Τῷ Σεμνῶν
Καί κεν τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦεν, ἱερωτάτη μοι κεφαλή, εἰ θανάτοις ἑτέρων οἱ κακοῦντες ἡμᾶς πρὸς τὸ ἀνθρωπινώτερον συνεστέλλοντο. Νῦν δέ, οὕτως εἰσὶν ἄτρυτοι τὴν κακίαν ὥστε μᾶλλον ταῖς πληγαῖς κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον ἐπισκληρύνεσθαι, καὶ οὔπω τοῦτο ἀνδρικόν, εἰ ταῖς τῶν οἰκείων, ἀλλ’ ἤδη καὶ ταῖς σφῶν αὐτῶν, καὶ ὅ φασι πολλὰ τῶν θηρίων, ἐπειδὰν τρωθεῖεν, ποιεῖν, ἀφειδοῦντα μᾶλλον ἑαυτῶν, ἐπιπηδᾶν τοῖς τραύμασι θυμικώτερον, ὡς ἄν, ἐπειδὴ παθεῖν μέλλοιεν, καὶ δράσαιέν τι τοὺς πολεμοῦντας. Εἰ βούλει δέ μοι, ὃ τὸν Ἀντιπάτρου Ἡρώδην ἱστοροῦσι νεανιεύσασθαι ἐπιθανάτιόν τι κατόρθωμα καὶ τῆς ἐκείνου θηριωδίας ἄξιον· συναγαγόντα πάντας τοὺς τῆς Ἰουδαίων γερουσίας λογάδας εἰς τὴν τῶν βασιλείων αὐλήν, ἀθρόους κατασφάξαι ὡς ἱερεῖα, ἵνα, φησί, μηδεὶς οἶκος Ἰουδαίων, πένθους ἄγων σχολήν, τῷ ἐμῷ ἐπικροτοίη θανάτῳ. Τοιαῦτα τοίνυν δοκῶ μοι λογιζομένους τοὺς ἐν ταῖς νῦν ἡμέραις θηριώδεις καὶ Ἡρωδιανοὺς καὶ πληττομένους προσερεθίζεσθαι καὶ θανατουμένους ζῶσαν τὴν κακίαν καὶ ἀθάνατον ἐπιδείκνυσθαι. Ὅσῳ μᾶλλον προσεγγίζουσαν προορῶσι τὴν οἰκείαν ἀπώλειαν, τοσούτῳ πλείους προσαπολλύναι σπουδάζουσι, ὡς ἂν προαπελθόντες μήτ’ ἴδωσι τὴν αὐτῶν ἀπώλειαν μήτε ταύτῃ ἐπιγελάσωσι καὶ σχῶσιν ὅλως τοῦ διαχυθῆναι καιρόν, οὓς ἀεὶ πενθεῖν καὶ σκυθρωπάζειν ἠβούλοντο.