ἀκοῦσαι. Τάχα γὰρ ἄν σοι καὶ ἐπινικίους προσᾴσωμαι οὐδὲν ἀτιμότερον τῶν Βακχυλίδων καὶ Σιμωνίδων, ἴσως καὶ πρὸς τὴν Βοιωτοῦ λύραν ἁρμοζομένους, πάντως δὲ καὶ λαμπροτέραν ἔχοντας τὴν ὑπόθεσιν καὶ ἐπὶ σεμνοτέρῳ λεγομένους ὀκρίβαντι.

Τῷ διδασκάλῳ κυρῷ Νικήτᾳ, τῷ τοῦ Σερρῶν Καὶ ὁ τοῦ εὐαγγελίου τῆς ἀληθείας ἐξηγητὴς ἑάλως διαψευδόμενος ἢ ἄλλο τι τὸ σὸν καὶ οὐ ψεῦδος θησόμεθα, οἰκονομίαν δηλαδὴ καταρτυθεῖσαν σοφώτερον καὶ διὰ τῶν ἐπαίνων ὥσπερ χειρῶν τὸ παιδιῶδες ἡμῶν βαστάσασαν κατὰ γῆς κυλιόμενον διὰ τὴν πρὸς τὰ πράγματα δυσαρέστησιν καὶ τοῖς τοῦ ἀγαπῶντος στόματος ἱλαρωτέροις φιλήμασι καὶ ταῖς τῶν ἐγκωμίων καταψήσεσι κλαυθμυριζόμενον παύουσαν; Ἐγὼ μὲν οὕτως τῷ πράγματι διαιτῶ. Οὔτε γάρ σε ῥᾳδίως οὕτω ψεύδεσθαι θείμην τὸν πρὸς τὴν ἀλήθειαν τοῖς ἄλλοις ἡγούμενον οὐ μᾶλλον ἢ σκοτίζεσθαι τὸν ἑτέρους φωτίζοντα, οὔτε τῶν ἡμετέρων οὕτως ἀλογεῖν ὥστε μὴ εἰδέναι ἐν οἷς τετάχαται, εἰδότα καὶ βοηθεῖν. Πάντως λείπεται βοηθεῖν καὶ ὡς ἔνεστι· τὸ δέ ἐστι διὰ τῆς τοῦ λόγου δυνάμεως. Ἆρά τι τοῦ εἰκότος ἐκνεύσας παραψηφίζομαι ἢ τοῦτό γε μόνον ἀδυνατοῦσιν οἱ πονηροὶ παρασφαλῆναι ἡμῖν τὸ κριτήριον; Εἰ δέ τι βαθύτερον ἄλλο σοι διεσκόπηται καὶ διὰ τοῦτο πολὺς ἐρρύης ἐν τοῖς καθ’ ἡμῶν ἐγκωμίοις, τὴν τῆς ἄνωθεν ἀγάπης ἑκούσιον βροχὴν ἀθρόαν δεξάμενος, ἐξήγησαι τοῦτο καὶ ἡμῖν ὁ καὶ τὰ Θεοῦ βάθη τῷ θείῳ λαῷ ἀνακαλύπτων διὰ τοῦ Πνεύματος.

Πλὴν ὅπως ἂν ἔχοι, τὸ πρᾶγμα τῶν νῦν ἡμερῶν πάντως ἀλλότριον ἐμοὶ φαίνεται ὅτε διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, τῆς ἀγάπης ψυγείσης, δάκνομεν ἀλλήλους καὶ κατεσθίομεν καὶ παγχάλεπον οὐχ ὅπως ἐπαινέτῃ περιτυχεῖν, ἀλλὰ καὶ λοιδόρῳ μετρίῳ, καὶ ἀγαθὸς ἡμῖν οὐχ ὁ τῶν κεχαρισμένων ἐπιδιδούς, ἀλλ’ ὁ τῶν μὴ κακούντων ἐπιδαψιλευόμενος, ἁπλῶς τε μακαριστὸς οὐχ ὁ τὴν ἀρετὴν θεῖος, ἀλλ’ ὁ μὴ τὴν κακίαν δαιμονιώδης.

Σὺ μὲν οὖν οὕτως ἔντειναι καὶ κατευοδοῦ καὶ διάφερε τῶν κακῶν· ἔξεστι γάρ. Οἱ δὲ ἐμοὶ μὲν ἀδελφοί, σοὶ δὲ μαθηταί, προσκυνοῦσι τὴν σὴν τιμιότητα καί, πῶς ἂν εἴποις, γνησιώτατα κατασπάζονται καὶ τὸ ἐπίταγμα κατανῦσαί σοι ἐπαγγέλλονται. Μόνον ἐπεύχου καὶ τούτοις καὶ ἡμῖν τῶν περισπώντων πειρασμῶν ἔκβασιν.

Τῷ Ὀφεωμάχῳ Ἐγὼ δὲ τοῦτ’ ἐκεῖνο πρὸς σέ, ὦ καλὲ Ἰωάννη, πέπονθα ὅπερ οἱ λαγῳοὶ πρὸς τοὺς βατράχους μυθεύονται. Τὸν γὰρ ἄλλον ἅπαντα χρόνον τὴν αὐτὸς ἐμαυτοῦ δειλίαν ἀποκλαιόμενος καὶ διὰ ταύτην ἀξιῶν εἰς μυχὰ γῆς κατορύττεσθαι, νῦν ἐπειδή σε δειλότερον εὗρον, αἴρω τε τὸν αὐχένα καὶ μακράν σοι βαίνω κατὰ τὸν Σαλαμίνιον ἥρωα. Τί γὰρ δήποτε, ὦ θαυμάσιε, οὕτω πρὸς τὴν θέαν τῶν πραγμάτων ἐξέπτηξας ὧν γε ἡμεῖς τὴν κακίαν ἐνεργὸν ὑφιστάμενοι φέρομεν, καίτοι γε παντάπασιν ὄντες πρὸς ταύτην ἀπαράσκευοί τε καὶ ἀσυγκρότητοι; Οἶσθα γὰρ τὸν βίον ἡμῶν ὅπως εἶχεν ἀπραγμόνως καὶ ἀφελῶς, καὶ τί γὰρ ἢ βιβλίων ὦζε καὶ πολιτείας ἀρχαίας, τῷ νέῳ τούτῳ βίῳ καὶ δραστηρίῳ μηδὲν ἐχούσης κατάλληλον; Ἀλλ’ ἔτλην καὶ ἔμεινα. Σὺ δὲ πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; Τί πρὸς τὸν τῶν ἁρμάτων ἀπεδειλίασας κρόταλον; Οὐκ ἔχουσιν ἐπιβάτην, οὐ παραιβάτην, οὐ μαχητήν· ἵπποι φέρονται μόνον κείν’ ὄχεα κροτέοντες, ἀνηνίοχοί τε καὶ ἄτακτοι. Ὑπόστηθι τὴν φοράν, ἀντίστηθι καὶ αὐτίκα τοῦ δρόμου πεπαύσονται ἤ που καὶ περιποππύσας ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους καὶ ἡ ἱππασία σου σωτηρία.

Ἆρα μή σοι γρίφους κατέλεξα καὶ αἰνίγματα καὶ χρῄζεις τῆς διαλύσεως ἢ πρὸς τὸν λαβύρινθόν σε κατήγαγον καὶ δεῖ σοι τοῦ μίτου τῆς Ἀριάδνης πρὸς τὴν ἄνοδόν τε καὶ ἔξοδον; Ἐγὼ μὲν οὐκ οἶμαι. Αὐτόθεν γὰρ οἶδας τὰ Βουλγάρων εἶναι πράγματα ταῦτα· ἅπερ ὁ τὴν ἀρχὴν θαρρήσας εἴδωλα πολέμου κατόψεται· εἶτα καὶ κατακυριεύσει τούτων καὶ σώσει ταῦτα καὶ σωθήσεται τὸ μέρος ὡς ἔνεστι καὶ τόσῳ μᾶλλον ὅσῳ καὶ Θεὸν ἔχειν σπουδάσει σύμμαχον, ᾧ τὸ ποιεῖν δίκαια μᾶλλον ἀρεστὸν ἢ θυσιῶν αἷμα Σολομῶντος εἰπόντος ἐμάθομεν. Δι’ οὗ καὶ αὐτὸς τούτῳ ἀρέσειας, ἀνδρῶν ἐμοὶ φίλτατε καὶ χρηστότατε, ὡς ἂν ἀξίως τοῦ μαιευσαμένου σε λόγου καὶ θρεψαμένου πολιτευσάμενος καὶ τὰς ἐμὰς ἀκοὰς εὐφραίνοις, δόξαν οἰκείαν τιθεμένου τὴν σὴν ὡς ἀγαπητοῦ υἱοῦ εὔκλειαν, καὶ τὸν δίκαιον Θεὸν ἔχοις τὴν κραταιὰν αὐτοῦ χεῖρα τῆς σῆς κεφαλῆς ὑπερέχοντα καὶ τηροῦντά σε πάσης ἀνώτερον κακύνσεως καὶ κακώσεως.

Τῷ μητροπολίτῃ Θεσσαλονίκης κυρῷ Θεοδούλῳ Τοῦτο μόνον ἔχοντες εἰς παράκλησιν, πανίερε ἀδελφὲ καὶ δέσποτα, ἐν ταῖς πονηραῖς ταύταις ἡμέραις τὸ ἀλλήλους προσφθέγγεσθαι καὶ τὰς ἀλλήλων ἐπικαλεῖσθαι εὐχὰς κατὰ τῶν λυπούντων συμμάχους, προσαγορεύομέν τε τὴν ἁγιότητά σου διὰ τοῦ παρόντος γραμματιδίου ἡμῶν καὶ ἀξιοῦμεν ἣν ἔχεις βοήθειαν ἐπιπέμπειν τῇ ἀσθενείᾳ ἡμῶν ὥσπερ στρατιώτῃ ἄλλως τε ἀσθενεῖ καὶ δὴ καὶ καμόντι σθεναρὸν καὶ ἀκμῆτα σύμμαχον, τὰς σάς φημι χεῖρας, αἳ μόνον ἀρθεῖσαι καταβαλοῦσι τὸν Ἀμαλήκ, τὸν τοῖς τοῦ Θεοῦ ἐμποδὼν ἱστάμενον καὶ τὴν εὐθυπορίαν ἀνείργοντα. Πάσας γὰρ ὁδοὺς καταλαμβάνων ταπεινοῦν σπουδάζει τὸ βασίλειον ἱεράτευμα, τὸ κράτιστον τοῦ Κυρίου σχοίνισμα. Οὐκ ἀγνοεῖς τίς ἐστιν οὗτος, ὁ ἀπ’ ἀρχῆς ἀποστάτης καὶ τραχηλιαστής, ὁ τοῦ κόσμου τύραννος.

Κατὰ τούτου σε καλοῦμεν, τοῦ Θεοῦ ἄνθρωπε, καὶ γένοιτο καὶ ἡμῖν καὶ πᾶσι τοῖς ὑπ’ αὐτοῦ τυραννουμένοις διὰ σοῦ τῶν λυπούντων εὑρέσθαι ἄνεσιν. Τάχα δὲ καὶ αὐτός τι μέγα τῶν σῶν εὐχῶν ἀπολαύσεις, οὐ ταύτῃ μόνον ὅτι νῦν τοῖς ἡμετέροις συναλγῶν ὡς φιλάδελφος συνησθήσῃ καλῶς ἕξουσιν αὖθις, ἀλλ’ ὅτι καὶ ἰδίᾳ πολλαῖς ἐμπαρεὶς καὶ αὐτὸς ταῖς τῶν λυπούντων ἀκάνθαις χρῄζεις τε τῆς ἐξαιρέσεως τούτων καὶ γενομένης οὐ μικρὸν ἀποίσῃ τὸ ὄφελος.

Τῷ καίσαρι Δέσποτά μου ἅγιε, ἀεί μοι τῶν σῶν γραμμάτων τὴν δρόσον ἐνσταζόντων τῆς παρακλήσεως, τὸ ἔναγχος τοῦτο διακομισθὲν ποταμοῖς ὅλοις ἀθυμίας τὴν ἐμὴν καρδίαν ἐπέκλυσεν, ἀναδιδάξαν ὅπως τό τε σῶμά σοι πονηρῶς πέπραγε καὶ ἡ ψυχὴ τῷ κήτει κατεπόθη τῆς λύπης διὰ τὸν τοῦ ἐν πᾶσιν ἀπαραμίλλου τοῦ σεβαστοκράτορος θάνατον. Ἀμέλει καὶ πρὸς Θεὸν εὐθὺς εἶδον τὸν ἄμφω δυνάμενον ἐξιάσασθαι, ὃς καὶ ψυχῆς ὢν πατὴρ καὶ σώματος κτίστης καὶ ταύτην ὡς τέκνον παύσει κλαυθμυριζόμενον τοῖς ἱλαρωτάτοις μειλίγμασι καὶ τὸ κτίσμα στηρίξει, δοὺς τῆς ἰσχύος ἀντέρεισιν. Ἅμα τε οὖν εἶδον πρὸς τοῦτον καὶ ἡ πλείων τῆς ἀθυμίας ἀνεκόπη ἐπίρροια. Ὡς δὲ καὶ πρὸς τὸ σὸν ἀπέβλεψα μεγαλόγνωμον καὶ τὴν τῆς ψυχῆς φυσικὴν ἰσχὺν κατενόησα, ἐκάθισέ μοι ἡ κιβωτὸς ἐπὶ τῆς ξηρᾶς.

Ἐλογισάμην γὰρ ὡς τὸ μεγαλεῖον τοῦ σοῦ νοῦ τὰ συμπεσόντα τῶν βελτιόνων ὕλην ποιήσεται· τήν τε τοῦ σώματος ταλαιπωρίαν ὑπόμνημα, ὥσπερ δὴ καὶ ἔστιν, ἡγήσεται καὶ παιδευθήσεται μὴ πάντα τούτῳ χαρίζεσθαι, οὗ τὴν ἀπορροὴν ἀμηχανοῦμεν στῆσαι, κἂν ἐπὶ μέγιστον ἀρθῶμεν σοφίας τε καὶ δυνάμεως ὡς τῇ μὲν περινοεῖν, τῇ δὲ πορίζειν τὰ στήσοντα, ἀλλ’ ἐκείνῳ διδόναι σπουδαιότερον, ἵνα μὴ πᾶσαν λέγω τὴν λειτουργίαν τῶν ἐν ἡμῖν θειοτέρων καὶ δεσποτικωτέρων, καὶ ὃ βασιλεύειν ἐτάχθη τῶν ἐν τῷ καθ’ ἡμᾶς αὐτοὺς κόσμῳ πρώτως, εἶτα καὶ τῶν ἐκτὸς ἀλόγων, καὶ ὃ μόνον βέβαιον ἔχομεν καὶ ὡς ἐκ τοῦ ἀρρεύστου καὶ ἀνωλέθρου ἄρρευστον καὶ ἀνώλεθρον· τόν τε τοῦ συγγενοῦς βασιλέως θάνατον, οὗ τῶν τῆς ἀγαθωσύνης χαρίτων μάλιστα πάντων αὐτὸς πεπείραμαι, ὅθεν καὶ πενθητέος ἐμοὶ ἐκεῖνος, εἴπερ ἄλλῳ τινί, καὶ τοῦτόν γε δέξῃ ἑτοιμαστήριον.

Καὶ πάντοτε μὲν γάρ σε πιστεύω, κατὰ τὸν τοῦ παροιμιαστοῦ λόγον, ᾧ τὴν σοφίαν οὐχ ἧττον ἢ τὴν βασιλείαν ἔχεις ταὐτόν, ἑτοιμάζειν τὰ ἔργα σου εἰς τὴν ἔξοδον, καὶ αὐτὴν τὴν τοῦ σώματος φύσιν καὶ ἁπλῶς πᾶσαν τὴν ἀστατοῦσαν κρᾶσιν καὶ μόνον ἀκίνητον τὸ ἀεικίνητον ἔχουσαν οἷόν τινας προδρόμους τοῦ πάντως ἐλευσομένου ποιούμενον, μάλιστα δὲ νῦν ὥσπερ ἐγγυτέρους προδρόμους, καί, ἵν’ οἰκειότερον εἴπω, λαμπαδηφόρῳ πειθόμενον ὅσον οὐκ ἤδη παρεῖναι τὸν προσδοκώμενον καὶ διὰ τοῦτο μᾶλλον ἑτοιμαζόμενον ὥστε σαυτοῦ περιποιήσασθαι τὸ ἀτάραχον.

Οὕτως ἐγὼ περὶ τῆς βασιλείας σου λογισάμενος, οἷα δὴ αὕτη εὐμήχανος πάντα διατιθεῖσα καὶ τὰ πικρὰ πρὸς τὸ ἥδιον καὶ τὰ ἀσχήμονα πρὸς τὸ κάλλιον, ἐκ τοῦ τῶν τῆς ἀθυμίας πολλῶν ὑδάτων κατακλυσμοῦ οὐδὲ πηλὸν ὅλως ἐναπολελειμένον ὁρῶ τῇ καρδίᾳ μου. Πάντα γὰρ ὁ ἥλιος ἀνεξήρανας, ἐννοηθείς μοι μόνον ὅπως διατεθήσῃ πρὸς τὰ συμβάντα.

Τί δὲ οὐ μέλλεις καὶ πᾶν ἀηδὲς ἡδέως διὰ τὸ μεγαλόψυχον δέχεσθαι, ὅς γε καὶ τοὺς ἐμοὺς λόγους, τίνος οὐκ ὄντας ἀηδεστέρους, ἡδίους εἶναι πάντων ψηφίζει καὶ ὁμολογεῖς ὁ ἀετὸς τοῖς κρωγμοῖς τῆς κορώνης θέλγεσθαι καὶ τοὺς παρ’ ἡμῖν ἰχθύας πιστεύεις ἐπίσης τοῖς ἐμοῖς λόγοις ἡδεῖς σοι γεγενημένους ἀνεγερεῖν πρὸς πᾶν ἄλλο νεκρωθεῖσαν τὴν ὄρεξιν.

Σὺ μὲν οὖν ἀξίως φθέγγῃ τῆς σῆς χρηστότητος, σαυτὸν μᾶλλον ὑψῶν οἷς συγκαταβαίνων αἴρεις τὴν ἐμὴν χθαμαλότητα. Ἡμεῖς δὲ σύνισμεν ἡμῖν αὐτοῖς οὔτε λόγοις οὔτε ἔργοις οὐδὲν θελκτήριον ἔχουσι. Πλὴν ἀλλ’ ἐστάλησαν ἰχθύες, οἱ μὲν ἄρτι ταριχευτοί, οἱ δ’ ἀρτιδίοις ἐνωπτημένοι. Καὶ ἡδυνθείη μέν σοι ἡ διαλογή μου, ἣν ποιοῦμαι διὰ τοῦδε τοῦ γράμματος· ἡδυνθείησαν δὲ μᾶλλον τῇ ὀρέξει σου οἱ ἰχθύες ὡς ἀποστολὴ καὶ εὐλογία τῆς τὸν ζωοδότην ἡμῖν ἀποτεκούσης ἐν σώματι.

Ἀναζωώσαιεν ταύτην καὶ ἐνίσχυσις τῷ σώματι γένοιντο, πρὸς τὴν τῶν κατὰ φύσιν ἐνεργειῶν εὐστάθειαν ἐπανάγοντες, ἐπεὶ καὶ ὁ ἀριθμὸς τούτων τῆς κατὰ φύσιν τελειότητος σύμβολον, εἴπερ δεκάδος μὲν τὸ τέλειον, ἡ δὲ φύσις πενταδικὴ διά τε τὴν ὕλην ἐν τῇ τετράδι τῶν στοιχείων θεωρουμένην καὶ τὸ εἶναι ἐξ ὧν πάντα τὰ καθ’ ἡμᾶς φυσικά.

Τῷ Σεμνῶν Καί κεν τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦεν, ἱερωτάτη μοι κεφαλή, εἰ θανάτοις ἑτέρων οἱ κακοῦντες ἡμᾶς πρὸς τὸ ἀνθρωπινώτερον συνεστέλλοντο. Νῦν δέ, οὕτως εἰσὶν ἄτρυτοι τὴν κακίαν ὥστε μᾶλλον ταῖς πληγαῖς κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον ἐπισκληρύνεσθαι, καὶ οὔπω τοῦτο ἀνδρικόν, εἰ ταῖς τῶν οἰκείων, ἀλλ’ ἤδη καὶ ταῖς σφῶν αὐτῶν, καὶ ὅ φασι πολλὰ τῶν θηρίων, ἐπειδὰν τρωθεῖεν, ποιεῖν, ἀφειδοῦντα μᾶλλον ἑαυτῶν, ἐπιπηδᾶν τοῖς τραύμασι θυμικώτερον, ὡς ἄν, ἐπειδὴ παθεῖν μέλλοιεν, καὶ δράσαιέν τι τοὺς πολεμοῦντας. Εἰ βούλει δέ μοι, ὃ τὸν Ἀντιπάτρου Ἡρώδην ἱστοροῦσι νεανιεύσασθαι ἐπιθανάτιόν τι κατόρθωμα καὶ τῆς ἐκείνου θηριωδίας ἄξιον· συναγαγόντα πάντας τοὺς τῆς Ἰουδαίων γερουσίας λογάδας εἰς τὴν τῶν βασιλείων αὐλήν, ἀθρόους κατασφάξαι ὡς ἱερεῖα, ἵνα, φησί, μηδεὶς οἶκος Ἰουδαίων, πένθους ἄγων σχολήν, τῷ ἐμῷ ἐπικροτοίη θανάτῳ. Τοιαῦτα τοίνυν δοκῶ μοι λογιζομένους τοὺς ἐν ταῖς νῦν ἡμέραις θηριώδεις καὶ Ἡρωδιανοὺς καὶ πληττομένους προσερεθίζεσθαι καὶ θανατουμένους ζῶσαν τὴν κακίαν καὶ ἀθάνατον ἐπιδείκνυσθαι. Ὅσῳ μᾶλλον προσεγγίζουσαν προορῶσι τὴν οἰκείαν ἀπώλειαν, τοσούτῳ πλείους προσαπολλύναι σπουδάζουσι, ὡς ἂν προαπελθόντες μήτ’ ἴδωσι τὴν αὐτῶν ἀπώλειαν μήτε ταύτῃ ἐπιγελάσωσι καὶ σχῶσιν ὅλως τοῦ διαχυθῆναι καιρόν, οὓς ἀεὶ πενθεῖν καὶ σκυθρωπάζειν ἠβούλοντο.

Εἰ μὲν οὖν τῶν τινα δαιμόνων ἐλπίζεις μεταβαλεῖν τὴν προαίρεσιν, πεισθέντα τοῦτο ἢ βιασθέντα ταῖς οἰκονομίαις τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἔλπιζε καὶ τοὺς ἡμετέρους δαίμονας ἀγαθυνθῆναι ταῖς αὐστηροτέραις τῆς πολυποικίλου σοφίας ἐπεξελεύσεσιν. Εἰ δ’ οὐκ ἐκεῖνο, πῶς τοῦτο συνιδεῖν οὐκ ἔχω. Καὶ τούτοις γὰρ εἰς ἕξιν ἡ κακία παγεῖσα φύσεως δύναμιν ἔλαβεν, ὡς ἐξ ὧν δρῶσι συμπείθομαι. Πλὴν ἀλλ’ ἡμᾶς τὸ ὀφειλόμενον δεῖ ποιεῖν, ἐπεύχεσθαι τούτοις ἀεὶ τὴν διόρθωσιν. Ἐπεὶ καὶ ὁ Κύριος ἐτάζων καρδίας καὶ νεφροὺς τοῦ Ἰούδα, ᾔδει μὲν αὐτὸν ἀδιόρθωτον, οὐκ ἐπαύετο δὲ τὰ τῆς ἀγαθότητος αὐτῷ ἐνδεικνύμενος.

Μὴ παύσαιο τοίνυν αὐτός τε τούτων ὑπερευχόμενος καὶ ἄλλους ὅσους οἶδας εὐσθενεῖς ἐπὶ τὸ ἶσον ἔργον παρακαλῶν, εἴ πως ὑπὲρ ἐλπίδας τῇ πολυχειρίᾳ τὸν λίθον μετακινήσαιμεν.

Τῷ Κερκύρας Πῶς ἂν εἴποις; Ἡδέως ἐδεξάμην σου τὴν ἐπιστολήν, τιμιώτατε δέσποτα, καὶ πάντα μὲν καλὰ ἐν καιρῷ αὐτῶν, λόγος δὲ μᾶλλον καὶ λόγος τοιαύτης μὲν γνώμης γέννημα, τοιαύτης δὲ γλώττης μαίευμα. Ἐν ἀθυμίᾳ γὰρ ὄντι μοι τὸ λαθικηδὲς ἐνέχεας φάρμακον καὶ διψῶντα τῷ ἐκ τῆς πέτρας κατεγλύκανας νάματι καὶ ὡς ὑποφήτης τοῦ Παρακλήτου τὴν κατώδυνόν μου ψυχὴν παρεκάλεσας. Καθ’ ὑπερβολὴν γὰρ ἐβαρήθημεν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Οἵ τε γὰρ ἐχθροὶ κεκραταίωνται καὶ οἱ φίλοι καὶ οἱ πλησίον οἳ μὲν ἀντέστησαν, οἳ δὲ ἀπὸ μακρόθεν ἔστησαν, τὸ φιλανθρωπότερον, ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς καὶ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν παρεκάλεσεν ἡμᾶς οἷς ὡμίλησας καὶ ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα ἡμῖν γέγονε καὶ χάρις τῷ Πατρὶ τῶν οἰκτιρμῶν καὶ Θεῷ πάσης παρακλήσεως, ὅτι ἐν οὕτως ἡμέραις πονηραῖς καὶ ἐν καιροῖς ἀφίλοις καὶ θηριώδεσι τὴν σὴν ἱερότητα δέδωκεν ἡμῖν τῇ φιλαδελφίᾳ φιλόστοργον σπλάγχνοις Ἰησοῦ διακαιομένην.

Μὴ κάμοις οὖν, ἄνθρωπε τοῦ Θεοῦ, ᾗ παρὰ τοῦ Κυρίου ἐπλουτίσθης γνώσει καὶ σοφίᾳ πρὸς ἡμᾶς χρώμενος καὶ τὸν θησαυρὸν ὃν ἔσχες ἐν ὀστρακίνῳ σκεύει, τῷ τῆς ταπεινώσεως σώματι, χορηγῶν ἀφθονῶς τοῖς χρῄζουσιν, ὡς ἐμέ γε οὔτε πρόσοδοι λυποῦσιν, ἐν αἷς ἦν ποτε τὰ τῆς ἀρχιεπισκοπῆς ἄλκιμα, οὔτε ἡ ἀπὸ ποταμῶν ἕως περάτων θαλάσσης διατεταμένη ἐξουσία καὶ ἐπικράτεια. Τῶν μὲν γὰρ αὐτάρκως ἔχομεν, τὸ δὲ περισσὸν ἐκ τίνος ἐστὶ μεμαθήκαμεν· τῆς δὲ ἀρρωστότεροι ἢ ὥστε ἀντέχεσθαι. Ὁ δὲ τῶν φροντίδων περικλυσμὸς καὶ ὁ πονηρὸς περισπασμὸς καὶ τὸ μάτην ταράττεσθαι καὶ μήπω πραῧναι ἀφ’ ἡμερῶν πονηρῶν, ταῦτά μοι σὴς ὀστέων, ταῦτά μοι τοὺς μυελοὺς δαπανᾷ. Οὔπω γὰρ τελέως πεφευγόσι τὸν λέοντα ἡ ἄρκτος ἡμῖν συναντᾷ καὶ ταύτην ἀποδρᾶσι καὶ ἐπὶ τοὺς τοίχους τῆς οἰκίας τὰς χεῖρας ἐρείσασιν ὄφις ἐκ τῆς ὀπῆς προκύπτει ἐπίβουλος, ὃ καὶ μᾶλλον ἐμοὶ τὰς ὀδύνας δριμυτέρας ἐργάζεται.

Ἀλλὰ ταῦτα μὲν καίτοι πάνυ σφόδρα βουλόμενος ἐκπτύσαι, ἵνα μικρόν τι τὴν καρδίαν κουφίσαιμι, ἐν πείσῃ στέγω τετληότι θυμῷ· φυλακήν τε καὶ νῦν τῷ στόματι τίθεμαι, ὡς κἀν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἵνα μὴ καταισχύνω τὸ μέγα τῆς ἀρχιερωσύνης πρᾶγμα ἢ ὄνομα—τὸν γὰρ τῆς ἐπιστολῆς χρῆμα λάλον, ὡς οἶσθα, καὶ οὐκ ἐχέμυθον—, ἐπεὶ παρὰ συνιερέων καὶ συνεπισκόπων οἳ δοκοῦσι κρίνειν τὸν λαὸν ἐκτέταται τὰ τῶν θλίψεων ἡμῶν δίκτυα. Σὺ δὲ εὔχου, τίμιε πάτερ καὶ δέσποτα, ἡμῖν μὲν τοὺς ἐν τοῖς ψευδαδέλφοις τούτοις κινδύνους ὑπεκφυγεῖν, αὐτοῖς δὲ ἐκείνοις ἐκ τῆς παγίδος ἀνανῆψαι τοῦ διαβόλου ἐν ᾗ ἐζωγρήθησαν, πάντως δὲ τὸν ἀπ’ ἐναντίας ἡμῶν αἰσχυνθῆναι καὶ διὰ πάντων τὸν Θεὸν δοξασθῆναι, οὗ ἡ χάρις εἴη μετὰ τοῦ πνεύματός σου, πανίερε καὶ ἅγιε δέσποτα.

Τῷ Μερμεντούλῳ Τὸν βραχύν μοι τοῦτον χρόνον, ὃν σεσιώπηκας, εἰς ἑκατονταετηρίδα ἴσθι μετρούμενον, οὕτως ἐγὼ τῆς σῆς ἐρῶ λαλιᾶς, ὦ πάντων ἐμοὶ πανυπέρλαμπρε, καί μοι τὸ σὸν γράμμα φανὲν ὁ Ἡλιουπόλεως φοῖνίξ ἐστι. Ἀλλ’ ὦ μακάριε, μὴ τοῦτον τὸν φοίνικα, τὸ τοῖς Αἰγυπτίοις σπάνιον θέαμα, τὸν ἥλιον δὲ μιμούμενος, καθ’ ἡμέραν ἐπίλαμπέ μοι τοῖς γράμμασιν, μᾶλλον καὶ ἡμέραν μοι ποίει μακροτέραν ἄλλως νύκτα κατακριθέντι.

Οὐ γὰρ δὴ προφασίσῃ τὴν περὶ τὰς νύκτας τριβήν, ἢ ἀδικήσεις γε τὴν σαυτοῦ ἀλήθειαν, κἀκείναις ἀρκεῖν καὶ τοῖς πρὸς ἡμᾶς δυνάμενος γράμμασιν. Οὐ μᾶλλον γὰρ τῷ τοῦ Ὁμήρου Παιῶνι περὶ πολέμους ἤ σοι περὶ λόγους τὸ ἀμφιδέξιον, ὅς γε καὶ τοὺς αὐτοσχεδίους ἀναπνεῖς κάλλιόν τε καὶ ἥδιον ἢ οἱ τοὺς τῶν ἐλλυχνίων ἀπόζοντας ἀποτίκτοντες, οὓς βοστρυχίζουσι καὶ κτενίζουσι καὶ περιαρτῶσιν ἐκ σαπφείρου ἐνώτια, καὶ τέως μέν τι δοκοῦσι παρὰ θεάτρῳ μεθύοντι, ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην καὶ οὐδὲ τὸν ἑῷον ὁρῶμεν.

Εἰ μὲν οὖν ἔδει σοι χρόνων καὶ περιόδων ἐπὶ τοὺς τόκους τῶν λόγων, εἶχεν ἂν λόγον σοι τὰ σπάνια καὶ χρόνια γράμματα. Ἐπεὶ δὲ διαπετάσας τὰς θύρας τοῦ νήφοντος στόματος, θεσπιῳδεῖς <τρίποδος ἐκ> χρυσηλάτου, ὁρᾷς ὅπως ἀδικεῖς τοὺς ἐμοὺς ἔρωτας, ὁ τῆς Θέμιδος προνοούμενος.

Ἀλλὰ μὴ σύ γε τοῦ λοιποῦ· ἐπίπεμπε δέ μοι τοὺς σοὺς ζεφύρους κακῶς κεκαφηότι θυμόν. Οἶσθα τὰ καθ’ ἡμῶν ἀρρωστήματα, καὶ μᾶλλον τὰ νῦν ὅτε ὁ κύων ἡμῖν ἐπανέτειλεν, ὁ δεινὸς καυστηρός, ὃς σφοδρὸν ἐπιβαλὼν ἡμῖν καύσωνα, πᾶσαν ἰκμάδα ζωόγονον ἐξέτηξεν. Ἀλλὰ τοῦτον μέν, ὃ μόνον εἶχον, ἠμυνάμην στίχοις ἰαμβείοις, πολλὰς ἐλεγείας ᾆσαι δι’ ὅλου τοῦ ἐνιαυτοῦ με καταναγκάσαντα. Σὺ δέ, ἐπεὶ κακοποιῶν ἐπιφαύσεις οὔποτε ἡμᾶς ἐπιλείψουσιν, οὐκ οἶδ’ εἴτε διὰ τὴν ἀναγκαίαν τοῦ περιέχοντος νῦν περίοδον, εἴτε διὰ τὴν τῶν ἁμαρτιῶν πρὸς τὸν Θεὸν ἄνοδον, μὴ παύσαιο ψυχαγωγίας ἡμῖν προμηθούμενος. Πάντως οὐδ’ αὐτόν σε οἱ ζέφυροι ἐπιλείψουσιν ἢ πρότερον ἂν τὴν ἀρωματοφόρον ἡ εὐωδία.

Τῷ Κερκύρας Καὶ πάλιν ἡμῖν ἐξ ὕψους ἐπισκοπὴ ὅτι πάλιν ἐκ σοῦ μοι γράμματα, τιμιώτατε δέσποτα, ὧν ἡ δύναμις οὕτως ἐπὶ τὴν ἐμὴν κατέβη διάνοιαν ὡς οὐ νιφετὸς ἐπὶ χλόην οὐδὲ ὄμβρος ἐπ’ ἄγρωστιν. Ἡδύνθη μοι γὰρ καὶ ἡ διαλογή σου φιλαδελφίας ἠρτυμένη χάριτί τε καὶ ἅλατι καὶ ὡς παρόντα περιεπλάκην καὶ κατησπασάμην τὸν ἐμὸν δεσπότην καὶ πατέρα ἀγάπης στόματι. Ἀλλ’ ὦ φθόνε, πῶς ἡμᾶς ἀλλήλων μακροῖς οὕτω τοῖς θριγγίοις διέστησας, ἵνα κατὰ μόνας κέντῃς ἑκάτερον καὶ ᾖ οὐαὶ τῷ ἑνὶ ἀνὰ μέρος καὶ αὖθις τῷ ἑνὶ καὶ μὴ ἄρρηκτον γένηται τὸ καθ’ ἡμᾶς σπαρτίον τῇ πλοκῇ δυναμούμενον; Εὐλογητὸς ὁ Θεός, ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ τοὺς μακρὰν ἐγγὺς ποιεῖ τῇ τοῦ λόγου δυνάμει καὶ τῶν γραμμάτων τῇ χάριτι καὶ διαψεύδεσθαι ποιεῖ τὰ τοῦ φθόνου σοφίσματα. Εἰ γὰρ καὶ ἀπωρφανίσθημεν ἀπ’ ἀλλήλων, προσώπῳ δὲ τοῦτο καὶ οὐ καρδίᾳ, ἀλλ’ ὁμιλοῦμεν ἀλλήλοις διὰ τοῦ τῶν ἐπιστολῶν στόματος καὶ ἀπὸ τοῦ καύσωνος τῶν λυπηρῶν ἅτερος ἅτερον ἀναψύχομεν, ἠχοῦς μὲν ἔργον ποιοῦντες καὶ ἀντιδιδόντες ἃς περὶ τῶν θλιβόντων φωνὰς λαμβάνομεν, ἀποκουφίζοντες δ’ ὅμως ἑαυτοὺς διὰ τῶν ἐρυγῶν τοῦ λόγου τοῦ τῆς καρδίας βαρέος πνεύματος. Οὐκοῦν, ἐπειδή μοι τὸ τῆς τῶν περὶ σὲ διηγήσεως ποτήριον προὔπιες, ἀντιπροπίνω κἀγώ σοι τοιαύτην πρόποσιν. Ὡς ἀπόλοιτο ἡ ἄμπελος ἐξ ἧς ἡμῖν τὰ τοιαῦτα πόματα.

Ἐξέθλιψε μὲν ἡμᾶς Σεναχηρεὶμ ὁ Ἀσσύριος, ὃν ἡ μέση τῶν ποταμῶν ἡμῖν ἀμείλικτον ἐπαπέστειλεν. Ὁ δεύτερος δὲ πολλῷ τῷ μέτρῳ βαρύτερος ὅσῳ καὶ ἀφρονέστερος—τά τε γὰρ ἄλλα ἡ μωρία καὶ τὴν κακίαν ἀθλάστους ποιεῖ τοὺς αὐτῆς τροφίμους καὶ ἀτεράμονας—, οὗτος ὑπὲρ τῶν ἡμετέρων σπλάγχνων ἀντιστᾶσιν αὐτῷ—εἴ γε δεῖ σπλάγχνα καλεῖν τοὺς ὕστερον ἐπιβούλους—καὶ ὑπὲρ τοῦ λαοῦ κοπτομένου καὶ μελιζομένου βραχέα τινὰ λαλήσασιν ἐγκοτήσας κατέφαγέ με, ἐμερίσατό με, ἐνέπλησέ με πικρίας, ἐμέθυσέ με χολῆς. Ἑνὶ λόγῳ, οὗτος μὲν αὐτῷ τίμιος, ὃς ἂν ἢ εἶπέ τι κατὰ τῆς ἐκκλησίας ἢ ἔδρασεν· οὗτος δὲ ἄτιμος καὶ τίνος οὐ κάκιον πράττων, ὃς ἢ ὁμιλήσας ἡμῖν κατεμηνύθη ἢ πρὸς τὴν ἐκκλησίαν ἐν ἑορτῇ γοῦν εἰσελθών—καὶ γὰρ καὶ τούτου τοῖς χριστιανοῖς ἐφθόνησεν—, ἵν’ ἐν τῷ κοινῷ τὸ κατ’ αὐτὸν κρύπτηται. Αὐτὸς γὰρ οὐδὲ τοῦ προσκυνῆσαι τὴν θεομήτορα ἑαυτὸν ἠξίωσεν, ὡς μὲν ᾤετο, ἑαυτὸν προμηθούμενος τὸ πρὸς ἡμᾶς ἀταπείνωτον καὶ ἀνένδοτον—οὕτω γὰρ ἀπονενόηται—, ὡς δ’ ἐγὼ κρίνω, τοῦτο μόνον πάσχων ἑαυτοῦ ἄξιον καὶ αὐτόθι ἔχων τὴν δίκην, ἐξ ὧν ἐκπάγλως, ὅ φασι, μαίνεται, οὔτ’ ἀνέρας τίειν εἰδὼς οὔτε θεόν, ἀλλ’ ὅλος τῆς ὑποδύσης αὐτὸν λύσσης γινόμενος. Ἐκ τούτου πῶς δοκεῖς ἡμᾶς διατεθῆναι τοὺς ἐνταυθοῖ ἁπαξάπαντας; Οἱ μὲν ἀπεστάλησαν μόνον, οἱ δὲ καὶ ἐπανέστησαν· πᾶσι δὲ ἁπλῶς ἡ κακία ἐνεκυβίστησεν.

Ἡμῖν δὲ Ἰησοῦς ὑπελείφθη, τὸ σωτήριον καὶ πρᾶγμα καὶ ὄνομα, καὶ μετὰ τούτου συλληφθέντες, τῶν ἄλλων σκορπισθέντων, ἠνέγκαμεν ὅσα δὴ καὶ ἐπάσχομεν.

Ὑπεφώνει δὲ ἄρα ἡμῖν τὴν γλυκεῖαν ἐκείνην φωνήν· θαρρεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον· μετὰ ταύτης ἔτι καὶ νῦν· βουκολῶν ἡμᾶς εἰς τόπον χλόης, ἐκεῖ με κατασκηνοῖ καὶ ἐπὶ ὕδατος ἐκτρέφει με ἀναπαύσεως. Τί ἔτι; Ὥσπερ οὐκ ἀρκεσθεὶς ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος πολέμιος ταῖς ἀγχόθι τρώσεσί τε καὶ πλήξεσιν ἐπισκοπικὸν βέλος καθ’ ἡμῶν ὤξυνεν περὶ οὗ καὶ πρότερον γράψας τῇ ἁγιωσύνῃ σου ᾐνιξάμην.

Τὸν γάρ μοι τῆς δεῖνα πόλεως ἐπίσκοπον, ἄνθρωπον πάσης κακοτεχνίας ἐργάτην ἅμα καὶ ἐργαστήριον, ἐπαναστήσας, ἐμὲ μὲν μικροῦ μετὰ τῶν καταβαινόντων ἐν τάφοις ἔθετο, ἐκεῖνον δὲ φονέα, φεῦ τῶν ἐμῶν κακῶν, ἀπειργάσατο. Ἀλλὰ τὰ κατ’ ἐκεῖνον ἐκτραγῳδεῖν μακρότερον μὲν ἢ κατὰ τὴν οὖσαν σχολὴν ἐμοὶ λέγειν, ἀνιαρώτερον δὲ ἢ κατὰ τὴν ἐνοῦσάν σοι ἀλυπίαν ἀκούειν. Ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῇς διὰ τὸ οὐχ ἧττον εἰς ἐκεῖνον ἢ ἐμὲ φιλάδελφον—κατὰ γὰρ τὴν σοφὴν νουθεσίαν, ᾗ κακῶς δρῶν ἐστιν ὁ πάσχων κακῶς, καὶ διὰ τοῦτό σοι καὶ ἐλεεινότατον κἀντεῦθεν ὁ περὶ τούτου λόγος σοι λυπηρότερος—, παύσομαι γοῦν περὶ τούτων λέγων, ὡς ἂν μὴ διπλῇ τὴν ἀρχιερωσύνην ὑβρίζωμαι οἷς τε ποιῶμεν ἃ μηδὲ λέγειν ἄξιον καὶ οἷς λέγομεν ἃ μηδὲ ἐννοεῖν προσῆκον.

Αὐτοῦ γὰρ δεῖ τὰ τοιαῦτα καταχωννύεσθαι, ἵνα μὴ δῶμεν πλατυτέραν χώραν τοῖς τοῦ λαοῦ πάθεσι. Καὶ ἄλλως δὲ σπεισάμενος τῷ ἀδελφῷ, κἂν αὐτὸς ἄσπονδος μάνῃ καὶ κατάστικτος τοῖς ποικίλμασιν, ἀνακόλουθον ἂν δρῴην ἀναξαίνων τὴν ἀηδίαν. Πλὴν ἀλλὰ καὶ τὰ αἴτια τῶν λυπηρῶν τῇ σῇ τιμιότητι δηλῶσαι ἀμυδρῶς θέλοντες, τοσοῦτον αὐτῶν ἐπεμνήσθημεν.