Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί

Θεοφύλακτος Βουλγαρίας

Διώξεις, συκοφαντίες και υπεράσπιση των φορολογικών απαλλαγών

Ο Θεοφύλακτος αποκρούει ψευδείς κατηγορίες περί πλουτισμού και καταγγέλλει τις παράνομες φορολογικές απαιτήσεις των πρακτόρων επί των εκκλησιαστικών κτημάτων, ζητώντας αυτοκρατορική προστασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 7 από 9

Τῷ αὐτῷ Σὺ δέ, εἰ καὶ τὸν Ἀλκμαίωνα εἶδες ἐκεῖνον τὸν διὰ τὴν μητροκτονίαν οὐδενὶ μέρει γῆς δεκτὸν νομιζόμενον, ἀλλ’ ἐμέ γε ἰδὼν τὴν ἐκείνου κατόψει τοῦ κακοδαίμονος ἀθλιότητα. Ἐμὲ γὰρ τῆς ἐν Ἀχρίδι γῆς ἀπελαύνων ὁ τὰς τῶν ἀνθρώπων εὐημερίας κολούων δημόσιος καὶ τὰς τούτων συμφορὰς ἐκκαρπούμενος, εἶτα πρὸς Πελαγονίαν φεύγοντα συναισθόμενος οὐδὲ ταύτην πατεῖν ἀξιοῖ, οὐδὲν μὲν ἔχων προτείνειν δίκαιον, ὅτι δὲ δημόσιος εἴη δήμιος. Τί τοίνυν ταῦτά σοι ἀποδύρομαι; Ἵνα στήσῃς μοι τὴν πλάνην αὐτός. Πάντως ὁ ῥοῦς σου τῆς ἀγαθότητος οὐκ ἐλάττων ἢ ὁ τοῦ Ἀχελῴου τοῦ νέαν γῆν ὑποστήσαντος τῷ Ἀλκμαίωνι.

Εἰ δὲ ζητοίης τὸν τρόπον δι’ οὗ στησόμεθα, μαθήσῃ παρὰ τοῦ ἀδελφοῦ μου, ὃν εἰς αὐτὸ τοῦτο ἐστείλαμεν τὸ ταῖς συμφοραῖς ἡμῶν λύσιν εὑρέσθαι, ταῖς μὲν ἄλλαις δι’ ἄλλων, τῇ δὲ τῆς ἀτιμίας ταύτῃ διὰ τῆς σῆς δεξιότητος. Ὅπως οὖν μοι κἀν τῷ πάθει τούτῳ δείξῃς τὸν ἰατρὸν τὸν Παιήονα.

Τῷ ὑπάτῳ τῶν φιλοσόφων, τῷ Σμυρναίῳ Εἰ μὲν τραγῳδιῶν ἀκούειν ποθεῖς, ὦ τῶν ἐν φιλοσόφοις χριστιανῶν ἢ τῶν ἐν χριστιανοῖς φιλοσόφων ὕπατε, ἀπαίτει τὴν ἡμετέραν φιλίαν γράμματα· οὐδὲν γὰρ ἀλλ’ ἢ ἀναποτνιασμοὺς καὶ θρήνους ταῦτά σοι ἕξουσιν, ἐπεὶ καὶ τοιούτων τὰ παρόντα ἡμῖν ὑπόθεσις. Εἰ δ’ ἅλις σοι τῶν τραγῳδιῶν καὶ ἐγγύθεν αὐτῶν ἀπολαύων δαψιλεστάτων, οὐκ ἂν καὶ Βουλγαρόθεν δεήσῃ προσερανίσασθαι. Μηδὲ γράμματα πρᾶττε ἡμᾶς δηλοῦντά σοι τὰ ἡμέτερα· οὐδὲ γάρ, οὐδὲ βουλομένοις ἡμῖν ἀλλοιότερα γράφειν ἔνεστιν, ἀλλ’ αὐτόματος ἡ τῶν συμφορῶν ἀγγελία ὑπὸ τὸν γραφέα γίνεται κάλαμον, καὶ ἅμα γράφομεν καὶ συμφορὰς γράφομεν.

Ἀλλ’ αὐτός γε ῥᾷον τῶν τοιούτων ἔχοις, ἵνα μὴ πάντα εὐτυχοῖεν οἱ τὴν ἀρετὴν θλίβοντες· ὧν καὶ τὴν ἡμετέραν ἀσθένειαν ἐξέλοιτο Κύριος, οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν, ἀλλὰ διὰ τὴν οἰκείαν χρηστότητα.

Τῷ πανυπερσεβάστῳ Βρυεννίῳ, τῷ γαμβρῷ τοῦ βασιλέως Δεῦτε, ἀκούσατε καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεόν, ὅσα ἐποίησε τῇ ψυχῇ μου ὁ τῷ ὄντι πανυπερσέβαστος, ἤδη δὲ καὶ οἱ μὴ φοβούμενοι, οἱ μὲν ὡς ἂν συνησθέντες ἔτι προκόπτοιτε καὶ πρὸς ἐκεῖνον βλέποιτε μόνον, ᾧ καὶ ἡμεῖς θαρρήσαντες οὐκ ἐψεύσθημεν καὶ ὁ πανάγαθος οὗτος τὰ πρὸς ἀγαθοποιΐαν διακονεῖ δραστικώτερον.

Μετὰ γάρ τοι τῶν εἰς ᾅδου καταβαινόντων τεταγμένον με ἤδη καὶ τῷ σκότῳ τῆς ἀθυμίας ἐγκατεχόμενον ἐπὶ τὸ τῆς ζωῆς <καὶ> εὐθυμίας φῶς ἀνήγαγε καὶ ἀποκατέστησε καὶ τὸν βασιλέα ἥλιον περιεποιήσατό μοι θαλπεινότερόν τε καὶ ζωτικώτερον καὶ οὐκ ἔδωκε τῇ κακίᾳ κεφαλὴν ἆραι κατὰ τῆς ἀληθείας καὶ στεφανώσασθαι, καίτοι ἀνοιγούσῃ στόμα, ὑποστρουθιζούσῃ καὶ ἀλαζονευομένῃ ὡς καταλελειμμένα ᾠὰ ἀρεῖν τὰ ἡμέτερα. Τοιαῦτα γὰρ ἐφρόνει διὰ τῶν αὐτῆς ὑπουργῶν, οἳ τὴν γλῶσσαν ἡμῶν, εἰπόντες, μεγαλύνωμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι, τί ἡμῶν κύριός ἐστι; ἰόν τε ἀσπίδων καθ’ ἡμῶν ἀποπτύσαντες, τὴν διειδεστάτην τοῦ βασιλέως ψυχὴν ἐπίκραναν καὶ τὰ τῆς ἐκκλησίας ἡμῶν ἐνέκρωσαν.

Καὶ τούτων πάντων αἰτία ἡ τῶν πρακτόρων ἀπληστία καὶ κακοήθεια, οἳ τὴν κοπίδα τῆς ἐμῆς γλώττης τὰ νεῦρα τῆς ἀδικίας αὐτῶν ὑποτεμνομένην οὐ φέροντες συνέλαβόν τε πόνον καὶ ἔτεκον ἀνομίαν. Καὶ τοῦτο μὲν αὐτοπροσώπως τῷ κρατίστῳ ἡμῶν βασιλεῖ κατὰ τῆς ἐμῆς ἐνέτυχον οὐθενότητος, τὰ ἀνούσια οὐσιώσαντες, τὸ ψεῦδος στολίσαντες πομπικώτερον καὶ ἰσχὺν ἡμῖν ἀνίκητον ἐπιμαρτυρήσαντες καὶ τοὺς τοῦ μύθου ἑκατόγχειρας ἐκείνους ἢ ἑκατογκεφάλους Βριάρεως ἢ Τυφὼς λήρους εἶναι πρὸς ἡμᾶς πείσαντες, ὡς ἂν τούτῳ τὴν παρρησίαν ἡμῶν κολούσωσιν, ἧς ἡ ὀξύτης ταῖς αὐτῶν καρδίαις ἐνδύνουσα φρίττειν ἐποίει καὶ τὰς χεῖρας συστέλλεσθαι. Τοῦτο δὲ καὶ διὰ παρενθέτων προσώπων τὴν συκοφαντίαν οὐρανώσαντες, οἱ Ταρτάρου ἄξιοι τὸν Λάζαρον, ὃς πάροικος ὢν τῆς ἐκκλησίας καὶ φρονῶν ἐλευθεριώτερον ἐπόθει τὸν τῆς παροικίας ἀπαυχενίσαι ζυγόν, τοῦτον καθ’ ἡμῶν ἐπιρρώσαντες καὶ ὅσα δεῖ λέγειν καὶ οἷα διδάξαντες, καὶ τὰς ἀκοὰς τοῦ βασιλέως ἐπήρωσαν καὶ τὴν καρδίαν τὴν τέως λευκὴν ἡμῖν ἐμελάνωσαν.

Ἅπαξ οὖν οὗτος ὁ Λάζαρος ἰδὼν ἑαυτῷ μὲν κατὰ ῥοῦν χωροῦντα τὰ πλάσματα, ἡμῖν δὲ πρὸς ἀνάρρουν βιαζόμενα τὰ τῆς ἀληθείας πράγματα, οὐκ ἀνίησι τῇ φύσει καθ’ ἡμῶν χρώμενος—φύσις δὲ βουλγαρικὴ πάσης κακίας τιθηνός—, ὅς γε οὐκ ἀποχρῶν αὐτῷ εἰ συνασπιστὰς Ἀχριδιώτας ἐπὶ τὸν πρὸς ἡμᾶς ἐπάγοιτο πόλεμον, καὶ τὰς ἄλλας τῆς Βουλγαρίας χώρας περινοστεῖ καὶ ζητεῖ λίαν ἐπιμελῶς εἴ τις εἴη καθ’ ἡμῶν ἐπὶ αἱρέσει καταγνωσθεὶς ἢ ὡς πολύγαμος ἢ ἀθεμιτόγαμος ἐκκλησιαστικοῖς δεσμοῖς ἐνδεθείς· εὑρὼν δὲ πολλοὺς τοιούτους ἐπάγεται καθ’ ἡμῶν ὡς Ἀχριδιώτας ἐπ’ ἀρούραις καὶ ἀμπελῶσι παρ’ ἡμῶν ἡρπασμένοις τὰς ψυχὰς διαπεπονημένους· ἔστι δ’ οὓς καὶ ἐν τῇ πόλει εὑρὼν ἐπ’ ἄλλαις αἰτίαις δεομένους τοῦ βασιλέως συνεπιβοᾶν πείθει ὥστε δυσφημεῖσθαι τὸ ἐμὸν ὄνομα. Οἶδε γὰρ κατὰ τῶν μηνίγγων με τύπτων εἰ μόνον ἐκβοήσεις ποιοῖτο κατὰ τοῦ ἀρχιεπισκόπου τὸν βασιλέα ἐπικαλούμενος, δι’ ὧν ἡ ἐμὴ δόξα καταρρυπαίνεται ἤ, ἵνα τὰ τοῦ Πνεύματος εἴπω, εἰς χοῦν κατασκηνοῦται.

Ἔναγχος γοῦν ἐμπρησθῆναι παρ’ ἐμοῦ ἰσχυρίσατο, καίτοι μηδόλως μηδ’ ὑφ’ οὑτινοσοῦν ἐμπρησθεὶς μηδ’ ἔχων ὅ τι καὶ ἀπολέσει, ἅτε γὰρ μηδὲν ἐργαζόμενος ἀλλὰ περιεργαζόμενος καὶ τὸ τοῖς πράκτορσι προσαναχρώννυσθαι τέχνην ποιούμενος καὶ κατὰ τῶν κυνῶν τοὺς τραπεζεῖς καὶ σιναμώρους πρὸς ἓν μόνον ὁρῶν ὅ τι ἂν ἐπιρριφείη παρ’ ἐκείνων αὐτῷ καθυλακτοῦντι μὲν πρότερον, ὑπερυλακτοῦντι δὲ ὕστερον, καρκινάδος ἐστὶ γυμνότερος. Κἂν εἰ ἐνεπρήσθη δέ, οὐδὲν πρὸς ἐμὲ τοῦτο, οὐ μᾶλλον ἢ τὰ ἐν Λιβύῃ πρὸς τοὺς κατὰ τὴν Νύσσαν Ἰνδούς· τῆς γὰρ Ἀχρίδος ἀποδημῶν ὅτε φησὶ τὸ δεινὸν αὐτὸς παθεῖν ἐκεῖνο τὸ ἀνυπόστατον, τρόπον ἕτερον τῇ Πελαγονίᾳ ἐνεδήμουν, νόσῳ βαρείᾳ κατάσχετος. Εἶτα τί οὐκ ἂν εἴποι τῶν ἀδηλοτέρων καὶ ἐχεγγύως πιστώσαιτο ὁ τοῖς οὕτως ἐναργέσιν ὁμόσε χωρῶν; Τὸν δέ γε βασιλέα, καίτοι στεγανώτατον ἀνθρώπων ὄντα καὶ οὐ ῥᾴδιον διδόναι ψευδολογίαις, ὅμως κατεμάλθαξεν ὁ παμπόνηρος, τί μὲν οὐ σχηματισάμενος, τί δὲ οὐκ ἀνακλαυσάμενος, τίνος δὲ ὅρκου φεισάμενος ἵν’ ἐξάρῃ τὸν ἐμπρησμὸν καὶ πείσῃ ὡς τὰ τοιαῦτα παρὰ τοῦ ἀρχιεπισκόπου ὑπέστη, τῆς πρὸς τὸν <δημόσιον> εὐνοίας ὃν ἔκειρεν ἐκεῖνος ἀντίποινα.

Ἔτι καὶ χέεσθαι μέντοι τὰς ὁδούς <μου> τυρῷ, τὰ δὲ ὄρη μου χέεσθαι γάλακτι καὶ ταλάντων οὐκ οἶδ’ ὁπόσων συμπορισμοῖς ἁδρὸν εἶναί με καὶ βαθύπλουτον διωμόσατο καὶ ἄγειν σατραπικῶς, μᾶλλον δὲ καὶ μικροπρεπῆ φανῆναι ἂν καὶ τὰ Μηδικὰ τοῖς ἀρχιεπισκοπικοῖς παραθεωρούμενα καὶ τὰ ἐν Σούσοις καὶ Ἐκβατάνοις βασίλεια καλύβας ἀτεχνῶς πρὸς τὰ ἐμὰ πολυόροφα καὶ τοὺς ῥιπιστοὺς οἴκους, οἷς ἐνθερίζων ἀναψύχω τὴν τῶν ἐπιφαινομένων μοι σαρκῶν κάμινον· ἃ δὴ πάντα καὶ γνώμης δαιμονιώδους συμπλάσματα καὶ γλώσσης κακολογεῖν μόνον μαθούσης φάσματα. Ἐκτὸς γὰρ τῆς περιλαλήτου γῆς, οὐδὲν τῶν δημοσιακῶν εὑρέθην κατέχων ὁ πολὺς ἐγὼ τὴν ἰσχὺν καὶ τοῖς Ἀλῳάδαις ἐφάμιλλος, καίτοι ἐπηρεαστικῶς ἐρευνώμενος καὶ λογοπραγούμενος. Μὴ γάρ μέ τις ἐρήμην αἱρείτω, τὰς τοῦ πράκτορος κατ’ ἐμοῦ διαβολὰς πιστὰς αὐτόθεν δεχόμενος, ἀλλὰ πρὸς ἅπερ ἂν ἐκεῖνος ἐρεῖ μεινάτω καὶ τὰς τοῦ τῆς ἐκκλησίας μέρους ἀπολογίας.

Ὃ δὴ καὶ μάλιστα τῆς βασιλείας σου δέομαι, οὐδὲν καινὸν αὐτῶν οὐδὲ τῇ ἁγίᾳ καὶ θειοτάτῃ ψυχῇ τοῦ βασιλέως ἀσύνηθες, ἀλλ’ ὅπερ ἐπὶ πᾶσι τηρεῖ καὶ πάντοτε, τοῦτο καὶ ἐπ’ ἐμοὶ ζητῶ τηρηθῆναι καὶ μὴ προληφθῆναι τοῖς λόγοις τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ. Εἰ μὲν γὰρ ἐκ τῶν κληρικῶν προσαγαγεῖν φήσει κέρδη τῷ <δημοσίῳ>, οὐ φροντὶς Ἱπποκλείδῃ.

Οὐ γὰρ παρὰ τοῦτο ἐγὼ ὑπεύθυνος, πρῶτον μὲν ὅτι οὐδὲ πρότερον παρ’ ἡμῶν ἐκερδαίνοντο ἀλλ’ ἓν ζευγάριον ἕκαστος ἐξκουσσεύοντες τὰ ἐπέκεινα τούτων ἐπετέλουν τῷ δημοσίῳ, ἔπειτα ὅτι ἐπὶ πᾶσι τοῖς ζῴοις πρὸ τούτου εἶχον ἀτέλειαν δεκατώσεως καὶ τοῦτο οὐ κλοπὴν δήπου τοῦ δημοσίου θείη ἄν τις εὐγνώμων κριτὴς ἀλλὰ βασιλικὴν φιλοτιμίαν ἀπροσδιόριστον ἧς ἀφθόνως ἀπήλαυον οἱ ταύτην εὑρίσκοντες—νῦν δὲ τῆς φιλοτιμίας ταύτης ὅρον λαβούσης καὶ πῆξιν γνώριμον, εἰκότως τὰ ἐπέκεινα τοῦ προσδιορισμοῦ τῷ δημοσίῳ τε προσεπορίσθησαν καί τινα ὄγκον τῇ ἀπαιτήσει προσέθηκαν—, τρίτον, ὃ καὶ δακρύειν ἄξιον, ὅτι οὐδὲ τῆς ἐφ’ ἑνὶ ζευγαρίῳ ἀτελείας οἱ πλείους οὐδὲ τῆς ἐπὶ τοῖς ζῴοις ὁρισθείσης ἐξκουσσείας ἀπήλαυσαν ἀλλὰ καὶ προστεθέντων αὐτοῖς παρὰ τοῦ μᾶλλον καταγραφέως ἢ ἀναγραφέως, ἵν’ εἴπω τι καὶ γελοῖον, ζευγαρίων καὶ ζῴων, οὐ μόνον ἀπῃτήθησαν ἐφ’ οἷς ἐδικαιοῦντο ἀτελῶς μεῖναι, ἀλλὰ καὶ ὑπεραπῃτήθησαν.

Τοῦτο δὲ καὶ ἐπὶ κεφαλαίων ἄλλων ἔπαθον ἀνομώτατα· καὶ γὰρ ἐπί τε τοῖς μύλοις διπλασίω οἱ κληρικοὶ ἢ οἱ λαϊκοὶ ὑπετέλεσαν καὶ ἐπὶ ταῖς Βουλγάρων μὲν γλώτταις λεγομέναις στρούγαις, ἕλλην δὲ ἀνὴρ διώρυχας ἂν ταύτας ἐρεῖ, ἰχθύων ἄγραν προξενούσας καὶ ἐπὶ ταύταις δὲ πολλαπλασίω τῶν τοῦ κοινοῦ πλήθους ἐζημιώθησαν καὶ ταῦτα ἐπετεχνάσατο ὁ πιστὸς καὶ εὐσεβὴς ὡς ἂν ὀγκωθεῖεν τὰ ἐκ τῶν κληρικῶν προσαχθέντα κέρδη τῷ δημοσίῳ καὶ διαβληθείην ἐγὼ ὡς τοσαύτην ἐτησίαν ζημίαν τῷ εὐεργέτῃ καὶ ἀντιλήπτορί μου περιποιούμενος, ὁ ἀχάριστός τε καὶ ἄπληστος. Ταὐτὸ δὲ τοῦτο λέγω καὶ περὶ τελῶν ἃ τοὺς ἀνθρώπους τῆς ἐκκλησίας ἀπῄτησε καὶ γὰρ καὶ οὗτοι ἀδικωτάτως ἀπῃτήθησαν· μοναχοί τε ὄντες καὶ εὐνοῦχοι ἱερωμένοι, ἔτι δὲ καὶ λαϊκοί τινες οὐ πλείους οἶμαι τῶν πέντε, ἅπαντες μηδὲν τοῦ δημοσίου νεμόμενοι, οἳ πῶς ἂν ἄξιοι νομισθεῖεν φορολογεῖσθαι; Οὐδὲ γὰρ οὐδὲ βασιλεὺς τοῦτο δύναται.

Ἐμὲ δὲ αὐτὸν οὕτω μεγαλοπρεπέστερον εἰσεπράξατο ὡς μή μοι καταισχύνῃ τὸν ὄγκον τοῦ ἀξιώματος ὥστε ὑπὲρ μὲν καθῃρημένων πρόπαλαι μύλων πάντα ἀπῄτησεν, ὑπὲρ δὲ συνισταμένων διπλασίω ἢ τοὺς Βουλγάρους, καὶ ἐπί τινι τοπαρίῳ λιμναίῳ ἰχθύων ἄγραν διδόντι πένησσαν ιγʹ τρικέφαλα νομίσματα καταθέσθαι ἐξεβιάσατο οὐ πλείους ἢ ἑνὸς νομίσματος ἀξίους ἰχθύας ἐκεῖθεν λαβόντα καὶ ταῦτα τῶν ἄλλων ἑκάστου ἓν νόμισμα καταβαλλομένων ἐπὶ τοῖς ὁμοίοις τοπίοις. Ἔτι τῆς ἐκκλησίας εʹ ζῴων ἐξκουσσείαν ἁδρῶν τε καὶ λεπτῶν ἐχούσης ἐκ δωρεᾶς βασιλικῆς, οἱ ῥηθέντες ἄνθρωποι ταύτης ἐδεκατώθησαν ἐφ’ οἷς εἶχον ζῴοις ὀλίγοις πάνυ παρ’ ἐμοῦ δοθεῖσιν αὐτοῖς εἰς βραχεῖαν παράκλησιν.

Καὶ ἵνα τὰ πλείω παρῶ, μὴ καὶ λογισθείην ὁ τῆς παροιμίας ἀράβιος αὐλητής, τὴν ἔναγχος ἀπολυθεῖσαν τῆς ἀγαθότητος ὑμῶν πρόσταξιν ἄχρηστον ἐπὶ πᾶσιν ἐποίησεν, ἐπὶ μὲν τῷ χωρίῳ μυριοτρόπως ἐκφοβῶν τε τοὺς χωρίτας ὡς ἐπιθήσων αὐτοῖς τέλη ἑκάστῳ μείζονα τῆς δυνάμεως εἰ τὴν ἀρχιεπισκοπικὴν αὖθις δεσπότιν αἱρήσονται, καὶ ἄλλο δὲ κακουργῶν τὸ μὴ παραδιδόναι τῇ ἐκκλησίᾳ τοὺς ἐν τῷ χωρίῳ περισσούς, ὑπὲρ ὧν ὀφείλει τελεῖν κατὰ τὴν βασιλικὴν πρόσταξιν. Ζητούντων γὰρ ἡμῶν ἀναγραφῆναι τούτους καθὰ ἕκαστος εὐπορεῖ, εἶτα παραδοθῆναι ἡμῖν, αὐτὸς ἀγριαίνων καὶ πρὸς μόνην τὴν ἡμετέραν ἀξίωσιν ὑβριοπαθῶν, κἂν τὸν ἀκτήμονα, φησίν, ὡς ζευγαρᾶτον τελεσθῆναι παρὰ τῆς ἐκκλησίας εἰς καιρῷ συντέλειαν αἰτήσω, καὶ ἄκοντες τοσοῦτον ὑποτελέσετε.

Τίς γὰρ τῷ βουλήματί μου ἀνθέστηκε; Τίς δέ με κρινεῖ, εἰ τὸν τόσου ἄξιον τοσοῦδε τιμῶμαι; Καίτοι τὴν σοφωτάτην Ἰουδὶθ ἐγίνωσκον ἔγωγε μόνῳ Θεῷ προσᾴδουσαν τό· εἶπας καὶ ἐγένοντο, ἐνενόησας καὶ παρέστησαν, ὅδε ἑαυτὸν μερίτην ποιεῖται τῆς μακαριότητος ταύτης, ὁ τίς, ὁ ποῖος, ὁ πόσος, ὁ πηλίκος, οὗ ὑποκάτω αὐτοῦ σῆψιν στρώσουσιν.

Ἔτι καὶ ταῦτα προστίθησιν ὅτι καὶ ἐπὶ τοῖς δεδωρημένοις τῇ ἐκκλησίᾳ παροίκοις, οὓς καὶ αὐτοὺς ἀδικώτατα ἀναγραψάμενος ηὔξησεν, οὐδενὸς ἄλλου ὅτι μὴ ζευγολογίου μόνου παραχωρήσει τῇ ἐκκλησίᾳ. Τῶν δὲ ἄλλων πάντων κεφαλαίων αὐτὸς ἀνθέξεσθαι ἀπειλεῖ, ὃ προδήλως οὐ βούλεται ἡ ἐπὶ τῇ παραδόσει τοῦ χωρίου πρόσταξις. Καὶ ταῦτα ποιεῖ ὡς ἂν ἀηδισθεὶς ἐγὼ διὰ ταῦτα περὶ τὴν τοῦ χωρίου παράληψιν ἀργότερος γένωμαι κἀντεῦθεν δεσπόσῃ τούτων ὁ τῶν ἑταίρων χαριέστατος αὐτοῦ Λάζαρος. Ἐπὶ δὲ τῇ παραδόσει τῆς γῆς τό τε τῆς σχοίνου μέτρον κολοβοῖ καὶ ἔτι περὶ τὴν τοῦ μοδισμοῦ συναρίθμησιν ἀμαθέστατα πράττει.

Ποῦ γὰρ αὐτῷ γεωμετρίας λόγους εἰδέναι καὶ τί ψάμμων ἀριθμὸν καὶ σταγόνων ὑετοῦ ἀπογράφομαι; Κατὰ πάντα τρόπον καὶ τόπον καὶ αἰτίαν καὶ χρόνον καὶ πρᾶγμα καὶ πρόσωπον ζημίας μοι καὶ βλάβας ἐπιτεκτονεῖ ὁ δικαιότατος καὶ μώμους ἐπιτρίβειν τεχνάζεται, δι’ ὧν οἶδε μάλιστα τὰ οἰκεῖα σκέμματα κατορθούμενα, ἐφ’ οἷς ἅπασι δέομαι τόπον ἀπολογίας τηρηθῆναι κἀμοί, ὡς εἴρηται, καὶ μὴ τοὺς τούτου λόγους ὡς χρησμοὺς ὑποδεχθῆναι. Λυθεισῶν γὰρ τῶν σκιῶν, περισπάσει μὲν ἡ ἀλήθεια τὸ προσωπεῖον τοῦ λέοντος, δείξει δὲ πίθηκον ὑποκαθήμενον δύσμορφον. Ἐπὶ πᾶν δέομαι πρόσταξιν γενέσθαι ἐφιεῖσάν μοι ἀκώλυτον τὴν ἐντεῦθεν ἐξέλευσιν ἢ ἀνάρρυσιν ὡς ἂν μὴ τῇ ἀθυμίᾳ καταποθῶ· οὐ γὰρ δὴ λίθων ἰσχὺς ἡ ἰσχύς μου. Ἀφαιρεθείην τὴν ψυχὴν ἄωρον ὁ μηδὲν μήτ’ εἰς Θεόν, τοῦτό γε τὸ μέρος, μήτ’ εἰς τὴν βασιλείαν ὑμῶν παρανομήσας ὅλως, ὡς οἶμαι.

Τῷ κυρῷ Ἰωάννῃ τῷ Περιβλεπτηνῷ Τί δὲ οὐ μέλλω ἀφεῖναι τῷ οὕτω μὲν εὑρόντι τὴν ἁμαρτίαν, οὕτω δὲ καὶ μισήσαντι ὥστε δημοσιεῦσαι ταύτην διὰ τῆς δικαιούσης ἀγορεύσεως; Εἰ δὲ δεῖ τἀληθὲς ἐρεῖν, οὐδὲ ἀφεῖναι τοῦτό ἐστιν, οὐ γὰρ ἔγκλησις προηγήσατο. Ἀλλὰ καὶ τοῦτο τῆς σῆς εὐγνωμοσύνης ἂν θείημεν, δι’ ἣν σαυτοῦ κατήγορος ἐν πρωτολογίαις γέγονας, ὡς ἔγωγε τὴν μακρὰν ἐκείνην ἀποσιώπησιν οὐ σὸν ἐποιούμην ἔγκλημα, ἀλλὰ τῶν ἐμῶν ἁμαρτιῶν ἔνδειγμα, δι’ ἃς τῶν φίλων καὶ τῶν πλησίον οἱ μὲν ἐξ ἐναντίας ἔστησαν καὶ ταῦτα ἐγγίζοντες πόρρω ἔστησαν καὶ ταῦτα δὴ τὰ τοῦ Ἰὼβ ἔλεγον· οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοι καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου καὶ ὁ Κύριος ἐποίησέ μοι οὕτως, δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο.

Ἀλλὰ γὰρ ἐπειδὴ τὰς πύλας τοῦ φίλου καὶ προσηγόρου στόματος ἡμῖν ἀνεπέτασας, μή μοι μηκέτι κλείσῃς ταύτας ἀπονυστάξας, ἢ νῦν ἂν ἐγκληθείης ἑτοιμότερόν τε καὶ δικαιότερον, οὐ διὰ τὴν ὑπόληψιν μόνον ἣν ἐγκατέθου τῷ τὴν συγγνώμην αἰτοῦντι γράμματι—καὶ γὰρ οἶδας ὡς οὐ μικρά σοι ἡ ἐκ τῆς παραβασίας προστίμησις, εἰ μή με διακρούσασθαι μελετῴης ταῖς περὶ τῶν ἐπερωτήσεων μικρολογίαις καὶ διαστίξεσι, αἷς ὑμεῖς τοὺς ἀγροικοτέρους ἡμᾶς ἀπάγετε, οἱ τοῖς Λατίνων λόγοις ἐνσεμνυνόμενοι· οὐκοῦν διὰ τὴν ἐπαγγελίαν μόνον τοῦ γράφειν μὴ γράφων ὕστερον ἐγκληθήσῃ—, ἀλλ’ ὅτι οὐδὲ ἀγνοεῖς ἡμᾶς νῦν, εἴπερ ποτέ, τῆς τῶν φίλων λαλιᾶς χρῄζοντας οὐχ ἧττον ἢ τοὺς νοσοῦντας νόσον δυσίατον Ἀσκληπιοῦ τινος ἢ Παιήονος. Μὴ γάρ μοι τὰ παρ’ ἐμοὶ λέγε φάρμακα, μηδ’ ὅτι παρ’ ἐμαυτοῦ τὰς πυξίδας τούτων ἔχων, ἀταλαιπώρως τὸ πρόσφορον ἀναλέξομαι καὶ ἢ ἐγκεράσας ἢ ἐπιχρίσας ἢ ἐπιπλάσας τῷ νοσήματι ἀντιπαλαμήσομαι. Οὐδὲ γάρ, οὐδὲ τοὺς τοῦ σώματος ἰατροὺς ἑαυτοῖς ἀρκοῦντας κατὰ τῶν οἰκείων νοσημάτων εὑρίσκομεν, ἀλλ’ αὐτὸ δὴ τοῦτο ποιοῦντας τὸ τῶν ὀφθαλμῶν, οἳ τὰ τῶν ἄλλων ὁρῶντες πρός γε τὸ σφᾶς αὐτοὺς ἰδεῖν ἄλλων δέονται.

Γράφων τοίνυν ὡς ἔνεστι θαμινώτερον, τὰ φλεγμαίνοντά μοι κατάψυχε καὶ τρόπους ὑποτίθει φαρμακειῶν καὶ πάντοθεν βοήθει τῷ κάμνοντι. Οὕτω γὰρ ἂν τῷ τε λόγῳ κεχαρισμένα τελοίης, ᾧ σαυτὸν ἀνατέθεικας, καὶ σαυτῷ ἀκολουθῶν εὑρίσκοιο, οὓς παρὰ σοῦ τιμᾶσθαι λέγεις καὶ τῆς σῆς ἀξιῶν παρακλήσεως· εἰ μὲν πολλοῦ καὶ μεγάλου, ὅτι τοιούτων ἄξιοι· εἰ δ’ ὀλίγης τε καὶ μικρᾶς, ὅτι οὐδὲ τὰ τοιαῦτα παρωθοῦνται οἵ γε ἀληθῶς ἄξιοι.

Τῷ ἀδελφῷ τοῦ βασιλέως κυρῷ Ἀδριανῷ Καὶ ἐβοηθήθην παρὰ τῆς σῆς ἀσυγκρίτου μεγαλειότητος καὶ ἀνέθαλεν ἡ σάρξ μου— καὶ χάρις τῷ τὴν σὴν ψυχὴν χαριτώσαντι ὥστε ταύτης ἔλεος καὶ ἀλήθειαν προπορεύεσθαι, αἷς πάσας τὰς θείας ὁδοὺς περιορίζεσθαι μεμαθήκαμεν—, ὡς ἔμοιγε ἐξετάκη μὲν ἡ ψυχὴ ὡς ἀράχνη, ὁ δὲ βίος, τοῦτο δὴ τὸ τοῦ Ἰώβ, λαλιᾶς ἦν ἐλαφρότερος καὶ κατὰ τὸν Ὠσηὲ παράκλησις ἐκρύβη ἐξ ὀφθαλμοῦ, ὅτε οἱ τῆς ἀπειθείας υἱοί, διὰ τοῦτο δὲ καὶ ἀπωλείας, ὁ ἄστοργοι καὶ ἄσπονδοι καὶ ἀσύνθετοι—καλὸν γὰρ αὐτοὺς τοῖς ἐκ τοῦ Παύλου καὶ τοῦ Πνεύματος ὀνομάζεσθαι—ἠγάπησαν μὲν πάντα ῥήματα καταποντισμοῦ γλώσσης δολίας, ἐνέτειναν δὲ τόξον αὐτῶν, πρᾶγμα πικρόν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον καὶ μέντοι καὶ κατετόξευσαν καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν· σὺ δὲ ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ, ἀλλ’ ἐνεδύσω ὡς πανοπλίαν τὸν ζῆλόν σου καὶ διεῖλες συντριμμὸν ἐπ’ ἰσχύν, ὅ φησιν ὁ θεῖος Ἀμῶς, καὶ ταλαιπωρίαν ἐπήγαγες ἐπὶ τὸ τῆς συκοφαντίας ὀχύρωμα· ὃ ἐθεμελίωσε μὲν περαιτέρω κακοτεχνία, ᾧ ὁ Μηδενός, ὡς ἀρχιτέκτων τὰ πρῶτα φερόμενος, βαρεῖς καὶ δυσαποκινήτους λίθους ὑπέθηκε, ῥητὰ καὶ ἄρρητα καθ’ ἡμῶν συμφορήσας καὶ ῥίψας κατὰ τῶν βασιλικῶν ἀκοῶν· ἐπῳκοδόμησαν δὲ καὶ ὕψωσαν οἱ μετ’ αὐτόν, τὰ τῆς Ἀχρίδος ἄχρι καὶ ἐπ’ ἔδαφος κατασκάψαντες, οἷς εἰς ἔλεγχον ὢν ἐγώ, ὁ πάντα περιττὸς καὶ περίεργος καὶ ἀπεχόμενος τῶν ὁδῶν αὐτῶν ὡς ἀπὸ ἀκαθαρσιῶν, βαρὺς ἦν αὐτοῖς καὶ βλεπόμενος.

Διὸ καὶ τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει καὶ αὐτοί τε τῷ κρατίστῳ ἡμῶν βασιλεῖ καὶ περιποθήτῳ σου ἀδελφῷ ὡς πολυδύναμόν τινα καὶ μεγαλοδύναμόν με διέβαλον καὶ τόσαις καὶ τόσαις προσόδοις κερδαλέαις ἐμπλατυνόμενον καὶ ταῖς ὁδοῖς ἐπιβρίθοντα, τοῦτο πάντως τεχναζόμενοι τῆς πρὸς αὐτὸν παρρησίας με ἐκβαλεῖν, ἐφ’ ἧς ὡς ὑπερδεξίου ἐπιβάθρας ἱστάμενος αὐτοῖς διεπύκτευον καὶ ἀποπίπτειν τῶν διαβουλιῶν αὐτῶν ἠνάγκαζον, ὅσα χερσὶ δραστηρίοις τῷ λόγῳ χρώμενος καὶ τοῦτο ποικίλως κατὰ τὴν τῆς οἰκονομίας διάκρισιν.

Τούτῳ δὲ τῷ Λαζάρῳ—οἶσθα δὲ τοῦτον· τίνι δὲ οὐ γνωστὸς ἐκ τῶν περὶ ἐμὲ κακουργημάτων ὡς ἐκεῖνος ὁ περιπόνηρος ὅς, ἐξ ἀσήμων ἐπίσημος γενέσθαι βουλόμενος, τὸν ναὸν ἐνέπρησε τῆς Ἐφεσίας Ἀρτέμιδος; —, τούτῳ τοίνυν ὑπηρέτῃ χρησάμενοι, πάντα ὅσα βουλομένοις ἦν αὐτοῖς δι’ αὐτοῦ κατειργάσαντο, ὅς τ’ ἄλλα μέν ἐστι κηφήνεσσι κοθούροις εἴκελος ὀργήν, εἰς τοῦτο δὲ εὐκαιρῶν τὸ τοῖς πράκτορσι συμπράττειν καὶ παρασιτεῖν αὐτοῖς ἱμάτιά τε παρ’ αὐτῶν τῆς αὐτοῦ τύχης ἐλευθεριώτερα καὶ καθαριώτερα καὶ τὰς ἄλλας δεξιώσεις ἐκδέχεσθαι, τροφὴν καὶ τρυφὴν ποιεῖται τὴν ἐμὴν μώμησιν. Καὶ δὴ συνιδὼν ὅτι πᾶν ἐμοὶ μᾶλλον φορητὸν ἢ τοὔνομα βλασφημούμενον, τὴν ὀξεῖαν μάχαιραν, τὴν γλῶτταν αὐτοῦ, τῷ τῶν ἐμῶν καιριωτέρῳ ἐμπήγνυσι καὶ ταῖς βασιλικαῖς ἀκοαῖς, ὢ πῶς εἴπω, τὸν βόρβορον τῆς αὐτοῦ ψυχῆς ἐναπερευγόμενος, πληροῖ μὲν ἀηδίας ἐκεῖνον τὸν ἡδὺν τῇ χρηστότητι, ποιεῖ δὲ ἀποναυτιᾶν πρὸς τὸν εἰς ἡμᾶς πολὺν ἔλεον. Ἔναγχός γέ τοι ἐμπρησθῆναι παρ’ ἐμοῦ ἰσχυρίσατο, καίτοι μηδόλως μηδ’ ὑφ’ οὑτινοσοῦν ἐμπρησμὸν ὑποστάς, μηδ’ ἔχων ἁπλῶς ὅ τι καὶ ὕλην τῷ πυρὶ δώσει ἢ ἀπολέσει, οὐ μᾶλλον ἢ κηφῆνες κηρίον μέλιτος, ἀλλὰ μηδ’ ἐμοῦ τῇ Ἀχρίδι ἐνδημοῦντος, ἡνίκα φησὶν αὐτὸς ὑποστῆναι τὸν ἐμπρησμόν.

Ὅμως οὕτω τὴν ἔγκλησιν ἐμόρφωσε καὶ εἰδοποίησε τὴν ἀνείδεον δακρύων τε κρουνισμοῖς καὶ κεφαλῆς ἐπὶ γῆς συρραγαῖς καὶ θρήνων ἀναποτνιασμοῖς καὶ τοῖς ἄλλοις τοῖς ἐπιποιήτοις Βουλγάροις καὶ ταῦτα τὰ πάνδεινα παθεῖν ἀνεκλαύσατο διὰ τὸ εὔνους εἶναι τῷ δημοσίῳ καὶ πρὸς τὴν ἀρχιεπισκοπικὴν τυραννίδα πόλεμον ἄρασθαι, ὥστε κατ’ ἄκρας ἑλεῖν τὴν τοῦ βασιλέως συμπάθειαν. Ταῦτ’ ἄρα καὶ ἐνεχειρίσθη τῷ πράκτορι τῶν πρακτόρων καθηγητὴς καὶ τοῦ κυριεύοντος ἡμῶν κύριος. Φέρονται τοίνυν καὶ ἄγονται τὰ ἡμέτερα, τοῦ μὲν ὑποβάλλοντος τὰ τερατώδη βουλεύματα, τοῦ δὲ τὰ ὑποβληθέντα γνησιώτερα ἀνατρέφοντος καὶ ἁδρύνοντος, καὶ τοῦ μὲν τὸν σπόρον τῶν ζιζανίων τῇ καθαρότητι τῶν δικαιωμάτων τῆς ἐκκλησίας παρεισφοροῦντος, τοῦ δὲ καρποφοροῦντος οὐκ εἰς τριάκοντα οὐδ’ εἰς ἑξήκοντα—οὐ γὰρ οὕτως οὔτε ἡμεῖς εὐτυχεῖς οὔτε ἡ ἐκείνου γῆ μικρόλογος—, ἀλλ’ εἰς ἑκατόν που καὶ πλείονα. Καὶ πάντας ἡμῖν ἐπανίστησιν ὁ δὴ πιστός τε καὶ εὐσεβής, μισθοὺς τῆς ἐπαναστάσεως καὶ κατεγκλήσεως μέλον καὶ ποθητὸν αὐτοῖς κατεπαγγελλόμενος τὸν κουφισμὸν τῶν ἐπικειμένων τελῶν.

Τί δ’ οὐκ ἂν ἐξανύσειε πράκτωρ ἐξουσίαν ἔχων τοῦτον ταπεινοῦν καὶ τοῦτον ὑψοῦν καὶ τοσαῦτα παρὰ τῇ βασιλικῇ καρδίᾳ δυνάμενος διὰ τὴν ζύμην τῶν Φαρισαίων καὶ τὴν ὑπόκρισιν, ᾗπερ ὅλον ἑαυτὸν συνέφυρεν ὁ μηδὲν ἄζυμον ἔχων εἰλικρινείας καὶ ἀληθείας; Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, κατὰ τὸν ἅγιον εἰπεῖν Ἡσαΐαν, ἀλλ’ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή, ὅς γε καὶ νῦν πάλιν τὸν Λάζαρον ἀναπέμψαι σκέπτεται μετά τινων οἰκητόρων τοῦ χωρίου ἀποστατῶν, οὓς ὅ τι δεῖ λέγειν ἐδίδαξε, πειρώμενος τὴν ἐπὶ τῷ χωρίῳ τῆς τοῦ βασιλέως χρηστότητος πρόσταξιν ἄχρηστον ἐκτελέσαι τῇ ἐκκλησίᾳ καὶ τὴν ὑμετέραν ἀντίληψιν κενὴν ἡμῖν καὶ ἀνόνητον, μᾶλλον δὲ συμπεῖσαι τὸν βασιλέα τοῖς ψεύσμασιν ἃ ἐκ τῶν ἰδίων λαλεῖ, τὰς ἐπὶ τῇ ἀνταλλαγῇ προστάξεις διώσασθαι καὶ τὸν ἐπ’ αὐταῖς γεγονότα χρυσόβουλλον λόγον ἀράχνης ἱστὸν ἡγήσασθαι. Καὶ συνωμοσίας συγκροτεῖ καὶ βόθρους ὑπορύττει καὶ διηγεῖται τοῦ κρύψαι παγῖδα· εἰπέ, τίς ὄψεται αὐτόν; Καὶ τὸ πᾶν ὥς τισιν ἑτεροδόξοις ἡμῖν ἀποκέχρηται. Εἶτα, οὐ δεινὸν εἰ οὗτος μὲν ἄτρυτος μενεῖ τὴν κακίαν καὶ ἀδαμάντινος, ἡ δὲ ὑμῶν ἀγαθότης πρὸς τὴν τοῦ καλοῦ ἐξεργασίαν ἀποκαμεῖται καὶ φανεῖται πλέον ἔχων ὁ κοσμοκράτωρ τοῦ παντοκράτορος; Ἐγὼ μὲν οὖν οἶμαι.

Οὐκοῦν δυσχεράνασα ἡ μισοπόνηρός σου ψυχὴ τὴν πρὸς ἡμᾶς τοῦ ἀνθρώπου ἐμπάθειαν ἀνεμνήσατο τὸν κραταιὸν καὶ ἅγιον βασιλέα τῆς αὐτοῦ βαθυγνωμοσύνης, δι’ ἣν οὔτε τῆς ἡμῶν ἀθλιότητος αὐτόθι καταψηφιεῖται διὰ τὴν ἐπὶ τῷ πράκτορι πρόληψιν, ἀλλὰ καὶ ἡμῖν τηρήσει θατέραν τῶν ἀκοῶν ἀκεραίαν—ὃ καὶ τῶν τις ἑλλήνων βασιλεὺς ὡς ποιῶν ὕμνηται καὶ τῷ παντὸς ἀγαθοῦ καὶ ἀρχηγῷ καὶ τελειωτῇ εὐαγγελίῳ ἔχομεν διδασκόμενοι· μὴ ὁ νόμος ἡμῶν, λέγοντι, κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ αὐτοῦ ἀκούσῃ πρότερον καὶ γνῷ τί ποιεῖ; —, οὔτε ἃ κατηρτίσατο διὰ βεβαίων καὶ ἀπαραλογίστων προστάξεων τοῖς καθαιροῦσι προήσεται;

Θεὸς δὲ ὁ καὶ τοὺς ἀδικουμένους ἐκ χειρὸς στερεωτέρας ῥυόμενος ἢ αὐτόθι ἢ διὰ τῶν ἀξίων ἀγαθουργεῖν καὶ τοῖς ἀγαθοῖς ἀγαθύνων ἀποτηροίη μέν σοι τοὺς ὑπὲρ τῆς ἡμετέρας ἀναρρύσεως μισθοὺς εἰς τὸ μέλλον ἐντελεστέρους, τηροίη δέ σε καὶ νῦν πάσης ἀνώτερον κακύνσεως καὶ κακώσεως.

Τῷ ἰατρῷ τοῦ βασιλέως, τῷ Παντέχνῃ Χάρις πολλὴ τῷ λόγῳ ὅτι τοιούτους υἱοὺς ἡμῖν ἔτεκε τοὺς αὐτοῦ χαρακτῆρας ἀκριβῶς σῴζοντας ὁποῖος καὶ αὐτὸς εὑρέθης, μοὶ φίλτατε, καὶ ταῦτα ἐν οὕτω πονηραῖς ταῖς ἡμέραις καὶ τέρατα τικτούσαις ὁποῖα τὰ τοῦ Ἐμπεδοκλέους βουγενῆ ἀνδρόπρῳρα· ὅς γε καὶ ὑπερμαχεῖς ἡμῶν ἐκθυμότατα καὶ μεγαλοπρεπὲς ἀποτιννύεις τὰς ἀντιδόσεις τῆς λογικῆς μαιεύσεώς τε καὶ ἀναθρέψεως, κἂν μὴ ἀρκῇς τελέως ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, οἳ κατέφαγόν με, ἐμερίσαντό με οὐχ ἧττον ἢ τὸν Ἀκταίωνα οἱ ἐκείνῳ τρεφόμενοι. Ἃ μὲν οὖν πρὸς τὰς ὑλακὰς ἐκείνων ἐσχεδιάσαμεν ὥστε τῷ βασιλεῖ ἀκουσθῆναι, ἀναγνώσῃ πάντως.

Θεοῦ δ’ ἂν εἴη, τοῦ τῆς ἀληθείας πατρός, τὴν βασιλικὴν καὶ πρὸς ταῦτα φωτίσαι διάνοιαν καὶ ἀπελάσαι μὲν τὸ τοῦ ψεύδους σκότος, πρόοπτα δὲ θεῖναι τὰ πράγματα. Οὕτω γὰρ ὁ τῶν ἁμαρτωλῶν βραχίων συντριβήσεται καὶ ὁ δίκαιος κατευθυνθήσεται. Ὡς νῦν γε τῆς ἐκείνων χειρὸς ἐνεργούσης ἅττα καὶ βούλεται, δέος μὴ διαστραφῇ καὶ ὁ δίκαιος καὶ μαθῇ κακίαν, τῆς ῥάβδου τῶν πονηρῶν ἐπὶ τὸν αὐτοῦ κλῆρον ἀφιεμένης πληκτικώτερον.

Ταῦτα μὲν οὖν ἐκείνῳ ἀναθετέον, οὗ τῇ δικαιοσύνῃ καὶ τῇ φιλανθρωπίᾳ πεποίθαμεν, τῇ μὲν ὅτι οὐδὲν αὐτοῖς ἡμῖν συνίσμεν τῶν ἐφ’ οἶς δυσφημούμεθα, τῇ δὲ ὅτι ἐκεῖνον ἴσμεν τοῖς ἰδίοις νόμοις ἑψόμενον καὶ τὰς ἄλλας ἀνομίας ἡμῶν παροψόμενον. Αὐτοῖς μέντοι χρῶ τοῖς τῆς γλώττης βέλεσιν, ἃ παρὰ τοῦ λόγου λαβὼν ἔχεις εἰς καιρὸν ἀποτινασσόμενα καὶ βάλλε τοὺς Αἰθίοπας, ὁ ἐμὸς Ἀντίλοχος, τοῦ σοῦ προϊστάμενος Νέστορος.

Τῷ φιλοσόφῳ κυρῷ Ἰωάννῃ Οὐκ ἄρα μάτην ἐγὼ τὸν ἐμόν, μᾶλλον δὲ τοῦ Θεοῦ, Ἰωάννην πάντων φιλοσόφων ἀεὶ προέκρινον, ὅς γε τοσούτου ἐδέησε τούτων εἷς φανῆναι τῶν ποιουμένων νῦν τὸν φιλόσοφον ὥστε τοῖς ἔργοις δεῖξαι τὴν πρὸς ἐκείνους ἀπόστασιν τὸν δὶς διὰ πασῶν λόγον σῴζουσαν. Τοῖς μὲν γὰρ οὐδὲν οὕτω σπουδαζόμενον ὁρῶμεν ὡς τὸ μισάδελφον. διὰ τοῦτο δὲ πάντως καὶ τὸ μισόθεον. Τῷ δὲ τοῦ φιλοθέου προὐστάθη κάτοπτρον τὸ φιλάδελφον.

Ἡμᾶς γέ τοι πολὺς ἐξ οὗ χρόνος μήτ’ ἰδὼν μήτ’ ἐν τοῖς ἀναγκαιοτάτοις ἄγων, ἐπειδὴ συμφοραῖς εἶδε χρωμένους καὶ συκοφαντίας ἐπηρείᾳ προσπαλαίοντας, ἣ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν, ἥδ’ ἔτι καὶ λύσει, τῆς γὰρ κράτος ἐστὶ μέγιστον, ἠξίωσέ τε τοῦ πρώτου λόγου καὶ ὡς αὐτὸς πάσχων πρὸς τοὺς λῦσαι δυναμένους τὰς συμφορὰς ὑπὲρ τῆς τούτων ἀπαλλαγῆς πᾶσαν σπουδὴν εἰσηνέγκατο καὶ τῆς ἡμῶν ὑπερηγόρησεν ἀθλιότητος καὶ πᾶν ὅσον ἔδει αὐτός γε κατήνυσεν.

Οὐ ταύτῃ δὲ μόνον τὴν σοφίαν ἐχαρακτήρισεν, ἧς ἔσχε δηλαδὴ τὴν φιλοσοφίας ἐπίβασιν, ἀλλὰ καὶ λόγοις ἡμᾶς ἐπέρρωσε πρὸς τὸ φέρειν ἀλύπως τὴν τῶν βαρυνόντων ἐπίθεσιν, λόγοις τίνος μὲν οὐχ ἡδυτέροις κηρίου, τίνος δὲ γεωμετρικῆς οὐ πειστικωτέροις ἀνάγκης· οὐ γὰρ πρὸς αὐτοῦ τὸ μὴ οὐχὶ τὸν σοφὸν φαίνειν ἄρτιον, πράξει δὲ καὶ λόγῳ συντελειούμενον.

Ἀλλὰ γὰρ αὐτὸς μὲν αἰθέριος ἢ καὶ ὑπερουράνιος ἵπτασο, πτέρυγας ἀετοῦ περιαρμοσάμενος, ὅστις ποτὲ οὗτος ὁ ἀετός· οἶμαι δέ, ὁ κρείττων λόγος καὶ βασιλεὺς πάντων ὅσοι πρὸς τὸ ἄνω κουφίζονται· τούσδε δ’ ἔα φθινύθειν ἕνα ἢ δύο.

Κἂν ἔτι βλασφημούντων ἡμᾶς τῶν τῆς ἀληθείας ἐχθρῶν ἀκούσῃς καὶ κατατοξευόντων ἐν σκοτομήνῃ καὶ τῷ τοῦ ψεύδους σκιάσματι τοὺς τά γε πρὸς αὐτοὺς εὐθεῖς τῇ καρδίᾳ, μὴ κάμοις τὴν γλῶτταν διδοὺς τῷ λόγῳ καὶ Θεῷ, ὅς ἐστιν ἀληθείας σύμμαχος· ἀλλ’ ὁ πραῢς γενοῦ μαχητὴς καὶ περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου καὶ τὸ τῆς διανοητικῆς δυνάμεως γόνιμον. Καὶ τοὺς μὲν ἐχθροὺς ἀποκέντει· ἡμῖν δὲ τὴν τῶν ἐν χρηστότητι ἀπαραμίλλων βασιλέων εὐμένειαν σταθηροτέραν ἑκάστοτε παρεχόμενος, ἐκδέχου παρὰ Κυρίου τὰς ἀμοιβὰς τοῦ τοῖς ἀγαθοῖς ἀγαθύνοντος, ὑφ’ οὗ καὶ τηροῖο ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, οἷς ὁ καρπὸς τοῦ Πνεύματος ἐπιπεπαίνεται.

Τῷ Περιβλεπτηνῷ κυρῷ Ἰωάννῃ Τὸ σκαμβὸν ξύλον, ὦ καλὲ Ἰωάννη, οὐδέποτ’ ὀρθόν· ἀμέλει καὶ οὐδὲν βέλτιον, ὅτι μὴ κάκιον πέπραγα. Ὁ γὰρ ἐχθρὸς ὁ αὐτός ἐστι καὶ οὐκ ἠλλοίωται. Μᾶλλον μὲν οὖν κατὰ τῶν θηρίων ὅσα διὰ τὸ ἀπορηθῆναι πλέον ἀγριαίνουσι καὶ οἷον μεμήνασιν, ἀφειδῶς τοῖς θυμοῖς κατακέχρηται καὶ προφανῶς θανατῶν δαιμονᾷ τὸ κάθαρμα.

Μόνην οὖν ἐπικλητέον ἐπὶ τὸν οὕτως ἔχοντα τὴν ἐλάτειραν τῶν δαιμόνων δύναμιν. Ἐκείνη γὰρ τῇ τούτου λεγεῶνι ἐπιτιμήσασα, τοῖς ὁδίταις ἡμῖν παρέξει τὴν τοῦ βίου ὁδὸν δειμάτων ὁδεύειν ἐκτός. Εἰ δὲ καὶ τοῖς χοίροις ἐπιπέμψει τὸν τούτου φόρτον καὶ τοὺς ἐπιστατουμένους ἀξίως ὑπὸ τούτου Βουλγάρους ὤσει κατὰ τοῦ προσήκοντος αὐτοῖς κρημνοῦ, οὐδὲν τοῦτο πρᾶγμα. Μόνον ἡμεῖς ἀκωλύτως τὴν οἰκείαν ὁδὸν ὁδεύοιμεν καὶ Θεῷ τὰ διαβήματα κατευθυνοίμεθα, ὡς εὐχόμεθα· ὑφ’ οὗ καὶ αὐτὸς πρὸς πᾶν ὁδηγοῖο καλόν, τὰς τοῦ πονηροῦ παγίδας ὑπερπηδῶν.