Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί

Θεοφύλακτος Βουλγαρίας

Επιστολές προς αυτοκρατορικούς αξιωματούχους και ιεράρχες (Μέρος Α')

Αλληλογραφία του Θεοφυλάκτου με τη δέσποινα Μαρία, αξιωματούχους και ιεράρχες, με αναφορές στις διοικητικές δυσχέρειες της επαρχίας του, καθώς και ποιμαντικές και θεολογικές παραινέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 9

Ἐπιστολαὶ τοῦ μακαριωτάτου ἐπισκόπου Βουλγαρίας κυροῦ Θεοφυλάκτου Τῇ δεσποίνῃ κυρᾷ Μαρίᾳ Δέσποινά μου ἁγία, πολλοῖς μέν με τοῖς λυπηροῖς ἐξ οὗ τῇ βασιλίδι τῶν πόλεων Ἀχριδόθεν ἐπεδήμησα αἱ πολλαί μου ἁμαρτίαι προσεπαττάλευσαν.

Οὔπω δὲ τοιοῦτον οὐδὲν οἷον νῦν ὁ ἄθλιος ἔπαθον, μὴ δυνηθεὶς ἀποδοῦναι τὴν τελευταίαν καὶ συντακτήριον τῇ σῇ βασιλείᾳ προσκύνησιν. Ἐκεῖνα μὲν γάρ μοι τὰ λυπηρὰ ἡ σὴ γαληνότης ἐκούφιζε, μᾶλλον δὲ τελείως ἐξήλειφεν, ὡς μηδὲ ἴχνος τούτων ἐμφαίνεσθαι, καί, τὸ θαῦμα, εἰς ἱλαρότητα μετεβάλλοντο, ἀλλοιούσης αὐτὰ τῆς θειοτάτης σου δεξιᾶς, ὥστε τὰ πρὸς Θεὸν τῷ Δαυὶδ λεχθέντα κἀμοὶ πρὸς τὴν βασιλείαν σου λέγεσθαι· κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Τὸ δὲ νῦν τοῦτο πάθος τίς ὁ ἐπικουφίσων τῇ ἐμῇ ταπεινότητι; Τίς ὁ θήσων τῇ ἀσθενείᾳ μου φορητότερα; Ἐκτὸς εἰ μὴ τὴν σὴν ὑπολογισάμενος ἀγαθότητα ταύτην ἕξω κἀν τούτῳ παράκλησιν—πιστεύω γὰρ κατὰ τὸ εἰκός—, ὡς καὶ τὸ παρὸν γράμμα δέξαιο καθάπερ ἐκείνην αὐτὴν τὴν διὰ τοῦ σώματος εὐτυχίαν, ἣν ὑστερήσαμεν ἄκοντες.

Ἴστω γὰρ ἡ ἐλεοῦσά με βασιλεία σου ὡς ἀπὸ Νικομηδείας ἐπανερχόμενος—κἀκεῖσε γάρ με τὰ τῶν κακῶν μου διεπόρθμευσε κύματα—, πολλὰ μὲν καὶ πολλάκις ἐβιασάμην τοὺς ναύτας ὥστε πρὸς τὸ τῆς βασιλείας σου εὐτυχῶς ἔχον τῆς Πρίγκιπος νησίδιον καὶ τοὺς οἴακας ἐπιτρέψαι καὶ τὸ ὀθόνιον μεταστείλασθαι. Ἀλλ’ οὗτοί γε τῶν ἐμῶν βιαίων ῥημάτων οὐδὲ ἐῴκεσαν ἐπαίουσιν, οἶμαι, βιαιοτέρας βοῆς τῆς τοῦ βορέου τὰ ὦτα καταβομβούσης αὐτῶν, ὃς ἀπὸ τοῦ Παντειχίου καταβαίνων λαμπρὸς ἀπόρευτον ἐτίθει τὸ πέραμα, πλὴν εἰ μὴ πρὸς τὴν Ἀπολλωνιάδα καταίρειν ἐμέλλομεν. Ἀλλὰ καὶ μετὰ τὸ πρὸς τὴν μεγαλόπολιν διασωθῆναι—διεσώθημεν δὲ μόνον οὐχὶ τῆς γῆς ταῖς κώπαις προσψαύοντες, τοσοῦτον τοῦ πελάγους ἀπείχομεν—, ἠβουλήθην μὲν πολλάκις τελειῶσαι τὴν ἔφεσιν καὶ πρὸς τὴν ἐμὴν μετά γε Θεὸν μόνην δραμεῖν ἀντίληψιν, ἀλλ’ ὁ παλαμναῖος νότος αὖθις ἀντέκρουσεν ὥσπερ πρὸς τὸν βορρᾶν αὐτὸ τοῦτο συνθέμενος, ἵνα με ταῖς ἀμέτροις πνοαῖς ἀνὰ μέρος λυπῶσιν ἑκάτεροι. Εἶτα τί; Τῆς ἐξελεύσεως ἡμῖν ἐπιτρεπομένης παρὰ τοῦ τὴν τῶν ἡμετέρων ἐπιτραπέντος ἐπιτήρησιν καὶ διόρθωσιν, ὁ σεβαστὸς δὲ καὶ πραίτωρ Δυρραχίου οὗτος ἐμοὶ μὲν τὰ τῆς ἐπιθυμίας διέπεσεν.

Εἰκός γε τοῦτο· ἐπιθυμία γάρ, φησίν, ἁμαρτωλοῦ ἀπολεῖται. Ὁ δὲ τοῖς καλοῖς ἀεὶ βασκαίνων ἐχθρὸς πᾶν ὅσον ἠβουλήθη κατήνυσεν. Ἀλλὰ μήποτε καὶ τούτῳ ἠχρείωται τὰ βουλεύματα, ἐπεὶ καὶ τῶν ἁμαρτωλῶν ἀρχηγός, ἐρῶ δὲ καὶ πλάστης καὶ σκευαστής.

Ἥ γε γὰρ βασιλεία σου, ὡς ἐπήλπισα, καὶ τὸ παρόν μου γράμμα ἀντὶ συντακτηρίου προσφωνήσεως καὶ προσκυνήσεως δέξεται καὶ συγγνώσεται τῇ ἐμῇ τοῦ δούλου αὐτῆς ἀναξιότητι ὡς παθόντος μᾶλλον ἢ δράσαντος τὸ τῆς αὐτοπροσώπου συντάξεως ἔλλειμμα. Ἐγώ τε ὡς ἐσχηκὼς ὃ λαβεῖν ἠπειγόμην, πληρωθέντος τοῦ ὑστερήματος, διατεθήσομαι ἥδιον. Ἀλλὰ γὰρ ἐπεὶ κἀνταῦθά μοι τὸν τῆς διδασκαλίας μῖτον ἀνέλυσας καὶ τὴν ἄφωνον ταύτην λαλιάν, ἢ τῇ χειρὶ γλώττῃ χρῆται, πραέως ἐνωτίζῃ καὶ εὐμενῶς καὶ πρεσβεύει μοι αὕτη τὴν σὴν ἀγαθότητα καὶ ἀντίληψιν, αἴτησαι μέν μοι παρὰ Θεοῦ, ᾧ καθεκάστην παρίστασαι διὰ τῶν πρὸς αὐτὸν χειραγωγουσῶν πράξεων, τὴν ἐς τὸ μέλλον μετρίαν πεῖραν, πολὺ γὰρ φάναι παῦλαν τῶν θλίψεων, καί, τὸ σὸν δὲ ἴδιον, μὴ διασκεδάσῃς τὸ ἔλεός σου ἀπ’ ἐμοῦ, ἀλλὰ τά τε ἄλλα καὶ τὴν ἔμφυτόν σου καὶ πρός με συνήθη χρηστότητα ἐπιδείκνυσο καὶ τὴν ὑπόσχεσιν, ἣν τὸ τῆς ἀληθείας ὑπουργόν σου στόμα πρὸ καιροῦ ἐποιήσατο, εἰς τὸν σύνδουλον καὶ ἀδελφόν μου Δημήτριον ἀποτέλεσον.

Ἔχω δέ τι καὶ χαριεντίσασθαι πρὸς τὴν τῶν χαρίτων ἀληθῶς γέμουσαν. Ἐν τῇ πόλει ταύτῃ ὄντι μοι, τοσοῦτος ἐξ οὗ χρόνος, προσώζεσαν καὶ ἐσάπησαν τὰ καθ’ ἡμᾶς ἅπαντα καὶ τὰ ἄλλως ἡδύνοντα καὶ εὐωδιάζοντα.

Κάτειμι τοίνυν ἐπὶ Βουλγάροις ἀτεχνῶς Κωνσταντινουπολίτης, τὸ ξένον Βούλγαρος ἀπόζων σαπρίας ὡς ἐκεῖνοι τοῦ τῶν κῳδίων γράσου καὶ τὸ δεινότατον ὅτι με οἱ ἐκεῖνοι ἄνθρωποι καὶ παρὰ σοῦ βδελυχθῆναι οἰήσονται, ᾗ γὰρ ἂν ἡ σαπρία μοι εὐωδιάσθη καὶ μάλα πλουσίως καὶ χαριέντως. Οἶσθ’ οὖν ὃ ποιήσεις, ἵνα μὴ τοῖς λεχθεῖσιν ἁλώσωμαι; Τὴν δυσωδίαν ἐκθυμιάσεις καὶ ἀειφυγίᾳ κατακρινεῖς ἀφ’ ἡμῶν, ξύλοις αὐτοῖς κόπτουσα τὸ μετάφρενον ἃ γῇ φέρει πρῶτον καὶ καθαρῶν τῶν ἡλιακῶν ἀκτίνων ἐπαπολαύουσα, ἵνα σοι καὶ ταῦτα πρὸς τοῖς ἄλλοις ἔχω προσᾴδειν ἐπαληθῶς καὶ οὐ κολακικῶς ἃ Σολομῶν τῇ τοῦ ᾄσματος νύμφῃ προσήρμοσε, κἂν καὶ πρὸς μεῖζόν τι φέρῃ ταῦτα καὶ μυστικώτερον· σιαγόνες σου ὡς φιάλαι ἀρωμάτων φύουσαι μυρεψικά.

Πάντως δέ σοι διὰ σιαγόνων ὁ τοῦ κελεύσματος λόγος προενεχθήσεται. Ταῦτα μὲν οὖν γεροντικώτερον πρὸς τὴν ἁγίαν σου βασιλείαν ἠστεϊασάμεθα. Θεὸς δὲ οὗ σὺ καὶ ὃς σοῦ αὐτός σε πάσης ἐξαιρούμενος κακύνσεως καὶ κακώσεως ἀξιώσειέ τε τῶν αὐτοῦ χαρίτων τελείων καὶ ὀσμὴν εὐωδίας Χριστοῦ γενομένην καὶ ἐπὶ τὸ ἄνω ὑψώσοι θυσιαστήριον καὶ νοερὸν ἀποτελέσοι θυμιατήριον, ἵνα καὶ θυσιάσῃς ὅσα ἡ χείρ σου καὶ ἡ πρᾶξις εὐπόρησε καὶ θυμιάσῃς τὸ τῆς ἐκ τῶν ἀρετῶν συνθέσεως τερπνὸν καὶ δεκτὸν θυμίαμα.

Τῷ μεγάλῳ δομεστίκῳ Ἅγιέ μου αὐθέντα, εἰ μὲν καὶ τὸ σὸν ὕψος ἐπελήσθη τῆς ἐμῆς ταπεινότητος καὶ οὐδὲ μαθεῖν ποθεῖ τὰ ἡμέτερα, τοῦτό μοι ἐπιθήκη τῶν συμφορῶν καὶ νῦν ἀληθῶς οἱ τὸν ἐμὸν πολεμησείοντες οὐρανὸν τὴν Ὄσσαν τῷ Πηλίῳ ἐπέθηκαν, εἰ δὲ βούλει, τῷ πύργῳ τῆς Χαλάνης τὴν στεφάνην οἱ Γίγαντες. Εἰ δὲ καὶ διὰ μνήμης ἔχεις ἡμᾶς καὶ πυνθάνῃ περὶ τῶν καθ’ ἡμᾶς, μικρόν τέ μοι χρῆσον τὰς ἀκοὰς καὶ βραχέα μαθὼν καὶ τὰ σιγηθέντα συλλόγισαι.

Ποιοῦσιν οἱ μῦθοι τὸν Ἡρακλέα, δόξαν οὕτω Διὶ καὶ Μοίραις, τῇ Ὀμφάλῃ δουλεύοντα. Ἡ δ’ Ὀμφάλη, Λυδῶν βασίλισσα, γυνὴ τρυφερὰ καὶ πολύχρυσος καὶ δοκεῖν βουλομένη καλλίστη καὶ ὑβριοπαθοῦσα μὲν εἰ ῥόδῳ συγκρίνοιτο, ἀπαξιοῦσα δὲ καὶ τὰς ὠλένας τῆς Ἥρας καὶ τὴν τῆς Λητοῦς κόμην καὶ τὰ σφυρὰ τῆς Ἥβης καὶ τὰς πέζας τῆς Θέτιδος, μιᾶς εἶναι διὰ πάντων εἰκὼν τῆς Ἀφροδίτης ἐθέλουσα. Ταύτῃ λατρεύων ὁ καλλίνικος ἥρως καὶ πορφύραν ἔξαινεν ἀναβάδην ταῖς Λυδαῖς συγκαθήμενος καὶ περὶ τούτου πάνειον ἔσχεν· ἔσθ’ ὅτε καὶ τὰς καρύκας ἐσκεύαζε καὶ ἄλλοτε τὴν κύλικα ἐπεδίδου, ἣν ἐπώχει τοῖς ἁδροῖς καὶ γενναίοις δακτύλοις, ὑποτρόμοις τότε διὰ τὴν πρὸς τὸ οἰνοχοεῖν ἀγροικίαν, δι’ ἣν καὶ ἐτυπτήθη χρύσῳ σανδάλῳ, καὶ ἐπιστάτῃ παραδοθεὶς εὐνούχῳ, δούλῳ λυδῷ, πράγματα εἶχε τὴν οἰνοχοΐαν ἐκδιδασκόμενος· οἱ δάκτυλοι γὰρ ἐπόθουν τὸ ῥόπαλον. Ὅδε ὁ εὐνοῦχος καὶ τὸν πώγωνα τοῦ μαθητοῦ ἔτιλλεν· εὐνοῦχος γὰρ ἦν ταῖς θριξὶν ἐγκοτῶν. Ἐνταῦθα ἡ λύπη συνεργεῖ τι τῷ Ἡρακλεῖ πρὸς τὴν τοῦ ἔργου κατόρθωσιν· ταύτῃ γὰρ ἐτάκησάν τε καὶ οἱ δάκτυλοι καὶ λεπτοτέροις ἐπέτρεπεν ἡ τῆς κύλικος ὄχησις. Οὐ ταῦτα δὲ μόνα τῷ Τριεσπέρῳ, ἀλλὰ καὶ ταῖς ἀλετρίσι τὰς περὶ τὴν ἀλφιτοποιΐαν ἐργατείας συνετέλει καὶ ᾀδούσαις συνεμινύριζε καὶ ὀξὺ καὶ κεκλασμένον ἁρμοζομέναις ἀντεπῇδε τραχὺ καὶ ὀρθότονον.

Αἳ δὲ ἐξεκάγχασαν καὶ τὰς χεῖρας συνεκροτάλισαν καὶ τοῦ ἔργου ἀφέμεναι ἐκεῖνον μόνον ἔλιπον περιστρέφειν τὴν μύλην ὡς ὄνον ἄρρυθμον. Ἔπασχε ταῦτα ὁ τοῦ Διὸς καὶ τὴν ὕβριν ταύτην διήθλει ἕως εἱμαρμένοι χρόνοι τῆς δουλείας αὐτὸν ἀπέλυσαν. Ὁ δὲ πάλιν ἤθλει, ἀλλ’ ἄξιά γε καὶ τοῦ Διὸς καὶ τοῦ Κρόνου τῆς σπορᾶς· κόσμῳ γὰρ ἦσαν ἀκοσμίας καθάρσια.

Ἐμαυτὸν ἔγραψά σοι ἐν οἵοις εἰμί. Πλὴν ὅσον οὐ βασιλίδι δουλεύω πλουσία καθαρίῳ τε καὶ καλῇ καὶ συνόλως Ἀφροδίτῃ χρυσῇ, ἀλλὰ δούλοις βαρβάροις ἀκαθάρτοις κινάβρας κῳδίων ἀπόζουσιν καὶ πενεστέροις τὸν βίον ἢ ὅσον τὴν κακοήθειαν πλούσιοι, μᾶλλον δὲ καὶ τῇ τοῦ βίου πενίᾳ καὶ τῇ κακοηθείᾳ συμπάντων βασιλεύουσι. Λύσατέ με τῆς αἰσχρᾶς ταύτης δουλείας οἱ τοῦτο δυνάμενοι, ἢ οἰχήσομαι ὑμῖν πρὸ ὥρας Θεοῦ διὰ τὸν χόλον, υἱὸς μηδὲν δράσας τοῦ πατρὸς ἄξιον. Τοῦτο δὲ ἐμοὶ μὲν ἀκλεές, τοῖς δ’ ἀνασχομένοις τυχὸν δυσκλεές.

(Τῷ ἐπὶ τῶν δεήσεων) Ὅδ’ ἀνὴρ οὐκέτ’ αὐτός· ἐκνεύει πάλιν. Οὔπω τῆς Ἀχρίδος ἐπέβην καὶ τὴν ὑμᾶς ἔχουσαν πόλιν ὁ δύσερως ἐπεπόθησα· μακρόθεν γάρ μοι προσέβαλλεν ἀποφορά τις θανάσιμος οἵας ἀτεχνῶς ἀποπνέουσι τὰ Χαρώνεια. Τῷ μὲν οὖν Ἐμπεδοκλεῖ τὸ νεῖκος κόρσας ἐκφύει ἀναύχενας· ἡ δ’ ἐνταῦθα τῆς ἀνεπιστασίας ἐπιστασία αὐχένας ἀκορσώτους μυρίους ἐπὶ μυρίοις ἐξέφυσε· τίς γὰρ Ἀχριδιώτης οὐκ ἔστιν αὐχὴν ἀκέφαλος, οὔτε θεὸν οὔτ’ ἀνέρα τίειν εἰδώς; Τοιούτοις συνεῖναι κατακεκρίμμαι τέρασι καὶ τὸ δεινότατον ὅτι μηδ’ ἐλπίς ἐστι τοὺς αὐχένας τούτους κεφαλωθῆναί ποτέ τισι δυνάμεσι κρείττοσιν, ὥσπερ ἡ τοῦ Ἀκραγαντίνου σοφοῦ φιλία ἀτελεῖς κόρσας συνάγει πρὸς τὴν ἐντέλειαν.

Ἀλλά μοι τὰ πτερὰ τῶν χρηστοτέρων ἐλπίδων ἀπερρύη παντάπασι, καὶ ὁ ἐπὶ τῷ σκήπτρῳ τοῦ Διὸς ἀετὸς πεζεύει, φεῦ, καὶ τῇ ἰλύϊ ἐνίσχεται καὶ τῆς μετὰ βατράχων ζωῆς ἀνέχεται. Οἵ γε καὶ δεινὸν οἰόμενοι καὶ τῶν καιρῶν τῆς αὐτῶν τύχης ἀνάξιον, εἰ μὴ πάντα ἐντρυφῷεν ἐπὶ τῆς σφετέρας τῷ Διὸς ὄρνιθι, ἐπιβαίνουσί τε ἐπὶ τὰ τούτου νῶτα, πηλοῦ καὶ δυσωδίας ἀνάμεστοι, καὶ ἐπιβάντες βοῶσι δύσηχον μέντοι καὶ ἀναρμόνιον καὶ τί γὰρ ἢ τελματώδους ψυχῆς ἐπάξιον; Ἐοίκασι γοῦν ᾄδειν παιᾶνά τινα ἐπινίκιον. Τῷ δὲ οὔπω μὲν οὔτε τὸ ῥάμφος οὔθ’ αἱ τῶν ὀνύχων ἀκωκαὶ ἤμβλυνται, ἀλλ’ ἔτι σπαράττειν καὶ ἀποκνίζειν σάρκας ἔχουσι· μείζω δὲ ὕβριν τιθεὶς ἑαυτῷ τὴν ἐπιστροφὴν καὶ ἄμυναν τῆς ἐκείνων ὕβρεως, πρὸς τὰς τοῦ ἡλίου μόνον ἀκτῖνας ὁρᾷ ἀτενές τε καὶ ἔντρανον καὶ οἷον αὐτῷ τοῖς ὀφθαλμοῖς ἑκάτερον ἡ φύσις ἡρμόσατο καὶ ἔοικέ τε τόν, ὅστις ποτὲ οὗτος ὁ ἥλιος, μάρτυρα ποιεῖσθαι τοῦ πάθους καὶ τὸν ἀντωπεῖν, τοῦτό ἐστιν αὐτῷ δυσωπεῖν, καὶ νεμεσητὸν δεικνύναι τὸ τοιοῦτον τοιούτοις παίζεσθαι. Εἶτα, ὦ πρὸς τῶν τοῦ ἡλίου τούτου καθαρῶν ἀκτίνων αἷς αὐτός γε ὁσημέραι φωτίζῃ καὶ φωτίζεις οὓς ἀετιδεῖς ἀπογεννᾷς, φιλοσοφώτατε ἀνθρώπων καὶ χαριέστατε, ὁ ταῦτα ὑβριζόμενος ἀετὸς μάτην ποθεῖ τὸ μεθ’ ὑμῶν διάγειν τῶν μακαρίων, ἔνθα μάλ’ αἴθρη πέπταται καὶ ἀνέφελος, ἐκσπασθεὶς τοῦ πηλοῦ καὶ τοῦ τέλματος;

Οὐκ, ἔγωγε οἶμαι, ἐρεῖς, ἢ τὴν ἐνταῦθα τῶν κακῶν λίμνην καὶ τοὺς ταύτης ἐκγόνους κατακριθείης βατράχους· οὐδὲ γὰρ ἔχω τί ἄν σοι ἐπαρασαίμην ἄλλο καὶ τῆς συνήθους ποδάγρας ἄλγιον.

Τρυφᾶν σοι δοκῶ παίζων οὕτω καί, ναὶ μὰ τοὺς λόγους, τοσοῦτόν μοι γέμεις χαρίτων καὶ οὕτω διαχέεις με καὶ μνημονευόμενος ὡς καὶ τοῖς πρὸς σὲ γράμμασιν αὐτὸ τοῦτο ἐπισημαίνεσθαι καὶ πάσης τηνικαῦτα λύπης με λύεσθαι καὶ ἄνετον πρὸς τὰς σὰς χάριτας φέρεσθαι ἄλλαις δή τισι χάρισιν. Ἀλλὰ δοίη ποτὲ ὁ τῷ ὄντι χαριτοδότης Θεὸς κἀμοὶ παντελῆ τῶν ἐνταῦθα λύσιν κακῶν ἢ παράκλησιν καί σοι τῆς ἀμειλίκτου θηρὸς ἀπαλλαγὴν τελείαν ἢ ἄνεσιν. Οὐ γὰρ δὴ ἢ μόνοι τῆς κατ’ αὐτὸν ὁδοῦ ἀπεσφάλημεν ἢ μόνοις ἡμῖν ἀπένειμεν ἄκρατον τὸ κόνδυ τῆς πτώσεως.

Τῷ διδασκάλῳ τῆς μεγάλης ἐκκλησίας, κυρῷ Νικήτᾳ, τῷ τοῦ Σερρῶν Ἐβουλόμην μὲν καὶ πρὸς τὴν σὴν ἱερότητα μακροῖς ἐνευκαιρεῖν λόγοις καὶ προδεικνύναι σου τοῖς συμπαθέσιν ὀφθαλμοῖς πλατυτέραν τὴν ἐμὴν σκηνὴν τῶν τραγῳδιῶν. Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο δυστυχοῦμεν, πυθοῦ τοῦ πρὸς τὸν κοινὸν ἡμῶν αὐθέντην τὸν μέγαν δομέστικον γραμματίου ἡλίκα καὶ οἷα πάσχομεν. Κἂν μὲν αὐτάρκης ἡ παρ’ ἐκείνου διδασκαλία τῇ σῇ συνέσει, γενοῦ καὶ τῶν ἡμετέρων διδάσκαλος ἄλλοις· εἰ δέ σοι διεξοδικωτέρων δεῖ λόγων, ζητήσας τὴν πρὸς τὸν ἐπὶ τῶν δεήσεων ἐπιστολὴν ἡμῶν, ἣν πάντως ὁ σὸς μαθητὴς καὶ ἀδελφὸς ἐμὸς ἐπιδώσει σοι, πλέον τι μαθήσῃ τυχὸν καὶ γυμνότερον. Πλὴν ἀλλ’ ὁποτέρως ἂν ἐπιγνοίης τὰ ἐν οἵοις εἰμί, ἀλλοιῶσαι ταῦτα ταῖς εὐχαῖς σπούδασον.

Πάντως ὃν μακροῖς ἐπ’ ἐκκλησίας κηρύττεις λόγοις φιλάνθρωπον μᾶλλον ἢ δίκαιον, οὗτος ὑπὲρ δούλου μακρὰ πεπονηκότος καὶ βραχέων σου ῥημάτων ἀκούσεται.

Τοῦ αὐτοῦ ἐπιστολὴ τῷ σεβαστῷ Ἰωάννῃ τῷ γυναικαδέλφῳ τοῦ βασιλέως Τίς ἄν μοι σχολὴν ἔδωκε πρὸς λόγους, πανσέβαστέ μου ἀντιλῆπτορ, ὅση μοι βούλησις, ἵνα σοι πρὸς τὴν τοῦ κατορθώματος δόξαν τὴν γλῶτταν ἥρμοσα; Τίς δ’ ἄν μοι ῥητόρων χορὸν συνεκρότησεν, ἵνα τούτων κορυφαῖος γενόμενος, ὅπερ ἦν ποτε, εἶτα δοὺς αὐτοῖς τὸ ἐνδόσιμον, κοινῇ τὴν λογικὴν χορείαν ἐπλήρωσα; Σὺ γὰρ βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα παρὰ τοῦ βοήθειαν ἐξαποστείλαντός σοι ἐξ ἁγίου καὶ ὑπερασπίσαντος ἀναδέδειξαι. Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, κἂν νῦν σπαίρῃ τῷ οὐραίῳ καὶ δοκῇ ζῆν οὕτω παρὰ τοῖς οὐκ ὀρθῶς κρίνουσιν· ὡς ἡμεῖς γε παρὰ σοῦ τοῦ λαβόντος δύναμιν πατεῖν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ τὸ ζῆν ἀπειληφότες, ἐγγελῶμεν τὸν καυχησάμενον εἰς τὰ ἄμετρα καὶ εἰπόντα· τῇ χειρί μου καταλήψομαι τὴν οἰκουμένην καὶ ἐξαλείψω τὴν θάλασσαν καὶ ὡς καταλελειμμένα ᾠὰ τοὺς σύμπαντας ἐξαρῶ.

Ἀλλὰ γὰρ οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε· ἐπέβλεψας δὲ ἐξ οὐρανοῦ καὶ εἶδες τοὺς υἱοὺς τῶν τεθανατωμένων καὶ ᾠκτείρησας ἡμᾶς, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας ἑαυτῷ καὶ ἐπὶ ἄνδρα δεξιᾶς σου ἐξαποστείλας τὸ φῶς σου καὶ τὴν ἀλήθειαν, ἐπλεόνασας ἐπὶ τὸν σεβαστὸν τὴν μεγαλωσύνην σου· καὶ διδάξας τὰς χεῖρας αὐτοῦ εἰς παράταξιν καὶ τοὺς δακτύλους εἰς πόλεμον, συνέτριψας ἁμαρτωλοῦ βραχίονας καὶ μοχλοὺς σιδηροῦς συνέθλασας· ἐξῆξας πεπεδημένους καὶ εἶπας τοῖς παρανομοῦσι· μὴ παρανομεῖτε, καὶ τοῖς παραπικραίνουσι· μὴ ὑψοῦτε κέρας.

Ἀλλ’ ὁρᾷς, ὦ πανσέβαστε, ὅπως τὰ Θεοῦ περὶ σὲ δωρήματα τοῖς τοῦ Θεοῦ λογίοις ὡς δυνατὸν ὕμνησα, ἐπεὶ καὶ δεῖ μὴ ἀνθρωπίνῃ γλώσσῃ τὰ ὑπὲρ ἀνθρώπους κατασμικρύνεσθαι; Φύλαττέ μοι τοίνυν τὴν ἐπὶ ἀγαθότητι θεομιμησίαν καὶ μηδέποτε μηδενὶ μηδὲν θελήσεις κακὸν καὶ πρὸς πάντας μὲν ἀγαθωσύνην ἐπιδεικνύμενος, μάλιστα δὲ πρὸς τοὺς ἐξ ἀρχῆς ἐλεηθέντας σοι, ὁποῖοί ἐσμεν ἡμεῖς, οἷς μάλιστα ἂν χαρίσαιο καὶ τὰ μέγιστα, εἴ γε τοὺς ἐν τῇ Εὐρίπῳ συγγενεῖς ἡμῶν ἐλέους ἀξιοῖς καὶ δείξοις τοῖς ἐν τῇ Ἑλλάδι ὡς παρὰ σοὶ τῷ πανσεβάστῳ πάντων ἀντιλήπτορι πλείονος ὁ ἀρχιεπίσκοπος λόγου ἄξιος· πλήρωσον οὖν μου τὴν χαρὰν ἐν τοῖς ἐμοῖς ἐν πᾶσιν αὐτῶν ἀντιλαβόμενος καί σε Θεὸς ἔτι καὶ ἔτι ὑψώσειε, δοξάζων σε τὸν διὰ τῆς ἀγαθότητος αὐτὸν ὁσημέραι ἀντιδοξάζοντα, καὶ οἱ ἐχθροί σου χοῦν λείξουσι.

Τῷ καίσαρι Δέσποτά μου ἅγιε, τοῖς πρότερον παρὰ τῆς βασιλείας σου γενομένοις πρὸς ἐμὲ ἀγαθοῖς πολλάκις ἀντιταλαντεύσας τὴν γλῶτταν καὶ πειρασάμενος ἴσην ἐξευρεῖσθαι γλῶσσαν τοῖς πράγμασι, πολλὴν ἐμαυτοῦ κουφότητα μετὰ τὴν πεῖραν κατέγνωκα. Τὰ μὲν γὰρ μεγάλα τε καὶ ὑπερβριθῆ, ἡ δὲ γλῶττα δέ μοι μικρὰ καὶ οὐδὲν ἐμβριθὲς ἔχουσα. Ἐπεὶ δὲ καὶ τὸ ἐπὶ τῷ κανονικῷ πρόσταγμα προσετέθη τούτοις νῦν, τοῦτο ἐκεῖνο Ὄσσαν ἐπὶ Πηλίῳ κατεῖδον τὸ τοῖς Γίγασιν ἐννοηθῆναι τερατευόμενον, ἢ τό τε ἡμῖν οἰκειότερον εἰπεῖν· ὁ πλεονάσας ἐπ’ ἐμὲ τὴν μεγαλωσύνην σου. Ὁ γοῦν καὶ τούτου μὴ προστεθέντος οὕτω τῶν προτέρων ἡττώμενος, ποῦ νῦν καταδύσομαι; Τίς δέ μοι λόγον ἔσται κιχρῶν τοσούτοις ἀγαθοῖς ἁμωσγέπως ἀντιζυγούμενον; Ὁρᾷς ὅπως με νικᾷς τὸν ἦν ὅτε δριμὺν ῥήτορα, βασιλεῦ φιλοδωρότατε καὶ χρηστότατε; Ὁρᾷς ὅπως βασιλεύεις καὶ κρατιστεύεις ἡμῶν ἐν ἅπασι; Καὶ εἰκότως. Εἰ γὰρ Θεοῦ μὲν εἰκὼν ἅπας βασιλεύς, σὺ δὲ τούτου τοῦ θειοτάτου μετέσχηκας καὶ πράγματος καὶ ὀνόματος, πάντως ὥσπερ ἁπάντων ὑπέρτερον τὸ ἀρχέτυπον, οὕτω δὴ πάντων ὑπερέξει καὶ τὸ ἐκτύπωμα.

Βάλε τοίνυν οὕτως καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ τῇ ἀγαθοχυσίᾳ βασίλευε. Ἀλλὰ δοκῶ σου ἀντακούειν τῆς γλυκείας φωνῆς· τί δ’ ἂν εἴποις, ἀρχιεπίσκοπε, εἰ καὶ τὰ λοιπὰ χωρία, τὰ δεσποτικά φημι κτήματα, συντελεῖν σοι τὸ ἐπὶ τῷ κανονικῷ νενομισμένον προστάξομεν;

Τί δὲ ἄλλο ἢ ὅτι ὁ ἐμὸς δεσπότης οὐ τὴν ἐμὴν μόνον γλῶσσαν νικῆσαι φιλονεικεῖ, ἀλλὰ καὶ παντὸς τοῦ ταύτην φημιζομένην ἀκούσαντος τὴν χρηστότητα καὶ ὡς ἥλιός ἐστι πρὸς ἡμᾶς τὸ μεσημβρινὸν ἐπιλάμπων ἀεὶ θερμότερον καὶ λαμπρότερον; Τί τούτου κρεῖττον, ἅγιε δέσποτα, τοῦ νικᾶν οὐ τὴν ἡμετέραν μόνον γλῶτταν, ἀλλὰ καὶ παντὸς ῥητορικὸν πνέοντος; Εἴπω τὸ τούτου μεῖζον; Εὗρον γάρ. Θεὸν ἕξεις τὸν τῶν ἐκκλησιαστικῶν νομοθέτην καὶ πᾶσι τὴν ὑποταγὴν ἑαυτῷ τῷ τελέσαι τὸ δίδραχμον ἐντελλόμενον, τῆς ἀγαθότητος τὰς ἀμοιβὰς κἀνταῦθα κἀκεῖ παρέχοντα, ὃν μόνον οὐχ ἕξεις νικῆσαι, κἂν ἅπαντα μηχανήσαιο. Ἀλλ’ ὅσον ἡμᾶς νικᾷς, τοσοῦτον ὑπ’ ἐκείνου νικηθήσῃ, μᾶλλον δὲ ἀπειροπλάσιον τοῖς φιλοτιμήμασι.

Τῷ υἱῷ τοῦ σεβαστοκράτορος Εὐλογητὸς ὁ Θεὸς ὁ δοὺς ἡμῖν τά τε ἄλλα τῆς αὐτοῦ ἀγαθοχυσίας φιλοτιμήματα καὶ δὴ καὶ τὰ γράμματα, δι’ ὧν καὶ φίλοι φίλους προσαγορεύομεν καὶ δοῦλοι δεσπόταις διὰ μακροῦ προσφθεγγόμεθα. Ἀμέλει καὶ νῦν ὁ δοῦλος τῆς ὑμῶν ἀγαθότητος ἐγὼ στόματι τῷ γράμματι κέχρημαι καὶ διὰ τούτου τὴν ὀφειλομένων προσάγω φωνήν. Ἣ δέ ἐστι πρῶτον μὲν ὑπὲρ τῆς σῆς ὑγείας εὐχή, πανσέβαστέ μοι ἀντιλῆπτορ καὶ μετὰ τοὺς ἐκ τοῦ πρώτου πρώτους βοηθέ μου καὶ τεῖχος ὁμοῦ καὶ περίτειχος—δεῖ γάρ σε τοῖς τῆς Γραφῆς καλεῖν ῥήμασιν—, εἶτα καὶ παράκλησις πρὸς τὸ ἀγαθόν. Μὴ γάρ μοι ἐπιλάθοιο μήτε τῆς αὐτὸς αὐτοῦ φύσεως, ἐξ ἧς πάντων ἀγαθῶν σοι ῥύακες, μήτε τῶν πατρικῶν παραινέσεων, ὧν οὐκ οἶδ’ εἴ τι ἀγχινούστερον ἅμα καὶ σταθηρότερον, ἀλλ’ εἰδὼς ὡς τὸ μὲν ἀγαθοποιεῖν Θεοῦ, τὸ δὲ κακοποιεῖν ἐριννυῶδες, ὑπὲρ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων καὶ τῶν ταῦτα προξενούντων αὐτοῖς ἐξανίστασο καὶ μὴ κάμνοις μηδὲ ἄλλο τι προτιμότερον ἡγῇ τῆς θεομιμησίας καί σε Θεὸς οὗ πένητες, μᾶλλον δὲ ὃς οἱ πένητες, τηροίη σε πάσης κακίας ἀνώτερον καὶ κακώσεως ἐν πᾶσι καὶ τῆς ἡμετέρας ἀσθενείας καὶ ταπεινότητος τῇ δυνάμει καὶ τῷ ὕψει σου ἀντιλαμβανόμενον.

Τῷ σεβαστῷ κυρῷ Ἰωάννῃ, τῷ υἱῷ τοῦ σεβαστοκράτορος Ἐπειδὴ Θεὸς τοῖς πτωχοῖς τούτοις μέρεσι θεὸν ἐπαπέστειλε τὴν σὴν ἀντίληψιν, πανσέβαστέ μου αὐθέντα καὶ ἀντιλῆπτορ, μὴ παύσαιο ποιῶν τοῦτο δι’ ὃ ἐξῆλθες· κατὰ γὰρ τὸν θεσπέσιον Ἀρσένιόν σοι τῷ τὴν φύσιν θειοτάτῳ καὶ παίδευσιν φθέγγομαι. Τά τε οὖν ἄλλα τοῖς πένησιν ἐπικούρει κατὰ τῶν αἰχμαλωτιζόντων—οὕτω γὰρ εἰπεῖν οἰκειότερον—καὶ δὴ καὶ τήνδε τὴν κακὴν μοῖραν αὐτῶν ἀποσόβησον.

Τῶν τις γὰρ μοναχῶν καὶ ἱερέων, ὢ τῶν ἐμῶν κακῶν, καταφρονήσας μὲν Θεοῦ, ἀπαναισχυντήσας δὲ καὶ πρὸς τὸ ἀνθρώπινον ὄνειδος καί, τοῦτο δὴ τὸ προφητικόν, ὄψιν πόρνης ἑαυτῷ σχηματίσας, ἀπεβάλετο μὲν τὸ σχῆμα τὸ ἅγιον· κρεοβόρος δὲ ἀντὶ νηστευτοῦ καὶ ἀσελγὴς ἀντὶ σωφρονικοῦ, μᾶλλον δὲ σωφρονιστοῦ τελεσθείς, γυναικί τε σύνεστι καὶ ἀπηρυθριασμένως ἐμπομπεύει τῇ ἀσελγείᾳ. Καὶ τοῦτο μὲν καὶ δακρύων πολλῶν ἄξιον, ἀλλ’ οὖν ἀνεκτότερον πρὸς τὸ ῥηθησόμενον. Ὃ δ’ οὖν καὶ Θεὸν μάλιστα παροργίζει καὶ ἡμᾶς λυπεῖ ἄκουσον, ὁ μόνος τοῦτο δυνάμενος διορθώσασθαι.

Ὡς γὰρ τὸν θεῖον φόβον ἀπετινάξατο καὶ πρὸς Θεὸν εἶπεν, ὁδούς σου εἰδέναι οὐ βούλομαι, ἐν κακίᾳ δυνατὸς εἶναι ἱμείρεται καὶ ἐπείγεται καὶ τοῖς ἀνθρώποις τοῦ Ἰασίτου τῶν ἀδίκων καὶ ἀθέσμων λημμάτων πρόξενος γίνεται. Οἳ δὲ περιέπουσι τοῦτον, τί δὲ οὐ μέλλουσι;

Καὶ μόνον ἐπὶ κεφαλῇ φέρουσιν. Οἱ δὲ πένητες κατὰ κεφαλῆς φέρονται καὶ ἀπόλλυνται ταῖς συκοφαντίαις, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. Ἔστειλα καὶ ἤγαγον τὸν ἐπικατάρατον πρὸς μὲ καὶ ἠσφαλίσατό μοι ἄχρι τῶν κυριακῶν τῆς ἀπόκρεω μὴ εὑρεθῆναι μηδενὶ τῶν τῆς Βουλγαρίας μερῶν μήτε κατά τινος ἐγκαλέσαι. Ἀπέλυσα τοῦτον καὶ οἱ χριστιανοί, οἱ τοῦ Ἰασίτου ἄνθρωποι, περιέπουσιν αὐτὸν ἐν τῷ πραιτωρίῳ καὶ κυνηγὸν ἔχουσιν· οὕτω γὰρ ἑαυτὸς ἑαυτῷ ὀνομάζει, τὰ φίλα τούτοις θηράματα χαριζόμενος. Ἐπὶ τούτοις διανάστηθι, ὁ αὐθέντης μου, καὶ εἰπὲ λόγῳ καὶ τὸ δαιμόνιον ὃ τῷ τοῦ Θεοῦ λαῷ ἐπηρεάζει ἀπελαθήσεται.

Μηδεὶς δέ σε ἀπατήσῃ διακένοις λόγοις ὅτι μετανοήσει ὁ κλέπτης. Πόσα γὰρ αὐτῷ προσήγαγον μετανοίας φάρμακα καὶ πέρυσι καὶ νῦν καὶ δι’ ἐπιστολῆς καὶ αὐτοπροσώπως ἐντυγχάνων. Ἀλλὰ κωφῷ προσελάλουν κύματι καὶ ἡ πάρδαλις αὖθις κατάστικτος.

Ἐλέησον οὖν τοὺς πένητας καὶ πρὸ τούτων τὴν ἐκείνου ψυχήν, ἢ πρὸ τοῦ τοῦτον φθείρειν ταῖς ζημίαις τῇ κακίᾳ προφθείρεται, καὶ ἀπελαθήτω τῶν μερῶν τούτων ὡς λοιμὸς καὶ νόσημα ἐπιδήμιον. Εἰ δὲ καὶ αὐτὸς ἰσχύσω συλλαβεῖν τοῦτον, τῷ πύργῳ ἀποθανεῖται ὡς κακὸν κοινὸν καὶ δημόσιον.

Θεὸς δὲ εἴη σε κυβερνῶν τὸν ἅγιόν μου αὐθέντην πάσης κακίας ἀνώτερον καὶ κακώσεως.

Τῷ αὐτῷ Τῶν θείων ἀνδρῶν, πανσέβαστέ μου αὐθέντα καὶ ἀντιλῆπτορ, ἀμεταμέλητα εἶναι δεῖ ὥσπερ καὶ τοῦ Θεοῦ τὰ χαρίσματα. Ἐπεὶ οὖν θειοτάτη μὲν ἡ σὴ περιωπὴ τῆς ἀρχῆς, ἐχαρίσατο δὲ ἡμῖν ὃ προηγουμένως ἐκ τοῦ θεοστεφοῦς καὶ κραταιοῦ βασιλέως καὶ θεοῦ ἐγκοσμίου, ἵνα οὕτως εἴπω, τῇ ἐκκλησίᾳ κεχάριστο, φημὶ δὴ τὴν τῶν Πολογιτῶν ἱερέων παντελῆ ἐξκουσσείαν, μόνῳ καταβαρυνομένων τῷ τοῦ ζευγολογίου τέλει, τῶν ἄλλων δὲ πασῶν ὑπερκειμένων ἐπηρειῶν, τί τὸ ταύτην παραλλάξαν τὴν χάριν, ἅγιέ μου αὐθέντα καὶ ἀντιλῆπτορ; Εἰ μὲν ἠγροικίσμεθά τι πρὸς τὴν σὴν δόξαν ἡμεῖς καὶ τὸ γεγονὸς ἀγαθὸν δι’ ἀγνωμοσύνην κατεμολύναμεν, οὐδ’ οὕτως δεῖ τὴν πρὸς τὸν τοῦ Θεοῦ οἶκον γενομένην χάριν ἀνατρέπειν· Θεοῦ γὰρ οἶκος ἡ ἐκκλησία καὶ λέγεται καὶ πιστεύεται. Εἰ δ’ ἡμεῖς αὐθέντην καὶ εὐεργέτην ἐπιγραφόμεθα —μηδὲ γὰρ οὕτω μανείημεν ὡς ἄχαρί τι καὶ σκαιὸν τῇ ὑμετέρᾳ χρηστότητι ἀντενδείξασθαι—, ὁρᾷς πῶς οὕτως ῥᾳδίως ἀνατέτραπται τὸ σιγίλλιον τοῦ πανσεβάστου Κομνηνοῦ παρ’ αὐτοῦ τοῦ Κομνηνοῦ; Ὀνειδίσω γὰρ μικρόν, εἰ καὶ τόλμης ἔχεται. Ἀλλὰ μένειν οὐκ ἔστιν. Ἐπιθεῖναι τῇ πληγῇ μάλαγμα ἔστι καὶ μάλα ῥᾷον ἢ πλῆξαι. Τί οὖν τὸ μάλαγμα;

Πιττάκι ὑπογεγραμμένον τῇ σεβαστῇ σου χειρί, διοριζόμενον τῷ ἐκπροσωποῦντι πάσης ἐπηρείας καὶ δουλείας τῷ πραιτωρίῳ ἀνηκούσης περὶ τῶν λαϊκῶν ἀφεῖναι τοὺς ἱερεῖς, ἀντιστρέψαι δὲ καὶ εἴ τι ἀπὸ ἱερέων ἢ λόγῳ ἀερικοῦ ἢ ὀτρωτζίνας ἀφείλετο· δεῖ γάρ με παθεῖν τὴν καλὴν ἀντιστροφήν. Μᾶλλον δὲ προσταχθήτω ὁ ἐκπροσώπου διὰ τῆς μεγάλης ἀντιλήψεως τοῦ αὐθέντου μου ἵνα, εἴ τινες τῶν λεγομένων μεσάζειν ἱερεῖς ἔχουσιν εἰς οἰκείας ὑπηρεσίας αὐτοῖς καταχρώμενοι, μηκέτι ταύτην τὴν τυραννίδα κατὰ τῶν ἀρχιεπισκόπῳ ὑποκειμένων ἔχωσιν. Οὗτοι γὰρ δὴ καὶ τὸν κοινὸν λαὸν ἀνεσόβησαν ἐγκαλέσαι τῷ αὐθέντῃ μου διὰ τοὺς ἱερεῖς, οἶα δὴ θέλοντες τούτους αὐτοὶ καρπίζεσθαι καὶ τὸ τῆς ἐκκλησίας προνόμιον διὰ τὰ σφῶν αὐτῶν κέρδη θραύοντες.

Ὁ δὲ πρῶτος ἡμῶν ἀρχιερεὺς Ἰησοῦς Χριστὸς τηροίη τὸν πανσέβαστόν μου αὐθέντην ἐν πάσῃ εὐεξίᾳ ὅσῃ σώματος ὅσῃ πνεύματος, οὗ καὶ μικρὰν εὐλογίαν τὴν αὐτὴν καὶ τελείαν ἀριθμῷ μὴ ἀπαξιώσῃς δέξασθαι ἰχθύας ταρίχους ἑκατόν.

Τῷ καίσαρι τῷ Μελισσηνῷ Δέσποτά μου ἅγιε, τῇ βαρβάρῳ καὶ καθ’ ἡμᾶς οἰκουμένῃ Θεὸς ἐπιπεμφθεὶς ἐλευθέριος καὶ πᾶσι μὲν εἶ παράκλησις καὶ παραψυχὴ τοῖς τῷ θεοστεφεῖ σου κράτει προστρέχουσι, μάλιστα δὲ τῇ τῆς ἐμῆς ταπεινότητος ἀσθενείᾳ ῥάβδος δυνάμεως καὶ πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ, ὅντινα νοητέον τόνδε τὸν ἐχθρὸν εἶναι, εἴτε ἐπηρεαστὴν ἀδικώτερον, εἴτε λύπην τὴν ἐντὸς τὰ βέλη ἐναπερείδουσαν. Εἴ τι γὰρ ἄν μοι τούτων καὶ ὁπωσοῦν ἐνοχλήσειεν, εὐθὺς ἐγγύθεν ὁ σύμμαχος καὶ οὐ πόρρω τὸ λυσίπονον φάρμακον, ἅμα τε τῆς βασιλείας σου μιμνῄσκομαι καὶ εὐφραίνομαι.

Ἀμέλει καὶ νῦν γράφων τῷ ἐνθέῳ σου κράτει, πάντων τῶν λυπηρῶν ἐξ αὐτῆς δὴ τῆς γραφῆς ἐλπίζω μοι λύσιν ἔσεσθαι. Ἀλλὰ ταῦτα μὲν ἤδη καὶ λέλεκται. Δεινὸν γὰρ τὰ τοιαῦτα διασκεδάζειν τὸ τοῦ κραταιοῦ μου δεσπότου ὄνομα ὡς πάχνην ἑωθινὴν ἥλιος. Τίς γὰρ ἀκούων ὅτι τὸν ἀρχιεπίσκοπον ὁ θεοστεφὴς δεσπότης ἡδέως δέχεται γράφοντα καὶ τοῖς ὑπ’ αὐτοῦ ἐλεουμένοις συντάττει, ἄχαρί τι κατ’ ἐμοῦ καὶ τῶν ἐμῶν ἐπιδείξεται;

Ἐπεὶ δὲ νηστείας καιρὸς καὶ ἰχθυοφαγίας, ἡ φρουρός σου Θεοτόκος στέλλει τῇ βασιλείᾳ σου εὐλογίαν ἰχθύδια τεταριχευμένα διακόσια, πένησσα μὲν οὖσα τὸ ἐπ’ ἰχθῦσι διὰ τὴν τῶν στρουγῶν ἀποστέρησιν, πλουσία δὲ τὴν ἀντίληψιν, ἧς ἀεὶ τὴν βασιλείαν σου ἀξιοῖ.

Ἀλλ’ ὅπως μοι καὶ τὸν ἀριθμὸν σύμβολον οἰήσῃ θειοτέρας νουθεσίας καὶ παραινέσεως· παιδεύει γὰρ τὴν τελειοτέραν πεντάδα σοι τῶν αἰσθήσεων τῇ τετράδι τῶν ἀρετῶν πολλαπλῶς ἑνουμένην τῷ βασιλεῖ τῶν ὅλων πόμα καὶ βρῶμα προσφέρεσθαι ὡς δοῦλος ἀνάξιος.

Τῷ Κίτρου Ὄντως τῷ πνευματικῷ πνευματικὰ καὶ τὰ κοσμικὰ καὶ πάντα ἐν πᾶσιν ὁ Θεὸς τούτῳ γίνεται. Ἰδοὺ γοῦν σοι καὶ αὐτῷ, σεβασμιώτατέ μοι δέσποτα, τὰ πρὸς τὴν ἡμετέραν ἀποσταλέντα εὐτέλειαν, εἰ καὶ κοσμικά εἰσιν, ἀλλὰ πνευματικόν τι αἰνίττονται.

Τὸ μὲν γὰρ ἐκ τῶν τοῦ ῥόδου σταγόνων μύρον ἐν δυσὶν ἀγγείοις ὑελίνοις ἀπεσταλμένον ἐνουθέτει τὴν ἐμὴν πώρωσιν ὡς ἂν σῶμα καὶ ψυχὴν καθαρὰ καὶ διαφανῆ ὡς ὕελον ἐργασάμενος, ἀγγεῖα ταῦτα τοῦ κενωθέντος δι’ ἡμᾶς μύρου ποιήσωμαι. Οἶδας πάντως τὸν ὡσεὶ σταγόνα ἐπὶ γῆς στάζοντα, οὗ καὶ τὸ στυφὸν εὐῶδες, σωτήριον γάρ, καὶ τὸ εὐῶδες στυφόν, οὐκ ἄνετον γάρ. Ζυγὸν μὲν γὰρ ἔχει, ἀλλὰ χρηστόν, καὶ φορτίον ἔχει, ἀλλ’ ἐλαφρόν, καὶ αὖ εἰς νυμφῶνα ἄγει, ἀλλὰ διὰ στενῆς, καὶ ἀγαλλιᾶσθαι κελεύει, ἀλλὰ καὶ τὸ ἐν τρόμῳ προστίθησι.

Τὰ δὲ εὐώδη ξύλα ἆρα ματαίως οὕτω καὶ ἀργῶς παρὰ τῆς πνευματικῆς σου σοφίας ἔσταλται; Ἀλλὰ λίαν ἂν αὐτοὶ ἀργοὶ εἴημεν, εἰ μὴ κἀνταῦθά τι πνευματικὸν ἐννοήσαιμεν. Τέτταρα γὰρ ὄντα τὰ ξύλα. Τί ἄλλο πάντως ἢ τὸ τετραμερὲς ξύλον ἐδήλου, ὃ τὴν σωτηρίαν ἡμῖν εἰργάσατο, ᾧ Παῦλος καυχώμενος καὶ ἡμᾶς τοὺς τοῦ Χριστοῦ σταυροῦν τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ τοῖς ἐπιθυμήμασι βούλεται.

Ἐδίδαξας οὖν προδήλως ἡμᾶς ὅτι δεῖ σταυροῦν ἑαυτοὺς πᾶσι τοῖς κατὰ κόσμον ἡδέσι τε καὶ εὐώδεσι, καὶ εἴποι ἄν τις ἀστείως ὡς τὰ σταλέντα καθ’ ἑαυτῶν ἀπεστάλησαν. Διὰ γὰρ τοῦ ἀριθμοῦ, ὡς εἴρηται, σταυροῦσθαι πρὸς τὰ τοιαῦτα ὡς βλαβερὰ διδασκόμεθα, μᾶλλον δὲ προσέχειν πάντα Θεῷ καὶ διὰ τῶν τοιούτων εἰς ἐπίγνωσιν αὐτοῦ ἔρχεσθαι τοῦ κἀν τοῖς ἄλλως ἀτίμοις ξύλοις τοσαύτην τιμὴν διὰ τῆς εὐωδίας φυτεύσαντος.

Καὶ πλείω δ’ ἂν εἶχον γράφειν ὅσα κατενόησά σε διὰ τῶν σταλέντων τὴν ἐμὴν διδάσκοντα ταπεινότητα. Ἀλλὰ τί μοι τὸ ὄφελος νοεῖν μὲν ταῦτα, μὴ πράττειν δέ; Γένοιτο δὲ ταῖς σαῖς εὐχαῖς καὶ νοεῖν με καὶ πράττειν τὰ δέοντα καὶ τὸν ἐμαυτοῦ βίον ὀσμὴν ζωῆς, ἀλλὰ μὴ θανάτου, τῷ πρὸς ἐμὲ βλέποντι ποιμνίῳ παρέχεσθαι. Ὃ μὴ παύσαιο ὑπὲρ ἡμῶν ἐξαιτούμενος.

Τῷ Διαβολογύρῃ Εὖγε ὅτι προσθήκη τῷ ποιμνίῳ τοῦ Χριστοῦ γέγονεν. Εὖγε ὅτι πλατύνεταί σοι τὰ θεῖα σχοινίσματα καὶ λαός σοι κτιζόμενος αἰνεῖ τὸν Κύριον. Οὐ μικροῦ γὰρ ἠγαλλίασέ μου τὸ πνεῦμα ἐπὶ τῇ τῶν Ἀρμενίων ἐπιστροφῇ. Τὰς γὰρ ἐκκλησίας αὐτῶν οὐ δεῖ κλεῖσαι, ἀλλὰ τὴν ἀκολουθίαν ἣν ποιοῦμεν εἰς ἐγκαίνια ναοῦ ποιήσαντά σε καὶ χρίσαντα σταυροειδῶς μύρῳ τοὺς τοίχους ὀρθοδόξοις ἱερεῦσι παραδοῦναι καὶ οὕτως ἀνέτους πάντας ποιῆσαι τοῖς ἐξ Ἀρμενίων ἐπιστρέψασιν. Εἰ δὲ καὶ ἱερεῖς αὐτῶν τῇ ὀρθοδόξῳ πίστει προσῆλθον, κρεῖττον μέν ἐστι τάττεσθαι αὐτοὺς εἰς λαϊκούς. Εἰ δ’ ἄρα τῆς ἱερωσύνης ἀντέχονται καὶ ἄλλως ἀνεπίληπτοί εἰσι, χειροτόνησον τούτους αὐτός. Πρὶν δεῖ ἀκριβολογηθῆναι τὴν λειτουργίαν αὐτῶν, καὶ εἰ μὲν ἔστι τοῦ Χρυσοστόμου ἀπαράλλακτος καὶ ἀδιάφορος, δεῖ λειτουργεῖσθαι ταύτην· εἰ δέ ἐστι διεφθαρμένη, χρὴ ἀλλαγῆναι, καὶ τὴν ἄλλην δὲ ψαλμῳδίαν σκοπηθῆναι.

Καὶ πρὸς ταῦτα οἶδα μὲν ὅτι τὴν ἐμὴν παρουσίαν ἐπικαλέσῃ, πλὴν ἀλλ’ ὑποπτεύω ὅτι μετὰ τὸ Πάσχα ὁ αὐθέντης ἡμῶν ὁ σεβαστὸς πρὸς τὰ πλησιάζοντα ἡμῖν μέρη ἢ πρὸς ἡμᾶς αὐτοὺς ἐλεύσεται· οὕτως δὲ αὐτοὺς ἡμεῖς συνειθίσαμεν· οὐδεμία χρεία τῆς ἐμῆς παρουσίας αὐτόθι τό γε νῦν· γράψον οὖν ἡμῖν περὶ τούτου αὐτοῦ.

Τὴν δὲ πλουσίαν σου πρὸς ἡμᾶς διάθεσιν πάντοτε ἀποδεχόμενοι καὶ πρὸς πάντας ἀνακηρύττοντες, πλέον ἀπεδεξάμεθα νῦν, ὅτι παρὰ τῶν δῆθεν φίλων ᾐχμαλωτίσθης· καίτοι ὂν μόνον εἶχες ὑπολειφθέντα σοι ἵππον τῇ ἐκκλησίᾳ ἀπέστειλας. Εἰ γὰρ καὶ μὴ πάνυ ἐπιτήδειός ἐστιν εἰς τὴν χρείαν ἣν αὐτοῦ χρῄζομεν, ὅμως πολλὴ ἡ πρὸς τὴν ἐκκλησίαν εὐγνωμοσύνη σου, καί σου ὑπερεύχομαι, ὅτι οἶδας τὴν δοῦσάν σοι ἃ ἔχεις· οἱ γὰρ πολλοὶ καὶ προσβλάπτουσι.

Δήλωσον δέ μοι εἰ καὶ πᾶσαν τὴν ἀκολουθίαν ἔχεις ἣν τελοῦμεν ἐπὶ τοῖς ἐξ Ἀρμενίων ἐπιστρέφουσιν· εἰ δὲ οὐκ ἔχεις, μεταγράψομεν ταύτην καὶ ἢ ἐνέγκωμεν ἢ ἀποστείλωμεν. Καὶ μὴ παύου, ἀδελφέ, τῆς ἐν τῇ ἐκκλησίᾳ ψαλμῳδίας καὶ ὅλως τῆς τοῦ οἴκου τοῦ Θεοῦ εὐπρεπείας προνοούμενος, καὶ σκεπάσαι σε ὁ Θεὸς ἀπὸ παντὸς ἐχθροῦ.

Τῷ Ταρχανειώτῃ Ὄντως εἰκὼν ὁ λόγος τοῦ νοῦ καί, κατὰ τὸν Κύριον εἰπεῖν, ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας τὸ ἀγαθὸν προβάλλεται νόμισμα. Ὁποῖον δὴ καὶ σύ, ὁ μεγαλεπιφανέστατος ἡμῶν αὐθέντης, περὶ τὴν ἡμετέραν ἐπεδείξω οὐδαμινότητα τιμήσας γράμματα, ἀξιώσας νουθετεῖσθαι γράμμασι καὶ ἁπλῶς λαλήσας ἐκ τοῦ τῆς καρδίας σου περισσεύματος.

Καίτοι τίνες ἡμεῖς νουθετεῖν τὸν ὑπὲρ πάντας τοὺς διδάσκοντας συνιέντα σε καὶ ὑπὲρ τοὺς πρεσβυτέρους σοφισθέντα τῇ τῶν ἐντολῶν ἐκζητήσει; Τί σε τοσοῦτον ὁ ἡμέτερος λόγος διδάξει ὅσον ἡ μεγάλη σου φύσις ἐχώρησε, προσλαβοῦσα καὶ τὴν ἐκ τῶν στροφῶν τοῦ βίου πεῖραν ἐπίκουρον; Πάντως γὰρ οἶδας τὴν τοῦ μάλιστα πάντων πειραθέντος τῶν βιωτικῶν ἀγαθῶν ἀπόφασιν, τοῦ μεγάλου φημὶ Ἐκκλησιάστου, ὃς ματαιότητα ματαιοτήτων τὰ πάντα εἶναι ὡρίσατο, τὴν ὑπεροχὴν ἐν τούτῳ δηλώσας τῆς κοσμικῆς οὐδενότητος. Εἶτα, χάριν τῆς τῶν ματαιοτήτων ματαιότητος τῷ ὄντως ὄντι προσκρούσομεν καὶ ὑπὲρ σκότους τῷ ἡλίῳ ἀντιστησόμεθα; Ἐμβλέψατε, φησίν, εἰς ἀρχαίας γενεάς.

Τίς ἤλπισεν ἐπὶ Κύριον καὶ κατῃσχύνθη; Καὶ αὖ· οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον καὶ τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσεται, σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου. Τίς οὕτως εὐεξαπάτητος καὶ πεπαχυμένος καὶ βοσχηματώδης τὸν νοῦν ὥστε ἐπ’ ἀδικίαν ἐλπίζειν καὶ ἐπιποθεῖν ἐπὶ ἅρπαγμα καὶ ταῦτα ἀκηκοὼς τοῦ Ἰώβ, οὗ πλουσιώτερος οὐκ ἄν ποτε γένοιτο, ἀλλ’ οὐδ’ ἀληθέστερος, ὡς πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Ταῦτα γοῦν εἰδότα σε, πανευγενέστατε, οὐδενὸς ἧττον ὡς ἀκηκόαμέν τε καὶ πεπιστεύκαμεν, τί πλέον ὁ ἡμέτερος λόγος νουθετῆσαι δυνήσεται; Πάντως οὐδέν, εἰ μὴ βουλοίμεθα μάτην φορτικεύεσθαι. Ὅμως ἐπεὶ πάντα δυνατὰ τῷ πιστεύοντι, ἀπόναιό μου τῶν γραμμάτων καθὰ πεπίστευκας. Οἶδα γὰρ καὶ ἄλλως τοῖς δρομεῦσι πτερὰ γινόμενα τὰ τῶν φίλων ὑποφωνήματα.

Θεὸς δὲ ὁ πάντοθεν ἡμᾶς ὠφελῶν—ἐποίησε γὰρ πάντα καλὰ λίαν— δῴη σοι ὠφελεῖσθαί τε καὶ ὠφελεῖν ἀνιέντι τοῖς ὑπὸ χεῖρα μὴ τὸ ἔργον μόνον, ἀλλὰ καὶ τὴν ἀπειλήν, ὡς ὁ μέγας ἀπόστολος ἐνετείλατο.

Τῷ γυναικαδέλφῳ τοῦ βασιλέως, κυρῷ Ἰωάννῃ Νῦν ἔγνωμεν οἷον ἥλιον ἔχοντες κατεμύομεν. Νῦν ἡμῖν γλυκεῖαι αἱ τοῦ ἔαρος χάριτες. Ἔστρεψας γάρ σου τὸ πρόσωπον, καὶ τεταραγμένοι σύμπαντες ἐγενήθημεν. Ποθοῦμέν σου τὴν πραότητα· ζητοῦμέν σου τὸ μέτριον τοῦ φρονήματος, τὸ πρὸς πάντας ὁμιλητικόν τε καὶ εὔχαρι· βαβαί, πόσον ἀνακλαιόμεθα· τὸ δὲ τῆς χειρὸς εὐεργετικόν τε καὶ μεγαλόδωρον, τὸ δὲ τιμητικὸν καὶ φιλάνθρωπον, τὴν δὲ πρὸς τοὺς τῷ Θεῷ ἀνακειμένους αἰδώ τε καὶ ὑποχώρησιν· ταῦτα μικροὺς μετὰ τῶν μεγάλων ἀνακηρύττοντας γίνωσκε. Ἀλλ’ ἡμῖν μὲν προφανῶς πεμφθεὶς ἐκ Θεοῦ διὰ τὰς σαυτοῦ ἀρετάς, εἶτα διὰ τὰς ἁμαρτίας ἡμῶν ἀποδημήσας, ἄλλοις φυλάττῃ παρὰ Θεοῦ σωτήρ, πάσης χρηστότητος χορηγός, καί σε μεγίστοις πράγμασιν ὁ Θεὸς ἐμβιβάζων οἷά τις ἀρχιτέκτων εὐφυᾶ μαθητήν, ὕλην ταῦτά σοι δίδωσιν ἵν’ ἐν τούτοις ἐπιδείξῃ τὴν δεξιότητα.

Καὶ θαρρῶ σου ταῖς ἀπαραμίλλοις τὴν νῦν γενεὰν ἀρεταῖς ὡς ἐν πᾶσι πάντων ἀνακηρυχθήσῃ δεξιώτερός τε καὶ δοκιμώτερος καὶ πάλιν τὰ τῆς Βουλγαρίας εὐεργετήσεις οἰκονομίαις θείαις αἷς τὰ σὰ διεξάγεται. Καίτοι καὶ νῦν οὐκ ἀπολέλοιπας ἡμᾶς πάντη. Κἂν γὰρ ἐκ τῶν βορείων ὁ ἥλιος νοτιώτερος γένηται, ὅμως ἀναλόγως καὶ θάλπει καὶ ζωογονεῖ καὶ τὰ πάντη μὴ πλησιάζοντα, ὥσπερ ἀμέλει καὶ ἡμεῖς τῷ τῆς Πελαγονίας μέρει τῶν ἀκτίνων σου ἀπολαύομεν. Ἀπολαύσαιμεν δὲ πλέον εἰ καὶ τὸ χωρίδιον ἡ Μόγγιλα, ἐν ᾧ καὶ ἀρχαία ἡμῶν αὐλὴ συνίσταται, δοθείη τῇ φρουρῷ σου Θεοτόκῳ διὰ προσκυνητοῦ καὶ σεβαστοῦ μοι σιγιλλίου σου καὶ ὁ ἐν ταύτῃ Ῥωμανὸς ὁ Στραβορωμανός, ὃς ἐκ τῆς ἐκκλησίας παχυνθεὶς κατ’ αὐτῆς λυττᾷ ἀνασταλείη δι’ ἀπειλῶν τοῦ αὐθέντου μου, παραγγελλομένου καὶ τοῦ στρατοῦ περὶ αὐτοῦ καὶ τῶν ἄλλων ἀνθρώπων ὡς ἂν μηδενὶ χώραν διδοίη καθ’ ἡμῶν τῶν ἀεὶ εὐχομένων ὑπὲρ τῆς σῆς εὐδοκιμήσεως, τῶν ἀεὶ ἀνακηρυττόντων τὰ σὰ καὶ γλῶτταν ἐχόντων πρὸς εὐχαριστίαν οὐδενὸς χείρονα, ἵνα μὴ λέγω ὅτι καὶ Ῥωμανοῦ καὶ ἄλλων πολλῶν βελτίονα.

Ἀλλ’ ὦ τοῦ μακαρίου Δουκῶν γένους τὰ καλὰ ἐν ἑαυτῷ συλλαβών, μένε μοι ἐπὶ τῆς αὐτῆς ἀγαθότητος· μᾶλλον δὲ ἀναβάσεις καὶ προκοπὰς ἐν ταύτῃ τίθεσο, εἴπερ ἐστί τι μέτρον ἐπέκεινα οὗ κατώρθωσας, καὶ μὴ ἐκσταίης τοῦ θεοειδοῦς τόπου, τῆς εὐεργετικῆς φημι καὶ ἀγαθοποιοῦ διαθέσεως, τῆς τε ἐπὶ πᾶσι μετριοφροσύνης, ἥ σε καὶ ὕψωσε καὶ ὑψώσειεν, ἡμῶν τῶν ταπεινῶν, κἂν αἰτῶμεν καὶ μὴ αἰτῶμεν, καὶ τῶν συγγενῶν ἡμῶν τῶν ἐν τῇ Εὐρίπῳ τῇ μεγάλῃ σου χειρὶ ἀντιλαμβανόμενον.