Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί

Θεοφύλακτος Βουλγαρίας

Προάσπιση των δικαίων της Αρχιεπισκοπής Βουλγαρίας

Επιστολές προς μέλη της αυτοκρατορικής αυλής και ιεράρχες για την προστασία των εκκλησιαστικών κτημάτων και των κανονικών δικαιωμάτων της τοπικής Εκκλησίας, συμπεριλαμβανομένου του αυτοκεφάλου της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 6 από 9

Διὰ ταῦτά μοι ἀναγκαῖον τὴν ἐπὶ τὸν βασιλέα στέλλεσθαι, ταὐτὸν δὲ εἰπεῖν, τὴν ὀλοὴν αὖθις ἀναμετρεῖν Χάρυβδιν ἢ Αἴγυπτον διιέναι, χαλεπὴν ὁδὸν ἀργαλέην τε— μὴ γὰρ οἴου με, τοῦ Θεοῦ ἄνθρωπε, τὴν ὁδὸν ταύτην ἐλάττω νομίζειν πασῶν ὧν ὑπέστην θλίψεων ἢ τὴν δοκοῦσαν λύσιν τῶν δυσχερῶν μοι δεσμὸν δοκεῖν ἀρρηκτότερον—, οὐ ταύτῃ μόνον ὅτι στρατοπέδῳ παραβάλλων ἐπίσκοπος χρῆμα ἐπίφθονον ἢ μισητὸν ταῖς ἁμαρτωλαῖς ταύταις ἡμέραις, οὐδ’ ὅτι δεῖ μὲν ἡμῖν τὰς ἵππους τρὶς τοῦ ἔτους τίκτειν—οἷον τὸ τοῦ μύθου ἠλύσιον ἐμανθάνομεν, ἡνίκα ἐν σπαργάνοις τῆς παιδείας ἦμεν καὶ ἐδιδάσκομεν ὅτε ἐσπαργανοῦμεν ἑτέρους—, ἵν’ ἔχοιμεν πάντας ἐφίππους ποιεῖν οἷς ἂν ὁμιλήσαιμεν, τὰς δὲ ἀρούρας χρυσοῦν θέρος ἡμῖν ἀνιέναι ἢ καὶ τὰ δένδρα χρυσοῦς προβάλλειν καρποὺς οἷα τὰ τῶν Ἑσπερίδων μῆλα τῇ ποιήσει κεκαρποφόρηται—ἦ γὰρ οὐ τοιαῦτα παρὰ παντὸς οὑτινοσοῦν ἀπαιτούμεθα κἂν μὴ παρῇ τοὺς πικροὺς τούτους ἐκθεραπεύειν τοῖς ποθουμένοις μειλίγμασιν, ὡς κατορύττοντες βλασφημούμεθα; Ὣς ὤφελόν γε ἐκείνους τοὺς ταῦτα λέγοντας—, οὔκουν ταῦτα μόνα τὴν πρὸς τὸ στρατόπεδον ὁδὸν ἀνάντη ποιοῦσιν ἡμῖν ἢ στενήν τε καὶ τεθλιμμένην καὶ οὐδὲ τὸ τέλος ἀγαθὸν ἔχουσαν, ἀλλὰ καὶ τὸ ἀραχνῶδες τουτί μοι σῶμα ὅπερ, ὡς οἶδας, καὶ πρὸς πάντα μὲν πόνον, μάλιστα δὲ καὶ τὸν ἐν ταῖς ὁδοῖς, ἀσθενές τε καὶ εὐδιάλυτον.

Εἰ καὶ σύ γε δύσαις ἀλκὴν καὶ ὑπὲρ ἡμῶν τὴν τῶν εὐχῶν περιζώσῃ δύναμιν, πάντα ῥᾴω ἡμῖν γενήσεται, τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιοῦντος Θεοῦ ὁδοποιοῦντος ἡμῖν διὰ τῶν σῶν ἀγγελικῶν εὐχῶν καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίπτοντος.

Τοῦ αὐτοῦ Οὐδὲν ἐμοὶ λοιπὸν δυσχερὲς ὅτι τῆς πάντων ἡδίονος καὶ γνώμης καὶ γλώττης ἐδεξάμην προσφώνημα, καὶ οὐ πρόσκαιρον ὡς ψιλὴν ἀέρος πληγὴν δεχομένην ἅμα τῇ συστάσει καὶ τὴν διάλυσιν, ἀλλ’ ὑφεστὸς καὶ παράμονον. Γράμματι γὰρ ἐποχούμενον ἐκ τῆς σῆς μεγαλοπρεπείας διέβη πρὸς τὴν ἐμὴν ταπεινότητα ὥστε παρεῖναί μοι προσφωνεῖσθαι παρὰ σοῦ ὁσάκις ἂν ἐθελήσαιμι τὸ εἰλητάριον ἀνελίττοντι, ὅπερ ἐστὶ ῥᾷον εὐθὺς ἔχειν ἀποτινασσομένῳ τὰς ἐπικειμένας βαρύτητας. Διεξιόντι δέ μοι τῇ ἀναγνώσει καὶ τὰ σὰ τρόπαια οὐδὲν ἀλλ’ ἢ τὸ λαθικηδὲς ἐκεῖνο πίνεται φάρμακον ἤ, ἵνα τὸ οἰκειότερον εἴπω, διὰ τὴν ἀπολαύουσάν σου νῦν γῆν τῶν Κόλχων τῇ τῆς Κολχίδος Μηδείας τέχνῃ τὸ γῆράς μοι ἀποξύεται καὶ ἡ νεότης ἀνακαινίζεται. Ὁρᾷς ὁπόσων ἐν καιροῖς δυστυχιῶν κοινῶν αὐτὸς εὐτυχῶ διὰ σὲ καὶ τὰς σὰς εὐτυχίας, αἳ καὶ τὰς ὑμνουμένας τῶν παλαιῶν ὑπερβάλλουσιν;

Ἐγὼ δὲ καὶ τὸν καιρὸν τῆς ὑποδοχῆς τοῦ προσφωνητικοῦ δεξιὸν οἰωνὸν ἐθέμην· κατὰ λόγον τοῦτο, ἐπεὶ καὶ ἀετὸς ὁ προσφωνῶν ἐπιδέξιος. Ἀπιόντι γὰρ πρὸς τὸν μέγαν Ἀχίλλειον ὡς ἂν τῇ πανηγύρει συνεορτάσαιμι, κατὰ τὴν ὁδὸν ἐνεχειρίσθη τὸ γράμμα σου. Σὺ δὲ καὶ αὐτόθι ἐμπικρανῇ τοῖς ἡμᾶς θλιβοῦσι, τοῖς τῆς ἀπληστίας θεραπευταῖς, τοῖς πολεμίοις τοῦ εὐαγγελικοῦ ἐπαγγέλματος, τοῖς ἀλιτηρίοις τοῦ χριστιανικοῦ τάγματος, ὃ μόνον ἔχεις τοῦτο βέλος ἐπιπέμπων τοῖς καταράτοις, οἳ τὴν γαστέρα τοῦ πανδοχέως ᾍδου στενὴν ἀποδεικνύοντες ἐπιγαυριῶσι τῷ προτερήματι. Τούτους μέν, ὁ κἀκεῖνο τὸ μέγα κῆτος χειρωσάμενος Ἰησοῦς ὑπὸ τὴν οἰκείαν χεῖρα ποιήσαιτο καὶ τῆς γαστρὸς αὐτῶν ἁψάμενος συστείλαι τὸν μέγαν ὄγκον, διαφορήσας τὸ οἴδημα εἴτε ὥσπερ τὴν Ζακχαίου γαστέρα διῳκονόμησεν εἴτε ὡς τὰς τῶν παρ’ Ἰουδαίοις ἀθεραπεύτων ἄλλως ἀρχόντων οἷς ἐπαφῆκε τοὺς ἀποτόμους ἰατροὺς Ῥωμαίους τέμνοντάς τε καὶ καίοντας.

Σοῦ δὲ θέμενος ἄμωμον τὴν ὁδὸν προορῶντος αὐτὸν ἀεὶ ἐκ δεξιῶν ἵνα μὴ σαλευθῇς, καὶ διὰ τῶν πενήτων καὶ διὰ τῶν ἄλλως αὐτῷ ἀνακειμένων, μᾶλλον δὲ αὐτὸν εἰκονιζόντων, ὑποδεχομένου γνησίως τε καὶ πλουσίως καὶ τοῖς ἔργοις τὸ φίλτρον δεικνύοντος, θείη τόξον χαλκοῦν τοὺς βραχίονας καὶ περιζωννύων σε δύναμιν διασκορπίσειεν ἐν σοὶ ἔθνη τὰ τοὺς πολέμους θέλοντα, τόξον συντρίβων καὶ συνθλῶν ὅπλον καὶ θυρεοὺς κατακαίων ἐν πυρὶ τῷ τῆς σῆς προθυμίας καὶ δραστηριότητος ζέοντι, καὶ ἐν τῷ ἐγγίζειν ἐπὶ σὲ κακοῦντας καὶ παρατάσσεσθαι παρεμβολὴν τῶν τοῦ Κυρίου ἐχθρῶν, αὐτοὶ ἀσθενήσαιεν καὶ τῶν διαβολιῶν αὐτῶν ἐκπέσοιεν καὶ καταδιώξοις αὐτοὺς καὶ καταλάβοις καὶ ἐκθλίψαις καὶ ὡς πηλὸν πλατειῶν λεάναις τοὺς τὴν πλατεῖαν τοῦ ἀθέου Μωάμετ στέρξαντας.

Καὶ ταῦτά σοι οὐκ ἐπεύχομαι μόνον, ἀλλὰ καὶ πέποιθα ὅτι ἔσονται. Οὐ γὰρ ἄδικος ὁ Θεὸς ὥστε μὴ καὶ ψυχῆς καθαρότητα καὶ χειρῶν γενναιότητα ἐκ περιουσίας προσκληθεὶς δοῦναι τῆς νίκης τὸν στέφανον. Ἐγὼ δέ σοι ἤδη καὶ τὸν ἐπινίκιον ἀνακρούσομαι· ἐπάταξε Δαβὶδ ἐν μυριάσιν, ὁ πραότατος τῶν νῦν καὶ μαχιμώτατος, ὁ προτάξας τὴν τῆς ἐπιθυμίας ἄρκτον καὶ τὸν τοῦ μωμητοῦ θυμοῦ λέοντα. Ἀφ’ οὗ τὸ ἔλεος οὐ μὴ διασκεδάσῃ ὁ δικαιοσύνας ἀγαπῶν καὶ ὁρῶν εὐθύτητας Κύριος ἀεὶ τηρῶν καὶ κακύνσεως πάσης ἀνώτερον καὶ κακώσεως.

Τῷ μεγάλῳ δομεστίκῳ κυρῷ Ἀδριανῷ Ἐγὼ δὲ καὶ νεκρὸς ἤδη γενόμενος, πανσέβαστε παμμέγιστέ μοι ἀντιλῆπτορ, κἀν τοῖς κατωτάτω τοῦ ᾅδου τεθείς, παρὰ σοῦ νῦν ἐξεγείρομαι καὶ ἀποκαθιστῶν τὸ ψυχίδιον συνάγεις μοι τὰ ὀστᾶ καὶ συναρμολογεῖς τὴν διάλυσιν καὶ σάρκας ἀνατρέφεις καὶ δέρμα περιτείνεις καὶ γίνῃ μοι ζωοπάροχος. Βούλει συνελκύσω τῆς ἀσαφείας τὸ παραπέτασμα καὶ δείξω σοι τοῦ λόγου τὸ βούλημα;

Ἐμοὶ τοῦ νῦν βίου τὴν σύγχυσιν βλέποντι καὶ τὴν ὕβριν τῆς πλεονεξίας καὶ τὴν ἀναίδειαν οὕτως ἀπηρυθριασμένως ἐκπορνευσάσης καὶ μιαινούσης τὰ πράγματα καὶ τοὺς μὲν τὰ δημόσια πράττοντας πορθητὰς μᾶλλον ἢ φορολόγους καὶ θείους ὁμοῦ νόμους καὶ βασιλικὰς ἐντολὰς ἀράχνης ἡγουμένους ὑφάσματα—τοῦτο δὴ τὸ τοῦ Ἀναχάρσιδος πρὸς τὸν Σόλωνα· μυίας μὲν κρατοῦντα, σφηξὶ δὲ ῥηγνύμενα—, τὰ δὲ τοῦ λαοῦ τῶν χριστιανῶν ἀγόμενα καὶ φερόμενα, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος, πᾶσα μὲν σωτηρίας ἐλπὶς περιῄρητο, ἣν πνεῦμα ψυχῆς συμφοραῖς ἐμπαγείσης, εἰπών τις, οὐχ ἁμαρτήσεται, πάντες δὲ λογισμοὶ διελύθησαν καὶ νεκρωθεὶς ἐκείμην τῇ ἀπογνώσει τῆς τοῦ κακοῦ διορθώσεως.

Ὡς δ’ ὁ πανευγενέστατός σου γαμβρός, τὸ τῆς ἀγαθοθελείας ἔρνος, τὸ ἐν ταῖς κοιλάσι τῆς νῦν τῶν κακῶν συρροίας κρίνον, τὸ ἐν ταῖς πάντας κνιζούσαις ἀκάνθαις ῥόδον, ἡ θεόπλαστος ὄντως ψυχή, τοῖς ἐγγὺς ἡμῶν πράγμασιν ἐπιστάς, ξένον ὡράθη μοι θέαμα, ποταμὸς δι’ ἅλμης ῥέων γλυκὺς καὶ ὁδοιπόρος διὰ βορβόρου ἰὼν ἀμόλυντος —ἃ τῶν σῶν πάντως ἐντολῶν ἀποτελέσματα κατενόησα—, ἐνταῦθά μοι τό τε ἀποπτὰν πνεῦμα τῆς χρηστοτέρας ἐλπίδος εἰσέπτη πάλιν καὶ πάντα συνετελέσθη περὶ ἐμὲ ὅσα τῆς τοῦ Ἰεζεκιὴλ φρικτῆς ἐκείνης ὁράσεως. Ἆρά σοι μετρίας ὀφείλω τὰς ἐν εὐχαῖς καὶ ἐπαίνοις χάριτας τῷ ψυχοδότῃ, τῷ ζωογόνῳ ἢ τοσαύτας ὅσας, εἰ θέμις εἰπεῖν, τὰς κατάρας τοῖς ἀδιορθώτοις ἐχθροῖς τῆς χρηστότητος, τοῖς ψυχοφθόροις, τοῖς ζωολύταις; Ἀλλὰ γὰρ οἷα πεπόνθαμεν.

Κρίνον ἀτεχνῶς ὁ νεανίας καὶ ῥόδον ἐπ’ ὀλίγον ἡμᾶς εὐωδιάσας, μᾶλλον δὲ τῷ Θεῷ διὰ πενήτων εὐωδία γενόμενος ἥδιον ὀσφρανθέντι τῆς ἀποφορᾶς τῶν ἔργων αὐτοῦ ἢ τῆς τοῦ πάλαι Νῶε θυσίας. Εἶτα πρὸς τὸν ὑμέτερον ἀέρα διέβη μόνην ἡμῖν τὴν μνήμην ἐγκαταλιπὼν ἀπαράκλητον. Τίς γὰρ τοῦ λοιποῦ τοῖς μὲν κτηματικοῖς τὰ περιόντα συνέξει, τοὺς δ’ ἐν τῷ πτώματι τῆς ἀπορίας πρὸς τὴν τῆς εὐπορίας τάξιν ἀνάξει; Τίς ὀρφανοῖς δώσει μικροῦ καὶ χάριν ὁμολογεῖν τῷ θανάτῳ δι’ ὃν πατέρων ἀσθενῶν στερηθέντες ἀντέλαβον τηλικαῦτα δυνάμενον; Τίνος προστάγματα, θείας ἀγαθότητος ἀπηχήματα, στηρίξουσι χήρας ὅριον; Τίνος ὀφθαλμοὶ τοῖς ἀδικουμένοις δάκρυον ἀποστάζοντες τοὺς ἀδικοῦντας πλέον θρηνήσουσιν ὡς ζημιουμένους τὰ μείζονα; Καὶ σπεύσει λοιπὸν οὗτος λῦσαι τὰς ζημίας ἀμφοτέροις τοῖς μέρεσι, τῷ μὲν τὴν μείονα, τῷ δὲ τὴν μείζονα; Τίνα καὶ πένης εὑρήσει κατὰ πλουσίων ἁρπαγῶν ἔκδικον καὶ πλούσιος κατὰ πενήτων κακοήθων καὶ συκοφαντῶν σύνδικον;

Τίνα θεραπευτὴν εὑρήσει τὸ τάγμα τῶν τοῦ θείου θεραπευτῶν οὐ φιλοκρατοῦντα τὰς ἀξίας—ὃ τοῖς ἀθέοις σπουδάζεται οἳ πρὸς τὸ μισόθεον αὐτῶν τῇ ἀτιμίᾳ τῶν τοῦ Θεοῦ δούλων ἀναγκαίως συνεκφαινόμενον ἀπολογίαν πορίζονται τὴν τῶν τιμᾶσθαι δικαιουμένων ἀναξιότητα—, ἀλλὰ πάντας ὡς αὐτοῦ κρείττονας βλέποντα καὶ ἁγιασθῆναι διὰ τούτων τῷ τοῦ Πνεύματος χρίσματι καὶ ἔτι τελεῖσθαι τὰ θεῖα καὶ ἁγιαστικὰ πιστεύοντα καὶ τοὺς μὴ οὕτω τῆς γνώμης ἔχοντας ἀμυήτους καὶ ἀτελέστους τιθέμενον καὶ πάσης ἁγιαστικῆς ἀμετόχους χάριτος; Ἢ γὰρ ἁγιαστὴν εἶναι τὸν ἱερέα πιστεύοντες καὶ ἑαυτοὺς ὑπὸ τούτου ἁγιαζομένους ἐπιγινώσκοντες ἀνόσιοι λοιπόν εἰσι τὸν ἁγιαστὴν ἀτιμάζοντες ἢ μὴ τοιοῦτον αὐτὸν νομίζοντες ἄμοιροι τοῦ κατὰ Χριστὸν ἁγιασμοῦ δείκνυνται—ὁ γὰρ ἁγιαζόμενος ἁγιαστῇ ἁγιάζεται—, καὶ τί δεῖ τούτοις πρὸς τὰ χριστιανῶν εἰσωθίζεσθαι; Τίς, ὃ καὶ ἰδεῖν οὐχ ὅπως ἐνωτίσασθαι ἄπιστον, ἐν τηλικούτῳ ὕψει, καὶ τῶν ἀναγκαίων στερήσεται ὡς ἂν μηδὲ γογγύσαιεν Βούλγαροι;

Ἓν μόνον ἐλύπησεν ὁ πανσέβαστος τοὺς αὐτῷ γνησίως δουλεύοντας ὡς οὐ μόνον κερδῶν στερηθέντας ἀλλὰ καὶ ἃ προεῖχον προσδαπανήσαντας καὶ κατὰ τὴν παροιμίαν ἄνθρακας εὑρόντας τὸν θησαυρὸν καὶ κατακαέντας ἀπὸ τῶν ἐντρυφῆναι προσδοκηθέντων, μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν οὐδὲ τούτους λελύπηκε μεῖζον πάντων κερδῶν ἡγησαμένους καὶ πλούτου πρόσκτησιν οὐκ ἀπώλειαν τὴν τῶν τοιούτων ἔργων τοῦ νεανίου μεγαλοπρέπειαν· τοῦτο γὰρ δούλων ἀγαθῶν πενίαν αἱρεῖσθαι μᾶλλον τὸν δεσπότην ἐν εὐφημίαις πλουτίζουσαν ἢ πλοῦτον διὰ δυσφημίας πτωχίζοντα.

Ἀλλὰ τῷ μὲν καλῷ κἀγαθῷ σεβαστῷ φευκτὸς ὁ τῆς ἀρχῆς τόπος ὡς τῷ ὄντι τόπος κακώσεως ἢ σκήνωμα Κηδὰρ ἢ σιδηρᾶ κάμινος καὶ διὰ τοῦτο πρὸς τὴν ὑμετέραν μακαριότητα μονονουχὶ πτηνὸς φέρεται. Οἱ δὲ τῆς αὐτοῦ χρηστότητος ἀπολαύσαντες, πενθοῦντες ἑαυτοὺς ὡς βαρυτέρων ἢ πρόσθεν πειρασθησομένους τῶν συμφορῶν—τὸ γὰρ κακὸν μετὰ τὴν τοῦ ἀγαθοῦ πεῖραν κάκιον—, σοὶ καὶ τοῖς σοῖς ὡς οὕτω διδάσκοντι καὶ οὕτω διδασκομένοις παντὸς ἀγαθοῦ ἐπίρροιαν παρὰ Κυρίου ἐπεύξονται· ὧν αὐτὸς τὰ πρῶτα ταττόμενος οὐκ αἰσχύνομαι.

Καὶ δοίη ὁ Θεὸς ὑμῖν τε αὐτοῖς καὶ τοῖς ὑμετέροις καὶ τοῖς περὶ ὑμᾶς ἐν τῷ ἀγαθῷ τελείωσιν, εὐεξίαν, εὔροιαν πάσης ἁπλῆς τηρῶν ἀνώτερον κακύνσεως καὶ κακώσεως.

Τῷ σεβαστῷ τῷ Πακουριανῷ Καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, ἄλλως τε μηδὲ τηλικοῦτον ὂν ἡλίκον ἀεὶ πρὸ τῶν ἐκείνου ὀφθαλμῶν ἵστασθαι. Ἐγὼ δέ σου καὶ τοῦτο ἄγαμαι, πανσέβαστέ μου υἱέ, ὅτι καὶ τοὺς τῶν ἁμαρτημάτων κώνωπας ὡς καμήλους ὁρᾷς ἐναντίως ἢ παρὰ τῆς θείας γλώττης οἱ Φαρισαῖοι κατωνειδίζοντο καὶ τὸ ἐν τῷ ὀφθαλμῷ κάρφος ὡς βαρεῖαν δοκὸν λελόγισαι, ὃ μεγάλην κρηπίδα τῆς ἀρετῆς ὁ καθ’ ἡμᾶς λόγος τίθεται εἴπερ ἀρχὴν εἶναι σωτηρίας τὴν ἑαυτοῦ τινος κατάγνωσιν πεπιστεύκαμεν.

Καὶ βάλλ’ οὕτως αἴ κέν τι φόως μερόπεσσι γένοιο καὶ μή σε τῆς ἀγαθοθελείας παρακινήσειέ τι τῶν ἐκ τοῦ κόσμου οἷς οἱ κουφότεροι πεττευόμεθα, τοῦτο πεπεισμένον ἀμεταστάτως ὡς ἁπλῶς μὲν αἰσχύνη χριστιανοὺς νομοθετεῖσθαι περὶ τοῦ μηδένα λυπεῖν αἱρεῖσθαι—τοῦτο γὰρ καὶ τῆς φύσεως ἔνταλμα, ἣν ὑπερβαίνειν ὁ τοῦ εὐαγγελίου μαθητὴς ἐπιτάττεται· ὁ μὲν γὰρ νόμος ἀπὸ τοῦ παρὰ φύσιν ἐπὶ τὴν φύσιν ἀποκαθίστησι τὸν ἄνθρωπον, ὁ δὲ τοῦ Θεοῦ Λόγος καὶ ὑπὲρ τὴν φύσιν τοὺς αὐτῷ πειθομένους τίθησι· τοῦτο γὰρ τῆς πρὸς τὴν φύσιν ἑνώσεως αὐτοῦ κατόρθωμα καὶ ἐκνίκημα—, πλὴν ἀλλ’ ἡ τῶν πολλῶν θηριωδία τοῖς ὁμογενέσιν ἐπιλυττώντων ἀπαιτεῖσθαι νῦν τοῦτο τοὺς χρηστοτέρους ὡς μεγάλην συντέλειαν παρεσκεύασε, τὸ μηδενὶ λύπην ἐθέλειν λέγω.

Ἀλλά σέ τοι ἀξιοῦμεν καὶ πᾶσι τὰ ἀγαθὰ διαρκῶς συμβούλεσθαι, οὕτω τε τὴν ἑνότητα τῆς πίστεως ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης τηρεῖν, ὡς τό γε δάκνειν ἀλλήλους καὶ κατεσθίειν οὔτε τῆς φύσεως ὅλως οὔτε πολλοῦ δεῖ πίστεως. Οὕτω γὰρ ἐπὶ σεαυτὸν καὶ δαψιλέστερον ἑλκύσεις τὰς τοῦ ἀγαθοῦ Θεοῦ χάριτας ὑφ’ οὗ καὶ τηροῖο πάσης κακύνσεως ἀνώτερος καὶ κακώσεως.

Τῷ Ταρωνίτῃ κυρῷ Γρηγορίῳ Καὶ πόθεν ἂν καὶ ποίας ἀποτίσαιμί σοι τὰς χάριτας, μεγαλεπιφανέστατέ μοι ἐν Κυρίῳ υἱὲ καὶ αὐθέντα, ὅτι με πάντων ἀνθρώπων ἀληθέστατον δεικνύεις ἑκάστοτε καί μοι τοὺς ἐπαίνους, οἷς ἀποσεμνύνειν δοκῶ σε, μᾶλλον ἀποσεμνύνεις, αὐτὸς ἀποφαίνων τούτους οὑ ῥήτορος σοφιστικὰ κολακεύματα, ἀλλὰ καὶ πνεύματος συνηδομένου τοῖς ὄντως καλοῖς σκιρτήματα καὶ στόματος εὐφημεῖν εἰδότος ἀρετὴν ᾄσματα;

Ἰδοὺ γάρ, ὅπερ ἠγγέλη μοι πρὸ βραχέος, πόσου τιμήσαιντ’ ἂν ἀκοαὶ φιλάληθοί τε καὶ ἄφθονοι; Ἑνὶ γὰρ τροπαίῳ δυοῖν ἐθνῶν ὀφρύας κατέσπασας καὶ τῷ τῆς Περσικῆς ἀπονοίας πύργῳ συγκαθεῖλες τὸ τῆς Φραγγικῆς ἀπονοίας ὕψωμα καὶ Φινεὲς ἐδείχθης νέος ἡμῖν, τῷ δυνατῷ σου σειρομάστῃ δύο συνεκκεντήσας ἔθνη παρὰ Κυρίῳ ἀκάθαρτα.

Ὅτε γὰρ Τανεσμὰν φορολογεῖν εἰωθὼς τάς τε ἄλλας περὶ τὸν Πόντον ἑλληνίδας πόλεις ἐντὸς Τανάϊδος ποταμοῦ καὶ λίμνης Μαιώτιδος καὶ δὴ τὴν τῶν Κόλχων προκαθημένην καὶ αὐτῷ γε ὁριζομένην τῷ Φάσιδι, ἀλλὰ μὴν καὶ τὴν τῆς μικρᾶς Ἀρμενίας ὑπερκειμένην ἐφ’ ὑψηλοῦ κολωνοῦ καὶ αὐτήν γε σύμπασαν Ἀρμενίαν—Μαριανδυνοὺς γὰρ καὶ Γαλάτας καὶ τοὺς ὁμόρους τούτοις Καππαδόκας παρίημι—, καὶ παχὺς ἤδη καὶ βαρὺς ταῖς φορολογίαις γενόμενος, ἐξεκόπη τὰς φορολόγους χεῖρας τῇ τοῦ σοῦ ξίφους ἀκμῇ καὶ φορολογεῖσθαι μᾶλλον μετέμαθε, τάς τε ἐκδρομὰς συσταλεὶς ἃς λῃστῶν νόμοις, ἀπεθρασύνετο καὶ τῶν ἐνεδρῶν ἀπογνοὺς ὡς ἐκδηλῶν τῷ Ταρωνίτῃ μᾶλλον ἢ πόλις ἐπάνω ὄρους κειμένη, πρὸς δὲ τοὺς συστάδην πολέμους ξηρόχειρα διαγνοὺς ἑαυτὸν ἢ ἄχειρα καὶ πόλεις δὲ ἤδη μυριάνδρους, ἃς αὐτὸς μόλις εἶλε, τάχιον ἢ λόγος ἀποβαλών—οὕτω τῆς τύχης ὁ κύβος αὐτῷ πρὸς τὸ βαρυσυμφορώτατον μεταπέπτωκε· μᾶλλον δὲ τὰ τοῦ Θεοῦ ζυγὰ τὴν πλάστιγγα τῶν σῶν ἀρετῶν βαρυτέραν αὐτῷ ἐπέκλινεν οὐχ ἧττον ἢ κουφοτέρας τὰς τῶν ἐντρυφηθέντων αὐτῷ πρὸ τῆς σῆς ἀρχῆς—, ἐντεῦθεν καὶ πέπεισται μὴ μῦθον εἶναι τὰ πάλαι Ῥωμαίων ὑμνούμενα τρόπαια, μᾶλλον δὲ καὶ τῆς ἀληθείας ἐλάττω τὰ περὶ ἐκείνων λεγόμενα· ἐν σοὶ δὲ ὁρᾷ τὴν ἀλήθειαν.

Ἐρῶ δὲ ὅτι καὶ τοσοῦτον ὑπερέχειν ἐκείνων ἡγεῖταί σε ὅσον ἐξ ἐνδεεστέρων τῶν παρασκευῶν ὡρμημένος ἀντισηκοῖς ἐκείνοις σαυτόν —οὕτω μεγαλοδύναμον δίδως τὴν σὴν ῥοπὴν τῷ τῶν πραγμάτων ἐνδέοντι—καὶ βούλεται μέν σε μηδ’ ἂν ὅλως γενέσθαι, θαυμάζει δὲ ὡς καλὸν γενόμενον, καὶ καταρᾶται μὲν τῇ σῇ γεννήσει, εὐδαιμονίζει δὲ τοὺς γεννησαμένους, καί σου μὲν ἀτεκνίαν κατεύχεται ὥστε περιγραφῆναι τὸ σὸν γένος ἐν σοί, ἑαυτῷ δὲ γενέσεις τοιούτων παίδων ἐπεύχεται.

Καὶ νῦν πρώτως αἰσθάνεται δυστυχῶς. Ἐπὶ τοσοῦτον ταῖς πρὸ σοῦ εὐτυχίαις ἀρθείς, ἵνα καὶ πλεῖον ἀλγήσῃ πλειόνων ἀποστερούμενος, ἓν μόνον εἰς παράκλησιν ἔχει τὸ παρὰ τοῦ γενναιοτάτου Ῥωμαίων τὰ τοσαῦτα παθεῖν, ἐπεὶ καὶ φιλεῖ δοξάζεσθαι τὸν νικώμενον τῇ τῶν νικώντων μεγαλειότητι, καὶ εἰ παρῆν Ὅμηρος, εἶπεν ἂν καὶ νῦν ἐφ’ ὑμῖν· πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνων.

Εὔελπις ἔσο καὶ σύ, πόλεων καλλίστη Νεοκαισάρεια, οὐκ εἰς μακρὰν ἕξειν τὸν ἐλευθερώτην σοι Γρηγόριον. Οὐκ ἀήθης εἶ τοῦ παρὰ Γρηγορίων εὐεργετεῖσθαι καὶ τὸ γῆρας ἀποξυσαμένη τῆς νῦν κακότητος φανήσῃ ὄντως Νεο–Καισάρεια. Ἔχεις ἀρραβῶνας τὰς γειτόνας.

Προσδέχου τὸν καλὸν νυμφίον τῇ ἐπὶ σοὶ νίκῃ συναφθησόμενον καὶ στεφανωθησόμενον στεφάνῳ τῷ ἐκ λίθου τιμίου. Χριστὸς γὰρ ἱστᾷ τῷ Ταρωνίτῃ τὰ τρόπαια. Ἀλλ’ ὁ μὲν ἀθεώτατος Τοῦρκος διὰ σὲ κάτω νεύει καὶ τὰ ἐν ποσὶ μόνα βλέπει, ὁ πανταχόσε χθὲς περιάγων τὰς σοβάδας κόρας τῶν ὀφθαλμῶν καὶ περινοῶν ἐξαλείφειν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν. Ταῦτ’ ἄρα καὶ πρὸς τοὺς συμβατηρίους λόγους ὡς μόνους ἐπικούρους ὁρᾷ σωτηρίους καὶ τὰς χεῖρας οὐκέτι πρὸς ξιφουλκίαν ἀλλὰ πρὸς τὰς πίστεις ἐκτείνει, καὶ τὸ τόξον ἀνεὶς ἀναλαμβάνει κηρύκιον καὶ φίλον σχεῖν ἐπιθυμεῖ βέβαιον, ὃν ἐχθρὸν ἔχων εὗρεν ἀπρόσμαχον.

Ὁ δὲ Φράγγος, ὁ τὸν τράχηλον τέως σιδήρεος, κηροῦ χλιαροῦ φανεὶς μαλακώτερος ἐκ περιουσίας σε προσκυνεῖ καὶ διὰ σοῦ τὸν κράτιστον ἡμῶν βασιλέα. Τί δέ; Οὐ μέλλει ὁρῶν προσκυνοῦντα τὸν αὐτῷ προσκυνούμενον καὶ τὸν δεσμοῦντα δεσμοῖς ἀρρηκτοτέροις ἐχόμενον τοῖς Ταρωνιτείοις θελήμασι—καὶ οὕτω τυραννούμενον ὑπὸ τούτων ὥστε καὶ τῷ βασιλεῖ τὴν αὐτοῦ χαρίζεσθαι λύτρωσιν καὶ πάλαι μὲν ταύτην σπουδάζοντι καὶ πρᾶγμα τιθεμένῳ τοῦ παντὸς ἄξιον δοῦλον σχεῖν ὠνητὸν τὸν πάσης ἑῴας ἑῴας ἐλευθερωτὴν εἶναι ποιούμενον καὶ οὕτω τοι μακροῖς τοῖς ὀνειρώγμασιν ἐμπλανώμενον ὡς μηδὲ τὰ δευτερεῖα τῆς βασιλείου τιμῆς ἀνέχεσθαι, σὲ δὲ μόνον τοῦ σπουδαζομένου πρόξενον εὐτυχήσαντι;

Ταῖς σαῖς γὰρ ἐκβιασθεὶς ὁ Τοῦρκος χερσὶ τὰς ἀνοχὰς καὶ ἄκων συνέθετο ἐπί τε ἄλλαις ὁμολογίαις καὶ τὸ τὸν Φράγγον ἀποδόσθαι πρὸς τὸν ἀήττητον ἡμῶν αὐτοκράτορα. Ἐπὶ τούτοις ὀφείλω μὲν καὶ ἄλλως ἐγώ σοι χάριτας, οὐ γὰρ μόνον ὡς ἀληθὴς ὑπὸ σοῦ δεικνύμενος ὡς προείρηται, ἀλλὰ καὶ ὡς κοινῇ τῶν κοινῶν ἀπολαύων· ὀφείλουσι δέ σοι καὶ πάντες ὅσοι τὸ Χριστοῦ φέρουσιν ὄνομα καὶ τῇ Ῥωμαίων ἀρχῇ τἀγαθὰ συμβουλεύονται καὶ συνεύχονται. Περὶ γὰρ τοῦ παναγάθου βασιλέως ἡμῶν τί δεῖ καὶ λέγειν ὅπως τὴν σὴν ἀξίως ἀμείψεται καὶ εὐβουλίαν καὶ γενναιότητα, ὅς, σὲ προτιθεὶς ἁπάντων ἀεί—καὶ τίς γὰρ βασιλέων περὶ τὸ κρίνειν ἄνδρας τούτου δεξιώτερος γέγονε; —τοῖς μάλιστα δεομένοις ἐπιστασίας δραστικωτέρας δίδωσι πράγμασιν, οἷόν τινα τεχνικώτατον ἰατρὸν δεινοῖς ἀντιτάττων νοσήματι καὶ κυβερνήτην ἀνθιστῶν κλύδωνι;

Ἀλλὰ γὰρ οἷον τὸ τῆς ἐπιστολῆς χρῆμα. Χαλινός ἐστιν ἀτεχνῶς κατάγχων στόμα ῥητορικὸν καὶ μὴ συγχωρῶν ἐγκροαίνειν ἀγαθοῖς ἔργοις μακρότερα, ὑφ’ οὗ κἀγὼ τὴν πρὸς τὸ πλεῖον λέγειν προθυμίαν ἀνασειράζομαι, ὡς, εἴ γέ μοι παρῆν ἀνέτῳ λέγειν, ἔδραμον ἄν σοι δρόμους τοὺς λογικούς, τοῦ μὲν ἅρματός σου τῶν ἀρετῶν οὐδ’ ὅσον εἰπεῖν ἔστιν ὑστερίζοντας—πτηνὸν γάρ σοι τοῦτο ἐλαύνεται—, ὃ δ’ οὖν εἰς ἡμᾶς ἧκον, ἱκανῶς ἔχοντας καὶ οὐκ ἀξίους ἴσως τῷ θεάτρῳ τοῦ λόγου συρίττεσθαι. Τοῦτο μόνον εἰπὼν καὶ δὴ παύσομαι.

Αἶρέ σου τοὺς ὀφθαλμοὺς εἰς τὰ ὄρη ὅθεν ἥκει σοι ἡ βοήθεια καὶ ἥξει ἔτι καὶ ἔτι. Μὴ βάλῃς τούτους κάτω· μὴ στρέψῃς πρὸς ἑαυτόν —οὐ γὰρ ἀνθρωπίνης ἰσχύος τὰ τηλικαῦτα ἢ μόνης, ἀλλὰ τὸ πᾶν ἢ τὸ πλεῖον τῆς θείας χάριτος—, καὶ ἐν τῷ Θεῷ ποιῇς δύναμιν τῷ τοὺς πολεμίους συντρίβοντι, ἣν σαυτῷ ἐμβεβαιώσεις ἢ καὶ πλείονα ἐπισπάσῃ εὐγνώμων τῷ χαριτοῦντι γενόμενος. Γίνοιο δ’ ἄν, εἰ πρὸς αὐτὸν διὰ τῆς ἀγαθότητος εἰκονίζοιο ἐκχεομένης καὶ πλουσίοις καὶ πένησι τοῖς ἱερώτερον ζῶσι καὶ τοῖς κοινότερον εἴτουν θειότερον καὶ ἀνθρωπικώτερον, καθ’ ὅσον ἕκαστοι ταύτης χρῄζουσι, δι’ ἣν καὶ ῥυσθείης τῶν πονηρῶν καὶ τοῦ πονηροῦ ὡς μήτε κακοῖο μήτε κακύνοιο.

Τῷ τοῦ Χαλκηδόνος κυρῷ Μιχαήλ Ἕως μὲν μόνα τὰ χρηματικὰ τῶν ἐκκλησιῶν διηρπάζοντο, τιμιώτατε ἀδελφὲ καὶ δέσποτα, ἠχθόμεθα μέν, πλὴν ἀλλὰ τὸ ἄχθος ἡμῖν ἑτέρωθι ἐκουφίζετο ὁρῶσι τὰ πνευματικώτερα μὴ λυόμενα κἀντεῦθεν παρακαλουμένοις τὰ μέγιστα. Νῦν δὲ καὶ τούτων ἡμῖν λυομένων, οἴχεται πᾶσα παράκλησις. Ὅταν γὰρ οἱ μὲν θεῖοι καὶ ἱεροὶ κανόνες οὐδὲν ἄλλο περὶ πλείονος ἐποιήσαντο τοῦ τὰς ἑκάστων ἐνορίας ἀκαινοτομήτους φυλάττεσθαι καὶ μὴ τῦφον κοσμικῆς ἐξουσίας τοῖς τοῦ Πνεύματος παρεισδύεσθαι, οἱ δὲ τούτους καὶ τοῖς ἄλλοις διαγγέλλειν διδαχθέντες καὶ τοὺς σφαλλομένους ἐπανορθοῦσθαι μάλιστα πάντων τὴν πρὸς αὐτοὺς ἀνηκοΐαν τρέφουσι καὶ ἁδρύνουσι καὶ πρὸς ἀλλοτρίας ἐνορίας εἰσωθιζόμενοι πάντα φυρῶσι καὶ θεῖα καὶ ἀνθρώπινα δίκαια, οὐκ οἶδα ποίαν ἄλλην παράκλησιν ἕξομεν ἢ μόνην τὴν τῶν γινομένων κακῶς διόρθωσιν, πρὸς ἣν καὶ τὸν ὑμέτερον ζῆλον οὐ μικρὰν ἡμῖν εἰσοίσειν πιστεύοντες τὴν συντέλειαν, γνωρίζομεν τῇ σῇ ἱερότητι τὸ παρὰ κανόνας γινόμενον.

Κίτζαβα, ἀλλ’ ὅπως μή μοι γελάσῃς πρὸς τὸ βάρβαρον ὄνομα, ἐνορία τίς ἐστι τῇ καθ’ ἡμᾶς ἀρχιεπισκοπῇ διαφέρουσα, ἐν ᾗ τῶν τις μοναχῶν ἀνεγείρων οἶκον εὐκτήριον ἐκωλύθη παρ’ ἡμῶν, ὡς παρὰ γνώμην ἡμετέραν τοῦ ἔργου ἀρξάμενος καὶ μήτε τοῖς κανόσι μήτε τοῖς τῆς πολιτείας νόμοις ἐγνωσμένα ποιῶν. Ὁ δὲ σταυροπήγιον πατριαρχικὸν λαβὼν ἔφησε καὶ οὕτω τοῦ ἔργου ἄρξασθαι. Ἐκεῖνος μὲν οὖν ἀκοινωνησίας παρ’ ἡμῶν ἐνεδέθη δεσμοῖς, τὰ τοῖς κανόσιν ὡς οἶσθα διωρισμένα ἐπιβαλόντων αὐτῷ. Ἡμεῖς δὲ οὐ περὶ ἐλαχίστου τὸ πρᾶγμα τιθέμενοι, καὶ τῷ τιμιωτάτῳ μὲν χαρτοφύλακι κυρῷ Πέτρῳ περὶ τούτου ἐγράψαμεν, ὅσα τὸ μέτρον τῆς ἐπιστολῆς ἐνεδίδου, καὶ τῇ σῇ δὲ φιλοθέῳ καὶ διὰ τοῦτο φιλοκάνονι τιμιότητι γράφομεν, ὡς ἂν καὶ αὐτὸς περὶ τούτου τῷ ἀνδρὶ ὁμιλήσῃς, εἰδότι μὲν οὐδενὸς ἧττον ἃ τοῖς κανόσι διώρισται καὶ ἥτις ἐπικεῖται ποινὴ τοῖς ταῦτα παραλύειν ἐθέλουσι, πλὴν οὐκ οἶδ’ ὅπως συγχωροῦντι τοιαῦτα γίνεσθαι, ὑφ’ ὧν πᾶσα εὐταξία καὶ εἰρήνη τῶν ἐκκλησιῶν ἀπελαύνεται καὶ τὸ αἷμα τοῦ Χριστοῦ χυθὲν ἵνα εἰρηνοποιήσῃ τὰ πάντα κενὸν ἀποδείκνυται.

Τίς γὰρ ἐν Βουλγάροις μετουσία τῷ Κωνσταντινουπόλεως πατριάρχῃ μήτε χειροτονίας ἐπ’ αὐτῇ δίκαια ἔχοντι, λαχούσῃ τὸν ἀρχιεπίσκοπον αὐτοκέφαλον, μήτ’ ἄλλο τι διαδεξαμένῳ κατὰ ταύτης προνόμιον; Διὰ τίνος δὲ καὶ τὰ σφάλματα τῶν μοναχῶν τῆς κατὰ γνώμην αὐτοῦ συστάσης μονῆς τηρηθήσονται καὶ διορθωθήσονται; Διὰ τοῦ τὰ τῶν ὑποκειμένων αὐτοῦ ἄλλων μοναχῶν ἐπικρατοῦντος καὶ διευθύνοντος, ὃν ἔξαρχον ὀνομάζομεν; Καὶ ποῖος οὕτω Κρονίων ὄζων καὶ βεκκεσέληνος, ἵν’ ἐρῶ τὸ τοῦ κωμικοῦ ἐν τραγικοῖς πάθεσιν, ὃς κωνσταντινουπολίτου παρουσίαν ἐξάρχου ἐν Βουλγάροις μετρίως οἴσει καὶ οὐχ ὡς μοιχῷ χρήσεται, μεστὸν ζήλου θυμόν, ὅ φησι Σολομών, ἐνδεικνύμενος; Ἐγὼ μὲν οὖν οὐκ οἶμαι. Τίς δ’ ἂν ἄλλος καὶ πρὸς αὐτὴν τὴν ἀπαγγελίαν οὐ δυσχεραίνοι τοῦ ἀνομήματος, εὐσεβείας γοῦν ἐμπεριπατούσης ἡμῖν καὶ κανόνων δοκούντων ἐμπνεῖν ἔτι τῷ καθ’ ἡμᾶς πολιτεύματι; Εἰ μὲν οὖν καὶ τὸ ἡμέτερον γράμμα καὶ ὁ σὸς λόγος τὸ σπουδαζόμενον ἐξανύσαιεν, χάρις μὲν τῷ τῆς εὐταξίας καὶ εἰρήνης Θεῷ, χάρις δὲ καὶ τῇ ὑμετέρᾳ ἀγάπῃ, ἧς καὶ αὐτῆς καὶ αὐτὸς Θεὸς εἶναι καὶ λέγεται καὶ πιστεύεται.

Εἰ δὲ κωφεύσαιεν πρὸς ταῦτα οἱ δυνάμενοι τὰ κακῶς γινόμενα διορθώσασθαι, ἀνάγκη καὶ κοινότερον ἐκβοῆσαι καὶ πρὸς πλείους ἐκλαλῆσαι τὸ ἄλγημα, εἴ γέ τινες εὑρεθεῖεν οἱ τοῦτο ἰάσασθαι βουλησόμενοί τε καὶ δυνησόμενοι. Πλὴν ἀλλ’ εὔχου ἡμῖν τὸ ἀπραγμονέστερον καὶ εἰρηνικώτερον.

Οὐ πώποτε γὰρ οὔτε αὐτοὶ πράγματα ἔχειν, οὔτε ἄλλοις παρέχειν ἐπεθυμήσαμεν· ὃ καὶ νῦν ἡμῖν προσείη ταῖς σαῖς εὐχαῖς, πανίερε δέσποτα.

Τῷ χαρτοφύλακι κυρῷ Νικήτᾳ Διαπτᾶσά τις φήμη περὶ ὑμῶν, ἅγιε πάτερ καὶ δέσποτα, οὐ μετρίως τὴν ἡμῶν ἀσθένειαν συνεκλόνησεν. Εἰ γὰρ καὶ τῇ ὑμετέρᾳ στερρότητι τῆς πέτρας ἀσφαλῶς ἐχομένῃ οὐδὲν ἱκανὸν ὥστε μικρὸν γοῦν ἐμποιῆσαι κλόνον—πῶς γάρ; Οἵ γε μᾶλλον ὑπόθεσιν τὰ τοιαῦτα τοῦ στερεώτεροι καθίστασθαι τίθεσθε—, ἀλλά γε ἡμεῖς καὶ τοῖς τυχοῦσι δονούμεθα, σαθροτέραν πάντως τὴν οἰκοδομὴν αὐτοῖς ἐργασάμενοι. Ἡ δὲ φήμη ὅτι πονηροὶ καὶ γόητες, ἄνθρωποι τῷ πατρὶ τοῦ ψεύδους ὑπηρετούμενοι, τῷ τῶν βασιλέων ὕψει περὶ ὑμῶν ἀξίας αὐτῶν ἐρυγὰς ἀνέπεμψαν, καὶ ἀεὶ τὸν ἐν ταῖς καρδίαις αὐτῶν ἀναφύροντες βόρβορον, τὴν δυσωδίαν παχύνουσιν ὥστ’ ἤδη καὶ τοὺς βασιλεῖς ἀηδίζεσθαι, καίτοι ἄλλως ἡδομένους ὑμῖν ὡς Χριστοῦ ἀληθεῖ εὐωδίᾳ. Ἀξιῶ τοίνυν δηλωθῆναί μοι παρὰ τῆς σῆς ἁγιωσύνης εἰ κατὰ τὴν φήμην ταύτην τὰ πράγματα, περιττὸν μὲν οὖν, οἶδα, τοῦτο κρινούσης καὶ μᾶλλον ὀχλοῦν ἢ τῶν διαβαλλόντων οἱ λόγοι, ἐμοὶ δ’ οὖν ἀναγκαῖον ὂν οὐ περὶ τῇ σῇ τιμιότητι δεδοικότι, περὶ δὲ τῇ ἐμῇ ἀθλιότητι, ὃς ἐν ταῖς νῦν τῶν θλίψεων ἡμέραις μετὰ πάντων σχεδόν τι χριστιανῶν τὴν ἐκ τῶν σῶν λόγων δρόσον λαμβάνων ἴαμα, καὶ παράκλητόν σε τίθεμαι μετὰ τὸν πρῶτον παράκλητον.

Ἀλλὰ τοὺς μὲν κατὰ σοῦ θέντας μῖσος ἀντὶ τῆς ἀγαπήσεως καὶ ἐνδιαβάλλοντας ἀγαθωσύνην καταδιώκοντα ὁ τῆς ἀληθείας διορθώσαιτο Κύριος· σὺ δὲ τηρηθείης ἡμῖν καὶ ἅλας καὶ φῶς καὶ ζύμη καὶ ἀπολαύοιμέν σου πρὸς ὅπερ ἕκαστος χρῄζομεν.

Τῷ μαθητῇ αὐτοῦ Νικήτᾳ, διακόνῳ, τῷ τοῦ Χαλκηδόνος Τὸν Ἀντίλοχον οἶσθα, ὦ παῖ ἱερώτατε, τοῦ πατρὸς ὑπερκινδυνεύσαντα Νέστορος, ὅτε προστὰς ἐκείνου τὴν τοῦ Αἰθίοπος λόγχην αὐτὸς ἐδέξατο. Ἐγὼ δέ σε οὐ πρὸς κινδύνους ὁ σὸς καλῶ πατήρ, ἀλλὰ πρὸς διακονίαν ἀκίνδυνον. Ἀποδειλιάσεις οὖν καὶ ἀπαγορεύσεις τὴν οὕτω ῥᾳδίαν βοήθειαν; Ἀλλ’ οὕτω γ’ ἂν καταισχύναις καὶ τὰς ὠδῖνας τοῦ λόγου καὶ τὴν ἀπότεξιν καὶ τὴν μαίευσιν καὶ θρέψιν ἐκείνην ὅσην τε ἐν γάλαξι καὶ ὅσην ἐν στερεωτέραις τροφαῖς ἐποιήσατο. Ἀλλὰ μὴν τοῦτο οὐκ ἔσται, τοιγαροῦν οὐδὲ τὸ ἡγούμενον.

Τίς οὖν ἡ βοήθεια, ἣν ὁ γλυκύς σε πράκτωρ λόγος εἰσπράττεται; Πρὸς τὴν ἡγιασμένην αὐθεντρίαν μου, τὴν μητέρα τῆς ἁγίας δεσποίνης, γράμμα μοι ἐκτέθειται, οὐ μᾶλλον ἡμῖν ἢ αὐτῇ συντεκνοῦν ὠφέλειαν. Ἀξιοῖ γὰρ κανόσι βοηθῆσαι ταύτην ὑπὸ τοῦ πανσεβάστου αὐτῆς υἱοῦ τοῦ πρωτοστράτορος θλιβομένοις, μᾶλλον δὲ αὐτῷ ἐκείνῳ βοηθῆσαι τῷ θλίβοντι. Τοῖς μὲν γὰρ οὐδὲν δεινὸν τὸ πιέζεσθαι· θεῖον γάρ εἰσι χρῆμα κἀκείνου θέσπισμα καὶ ἀποστομάτισμα, οὗ τὴν δύναμιν ἐν ἀσθενείᾳ τελειοῦσθαι πιστεύομεν. Ἐκείνῳ δὲ πολὺς καὶ βαρὺς ὁ κίνδυνος καὶ ὅσος καὶ οἷος τοῖς Θεοῦ διαταγὰς λύουσιν. Εἴτε γοῦν ὡς Υἱῷ Θεοῦ συμμαχοῦσα, οὗ νόμοι ἐπηρεάζονται, εἴτε ὡς οἰκεῖον υἱὸν τῆς τοῦ ἐπηρεάζειν ἐπηρείας ἐκλύουσα, πάντως δὲ κερδαίνει τὰ μέγιστα. Τοῦτο δὴ τὸ γράμμα δικαιοῦμεν ἐμφανισθῆναι διὰ σοῦ τῇ τοῦ Θεοῦ δούλῃ καὶ κοινῇ κυρίᾳ ἡμῶν. Ἐπεὶ δὲ καὶ πρὸς τὸν πανσέβαστον πρωτοστράτορα περὶ τῆς αὐτῆς ὑποθέσεως ἔγραψα καὶ τὸ πρὸς τοῦτον γράμμα ταύτῃ ἐμφανισθήτω, ὡς ἂν δι’ αὐτῆς ἐκείνῳ δοθῇ· καὶ τοῦτο γὰρ ἀξιοῦμεν τὴν ὁσιωτάτην γυναικῶν ἐν τῷ πρὸς αὐτὴν γράμματι.

Ὁρᾷς τὸ τῆς διακονίας ἐπίταγμα πάσης ἀπηλλαγμένον βαρύτητος καὶ πατρὶ προσῆκον ὄντως φειδομένῳ παιδὸς δυνάμεως· τοῦτό μοι τέλεσον καὶ πᾶν ἀπέχω τὸ ὀφειλόμενον. Αὐτὸς μὲν οὖν καὶ μείζω καὶ κρείττω δύναιο· ἡμεῖς δὲ καὶ τῶν δοκούντων μικρῶν καὶ εὐφόρων πειρασμῶν ἐκτὸς εἴημεν, ὡς ἂν μηδὲ τοὐλάχιστον μήτ’ ἄλλοις μήθ’ ὑμῖν ἐνοχλοίημεν.

Τῷ μεγάλῳ δομεστίκῳ κυρῷ Ἀδριανῷ, τῷ ἀδελφῷ τοῦ βασιλέως Τίς εἰμι ἐγώ, κύριέ μου κύριε, ὅτι ἠγάπησάς με ἕως τούτων; Ἵνα πρὸς σὲ νῦν ἃ Δαυίδ ποτε πρὸς Θεὸν φθέγξωμαι. Τί μοι τηλικοῦτον ἀνατίθης φορτίον κατεαγότι πᾶσαν τὴν φορταγωγὸν δύναμιν; Τοῦτο γὰρ αἱ κίονες ἄντικρυς αἳ οὐρανὸν εὐρὺν ἔχουσιν, ἐφ’ ἃς τῆς Ἄτλαντος δεῖ δυνάμεως. Ἐμὲ διασχεῖν κελεύεις τὰς νεφέλας τοῦ προφητικοῦ γράμματος καὶ γυμνὸν παραδεικνύναι τὸν ἥλιον. Ἐμοὶ δὲ τίς ἀποφυσήσει τὴν τῶν πραγμάτων νεφέλην, ἣν αἱ τῶν συκοφαντιῶν ἀναφοραὶ παχεῖαν ἀνέθρεψαν ἐκθυμιωμένων τῷ καθ’ ἡμᾶς ἡλίῳ, ὅστις ποτὲ οὗτος ὁ ἥλιος, ὃς καλὸς μὲν ὡς νυμφίος, εὐμεγέθης δὲ ὡς γίγας, καὶ πάντα τῇ καύσει καὶ τῇ θάλψει ζωογονῶν καὶ νικῶν; Δέον ἐκτήκειν ταύτας ὡς μηδ’ εἰ ἐγένοντο φαίνεσθαι, ὁ δὲ παχύνει καὶ εἰς νεφελῶν σύστασιν τυχὸν μὲν κατὰ λόγον, ὡς δὲ τοῖς πολλοῖς δοκεῖ παρὰ λόγον. Οὔπω γὰρ ἐκ τῶν προτέρων αἰθρίαν ἔχομεν, αὖθις σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσε Ζέφυρός τε δυσαής, ὀρώρει δ’ οὐρανόθεν νύξ, ὅ μοι καὶ πλείους καὶ πικροτέρας τὰς ἀκίδας τῆς ἀθυμίας ἐμπήγνυσιν, ὅταν ἄνωθεν ἔχω τὴν νύκτα ὅθεν φῶς ἔχειν ἐπήλπισα.

Ἀλλὰ γάρ, ἵνα καὶ αὐτὸς συνιστῶ νεφέλας τῇ ἀσαφείᾳ καὶ συσκιάζω τοῦ λόγου τὸν ἥλιον, οἱ χθὲς καὶ πρώην μοι ἐπαναστάντες ἄδικοι μάρτυρες, οὓς ὁ κράτιστος ἡμῶν βασιλεὺς καὶ σὸς παμπόθητος ἀδελφὸς τὸ ψεῦδος φωράσας ἀποπεσεῖν τῶν διαβουλίων αὐτῶν πεποίηκεν ὡς ψεύσασθαι τὴν ἀδικίαν ἑαυτήν, οὗτοι νῦν πάλιν αὐτῷ προσελθόντες καὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν εἰπόντες, τοσοῦτον ἴσχυσαν ὥστε καὶ τὰς λευκὰς ἐκείνας ψήφους, ἃς τοῖς δικαίοις ἡμῖν ἐχαρίσατο, νῦν πεῖσαι κατὰ χάους βαλόντα μελαίνας ἀντεξενεγκεῖν καὶ πολλῆς γεμούσας στυγνότητος καὶ τὴν τῷ ὄντι βασιλικὴν ἐκείνην κρίσιν τὸν τῆς Πηνελόπης ἱστὸν φανῆναι, τῇ μὲν ἡμέρᾳ τῆς ἀληθείας ἐξυφανθέντα, τῇ δὲ νυκτὶ τοῦ ψεύδους ἀναλυθέντα, καὶ τὸ δεινότατον ὅτι καὶ ἐρήμην αἱρούμεθα.

Ὡς γὰρ ἐπυθόμην, ὁ ἐπαφεθεὶς ἡμῖν ἀναγραφεὺς ἀφελέσθαι τὸ ἐν Ἀχρίδι τῆς ἐκκλησίας χωρίον ἀδιαστίκτως διώρισται, χωρίον ἐφ’ ᾧ καὶ ἀνταλλαγῆς ἔγγραφα προὔβησαν, τῆς ἐκκλησίας ἀντὶ τῶν πλανηνῶν ὧν δεσπόζουσα ὑπεξέστη τῷ δημοσίῳ τοῦτο λαβούσης διὰ τὴν παροικικὴν δουλείαν· χρῆμα πάντων ἀναγκαιότερον, καὶ χρυσόβουλλος λόγος ἑδράζων τὴν ἀνταλλαγὴν προσεγένετο καὶ βασιλικὸν ἐπαπολυθὲν σημείωμα ὅτε τὸν Ἡρακλέα ἐρεσχελοῦντες ἦσαν οἱ Κέρκωπες. Ἐπὶ τούτοις τίνα με οἴει ψυχὴν ἔχειν; Πῶς δ’ οὐχὶ κατὰ τὸν θεῖον Ἰερεμίαν καὶ τὴν κοιλίαν ἀλγεῖν καὶ τὰς αἰσθήσεις μαιμώσσεσθαι καταθορυβούμενον πάντοθεν καὶ οἷον ἐκβακχευόμενον; Δουλοῖ γὰρ τὸ φρόνημα τὸ αἰφνίδιον καὶ ἀπροσδόκητον καὶ πλείστῳ παρὰ λόγον ξυμβαῖνον, ὁ σεμνὸς Θουκυδίδης φησίν. Ἔγωγέ τοι καὶ ταῖς χθιζαῖς συκοφαντίαις, εἰ καὶ μὴ ἐρριζώθησαν βεβαίως πλὴν ἀλλ’ ὅτι τοῦτο μόνον ἐσπάρησαν κατὰ γῆς ἀγαθῆς τῆς βασιλικῆς ἀκοῆς ὥς τι κώνειον ἢ ἀκόνιτον ἢ ἄλλο τι δηλητηριῶδες φυτόν, κἀκείναις τοίνυν οὕτω κατεκάμφθην τεταλαιπωρηκὼς ὡς συγκύπτειν χαμαὶ καὶ κάτω νεύειν μηδὲν ἀξιωματικὸν ἔχων δίαρμα καὶ φέρειν παρὰ δούλων τυπτόμενος. Ὦ βασιλεύων ἐν τοῖς βασιλείοις Χριστὲ καὶ μηδ’ ὅτε κρινόμενος ἐρραπίσθης πράως τὸν ἐκ δούλου ῥαπισμὸν ἐνεγκών.

Τίνα γὰρ ὀκνήσειν οἴει τὸ μὴ οὐχὶ καὶ χεῖρας ἐπιβάλλειν ἡμῖν, ὁρῶντα τοὺς κατειπόντας οὕτω περιόντας ὡς ἡμιθέους ἐν ἡμιόνοις, φασί, καὶ παροίνιον ποιουμένους διήγημα, τὸ τάδε καὶ τάδε τῶν βασιλέων εὐσεβεστάτων κατὰ ἀρχιερέως συμπλασαμένους εἰπεῖν καὶ ἀποδρᾶναι τὴν δίκην, εἶτα τούτῳ ἐπικαγχάζοντας; Τετέλεσται γὰρ κἀνταῦθα ἐπ’ ἐμοὶ τὸ δαυιτικόν· κατ’ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον. Πάνυ γοῦν ἀνέξονταί μου ἢ ἐλέγχοντος ἢ ἐπιτιμῶντος ἢ παρακαλοῦντος, εἴτε τοῦ λαοῦ μέρος εἶεν, εἶτε τῆς ἐκκλησιαστικῆς συγκληρώσεως, ἰδόντες τίνος οὐ κάκιον ἐπὶ τοῖς προτέροις ἐλεγμοῖς πράττοντα, δι’ οὓς ἐκθηριωθέντες οἱ τούτοις ὑπεύθυνοι λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν: Καὶ ἐπὶ πᾶσιν οὐχ ὅπως ποινὴν οὐκ ἔδοσαν, ἀλλὰ καὶ ὡς τροπαίῳ τῇ κακίᾳ ἐλλάμπονται καὶ φόβος οὐδαμοῦ· μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια καὶ συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν· οὐκ ἄκαιρον γὰρ τὸ τοῦ πολυπαθοῦς Ἰὼβ φθέγξασθαι.

Ἐγὼ γὰρ τὴν Λερναίαν ὕδραν ᾔδειν καὶ ταῖς τομαῖς διπλασίω ἑαυτῆς γινομένην καὶ πράγματα παρασχοῦσαν Ἡρακλεῖ τῷ γενναίῳ ξίφος μόνον ἐπ’ αὐτὴν αἴροντι, κἂν ἐκινδύνευσεν ὁ ἥρως ἢ καὶ πάντως γε ὁ ἆθλος τῷ ἥρωι, εἰ μὴ καὶ τὸν καλὸν Ἰόλεων πυρφόρον προσεταιρίσατο τὰς τομὰς ἐπικάοντα. Τί τοῦ μύθου δηλοῦντος; Ἐμοὶ δοκεῖν, ὡς ἐπὶ τὴν κακίαν—τοῦτο γὰρ ἡ ὕδρα—οὐκ ἐπιπολαίου δεῖ τομῆς καὶ κολάσεως. Κακοὺς γὰρ ἂν τοὺς οὕτω κολαζομένους ἀπειργασάμεθα, οἰομένους ἐμπαῖξαι τῇ δίκῃ καὶ διὰ τοῦτο τοῦ λοιποῦ τὴν πονηρίαν παρρησιαζομένους ἀδεέστερον καὶ γυμνότερον· πολυπλασιάζεται γὰρ ἡ τόλμα τοῖς πονηροῖς, ὅταν μαλακωτέρας τῆς ποινῆς πειραθῶσιν, ἣν αὐστηρὰν εὑρεῖν ἤλπισαν. Οὔκουν ἀποτμητέον μόνον τὰς τῆς κακίας ἐκχύσεις, ἀλλὰ καὶ τὰς πηγὰς ἀποξηραντέον τοῦ τὰς θηριώδεις κεφαλὰς καὶ φύοντος καὶ τρέφοντος αἵματος. Εἰ δὲ μηδ’ ἁπλῶς οὕτως αἱ κακαὶ προβολαὶ τέμνοιντο, τοῦτ’ αὐτὸ τὸ τῆς παροιμίας, Λέρνη κακῶν.

Ἀλλ’ οὕτω μὲν ἐπὶ ταῖς προγεγονυίαις ὕβρεσι καὶ ᾗ καρδία μου ἐγκατέλιπέ με, ὅπερ ἐστὶν ἡ ζέσις τοῦ πνεύματος ᾗ κατὰ πάσης κακοηθείας ἐχρώμην καὶ τὴν γλῶσσαν ὄντως ἐδείκνυον πυρίνων γλωσσῶν μαθητρίαν. Εἰ δὲ καὶ τὰς παρὰ τοῦ νῦν καταγραψαμένου πληγὰς προσλάβοιμι, βαρεῖαν ὥς φασιν ἐκδεξαμένου παρὰ τῶν βασιλείων χειρῶν τὴν μάστιγα, καὶ κελευσθέντος—τοῦτο δὴ τὸ τοῦ Ἠσαΐου—ἀλλοτρίως τοῖς ἡμετέροις χρήσασθαι—τοῦτο γὰρ ἤνυσαν ὡς ἀπειλοῦσιν οἱ μισοῦντες ἐν πύλαις ἐλέγχοντας καὶ λόγον ὅσιον βδελυσσόμενοι—, ἀλλ’ ἐνταῦθά μοι παρέστω Βαροὺχ ὑπογραμματεύων Ἰερεμίᾳ θρηνοῦντι καὶ τῷ μέλλοντι χρόνῳ φυλάττων ἀοιδίμους τὰς συμφοράς. Εἶτα, τοιούτων κηλίδων καὶ τοσούτων ἡμῖν ἐνσπιλωθεισῶν, οἴει θείας ἐμφάσεις τοῦ νοῦ τὸ κάτοπτρον δέξασθαι, αἷς καὶ τὸ φῶς τῶν ὀφθαλμῶν καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ; Τοῦτο μὲν εἰκός τε καὶ κατὰ λόγον· πλὴν ἐπεὶ τῷ Θεῷ καὶ τῷ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ βασιλεύοντι καὶ τῇ τῆς ὑμετέρας μεγαλειότητος ἀγαθότητι τὰ καθ’ ἡμᾶς ἀνεθήκαμεν, πεποίθαμεν ὡς ἡ ἐλπὶς ἡμῶν οὐ καταισχυνθήσεται, οὐδ’ ἀπολεῖται εἰς τέλος ἡ τῶν πενήτων ὑπομονή, οὐδὲ κατισχύσει σοφίας κακία, εἴ τι δεῖ τῇ σοφίᾳ τοῦτο ἀποφαινομένῃ πείθεσθαι.

Καὶ τότε δὴ ῥᾴους γενόμενοι, ἐγχειρίσομεν τῇ ἐργασίᾳ τοῦ ἐπιτάγματος καὶ γεῦμα στελοῦμεν τοῖς τὴν γεῦσιν κριτικωτάτοις ὑμῖν· κἂν μὲν ἀνθοσμίας δόξῃ τὸ γεῦμα καὶ τῆς ἀμπέλου ἐκείνης γέννημα, ἧς ὁ οὐράνιος Πατὴρ γεωργός ἐστι, καὶ τοὺς λειπομένους ἐκθλίψομεν βότρυας· εἰ δ’ ὀξίνου καὶ τὴν γεῦσιν δριμύσσοντος, οἵοις δὴ Χριστὸς παρὰ τῶν σταυρωτῶν παίζεται ἀποκτεννόντων αὐτὸν ἔξω τοῦ ἀμπελῶνος καὶ τοῦ τῶν γραφῶν βουλήματος, ματαιοπονοῦντες εἰσόμεθα καὶ παυσόμεθα. Τὸ δ’ οὖν παρὸν ἀνασχέσθω τῆς ἡμῶν ἀσθενείας ἡ σὴ φιλανθρωπία ἄχρις οὗ μικρόν τι κουφισθέντων ἡμῶν αἱ παρειμέναι χεῖρες καὶ τὰ παραλελυμένα ἰσχύσωσι γόνατα. Χριστοῦ ὅς ἐστι Θεοῦ δύναμις ἡμᾶς ἐνισχύοντος τοῦ τὰς ἀσθενείας ἡμῶν βαστάσαντος ὑφ’ οὗ τηροῖο καὶ αὐτὸς πάσης ἀσθενείας καὶ ψυχικῆς καὶ σωματικῆς ἀνώτερος, ὅπερ ἐστὶ κακύνσεως καὶ κακώσεως.

Τῷ Βρυεννίῳ, τῷ συμπενθέρῳ τοῦ βασιλέως Ἀφ’ οὗ πρώτως ἐγευσάμην τοῦ τῆς σῆς χρηστότητος μέλιτος, μεγαλεπιφανέστατέ μου αὐθέντα, ἔγκειται μέν μου τῷ τῆς καρδίας στόματι ὁ ταύτης χυμός· γλυκείας δὲ τὰς ἀναφορὰς ποιούμενος, οὐκ ἔστιν ὅτε μὴ μνημονεύειν με ποιεῖ τοῦ τῆς σῆς ὕψους μεγαλειότητος. Ἀμέλει καὶ ἀεί σοι ποθῶ διαλέγεσθαι, μὴ ἔχων δέ, ὁ δύσερως, ὅπως δροσίσω τὸν πόθον—ἀδικεῖ γάρ με περὶ τὸν δροσισμὸν τὸ διάστημα—, γράμματι τοῦτον σοφίζομαι καὶ διὰ τούτου σύνειμί σοι καὶ τὰ εἰκότα προσφθέγγομαι.

Ὑγιαίνοις οὖν καὶ σώματι καὶ ψυχῇ καὶ ἐνευοδοῖο τοῖς περὶ σέ, ἵνα σοι διὰ πάντων ὁ χαρακτὴρ τῆς εὐδαιμονίας ἐμφαίνοιτο, καὶ ἀκούοιμι περὶ σοῦ ἅττα καὶ Θεῷ φίλα καί σοι προσήκοντα καὶ ἡμῖν δι’ εὐχῆς ἀγόμενα, ἱερέων τιμὰς ὡς πατέρων, λαοῦ ἀνάπαυσιν κἀκ τῆς ἀλλοδαπῆς ἐπαναγωγὴν ὡς ἐλευθερωτοῦ τοῦ λυτρωτοῦ ἥκοντος, βαρβαρικῶν χωρῶν καταδουλώσεις χρηστότητι μᾶλλον ἐπαγομένων ἢ δόρατι· τὸ μὲν γάρ ἐστι κινητικὸν πρὸς ἀπόδρασιν, ἡ δὲ χρηστότης μόνης ἐχέγγυον ἀγάπης χειρὶ τηρούμενον.

Ταῦτα καὶ πλείω τούτων ἥ τε φήμη πρὸς ἡμᾶς ἄγοι καὶ ἡμεῖς αὖ τῷ μεγαλοφώνῳ στόματι τοῦ λόγου κηρύττοιμεν, τοῖς σοῖς κατορθώμασιν ἐφηδόμενοι καὶ τοῖς εὖ πάσχουσι συνηδόμενοι ἵνα τοῦτο γοῦν εὐτυχοῖμεν τὸ τοὺς γείτονας ὁρᾶν μακαρίους, τοῦ φθόνου τὰς κόρας σβεννύοντες, ὡς τά γε ἡμέτερα καὶ λίαν ἔχει πικρῶς. Εἰ δὲ ποθεῖς ταῦτα μαθεῖν διὰ τὴν περὶ ἡμᾶς σου χρηστότητα, ὁ τὸ γράμμα διακομίζων ὑπὲρ τὸ γράμμα ταῦτα ἐκδιηγήσεται· ἡμέτερος γὰρ ὢν καὶ διὰ τοῦτο παρὼν ἡμῖν καὶ ἀπαγγελλομένων τούτων ἀκούσας, συνέπαθε τὴν ψυχὴν καὶ τῇ μνήμῃ παρακατέχων ἃ ἤκουσεν, εἰ κελευσθείη ἐξειπεῖν, ἕξει τὴν γλῶσσαν διδασκαλικῶν συμφορῶν διδάσκαλον. Ἀλλὰ γὰρ ἡμεῖς μὲν τῷ Πατρὶ μαστιζόμενοι, παρ’ ἐκείνου περιμενοῦμεν καὶ τὴν παράκλησιν, ἐπεὶ καὶ πατὴρ πάσης παρακλήσεως λέγεται. Αὐτὸς δὲ τὸν Ὕψιστον καταφυγὴν ἑαυτοῦ ποιησάμενος, οὐκ ὄψει κακὰ προσερχόμενά σοι καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, τηρουμένου πάσης ἀνωτέρου κακύνσεως καὶ κακώσεως.

Τῷ ἐπισκόπῳ Τριαδίτζης Ἐδεξάμεθά σοι τὴν γραφήν, τιμιώτατε ἀδελφέ, ἐν ᾗ εὐγνώμονα μὲν σαυτὸν συνίστης ἡμῖν καὶ ὡμολόγεις εὐεργέτας ἡμᾶς καὶ κρείττους πατρὸς καὶ μητρὸς καὶ λοιπῶν συγγενῶν. Ἠξίους δὲ καὶ τοῦ δεσμοῦ λύσιν λαβεῖν ὃς παρὰ τῆς συνελθούσης ἡμῖν ἀδελφότητος ἐπετέθη σοι ὡς μὴ καὶ αὐτῷ συνελθόντι καὶ ταῦτα κληθέντι κἀντεῦθεν πραγμάτων ἀναγκαίων οἰκονομίας τελεσθῆναι κωλύσαντι.

Ἐπὶ μὲν τῇ τῆς εὐγνωμοσύνης προσποιήσει καθ’ ὑπερβολὴν ἐβαρήθημεν ὅτι οὕτως ἀπόλωλεν ἐκ μέσων ἡμῶν ἡ ἀλήθεια καὶ ὁ δόλος μετὰ τῆς αὐτοῦ ποικιλοβαφοῦς ἀμπεχόνης τῆς ὑποκρίσεως τῷ θεάτρῳ ἡμῶν ἐμπαρρησιάζεται καὶ σκηνικῶς παίζει τὰ φρίκης ἄξια, εἰρήνην μὲν λαλῶν μετὰ τῶν πλησίον, κακὰ δὲ τεκταίνων ἐν τῇ καρδίᾳ. Τίς γὰρ οὐκ οἶδεν ὅπως εἰς τὴν μεγαλόπολιν ἀνελθοῦσα ἡ τιμιότης σου μυρίας ἐπαφῆκε τὰς τῶν διαβολῶν βολίδας τοῖς νῦν ἀναγραφομένοις εὐεργέταις ἡμῖν ἐν τῷ γράμματι καὶ ὡς οὐδεὶς ὑπελείφθη σχεδὸν οὔτε μείζων οὔτε μείων ὃς μὴ ταῖς παρὰ τῆς σῆς γλώττης καθ’ ἡμῶν δυσφημίαις τὰς ἀκοὰς ἐκκεκώφηται; Καὶ τούτων οὐκ ὀλίγοι οὐδ’ ἀναξιόπιστοι μάρτυρες. Ἀλλὰ γὰρ ταῦτα μὲν καὶ λόγου μακροτέρου καὶ καιροῦ ἐκτραγῳδεῖν τε καὶ ἀνακλαίεσθαι συλλογιζομένοις ἐντεῦθεν ὡς οὐ μακρὰν οἱ τῆς ἀποστασίας καιροὶ οὐδὲ μέλλουσι τὰ κατ’ αὐτοὺς ἀπειλούμενα.

Διὸ καὶ πρὸς τὸν δυνάμενον ταῦτα παῦσαι μόνον Θεὸν τοὺς ὀφθαλμοὺς αἴρομεν καὶ πρὸς τὰ τῆς ἐκείνου δικαιοσύνης ὄρη ὅθεν ἥξει ἡμῖν ἡ βοήθεια· ὁ γὰρ διδάξας πάντως καὶ οἷς ἐποίει καὶ οἷς ἐλάλει εὐχαρίστους εἶναι ἡμᾶς—τί μὲν οὖν εὐχαρίστους λέγω; Καὶ τοῖς κακῶς ποιοῦσιν ἀγαθῶν χορηγούς—, οὗτος ἢ διορθώσεται τὰ στρεβλὰ ἢ κλάσει πάντως ἰδὼν ἀδιόρθωτα, ὥσπερ αὐτοῦ νόμος ἄνωθεν.

Ταῦτα μὲν οὖν ἐφ’ οἷς ἡμῖν καινῶς τε καὶ ἀσυνήθως ταπεινολόγον σαυτὸν ἐφάντασας. Τὴν δὲ λοιπήν σου ἀξίωσιν ὡς Χριστοῦ μαθηταί, εἰ καὶ ἀνάξιοι, προσηκάμεθα, ὃς καὶ λοιδορούμενος οὐκ ἀντελοιδόρει καὶ πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, καὶ τὴν τοῦ Πέτρου μικρολογίαν καταγνοὺς ἑπτάκις ἀφιέναι δικαιοῦντος τῷ ἁμαρτάνοντι, αὐτὸς τὴν τοῦ ἑβδομηκοντάκις ἑπτὰ φιλοτιμίαν ὁ ἐν ἐλέει πλούσιος ἐπεδαψιλεύσατο. Ἐδεξάμεθα γοῦν ὡς εἴρηται τὴν ἀξίωσίν σου ἄλλως τε καὶ βαρείᾳ νόσῳ πεπεδημένου ὡς ἔγραψας καὶ τὸν τοῦ θανάτου ἐπανατεινομένῃ σοι κίνδυνον καὶ ὅσον γε τὸ εἰς ἡμᾶς ἧκον, ἴσθι λελυμένος ἐν ἁγίῳ Πνεύματι καὶ πᾶν ἀρχιερατικὸν ἔργον ἀνέτως τελῶν. Πλὴν ἐπεὶ καὶ παρὰ πλειόνων ἀδελφῶν ὁ δεσμὸς ἐπεβλήθη σοι, καθὰ καὶ τὸ συνοδικῶς ἐκτεθὲν πρὸς σὲ γράμμα ἐδήλου, ἔγραψα μὲν ταῦτα καὶ πρὸς τὸν Πελαγονίας καὶ πρὸς τὸν Στρομβίτζης καὶ πρὸς τὸν Μαλεσόβης δι’ ὧν ὁ σὸς ὑπηρέτης τὴν πάροδον δήπου ποιήσεται καὶ οἶδ’ ὅτι καὶ αὐτοῖς δόξει ἡ σὴ ἀξίωσις οὐκ ἀπόβλητος καὶ λύουσι δεσμὸν ὃν ἐπέβαλον ἑνὶ καὶ τῷ αὐτῷ κινούμενοι Πνεύματι. Γράψομεν δὲ καὶ πρὸς τοὺς λοιποὺς καὶ πάντως παρ’ ἐκείνων αὐτῶν μαθήσῃ τὸ ἐκείνοις παραστησόμενον.

Τὸ δ’ οὖν ἡμέτερον, ὡς ἔφημεν, λέλυσαι, καὶ λοιπὸν ὑπὲρ ἡμῶν εὔχου, εὐλογῶν τοὺς ἀγαπῶντάς σε καὶ μὴ καταρώμενος, αἰσχυνόμενος παρὰ τοσοῦτον ἐλθεῖν τῆς εὐαγγελικῆς ἐντολῆς, ἣ καὶ τοὺς διώκοντας εὐλογεῖν καὶ μὴ καταρᾶσθαι βούλεται.

Τῷ κυρῷ Ἰωάννῃ, τῷ γραμματικῷ τοῦ Παλαιολόγου Ἆρα καὶ αὐτὸς τὸ τῶν πολλῶν πείσῃ, θεοτίμητε ἀδελφὲ καὶ δέσποτα, καὶ τὸ παρὸν καταμέμψῃ γράμμα ἐν καιροῖς ἀνάγκης πρὸς σὲ γινόμενον, οὔπω πρότερον γεγονὸς ὅτε μὴ ἀνάγκη δηλαδὴ παρῆν ἐκκαλουμένη βοήθειαν, ἢ ὡς λόγου σύντροφος καὶ κρίσει τὰ πάντα διδοὺς οὐκ ἐπιλήψῃ τῶν ἐν καιρῷ τῆς νόσου καλούντων τὸν ἰᾶσθαι δυνάμενον, περιττὸν κρινόντων ἐνοχλεῖν αὐτῷ ὁπηνίκα ὑγιῶς τὸ σῶμα διάκεινται; Τοῦτο οἶμαι, μᾶλλον δὲ ἀσφαλῶς πέπεισμαι, εἰ μή τι ἐγὼ τῆς σῆς σταθηρότητος ἐπιλέλησμαι· ἀλλ’ ἐπεὶ τοῦτο οὕτως ἔχον ἐστὶν ἡμῖν, ἄκουε λοιπὸν καὶ τὴν τοῦ γραμματίου ὑπόθεσιν.

Χωρίον τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ διαφέρον, περὶ τὸν Βαρδάριον διακείμενον, τοῖς ἀθεωτάτοις πράκτορσιν ἐφόδιον πρὸς τὴν ἡμετέραν κάκωσιν γίνεται καὶ μάλιστα τῷ μὴ τὴν ἀπληστίαν ἰασίμῳ Ἰασίτῃ, ὃς οὔτ’ ἀνέρας τίειν οἶδεν οὔτε θεόν, χαλεπὴ δὲ ἑ λύσσα δέδυκεν. Οὗτος γείτοσιν ἡμῶν πονηροῖς σαγήναις, εἴποι ἄν τις, καὶ πανάγροις πρὸς τὸ τῆς ψυχῆς αὐτῷ βουλόμενον συγχρησάμενος, συνέλαβέ τε σχεδὸν πάντα τὰ τοῦ χωρίου καὶ κατέφαγέ με, ἐμερίσατό με, ὥσπερ ἐγκοτῶν τῷ λόγῳ ἀλογώτατος. Ἐπεὶ τοίνυν, ὡς ἐπυθόμεθα, τῷ τοῦ πανσεβάστου αὐθέντου ἡμῶν υἱῷ ἡ περὶ τὸν Βαρδάριον ἀρχὴ νῦν ἀνετέθη, ἐγράψαμεν τῷ κοινῷ αὐθέντῃ ἡμῶν ὥστε συνήθως ἀντιλαβέσθαι ἡμῶν καὶ ὑποθέσθαι τῷ περιποθήτῳ υἱῷ αὐτοῦ περὶ ἡμῶν τὰ χρηστότερα. Χρηστεύσεται δέ, εἰ τά τε ἄλλα ἀνεπηρεάστως ἡμᾶς περὶ τὸ χωρίον τοῦτο διατηρήσει καὶ δὴ καὶ τοῦτο ἡμῖν, μᾶλλον δὲ καὶ τῷ Θεῷ χαρίσεται τὸ μὴ ἀναγραφέας ἐπιπέμψαι τῷ χωρίῳ· τοῦτο γὰρ καὶ οἱ ἀπανθρωπότατοι τῶν πρακτόρων ἡμῖν ἐχαρίσαντο.

Ταῦτα μὲν οὖν τοῦ αὐθέντου ἡμῶν ἐν τῷ πρὸς αὐτὸν ἐδεήθημεν γράμματι. Γράφομεν δὲ καὶ τῇ τῆς σῆς ἱερότητος τιμιότητι, ὡς ἂν ταὐτῷ ἀκολουθήσας τῇ τε ἀγάπῃ ὑπουργήσαις τὰ εἰκότα καὶ τῷ τῆς ἀγάπης Θεῷ καὶ τοῦτο τὸ ἐμφανίσαι μὲν τῷ πανσεβάστῳ σεβαστῷ τὸ ἡμέτερον γράμμα, κεντρίζειν δὲ αὐτὸν ἀεὶ ἐπὶ τὸ πέρας ἐπιθεῖναι τοῖς ζητουμένοις διὰ τοῦ γράμματος. Ὀχληρός σοι δοκῶ, ἀδελφὲ θαυμάσιε, ἀλλὰ τί πάθω πρὸς ἀνάγκην οὐκ ἔχων μάχεσθαι, ἣν καὶ τοῦ θείου γένους κραταιοτέραν ἡ παροιμία πεποίηκεν; Ὑπόστηθι τοίνυν τὸν ἆθλον τοῦτον καὶ γενοῦ ἡμῖν Ἡρακλῆς λῃστοκτόνος· λῃστὰς γὰρ ἐγὼ μετὰ τῆς ἀληθείας τοὺς ἀναγραφεῖς τίθεμαι.

Θεός, ᾧ καὶ διὰ τοῦ λόγου καὶ διὰ τοῦ ἐπαγγέλματος καθωσίωσαι, τηροίη σε πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ ἀδελφῷ βασιλέως κυρῷ Ἀδριανῷ Ἅγιέ μου αὐθέντα, διὰ μὲν τοῦ ἔναγχος πρὸς τὴν μεγαλειότητά σου σταλέντος γράμματος νεφελῶν ἀπετραγῴδουν ζοφερὰν περὶ ἐμὲ σύστασιν καὶ δυσφόρως ἔχων ἐπὶ ταύτῃ μόνον οὐ δάκρυσι τὴν ἐπιστολὴν διεχάραξα. Νῦν δὲ καὶ χαλάζης εἶδον καταφορὰν θραυούσης ἐλεεινῶς τὰ ἡμέτερα καὶ οὐκ ἔχω πῶς ἀξίως τὴν συμφορὰν ἀποκλαύσομαι καὶ αὐτὴ γὰρ ἡ τῆς γλώττης ἰσχὺς ἐθραύσθη μοι, ὅσῳ καὶ γυμνότερον ἔχουσα οἱονεὶ σκοπὸς ταῖς βολαῖς ἐξέκειτο· πλὴν ἕν γε τοῦτο μόνον λέγειν ἰσχύω ὅτι παντάπασιν ὑπὸ τοῦ ψεύδους παρευημέρηται ἡ ἀλήθεια καὶ ἡ συκοφαντία στεφανωσαμένη κατὰ τῆς δίκης πομπεύει λαμπρὰ λαμπρῶς ἐπὶ πορφυρέου τοῦ ἅρματος. Διὰ τοῦτο ἐν ἡμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. Ἐμὲ γάρ, ὢ γῆ καὶ ἥλιε, ἐμὲ Βουλγάροιν δυοῖν παιζόμενον ἡ σκηνὴ τοῦ ἐνεστῶτος βίου προδείκνυσιν. Ὁ δ’ Οἰδίπους ποῦ καὶ τὰ κλεινὰ αἰνίγματα; Ἀλλ’ αὐτός γε ὁ τῆς ἀληθείας μαθητής τε καὶ φίλος καὶ σύμμαχος βοήθησον αὐτῇ κινδυνευούσῃ, ὡς ἔνεστιν. Ἔσται δὲ τοῦτο, εἰ εὐδοκήσεις ὑπερλαλῆσαι ταύτης εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ ἀδελφοῦ.

Δεινὸν γὰρ δεινὸν τεθνηκότας κύνας ζῶντος λέοντος κατεπαίρεσθαι, θείοις καὶ βασιλικοῖς δεθέντος δεσμοῖς καὶ φορβεᾷ τοὺς βρυχηθμοὺς ἐκκοπέντος οἷς καὶ μόνοις ἐκφοβεῖν δύναται. Δεινὸν ξυρηθέντα τῷ τῆς διαβολῆς ξυρῷ τὸν Σαμψὼν ἔπειτα παραδοθῆναι τοῖς ἀλλοφύλοις ὥστε καὶ τοὺς ὀφθαλμοὺς ἐξορυγῆναι, οἷς ἑώρα τὰ ἐπουράνια, καὶ ἀλήθειν τὰ τοὺς ἀθέους ἐκείνους τρέφοντα, ἀεὶ περὶ τὰ αὐτὰ δινεύοντα καὶ προκοπῆς ἀνειργόμενον. Οὐκέτι μοι λέγειν περαιτέρω τούτων ἰσχύς, οὕτω καὶ ψιλῇ τῇ μνήμῃ τῶν γινομένων συγχέομαι. Εἰ δ’ ἡ τοῦ βασιλέως δικαιοσύνη διὰ τῆς σῆς δυνατωτάτης ὑπὲρ ἡμῶν ὁμιλίας συστολὴν ἐπιτάξει τοῖς νῦν τολμωμένοις ὑβριστικῶς καθ’ ἡμῶν, τάχ’ ἂν οἱ ξυρηθέντες τὴν κόμην ἀναθηλήσοιμεν καὶ τὸν τῆς ὕβρεως οἶκον ἐπὶ τοὺς ἀλλοφύλους ἐντρυφῶντας ἡμῖν κατασπάσαντες τὸν μακρὸν μὲν κατάγελων παύσοιμεν, αὐτοὶ δὲ μετὰ τῆς αἰσχύνης καὶ τὸν θάνατον ἐκφευξοίμεθα, ἀνθ’ ὧν τηροῖο ὑπὸ τοῦ δικαίου καὶ ταῖς πονηρίαις νεμεσῶντος Θεοῦ, πάσης ἀνώτερος κακύνσεως καὶ κακώσεως.

Τῷ χαρτοφύλακι Αὐτὸ τοῦτο τὸ τὸν ἀδελφόν μου στείλασθαι μέσον χειμῶνος δολιχὴν ὁδὸν ἀργαλέην τε τεκμήριον τῆς κατεχούσης ἡμᾶς ἀνάγκης γενέσθω σοι, ἅγιε πάτερ καὶ δέσποτα, πρὸς ἣν μόνοις ἡμῖν δεῖ τῆς τῶν σῶν εὐχῶν βοηθείας, ὡς τά γε ἄλλα συκίνη, φασίν, ἐπικουρία. Οὕτω πολυφόρῳ συγκεκράμεθα δαίμονι ὡς, ἔμοιγε πολλῶν συμπεσόντων ἀνιαρῶν ἀφ’ οὗ παρῴκησα μετὰ σκηνωμάτων Κηδάρ, τὰ νῦν ταῦτα τοσοῦτον προτεροῦσιν ἐκείνων τῇ τῆς πικρίας ὑπερβολῇ ὅσον ἐκεῖνα τῶν εὐφραινόντων ψυχήν. Καὶ νῦν ἐμπράκτως ἔγνων, εἴπερ ποτέ, ὅτι τῷ τοῦ Θεοῦ ἀποστάτῃ καὶ τραχηλιαστῇ πρὸς τὸ καταλιπεῖν Τὰς Ἐκκλησίας συνελαυνόμεθα ὡς μικρόψυχοι, ἵν’ ἐρήμοις αὐταῖς ἐγκυβιστήσῃ καὶ παίξῃ τὰ θεῖα καὶ ἐπουράνια. Ἀλλὰ βοήθει τοῖς διὰ τὴν ὀλιγοπιστίαν διστάζουσι καὶ τοῖς ἐν μέσῳ πελάγει δοκοῦσι καταβαπτίζεσθαι τὸν λιμένα παρὰ σφίσιν αὐτοῖς ὄντα δείκνυε, τὸν Λόγον· οὗ ἐντὸς γενόμενοι, καθιστάμεθα καὶ τῷ ὄντι τὴν βασιλείαν τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἔχοντες εὑρισκόμεθα.

Καὶ διὰ πάντων δίδαξον τὸν τὰς τρικυμίας ἡμῖν ἐπεγείροντα ὅτι μάτην ὀγκοῖ τὴν θάλασσαν παρόντος ἡμῖν διὰ σοῦ τοῦ ἐπιτάσσοντος αὐτῇ καὶ λέγοντος· σιώπα, πεφίμωσο καὶ ἐν σεαυτῇ συντριβήσωνταί σου τὰ κύματα.

Τῷ διδασκάλῳ τῆς μεγάλης ἐκκλησίας Εἴ με φλεγόμενον ἑώρας, τιμιώτατέ μοι ἐν Κυρίῳ υἱέ, αὐτὸς ταῖν χεροῖν ὑδρίας κατέχων, ἆρ’ ἂν τοῖς φλεγομένοις μέλεσιν ἐπεκένωσας ἢ παρῆλθες, ὑπερηφάνοις ἢ ἀπηνέσιν ὀφθαλμοῖς θεασάμενος; Οὐκ οἶμαι τὸ δεύτερον. Εἶτα ἄλλο τί τὰ παρόντα νομίζεις ἡμῖν ὅτι μὴ καὶ φλογὸς καὶ ἀνθράκων χείρονα; Μὴ σύγε; Βοήθει νῦν, ἐπειδὴ ταῖς πηγαῖς παρακάθησαι.

Εἰ δέ σοι σκοτεινοὺς λόγους λαλῶ καὶ αἰνίγματα, τάχα μὲν οὐδὲν ἀπεικὸς ποιῶν ἐλεγχθήσομαι τῷ τοιαῦτα λύειν ἐθισθέντι καὶ ἠσκηκότι τοιαῦτα φθεγγόμενος. Πλὴν ἀλλ’ εἰ καὶ δυσξυνέτως τῶν λεγομένων ἀκούσῃ, πυθοῦ τοῦ μαθητοῦ σου, τοῦ ἐμοῦ ἀδελφοῦ, καὶ διδάσκαλον εὑρήσεις τῶν ἡμετέρων ἐπηρειῶν· ἃς διασκεδάσαι Κύριος ταῖς ὑμῶν ὑπὲρ ἡμῶν εὐχαῖς καὶ σπουδαῖς, ὁ ἐν πᾶσι τῆς ἡμετέρας ἀσθενείας κηδόμενος.

Τῷ Ταρωνίτῃ κυρῷ Γρηγορίῳ Ἐν μέσῳ δυεῖν εἰλημμένος παθῶν οὐκ ἔχω, μεγαλεπιφανέστατέ μοι ἐν Κυρίῳ υἱὲ καὶ αὐθέντα, ποτέρῳ μᾶλλον ἐμαυτὸν ἐπικλίναιμι. Ἐπανιόντα γάρ σε τῆς Κολχίδος ἀκούσας, ἡδονῇ καὶ λύπῃ μερίζομαι, τῇ μὲν ὅτι σε ἐγγύτερον ἔχομεν καὶ ἀπολαύει σου πόλις ἡ βασιλὶς οἷον ἐκ χειμῶνος τῆς σῆς ἀπουσίας τῇ παρουσίᾳ ἐνεαρίζουσα καὶ βασιλεὺς ὁ πάντων ἐν πᾶσι κράτιστος φρουρὸν ἄγρυπνον ἔχει καὶ κοινὸν σκεμμάτων καὶ φροντίδων μεριστὴν καὶ γνησιώτατον σύμβουλον, τῇ δὲ <...> τῷ τῆς ἀσπιδίσκης πόρπακι, μᾶλλον δὲ οὐδὲ τῷ ἵππῳ ἐπινυστάξει, ἀλλ’ ἐπὶ στρωμνῆς ἀνέτως ἀνακλιθήσεται καὶ τὼ πόδε ἀποτενεῖ καὶ εὐονείρους ὕπνους ὑπνώσει καὶ οὐ φεύξεται τὸν Ταρωνίτην κἀν τοῖς φάσμασιν.

Αἱ δὲ τοῦ Πόντου πόλεις νῦν ὄντως ἕξουσι κακῶν θάλασσαν καὶ μετὰ τὴν ἐπὶ σοῦ καὶ παρὰ σοῦ γαλήνην ἡ πρὸ σοῦ ζάλη ταύταις αὖθις ἐπιπεσοῦσα ἀκατεύναστον ὀγκώσει τὸν τάραχον, ὃ δὴ τοῖς ἀθλίοις ἄλγιον· δυστυχία γάρ, ἐπειδὰν εὐτυχία διακοπεῖσα πάλιν εἰς ἑαυτὴν ἐπανέλθοι, λυπηροτέρα καθίσταται, ὥσπερ καὶ ψύχος μετὰ θέρμανσιν κρυερώτερον.

Ὦ δείλαιοι δειλαίων ἐκεῖνοι, οἷς ἡ περιουσία τῶν ἀγαθῶν ὧν ἀπέλαυσαν εἰς κακοδαιμονίας ὑπερβολὴν περιίσταται, καὶ ἀναθηλήσαντες τῷ εὐκραεῖ τῆς σῆς ὥρας, εἶτα ἀθρόον ἀπεξηράνθησαν καὶ γεγόνασιν ὡς τὸ ἀπ’ ἀρχῆς ὅτε οὐκ ἦρξας αὐτῶν, τοῦτό γε πλέον ἔχοντες νῦν τὸ πλέον τῶν συμφορῶν ἐπαισθάνεσθαι καὶ τὸ τὰς χρηστοτέρας τῶν ἐλπίδων ἀφαιρεθῆναι. Τίνα γὰρ εὑρεῖν ἐλπίσουσι τοῦ λοιποῦ, ὃς τοῖς μὲν πολιτικοῖς οὕτως ἐπιστατήσει ὡς τῶν πολεμικῶν ἀγνοεῖν καὶ τὸ ὄνομα, τοῖς δὲ πολεμικοῖς οὕτως ἡρωϊκῶς ἐπιτρέψει ὡς μηδὲ τὴν πόλιν ἁπλῶς θεασάμενός τις πτωχίσει μὲν τὸ ἀντίπαλον, πλουτίσει δὲ τὸ ὑπήκοον; Τίς πτηνοὺς μὲν τοὺς στρατιώτας προϊόντας ἐπὶ τὸν πόλεμον, βαρεῖς δὲ καὶ δυσκινήτους ἐπανιόντας ἐργάσεται, τὸ μὲν τῷ κούφῳ τῆς προθυμίας καὶ τῆς ἐλπίδος, τὸ δὲ τῇ τῶν λαφύρων περιουσίᾳ; Τίνι τὸ τῆς ἐκκλησίας μέρος ἐπαναπαύσεται καὶ παῖδα γηροκόμον ἕξει, στηρίζεσθαι ταῖς εὐλογίαις πιστεύοντα καὶ τοῖς σωματικοῖς ἀντιστηρίζειν σπουδάζοντα;

Τίνος σωφροσύνη καὶ τοὺς τῆς ἐρημίας μοναχοὺς καταπλήξει, ὡς ἡττωμένους τοσοῦτον τῇ τοῦ σώματος καθαρότητι, ὅσῳ καὶ πῦρ ὁρῶσιν ἐν ὕλῃ τοσαύτῃ τὴν φύσιν ἀρνούμενον; Ἀλλὰ μικροῦ με καὶ τραγῳδὸν τὸ πάθος ἐποίησεν. Ἐκείνοις μὲν οὖν ἱκανῶς καὶ ταῦτα διὰ τὸ φιλάδελφον ἀφωσίωται. Σὺ δ’ ἐπειδὴ τοῖς ποθοῦσιν ἤγγισας καὶ πάντες καθ’ ὅσον ἔνεστιν ἀπολαύουσι καὶ αὐτὸς δέ, εἴπερ τις ἄλλος, ἀπολαύειν σου ἄξιος, μηκέτι μοι ἐκ διαλειμμάτων ἐπιμέτρει τὰς ἐκ τῶν γραφῶν χάριτας μηδ’ ἀνέχου κατὰ στράγγα τὰ τῆς εὐφροσύνης ἐπιστάξειν ἡμῖν, ἀλλ’ ὅλοις ποταμοῖς τὴν ἐμὴν ἐπίκλυζε ταπεινότητα καὶ δήλου μοι τὰ σὰ τῷ πρὸς σὲ δυσέρωτι θαμινώτερα —οὐ γὰρ δήπου τοῦ λοιποῦ Πόντον αἰτιάσῃ καὶ διάστημα δυσδιόδευτον— καὶ ἀγγέλοις μὲν ἀεὶ περὶ σαυτοῦ χρηστότερα καὶ ἡδίονα, ἵν’ οὕτω γοῦν καταψύχοις τὴν ἐμὴν γλῶτταν τοῦ πλουσίου ταῖς ἐκ τῶν συκοφαντῶν ἐπηρείαις καὶ διὰ ταῦτα ὀδυνωμένου ἐν τῇ ἄλλῃ ἀκατασβέστῳ ταύτῃ φλογί, ὡς ἔγωγε, ὁπηνίκα τι τῶν σῶν ἀκούω, ὑετὸν ἀτεχνῶς ἡ διακεκαυμένη γῆ δέχομαι.

Ἀκούω δὲ ἑκάστοτε ἀεί μοι ταῦτα τοῦ Θεοδοσίου διηγουμένου γλώττῃ εὐγνώμονι μέν, ἐλαττουμένῃ δὲ τῆς ἀξίας εὐφημίας τῶν ἔργων, ὃς σύνεστιν ἡμῖν τὰ μέγιστα χαριζόμενος, οἷς ἐξυμνεῖ σου τὴν δεξιότητα, ἣν καὶ ἔτι καὶ ἔτι χαριτώσας ὁ Κύριος ἀεί σε δεικνύοι λαμπρότερον ἐν ἀρεταῖς πάσαις, ὅσαι ψυχῆς, ὅσαι σώματος, καὶ φυλάττοι πάσης κακύνσεως ἀνώτερον καὶ κακώσεως.

Τῷ ἀρχιατρῷ κυρῷ Νικολάῳ τῷ Καλλικλεῖ Μισούμεθ’ οὕτως ὥστε μὴ προσεννέπειν; Ἀλλ’ αὐτός γε προσφωνῶ μὴ μισῶν δηλαδή. Ὑγιαίνοις οὖν καὶ ἀπολαύοις τῆς τε φιλανθρώπου ἰατρικῆς καὶ τῶν βασιλείων ὅσα καὶ ἀμφότερα χρηστά. Τῶν δ’ ἐναντίων πόρρω φυλάττοιο, ἵνα ταύτῃ καὶ τῷ Διὶ ἐγγίζοις καὶ τοῦ κεραυνοῦ τηροῖο ἀπείρατος. Ἀλλὰ μετάδος φίλοισι σῆς εὐπραξίας καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε. Μεταδοίης δ’ ἄν, εἰ τῷ ἀδελφῷ μου συνεργήσαις εἰς ἅ σου δεῖται ὡς ἔνεστιν, ὃν ἰδὼν ἐν τοιούτῳ καιρῷ πρὸς τοσαύτην ὁδὸν παραβαλλόμενον, συλλογίσῃ τὸ τῆς ἀνάγκης μέγεθος ὑφ’ ἧς ἐντεῦθεν ἐλήλαται. Δεῖξον οὖν ἡμῖν ὅσον δύνασαι· οὕτω γὰρ ἄν σοι καὶ τὸ μείζονα δυνήσεσθαι συνευξώμεθα.