Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί

Θεοφύλακτος Βουλγαρίας

Επιστολές περί προστασίας της τοπικής Εκκλησίας και λογίων σχέσεων

Εκκλήσεις προς αξιωματούχους για την προστασία κληρικών, ιδίως στις περιοχές του Πολογού και της Διαβόλεως, καθώς και επιστολές που καλλιεργούν τις λογοτεχνικές και φιλικές σχέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 9

Τῷ Ταρωνειτοπούλῳ, τῷ δουκὶ Σκοπίων Εἰ μὲν παραφρονήσαντα τὸν ἀρχιεπίσκοπον ἤκουσας, πανσέβαστέ μοι αὐθέντα, καὶ μανίαν νοσήσαντα δυσθεράπευτον, τότ’ ἂν ἔδει σε πεισθῆναι ὅτι καὶ σῆς γραφῆς παρήκουσε καὶ οὐδ’ ἀντιγράψαι, φεῦ πῶς εἴπω, ἠξίωσεν. Εἰ δὲ τἆλλα μὲν ἄφρονές ἐσμεν οἷα δὴ κτηνώδεις γεγονότες τοῖς πάθεσι καὶ διαφθαρέντες καὶ βδελυχθέντες τοῖς θεομισέσιν ἐπιτηδεύμασιν, ἐν δὲ τούτῳ τέως φρονοῦμεν τῷ εἰδέναι τὴν ὑμετέραν περιωπὴν ἐφ’ ἧς ἵστασθε καὶ δι’ ἣν πάντως ὑπέρκεισθε. Μὴ οὕτω ῥᾳδίως πειθοῦ τοῖς καθ’ ἡμῶν λέγουσιν, ἀλλ’ ἄλαλα γενηθήτω τὰ χείλη τῶν ἐνδιαβαλόντων ἡμᾶς πρὸς τὴν σὴν ἀγαθότητα. Ἐπιδειξάτωσαν τίνι δεδώκασι τὸ πιττάκιον τὸ περὶ τῆς ἐπισκοπῆς διαλαμβάνον, τίς ἡμῖν τοῦτο διεκόμισε, καὶ τότε κυρώσουσιν ἅπερ λέγουσιν, ὅτι ὡς καταφρονοῦντες οὐκ ἀντεγράψαμεν. Ναί, πρὸς τῆς εὐχῆς τῆς ἁγίας σου μητρός, ἐρεύνησον περὶ τοῦ πιττακίου τίνι ἐδόθη καὶ εἰ εὑρεθείην ἐγὼ δεξάμενος μὲν τοῦτο, μὴ ἀντιγράψας δέ, ὡς καταφρονητὴς εὐθυνθήσομαι.

Ἀλλ’ ἐπειδὴ περὶ τοῦ μὴ δέξασθαι γραφὴν τοῦ αὐθέντου μου περὶ ἐπισκοπῆς διαλαμβάνουσαν ἀπελογησάμην, ἰδοὺ καὶ περὶ αὐτῆς τῆς ἐπισκοπῆς γράφω. Οὔτε σε τὸν αὐθέντην μου δεῖ εἰς τὰ τοιαῦτα παρεμβάλλειν ἑαυτόν, μεγάλα γὰρ καὶ φρικτά, οὔθ’ ἡμᾶς οὕτως ἁπλῶς τὰ θεῖα καταχαρίζεσθαι. Τῶν γὰρ εἰς ἐπισκοπὰς προσαχθέντων παρ’ ἡμῶν οἱ μὲν ἐν ταύτῃ τῇ ἐκκλησίᾳ δουλεύσαντες καὶ ἐπ’ εὐλαβείᾳ καὶ σεμνότητι μαρτυρούμενοι τῆς ἐπισκοπῆς ἐπέσχον, οἷος ὁ Μορόβου, ὁ Πρισδριάνων, οἱ δὲ ἐν Κωνσταντινουπόλει λόγῳ καὶ διδασκαλίᾳ λάμψαντες, οἷος ὁ Καστορίας, ὁ Βελεγάρδων, ἢ ἐν μοναστηρίῳ τῷ μοναδικῷ βίῳ ἐμπρέψαντες, οἷος ὁ Τριαδίτζης, τῆς ἀρχιερατικῆς ἀξίας ἐπέτυχον.

Εἰ μὲν οὖν τοιοῦτος εἴη καὶ ὁ παρὰ τοῦ αὐθέντου μου συνιστάμενος, οὐ σὺ χάριν ἡμῖν ἕξεις, ἀλλ’ ἡμεῖς σοι. Εἰ δὲ μήτε τῇ ἡμετέρᾳ ἐκκλησίᾳ γνωστὸς μήτε τοῖς ἐν Κωνσταντινουπόλει ἐπὶ λόγῳ ἢ βίῳ μαρτυρουμένοις περιφανῶς, μὴ δὴ θελήσῃς μάτην καὶ εἰκῇ προσκροῦσαι Θεῷ μηδὲ ἡμᾶς τοῦτο κέλευε, οἳ πειθαρχεῖν μᾶλλον Θεῷ ἢ ἀνθρώποις διατετάγμεθα.

Ἔπειτα καὶ τοῦτό φαμεν ὡς οὐδὲ λείπει νῦν ἡμῖν ἐπισκοπή, ἐκτὸς εἰ μὴ τὴν Βυδίνην λέγοι τις, ἧς τὸν ἄξιον καὶ πάνυ ποθοῦντες εὑρεῖν οὐ δυνάμεθα. Δεῖ γὰρ ἀνδρὸς ταύτῃ συγκεκροτημένου καὶ πρὸς τὰ πνευματικὰ καὶ τὰ κοσμικά. Πῶς δὲ παρήκουσα τῷ αὐθέντῃ μου καὶ εἰς τὴν τοῦ κληρικοῦ μου ἀποστολὴν οὐκ ἔγραψα τῷ προξίμῳ, οὐκ ἔστειλα ἐκεῖνον;

Καὶ πρότερον κἂν ἀπὸ τοῦ Αἰγυπτίου ἀπατηθεὶς ὑπεστράφη καὶ πάλιν ἐκ δευτέρου τοῖς ταξεώταις συναπέστειλα. Τίς ἐστιν ὃς τὸν καθαρόν σου λογισμὸν καθ’ ἡμῶν ἐπιθολοῖ; Δόλιός τις, ὡς ἔοικεν, ἄνθρωπος καὶ τί γὰρ ἢ διάβολος; Ἀλλ’ ἐκεῖνον μέν, ὅστις ἂν εἴη, θραύσαι Κύριος, τὴν κακίαν αὐτοῦ συντρίβων· αὐτὸν δὲ ἰώμενος, σὲ διαφυλάττοι ἡμῖν ποταμὸν εἰρήνης, ὡς Ἠσαΐας εἶπεν, ἀθόλωτον.

(Τῷ υἱῷ τοῦ σεβαστοκράτορος) Οἱ δ’ ἐν τῷ Πολόγῳ ἱερεῖς οὐδεμιᾶς ἀδείας ἢ ἀνεσίας ἔτυχον, κἂν σύ, ὁ αὐθέντης μου, γράψας ἡμῖν διὰ σεβαστοῦ σου πιττακίου πρὸς τὸν ἐκπροσώπου γενομένου ἄνεσιν αὐτοῖς δέδωκας. Καὶ εἰς παραμονὰς γὰρ ἕλκονται καὶ εἰς ψωμοζημίας καὶ ταῦτα, τοῦ χρυσοβούλλου κελεύσαντος ὑπερτέρους αὐτοὺς εἶναι καὶ ῥυπαρῶν λειτουργημάτων καὶ ψωμοζημιῶν. Ἐγὼ μέν, ὅπερ δίκαιον εἶχον καὶ ἔχω, ἀνήνεγκα τῷ αὐθέντῃ μου. Εἰ δέ τινες τῇ σῇ χρηστότητι ἐμποδίζουσι, γνῶθι τούτους ἐχθροὺς εἶναι τοῦ ἀγαθοῦ, κωλύοντας καὶ τὴν καθαράν σου ψυχὴν ἀποδιδόναι τὰ τοῦ Θεοῦ τῷ Θεῷ, ὃν ἐν πᾶσι σύμμαχον ἔχων, μὴ οὕτως τοὺς αὐτῷ ἱερωμένους ἐάσῃς τῷ κοινῷ λαῷ συνυπάγεσθαι καί σε αὐτὸς φυλάττοι ἐν πολεμικοῖς καιροῖς καὶ εἰρηνικοῖς πρὸς αὐτὸν εἰρηνεύοντα.

Τῷ Ταρχανειώτῃ Καὶ τίς ἡμῶν μακαριώτερος, μεγαλεπιφανέστατέ μοι αὐθέντα, εἴ γε τηλικαύτην ψυχὴν ὠφελοίημεν; Εἰ γάρ, ὅταν καὶ τοῖς ἐλαχίστοις ποιήσωμεν Θεῷ ποιεῖν πεπιστεύκαμεν, ὡς ὁ μέγας Θεὸς καὶ Σωτὴρ ἡμῶν ἐδίδαξεν, ὅταν μεγίστῃ ψυχῇ ἡλίκη πάντως ἡ σὴ θησαυρὸν ὠφελείας καταβαλλώμεθα, πόσον ἡμᾶς δεῖ ἀγαλλιᾶσθαι καὶ τὸ τῆς πνευματικῆς εὐφροσύνης ἱμάτιον ἀναδύεσθαι, ὡς μόνον οὐκ ἐν χερσὶν ἔχοντας βαρεῖς τε καὶ ἁδροὺς τοὺς ὑπὲρ τούτου μισθοὺς παρὰ τοῦ καὶ διδόντος ῥῆμα τοῖς εὐαγγελιζομένοις καὶ ἀποδιδόντος ἑκάστῳ τὸν μισθὸν κατὰ τὸν ἴδιον κόπον καὶ ἐπάνω πόλεων τόσων καὶ τόσων τοὺς τὰς μνᾶς πολυπλασιάζοντας τάσσοντος. Οἶσθα μὲν γὰρ πάντως τὴν τοῦ εὐαγγελίου παραβολήν, ἥ μοι καὶ τοὺς εὐγνώμονας δούλους μακαριζομένους καὶ πλουτιζομένους ὑπέγραψε καὶ τὸν τῆς ἀγνωμοσύνης τῷ ὄντι δοῦλον ὀνειδιζόμενόν τε καὶ πτωχιζόμενον, ὅτι τὴν μνᾶν τῷ τῆς νεκρώσεως καὶ ἀργίας σουδαρίῳ ἐγκατεδήσατο καὶ μὴ τοῖς τραπεζίταις κατέθετο.

Πᾶς δὲ ἄνθρωπος τραπεζίτης, τὸ τοῦ λόγου λαβὼν χάρισμα ὡς εἰκόνος βασιλικῆς χάραγμα. Δεῖ οὖν ἡμᾶς μάλιστα τοὺς εἰς λόγου διακονίαν τεθέντας πρὸς πάντα τὸν λόγῳ τετιμημένον τὸ δεσποτικὸν καταβάλλεσθαι νόμισμα, τὸ ἀργύριον τὸ πεπυρωμένον, τὰ ἁγνὰ τοῦ Θεοῦ λόγια, ἵνα τὸ γοῦν ἡμέτερον ἐκτὸς εὐθύνης εἴη, τὸ δὲ πᾶν βάρος ἐπικλῴη τὸ λοιπὸν τῷ τῶν τραπεζιτῶν ἐμπορεύματι. Ἐγὼ μὲν οὖν καταβάλλω σοι λεπτόν τι κερμάτιον· σὺ δέ μοι τοῦτο πολυπλασίαζε καὶ θησαυρὸν ἕξεις ἐν οὐρανοῖς παρὰ τοῦ θησαυροὺς ἀποκρύφους ἀοράτους ἐπαγγελλομένου διδόναι κατὰ τὸν ἅγιον εἰπεῖν Ἠσαΐαν. Τί δὲ τὸ λεπτόν μοι κερμάτιον; Μὴ παραζήλου ἐν πονηρευομένοις. Τοῦτο ποίει καὶ ζήσῃ καὶ ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μετὰ τοῦ πνεύματός σου.

Τῷ Πελαγονίας Ἐπυθόμην, τιμιώτατε ἀδελφέ, τοῖς καθ’ ἡμᾶς πράγμασι καινισμόν τινα γενέσθαι τὰ νῦν καὶ τὸν μὲν πρώην στρατηγοῦντα παρασταλῆναι καὶ ἀναγραφέα τῆς τούτου πράξεως ἀποσταλῆναι τὸν κῦριν Εὐμάθιον, καταστῆναι δὲ νῦν στρατηγὸν τὸν εὐγενῆ καὶ ψυχῇ καὶ πατρῴῃ δόξῃ κῦριν Μιχαήλ, τὸν τοῦ κυροῦ Πολυεύκτου υἱόν. Ἐπεὶ οὖν ταῦτα οὕτως συνέβη, οἱ δὲ Κριτόπουλοι ἐμοὶ γράφω τῇ ἱερότητί σου ἵνα χειραγωγηθῶσι παρὰ σοῦ, ὅση δύναμις, καὶ μάλιστα ὁ Δημήτριος, ὃς καὶ πλείους ἔχει ἐχθρούς, ἅτε καὶ ἐν τῷ μέσῳ διενεργήσας καὶ μὴ πᾶσιν ἀρέσαι δυνηθείς, καθά τις καὶ τῶν ἔξω σοφῶν ἀπεφήνατο, ἵνα μὴ λέγω τὸ τοῦ Κυρίου ὡς κρεῖττον ἢ καθ’ ἡμᾶς· οὐαὶ ὑμῖν, φήσαντος, ὅταν καλῶς ὑμᾶς οἱ ἄνθρωποι εἴπωσι. Συνέργησον οὖν εἴ τι καὶ προσάντες αὐτοῖς συναντήσει. Πάντως γὰρ τὰ τοῦ μεγαλεπιφανεστάτου κυροῦ Εὐμαθίου σὰ καὶ τὰ σὰ ἐκείνου, εἴπερ ἡ ἀγάπη ἐκείνη σῴζεται. Καὶ οἱ ἐπισκεπτῖται δὲ παρὰ σοῦ ἐν πᾶσι χειραγωγείσθωσαν. Οἶδας γὰρ καὶ ἄλλως τὴν τοῦ βίου τούτου παλίρροιαν ἢ μᾶλλον, τὸ τῆς γραφῆς εἰπεῖν, ματαιότητα καὶ ὡς εἶπέ τις τῶν ἡμετέρων σοφῶν· ψυχὴν τεταραγμένην μὴ ταράξῃς.

Δῴη δέ σοι Κύριος σύνεσιν ἐν πᾶσι καὶ τὸν φόβον αὐτοῦ καὶ τὸν πόθον τῇ σῇ ψυχῇ ἐρριζωθῆναι ποιήσειεν, ἵνα σε καὶ ἄμπελον καρποφόρον πᾶσαν ἀληθινὴν εὑρὼν ἐν Κυρίῳ, ὡς Ἱερεμίας φησί, τῷ παραδείσῳ αὐτοῦ ἐμφυτεύσειε καὶ ἀεὶ τῇ ἐξ ἁγίου ἐπισκοπῇ ἐπισκέψαιτο.

Τῷ υἱῷ τοῦ σεβαστοκράτορος Παμμέγιστέ μου αὐθέντα καὶ ἀντιλῆπτορ, πολλὰ μὲν ἀγαθὰ εἰργάσω ἐν μέσῳ τῆς γῆς ἡμῶν, καὶ Πρέσπαν ἅμα καὶ Διάβολιν ἀναψύξας τῆς εὐθύτητος καὶ τῆς δικαιοκρισίας τῷ πνεύματι, ἣν ἐνεδείξω κατὰ τῶν ἀδικησάντων αὐτάς. Οὐδενὸς δὲ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἡ μεγάλη σου χεὶρ ἐξεργάσεται, εἰ τὴν ἐπισκοπὴν Διαβόλεως οἰκτειρήσαις, μεγάλως μὲν κινδυνεύουσαν, διὰ μικρὰς δὲ χειραγωγίας ἐκφυγεῖν δυναμένην τὸν κίνδυνον.

Τίς ὁ κίνδυνος; Ἄψαλτα μικροῦ γεγένηται καὶ ἀφωταγώγητα, ὅτι δὴ καὶ ἀνεπισκόπητα. Παρόδιος γὰρ κειμένη κατὰ τὴν παρὰ τῷ Δαυὶδ ἄμπελον ἐκείνην τὴν εὐκληματοῦσάν ποτε καὶ διαρπαζομένην πᾶσι τοῖς παροδεύουσιν, οὔτε τὸν ἐπίσκοπον ἔχει προσμένοντα—οὐδὲ γὰρ ὑπομένει διδόναι τὸν νῶτον εἰς μάστιγας καὶ τὰς σιαγόνας εἰς ῥαπίσματα—, οὔτε τοῦ ἐπισκόπου φεύγοντος διὰ τοὺς δεινοὺς ἐπηρεαστάς, προσμένειν εἰκὸς τῇ ἐκκλησίᾳ ἄλλον τινά· τῇ κεφαλῇ γὰρ καὶ τὸ λοιπὸν σῶμα συνάπεισιν. Ἀμέλει καὶ οἱ δοθέντες αὐτῷ παρὰ τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως σιγιλλάτοι τὴν ἐκκλησίαν κύκλῳ περικαθήμενοι πρότερον διὰ τὴν αὐτὴν ταύτην αἰτίαν τῶν πατρῴων ἐξέστησαν· τῷ τῆς ὕλης δὲ δάσει πιστεύσαντες ἑαυτοὺς ἐμφωλεύουσι.

Διὰ ταῦτα οὔτε διάκονος, οὔτε πρεσβύτερος, φεῦ τῶν ἐμῶν κακῶν, τῇ περικαλλεστάτῃ τῶν βουλγαρικῶν ἐκκλησιῶν ἐναπομεμένηκεν. Ἐξῆλθον οὖν ἐπισκεψόμενος ταύτην καὶ ἰδὼν ἐπένθησα καὶ πενθήσας ἐπυθόμην τὸ αἴτιον καὶ πυθόμενος ἔμαθον καὶ μαθὼν διδάσκω, διὰ τῆς εὐτελοῦς μου ταύτης γραφῆς ἀναφέρων τῷ κρατίστῳ αὐθέντῃ μου.

Ἀλλ’ ὁ μὲν κίνδυνος οὗτος· ἡ δὲ χειραγωγία τίς; Ἐλαφρά τε καὶ ἀβαρὴς καὶ αὐτὸ τοῦτο μόνης χειρὸς ἔκτασις. Εἰ γὰρ εὐδοκήσεις, ὁ μέγας ἡμῶν αὐθέντης καὶ ἀντιλήπτωρ, τοῖς τῷ ἐπισκόπῳ δοθεῖσι παρὰ τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως καὶ τῇ ἐκκλησίᾳ πρὶν προσκαθημένοις, εἶτα διὰ τὰς ἐπηρείας ἀποφυγοῦσι, προσκυνητὸν σὸν ἐπιβραβευθῆναι σιγίλλιον, ᾧ θαρρήσαντες τῆς λόχμης ἐκδύσονται, ἀναθηλήσει δὲ πάλιν ἡ ἐκκλησία καὶ φωταγωγηθήσεται καὶ ψαλήσεται.

Ὁρᾷς τὸν κίνδυνον ὅτι μέγιστος. Ὁρᾷς τὴν χειραγωγίαν ὅτι ῥᾳδία καὶ μόνοις τρισὶ δακτύλοις κατορθουμένη. Δέομαι οὖν καὶ προσπίπτω διὰ τοῦ παρόντος γράμματος ὥσπερ σώματος, ὡς ἂν ἐλεήσῃς τὴν ἦν ὅτε ὀλβιωτάτην ἐκκλησιῶν, ἣν ὁ χριστιανικώτατος ἐκεῖνος Βορίσης, ὁ Βουλγάρων βασιλεύς, μίαν καὶ αὐτὴν τῶν ἑπτὰ καθολικῶν ἐδομήσατο.

Ἐκεῖνος ἔκτισε· σὺ δὲ ἐγκαίνισον ἵνα σοι καὶ πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις σου ἐγκαινισθείη παρὰ Θεοῦ τοῦ τὴν πεπτωκυῖαν ἡμῶν σκηνὴν καὶ φύσιν ἀναστήσαντος καὶ καινίσαντος· ὃς καὶ τὴν ἐν πᾶσιν ἔργοις στρατιωτικοῖς τε καὶ πολιτικοῖς τῇ δεξιᾷ σου χειρὶ διδοίη δραστηριότητα, τοῦ κραταιοῦ καὶ ἁγίου καὶ φιλοχρίστου σου πατρὸς καὶ δεσπότου ἡμῶν μιμητήν σε ποιῶν ἀκριβέστατον.

Τῷ αὐτῷ Δυσαπάλλακτον χρῆμα φιλόδικος ἄνθρωπος. Τοιοῦτος, παμμέγιστέ μου αὐθέντα καὶ ἀντιλῆπτορ, καὶ ὁ τοῦ Βούτου Νικόλαος, ὃς ἐπιφυεὶς τῷ Βέσῃ Μιχαὴλ τῷ Λαμπηνῷ μυρίων ζημιῶν αὐτῷ κατέστη πρὸ καιροῦ πρόξενος, εὑρὼν τὰς τοῦ Μακρεμβολίτου χεῖρας δεξιωτάτας εἰς τὸ τῶν ἀλλοτρίων ἐπιλαμβάνεσθαι. Οὗτος οὖν ὁ Νικόλαος τοσοῦτον ἀλλόκοτος καὶ τοῦ δέοντος ἀνεπαίσθητος ὥστε μηδὲ κριθεὶς παρὰ τοῦ σεβαστοῦ κυροῦ Ἰωάννου τοῦ Δούκα τοῖς κεκριμένοις ἐμμένειν, ἀλλ’ ἐνοχλεῖν καὶ ἔτι τῇ μεγάλῃ δικαιοκρισίᾳ τοῦ κρατίστου μου αὐθέντου καὶ ἄνθρωπον ἐκ χειρῶν ζῶντα τὸν ῥηθέντα Μιχαήλ, ἐν καιρῷ γεωργικῶν ἔργων, ταὐτὸν δὲ φάναι καὶ ζωτικῶν, εἰς ἀντιλογίας ἕλκειν καὶ δικαστήρια. Ἀλλὰ διδαχθήτω διὰ τῆς εὐθύτητος τοῦ αὐθέντου μου μὴ τοῦ λοιποῦ σεβαστῶν δικαίας κρίσεις ἀναπαλαίειν, καὶ ὁ στρατηγὸς γὰρ ἅπαξ ἐρωτηθεὶς διατρανώσει τὴν ἐπὶ τῇ ὑποθέσει ἀλήθειαν καὶ αὐτὸ δὲ τὸ παρὰ τοῦ σεβαστοῦ γεγονὸς ἐνυπόγραφον ἔγγραφον ποίας γλώσσης οὐ τρανότερόν τε καὶ ἀληθέστερον;

Οἱ συκοφάνται γοῦν καὶ δικότριβες μελαίνας ἡμέρας ἐν τοῦς καιροῖς τοῦ κρατίστου αὐθέντου μου δυστυχείτωσαν· ὧν πρῶτος ἐν κακίᾳ ταττόμενος ὁ Νικόλαος, πρῶτος ἀπολαυέτω καὶ τῆς ἐπὶ τῇ κακίᾳ κολάσεως διὰ τῆς ἀσυγκρίτου σου δικαιοσύνης, ὑφ’ ἧς ἅπαντες φυλαττόμεθα, οἱ ταύτῃ δοθέντες παρὰ Θεοῦ τοῦ φυλάττοντός σε καὶ ἀεί, ὡς πιστεύω, φυλάξοντος, πᾶν τὸ αὐτοῦ ἐργαζόμενον θέλημα.

Τῷ αὐτῷ Ἴσως μὲν ὀχληρὸς δόξω τοῖς οὐκ ὀρθῶς τὰ πράγματα τῇ μαχαίρᾳ τοῦ λόγου δια<κόπτουσιν>, ἀλλ’ οὔτι γε τῷ καὶ τὸν νοῦν μείζονι πάντων αὐθέντῃ μου. Ἀρχιερέα γὰρ ὃς ἂν αἰτιάσαιτο ὑπὲρ τῶν τοῦ λαοῦ ἐπαχθειῶν διαπρεσβευόμενον πόρρω πάντως καὶ νοῦ καὶ λόγου τὴν αὐλαίαν ἐπήξατο. Ἀμέλει καὶ λέξω καὶ γράψω ὑπὲρ τῶν πεπιστευμένων ἐμοὶ καὶ τοῦ δυναμένου ἐλεεῖν ἐξ αὐτῆς, φασί, καρδίας δεήσομαι. Τὸ γὰρ τῆς Ἀχρίδος, πανσέβαστε ἡμῶν ἀντιλῆπτορ, εἰ μὴ ὑπὸ τῆς κραταιᾶς σου χειρὸς περιέποιτο, θᾶττον ἢ ἐλπίσαι ἐκ μέσης Βουλγαρίας οἰχήσεται.

Μικρόν τε γάρ ἐστι καὶ πανάπορον καὶ ὀλιγολαίαν νοσοῦν, πάντων θεμάτων οἰκτρότατον. Ἐλεηθήτω γοῦν ἐπὶ τῇ τῶν πεζῶν ἐκβολῇ ὑπὸ τῆς οἰκτίρμονός σου καὶ οἰκονομικῆς ἐξουσίας καὶ ὁ ἀριθμὸς ὑφαιρεθήτω. Πῶς γὰρ οἱ ἐντεῦθεν ἐκβληθέντες οὐχ ὅλῳ τῷ θέματι τὴν μείωσιν λαμπρὰν ἐνσημανοῦσι; Πῶς γὰρ οὐχὶ καὶ οἱ ὑπολειφθέντες, τῷ φίλῳ τῆς πατρίδος ἐδάφει ὡς ἐχθρῷ καὶ συμφοροποιῷ προσπτύσαντες, τῆς ἀλλοτρίας τοὺς κόλπους στέρξουσι;

Δέομαι οὖν, οὐ μόνος ἐγώ, ἀλλὰ δύο συμπρεσβευτὰς ἐπαγόμενος, αὐτό τε τὸ δίκαιον, ὃ ἡ τοῦ θέματος βραχύτης προβάλλεται καὶ τὸ κεῖσθαι παρόδιον καὶ πᾶσι τοῖς ὁδίταις σωτήριον. Εἰ γὰρ μὴ δι’ ἓν ἄλλο, ἵνα γοῦν σῳζόμενον σῴζοι τοὺς διερχομένους, ἄξιον ἐλεεῖσθαι καὶ μάλιστα παρὰ τοῦ αὐθέντου μου. Ἀρκοῦσι γοῦν οἱ ἐκβληθέντες πεζοὶ πρὸς τὸ συντριβῆναι ἡμᾶς, καὶ μὴ περαιτέρω χωρήσειεν ἡ ἐκβολὴ διὰ τῆς μεγίστης σου ἀντιλήψεως τοῦ ἐπὶ σωτηρίᾳ ἡμῶν ἐνδημήσαντος αὐθέντου ἡμῶν. Ἱκανῶς γάρ, ὡς ἔφην, οἱ ἐκβληθέντες τὴν τοῦ θεματίου μείωσιν ἐξειργάσαντο. Οὐ γὰρ Πελαγονία τὰ ἡμέτερα, ἀλλ’ ἡ παροιμιασθεῖσα βραχεῖα Μύκονος.

Ἡ δὲ Θεοτόκος, ἦς ἡμεῖς, ᾗ πάντα δίδως ὅσα ἡμῖν, ἐν πᾶσιν ἔργοις δῴη σοι τὸ πρὸς Θεὸν ἀπρόσκοπον, τὸ πρὸς ἐχθροὺς ἀήττητον, ἵνα μείζων εἴης πάντων καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα.

Τῷ Μερμεντοπούλῳ Ἑορτή μοι τὰ πρὸς σὲ γράμματα, ὦ πάντας ἐν πᾶσιν ὑπερλάμπων τοῖς χαρακτηρίζουσιν ἄνθρωπον. Εἰ δὲ καὶ γράμμασιν ἀντιτύχοιμι, τοῦτο ἤδη ἑορτῶν ἡμῖν ἑορτὴ καὶ χαρίτων ἀληθῶς στέφανος. Ἀλλ’ ὅπως μή μοι ναρκήσῃς τὴν χεῖρα, ἀλλὰ δεξιώσῃ τοῖς ποθουμένοις καὶ χειραγωγήσῃς πρὸς τὴν ἑστίαν τῆς ἐν σοὶ Καλλιόπης. Ἀνδραποδισθεὶς γὰρ ὑπὸ τῆς ἐνταῦθα τυραννούσης ὡς εἰκὸς ἀμουσίας, δέομαί τινος τοῦ πρὸς τὰ οἰκεῖα διὰ τῆς ἀναμνήσεως γοῦν ἐπανάξοντος. Γενοῦ μοι τοίνυν οὗτος αὐτὸς καὶ ὥσπερ παρὼν τοῖς σοῖς ἐθελγόμην λόγοις—ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι—, καὶ εἴ τι παρέπτυσας μακρῶν λαρυγγισμάτων ἐφ’ οἷς πολλοὶ φρονηματίζονται, θέμενος ὑψηλότερον, οὕτω δὴ καὶ ἀπὼν ἄξιος ἂν εἴην τῆς δοθείσης σοι τῇ γλώττῃ χάριτος ἀπολαύειν.

Εἰ δὲ μὴ μέλιτος ἡμᾶς ὁ Ὑμηττὸς ἀξιοῦν μέλλοι, τίνος ἕνεκε πάντων ὀρῶν ἐπὶ τῇ ἀνθοφορίᾳ προκάθηται; Ἀλλ’ ὑποσχνῇ μοι καταμελιτῶσαι καὶ πλέον ἢ μὴν βούλομαι. Οὐκοῦν κἀγώ σοι ἀντιδώσω τὸ ἐπὶ τούτοις εὐχαριστεῖν. Εἰ δὲ καὶ εὐμουσότερον ἢ νῦν καὶ γλυκύτερον, τοῦτ’ ἤδη ὁ ἐκ τοῦ σοῦ μέλιτος χυμός.

Ὁ δὲ πᾶσιν ἀγαθοῖς χαριτώσας σε Κύριος τηροίη σε τῆς ἐν βίῳ κρυπτομένης κακίας ἀνώτερον, τῷ Πνεύματι αὐτοῦ τῷ ἀγαθῷ ὁδηγῶν.

Τῷ σεβαστῷ, τῷ υἱῷ τοῦ σεβαστοκράτορος Ἐγὼ δὲ καὶ ἄλλοις μεσιτεύειν πρὸς τὴν πανσέβαστον ὑπεροχὴν τοῦ κοινοῦ αὐθέντου ἐπεκαλούμην, κεναῖς ἐλπίσι βοσκόμενος· ἐπεγέλα δέ μοι τὸ χρεὼν οὕτως ἀποβουκολουμένῳ. Ἔμελλον γὰρ ὅσον οὔπω καὶ αὐτὸς τῶν οἰκείων στέρσεσθαι καὶ οὕτως ἐμπύρως ὥστε εἶναί μοι τὸ κακὸν πάσης βοηθείας ὑπέρτερον. Ἐγὼ γάρ, αὐθέντα μου, τὸ χωρίον ὃ ἐξ ἀρχαίων τῶν χρόνων κατεῖχεν ἡ ἐκκλησία μηδὲ πρακτικῷ ὑποκείμενον, ἀφαιρεθὲν παρὰ τοῦ βασιλέως εὑρὼν καὶ τῆς ἐκκλησίας ἀποσπασθέν, ὥσπερ οὖν καὶ τὰ τῶν ἀρχόντων πάντων, εἶτα παρὰ τοῦ κατὰ τὴν ἡμέραν πράκτορος διὰ μικράν τινα παραμυθίαν δουλείαν εὑρών, εἶχον ὥσπερ ἄλλοι πολλοί. Ἀφαιρούμενος δὲ τοῦτο παρὰ τοῦ κοινοῦ αὐθέντου ἡμῶν χαρίζεσθαι βουλομένου ὅτῳ ἂν θέλῃ, οὐκ ἀντιτείνω. Καίτοι δίκαιον ἦν μὴ παρὰ τῆς εὐσεβοῦς τῶν Δουκῶν γενεᾶς μηδένα ἄλλον προτιμότερον τῆς ἐκκλησίας γίνεσθαι καὶ ταῦτα ἀρχῆθεν δεσποζούσης τοῦ χωρίου.

Ἀλλ’ ἐπὶ μὲν τῷ χωρίῳ οὐδὲν λέγω· ἴσως γὰρ καὶ ἀπὸ πάντων τῶν ἄλλων ἀφαιρεθήσονται. Ἐπὶ δὲ τῷ ὀσπητίῳ τῆς ἐκκλησίας καὶ τῇ αὐλῇ οὐ πιστεύω ὅτι πρόσταξίς τις τοιαύτη τοῦ αὐθέντου ἡμῶν ἐγένετο. Ὅμως ἰδοὺ ἀπεστάλη ὁ παρὼν ἄνθρωπος ἡμῶν καί, ἐχούσης καλῶς τῆς εὐγενείας σου, ἐπαναγνωσθήτω αὕτη ἡ πρόσταξις. Ἐκ ποίων αἰτιῶν διωκόμεθα οἱ δοῦλοι τοῦ βασιλέως ἀπὸ τῆς γῆς, ἣν μέχρι νῦν ἡμετέραν νομίζοντες ἐκαρπούμεθα; Ἐπεὶ δὲ οὐχ ἡμετέρα δοκεῖ, ζευγολόγιον πάντως καταθησόμεθα, τοῦτο γινωσκούσης τῆς σῆς ὑπεροχῆς ὡς καὶ εἰς πάντας δραμεῖται τοῦτο. Τῶν γὰρ ἡμετέρων περιεργαζομένων καὶ τοῦ κάρφους ὁρωμένου καὶ διϊλυζομένου τοῦ κώνωπος, οὔτε τὴν δόκον δεῖ μένειν ἀθέατον οὔτε τὴν κάμηλον καταπίνεσθαι. Ἐξουσίαν οὖν ἔχεις· ὃ κελεύεις ἐπὶ τῇ αὐλῇ ποίησον· ἐμπρησθήτω, κατακαήτω, μέγας ἀρθήτω πυρσός, ὡς ἂν τῷ φωτὶ τούτων τὸ τέως ἀθέατον διαφανεῖεν.

Ἡ δὲ Θεοτόκος, ἧς καὶ ἡ γῆ καὶ ἡ αὐλή, τὰ νῦν ἐπηρεαζόμενα, φυλάξειέ σε πάσης ἐπηρείας ἀνώτερον· τοῦτο γάρ, ὡς οἶδας, ἡμέτερον.

Τῷ Καματηροπούλῳ Εἰ καὶ θανόντων περ καταλήθοντ’ εἰν Ἀΐδαο, ἀλλ’ αὐτός γε καὶ θανόντι φίλῳ τὴν ὀφειλομένην χάριν ἐν τοῖς ὑπολειφθεῖσιν αὐτῷ καταθήσομαι. Ἀμέλει καὶ τῷ τρισμακαρίτῃ ὑπερτίμῳ τῷ Ψελλῷ καὶ ἀπαραμίλλῳ τὴν γλῶτταν ὀφείλω μὲν ὡς εἰκὸς οὐκ εὐαποδότους χάριτας· πολλὰ γὰρ οἶδα τῆς μούσης τοῦ ἀνδρὸς ἀπονάμενος. Οὐκ ἔχων δὲ ὅπως ὅλῳ τούτῳ χαρισαίμην τῷ μέλει αὐτοῦ ὡς ἔξεστι, διὰ τῆς σῆς περὶ ἡμᾶς ἀγάπης χαρίζομαι. Ὁ γάρ τοι τὸ παρὸν ἡμῖν ἐγχειρίζων τῇ σῇ λαμπρότητι γραμματίδιον θυγατριδοῦς μὲν ἐκείνου, πικρᾶς δὲ πειραθεὶς τῆς τύχης, συμφορᾷ κέχρηται· ὅπως οὖν αὐτῷ καταλλάξῃς τὴν τύραννον.

Εἰ γὰρ μόνον συννεύσεις, προσμειδιάσει τε τούτῳ καὶ περιπτύξεται, ἤπου καὶ τὴν αὐτοῦ χεῖρα εἰς τὸν κόλπον αὐτῆς εἰσαγαγοῦσα δώσει τῶν ἀγαθῶν αὐτῆς δράξασθαι. Καὶ μήτι με οἴου ἄλλως ἀφοσιούμενον ταῦτά σοι γράφειν. Ἀλλὰ γὰρ μήτε τῶν λόγων ὀναίμην μήτε τοῦ ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς μου θελήματος, εἰ μὴ ἐγὼ ταῦτά σοι ἐκ βαθέων καρδίας γράφω. Ἐλεῶ γὰρ τὸν νεανίαν ὡς πάλαι τότ’ ἐν ὀλβίοις ἰδὼν καὶ τὴν τοῦ πάππου τούτου ψυχὴν δέδοικα μήπως ὀνειδίσῃ ἐμοὶ τὸ σκληρὸν καὶ ἀτέραμνον· ὀκνῶ γὰρ εἰπεῖν τέως τὸν ταῖς ἀριστεραῖς ἐρίφοις τὸ ἀπάνθρωπον ἐν κρίσει προφέροντα. Εἰ γάρ μοι φανείη κατ’ ὄναρ καὶ τὴν γλῶτταν ἐπαφήσει τὴν δωδεκάκρουνον, ἆρά με οἴει καὶ τὴν τῆς ἐπιπλήξεως φαντασίαν ὑποστῆναι φρικῆς ἄτερ καὶ ταραχῆς; Εἰ δὲ καὶ πρὸς τοῖς ἄλλοις τὸν Θεὸν παρεισάγοι διὰ Δαυὶδ καίτοι τεθνηκότα τὴν Ἱερουσαλὴμ προασπίζοντα, κἂν ἄλλως ἦν ἀναξία καὶ χωρίον αἱμάτων, τί πρὸς ταῦτα; Ὢ πρὸς τῶν ἐκείνου χαρίτων, πείσομαι καὶ τῷ δικαίῳ καὶ τῷ Θεῷ καὶ Ψελλοῦ γλώσσῃ θλιβόμενος.

Ἀλλά με τούτων ῥῦσαι τῶν ἀναγκῶν, ἔν τινι δουλείᾳ τάξας τὸν στελλόμενόν σοι τοῦτον· πάντως γάρ, πολλῶν σοι ἀνατεθεισῶν, ῥᾴδιον εἰ καὶ μὴ ἄλλον, τὸν γοῦν ὑπὸ τοσούτων συνιστάμενόν σοι ὠφελείας ἀξιωθέντα ἀποκαταστῆσαι ἡμῖν· οὐ γὰρ ἐστενοχώρηταί σοι τὰ τῆς ὁδοῦ.

Καί σε Θεὸς εἴη πάσης τηρῶν ἀνώτερον κακίας τε καὶ κακώσεως.

Τῷ Σμυρναίῳ Μὴ καὶ τὴν γλῶτταν ἐπεδήθης ὁ σοφὸς πρόεδρος ὑπέρ, φεῦ, τῶν νῦν καιρῶν, οἳ τῇ ποδάγρᾳ καὶ γλώττας δεσμεῖν διδόασιν; Οὕτως πάντα πρὸς τὸ χεῖρον ἐξαγριαίνουσιν. Ἀλλὰ μὴ τοῦτο μὲν οὔθ’ ὑπὸ τῶν καιρῶν ἐνεοχμώθη οὔτ’ αὐτὸς πέπονθας, ἀφοσιοῖ δὲ τὰς πρὸς ἡμᾶς ὁμιλίας, οἷς τῷ ἀδελφῷ ἡμῶν ὁμιλεῖς, ἐμβιβάζων αὐτὸν καὶ συνετίζων ἐν ὁδῷ ταύτῃ, ᾗ πρὸς τὰ τῆς φιλοσοφίας πορεύεται; Δέχομαι τοῦτο καὶ πάσης τῆς πρὸς ἡμᾶς ὁμιλίας τίθεμαι ἥδιον. Ὅπως οὖν συνεχέστερον ὁμιλοίης τῷ νέῳ, εἴ τί σοι μέλει τοῦ ἡμᾶς εὐφραίνειν πυκνότερον. Ἀπολαυέτω μὲν οὖν καὶ τῶν κοινῶν σου τῆς σοφίας κρατήρων καὶ τῶν θυμάτων ἑστιάσθω σὺν τοῖς λοιποῖς καλῶς ἄφροσιν. Ἐθέλω δέ τι τούτῳ καὶ ἰδίᾳ παρ’ αὐτῆς γίνεσθαι, ἵν’ ἔχοι κέρδος ὅ τι ἂν αὐτῷ λάθρᾳ χαρίσηται, ἐπεὶ καὶ μητέρες πολλάκις ἓν ἀπολαβοῦσαι τῶν οἰκείων τέκνων, ἰδίᾳ τῶν τι γλυκασμάτων αὐτῷ παρατίθενται.

Βούλει δώσω σοι κανόνα τοῦ λεγομένου; Ὅσον ὁ Θεοφύλακτος ἐξῄρηταί σοι τῶν λοιπῶν εἰς φιλίαν, τοσαύτας ὀφείλεις ἰδίᾳ τῷ ἀδελφῷ χάριτας. Ἵνα δέ σοι καὶ ἀντιστρέψω, ὅσας καταθήσει τῷ ἐμῷ μέλει καὶ μελήματι τὰς λογικὰς χάριτας, τοσοῦτον ἀγαπώμενόν σοι ὑπὲρ τοὺς ἄλλους δείξεις τὸν Θεοφύλακτον. Δείξω καὶ ἕτερον μέτρον. Ὁποῖον ἂν ἐβούλου με εἶναι τῷ σῷ Παύλῳ ὑπ’ ἐμοὶ τελουμένῳ σοφίας τι μυστήριον, τοιοῦτος γενοῦ τῷ ἐμῷ Δημητρίῳ τὰ φιλοσοφίας ὑπὸ σοὶ ὀργιάζοντι. Ἐρρωμένος διαβιῴης εὔθυμος, ἀνθρώπων ἐμοὶ χαριέστατε.

Τῷ Μερμεντούλῳ Οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν ἐΐσκεις; Ἀλλά σοι μὲν ὁ φίλιος καὶ ψεύδεσθαι δίδωσι καὶ ταῦτα τὴν ἀλήθειαν ἐν ταῖς τῆς Θέμιδος ἀποκρίσεσιν, ὧν εἶ προστάτης, ἀσκήσαντι· ἡμῖν δὲ ἀπόχρη μένειν ἐφ’ ἧς ποτε ἦμεν τάξεως δεκαδάρχαι τεταγμένοι ἢ σὴν χάριν τριακοντάρχαι· χιλιαρχίας δὲ καὶ στρατηγίας κλέος οἷον ἠκούομεν. Μή μοι γοῦν τὰς Λογγίνου κρίσεις περίαπτε· μὴ καὶ δόξῃς τισὶν αὐτός γε οὐ κατὰ Λογγῖνον κρίνειν. Τοσοῦτον γὰρ νῦν τῆς ἡμῶν αὐτῶν ὑστεροῦμεν δυνάμεως καθ’ ἣν πάλαι ποτ’ ἦμεν ἄλκιμοι, ὅσον τότε τῆς τῶν ἀρχαίων ἀπελειπόμεθα ἕξεως. Οὔτε γὰρ τὰ χωρία ταῦτα ἐθέλει με διδάσκειν καὶ τὰ βιβλία Ἅρπυιαι ἀνηρείψαντο, χεῖρες πρακτόρων, οὐχ ἧττον ἡμῶν πᾶσαν ἀνάγνωσιν ἀφαιρούμεναι ἢ ἐκεῖναι τοῦ Φινέως τὰ βρώματα.

Αὐτὸς μὲν οὖν ἀπὸ τοῦ περιπάτου πρὸς τὴν Ἀκαδημίαν μετάβαινε καὶ πρὸς τὴν Στοὰν καὶ τὰ ταύτης κάλλη διάβαινε. Ἐντρύφα δέ μοι καὶ τοῖς ἰωνικοῖς λειμῶσι καὶ διὰ τούτων ζεφύρους δέχου ἀνέτῳ τῇ εἰσπνοῇ. Δρέπου δέ μοι καὶ τῶν τῆς Ἰλιάδος ῥόδων ὅσα σοι καὶ βουλομένῳ ἐστί. Κάθου δὲ θεατὴς τραγικοῦ θεάτρου καὶ βωμολοχίᾳ κωμικῇ πρόσπαιζε. Μὴ δὲ τὴν βουκολικὴν ἀπαναίνῃ σύριγγα, πηγάς τινας καὶ πίτυος ψιθυρίσματα καὶ ἔργ’ ἄττα διάφορα ποιουμένην ἐμμελῆ, κἂν ὅσον ἐρωτικὸν ταύτης ταῖς σαῖς μούσαις δοκῇ κατάπτυστον.

Σὺ μὲν οὖν ταῦτα καὶ σὺν τούτοις ἢ καὶ πρὸ τούτων ἄρτῳ τρέφου τῷ καρδίας στηρίζοντι, ὃς ἐκ τοῦ οὐρανοῦ καταβὰς τούς τε πάλαι διὰ τῆς ἐρήμου τῶν κακῶν ἀγωγῆς βαδίσαντας ἔθρεψε καὶ νῦν ἔτι τρέφειν ἐπαγγέλλεταί τε καὶ δύναται. Καί μοι τοῦτο μὲν τὰς μωσαϊκὰς πλάκας περιεργάζου, τό τε ἔξω λαμβάνων αὐτόθι καὶ τὸ ἔσω ἀνερευνώμενος· τοῦτο δὲ τὰς προφητικὰς ὁράσεις ἢ ὁμοιώσεις ὡς δυνατὸν φανταζόμενος καὶ τῇ χειραγωγῷ ἱστορίᾳ πρὸς τὴν τῶν παλαιῶν καθοδηγούμενος μίμησιν, ἔτι βλέπε τὸν τῆς χάριτος ἥλιον καὶ τῶν τούτου ἀκτίνων κατὰ τὸ ἐγχωροῦν ἐπαπόλαυε. Συγγίνου δὲ Γρηγορίοις καὶ Βασιλείοις καὶ τῷ μακαρίῳ περὶ τούτους χορῷ. Τούτων μὲν ἁπάντων τῶν ἀγαθῶν αὐτὸς εὐωχοῦ· ἡμῖν δὲ συνεύχου τὸ μὴ καὶ τὸν ἕλληνα φθόγγον ἀποβαλεῖν, οὕτω πάνυ πονηρῶς πέπραγα.

Ἀλλ’ ἴδοιμί σε τὴν ποθουμένην ὄψιν καὶ τῆς λαλιᾶς ἐκείνης ἀκούσαιμι, ἣν πάντοτε καὶ πρὸ πάντων ἔχω θαυμάζων, ὦ καὶ λόγοις καὶ ἔργοις ἐμοὶ πανυπέρλαμπρε.

Τῷ χαρτοφύλακι κυρῷ Νικηφόρῳ Ἐκ τῆς ἐπιπόνου καὶ πολυημέρου μοι πλάνης ἐπαναστρέψαντι, τιμιώτατε δέσποτα—καὶ νῦν γὰρ τὴν ὀλοὴν ἀνεμέτρησα Χάρυβδιν καὶ τὸ στρατόπεδον ἔτριψα· οὕτως πράττειν ἡμᾶς πάνυ πονηρῶς ἐπείγεται ὁ ἀπ’ ἀρχῆς τοῦ πόνου τῇ φύσει αἴτιος—, ἐπανελθόντι γοῦν μοι, γράμμα τῆς σῆς ἁγιωσύνης εἰς χεῖρας ἐνέπεσεν, οὕτως ἡδὺ φανὲν ὡς οὐδὲ ναύταις τὸ ἐκ πρύμνης πνεῦμα ἐπήν κε κάμωσιν ἐϋξέστοις ἐλάτῃσιν, εἰ βούλει δέ μοι, πηγὴ τῇ διψώσῃ ἐλάφῳ. Ἀλλ’ ὅπως μή μέ ποτε στερήσῃς τῆς λαλιᾶς ταύτης τῆς ὡραίας, ἀεὶ δὲ καὶ ἀεὶ ἀκουτίζοις με τὴν φωνήν σου, ταὐτὸν δὲ εἰπεῖν καὶ τὴν ἀγαλλίασιν. Ἐν γὰρ οὕτω ἀπαρακλήτοις χωρίοις, μᾶλλον δὲ κακίας πάσης ἐργαστηρίοις, εἰ μὴ καὶ αὐτὸς ψωμίζεις ἡμᾶς τὰς γλυκείας κεφαλίδας ταύτας, ἃς ὡς χεὶρ θεία καὶ τῶν θείων μεσίτης πεπίστευσαι, οὐ μόνον ἡδείας ἀλλὰ καὶ καλοδιδασκάλους οὔσας, τί ἀλλ’ ἢ καταρρυῆναι μὲν ἡμῖν ὡς ᾅδην, ἀπορρυῆναι δὲ πρὸς πᾶσαν κακίαν λείπεται; Μὴ παύσαιο τοίνυν οὕτω βάλλων καὶ λύπην καὶ κακίαν, τὰς τοῦ πονηροῦ δύο χεῖρας, αἷς ἡμᾶς συλλαβεῖν ἐπείγεται ἀεί τι καθ’ ἡμῶν παλαμώμενος. Ἀλλὰ ταῦτα μὲν σύ τε καὶ μὴ ἀξιούντων ἡμῶν προμηθεύῃ καὶ Θεὸς δῴη καθάπερ ἠλπίσαμεν.

Οἱ δὲ Ἁγιοσεργῖται οὐδ’ αὐτὸς μὲν ἀγνοῶ ἐκ ποίων αἰτιῶν καὶ ὡς ἐκ τοῦ τῆς ἀναρχίας κυμαίνονται πνεύματος, πλὴν οὐκ ἔχω πῶς τὸ πνεῦμα καταστελῶ. Οὔτε γὰρ ὅλως τῶν ἐν τῇ μονῇ τις ἄξιός μοι τοιαύτης ἐπιστασίας φαίνεται, οὔτε τῶν ἔξωθέν τις εὐπόριστος. Δεῖν οὖν κρίνω τοῦ κακοῦ προελέσθαι τὸ κάλλιον, ἐπειδὴ τὸ καλὸν οὐ πάρεστιν.

Ἀλλὰ ταῦτα μὲν πόρρωθεν σκοπῶν γράφω. Εἰ δὲ ἀναγκασθείην ὥστε ἀναβῆναι, τότε τοῖς πράγμασιν ἐφιστάνων ἐγγύτερον, ὅ γε θέλει Θεὸς διὰ τῶν σῶν εὐχῶν τῇ μονῇ πραγματεύσομαι. Βάλλε, βάλλε τὸν κατάρατον ἐχθρὸν τῆς σωτηρίας ἡμῶν διὰ τῶν τῆς σῆς ἁγιότητος ὅπλων, τῆς αὐτοῦ χειρὸς ἐξαρπάζων τὴν ἡμετέραν ἀσθένειαν.

Τῷ Καματηρῷ Οὐ παύσεταί ποτε ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος, πανυπέρλαμπρέ μοι ἐν Κυρίῳ υἱὲ καὶ δέσποτα, ἐπιφέρων φορτία τῇ ἐμῇ ἀθλιότητι, ἀλλ’ οὐδὲ Θεὸς ἐπικουφίζων ἐνταῦθα διὰ χρηστότητα ὥστε μοι τὸ τοῦ ἀποστόλου συμβαίνειν μὴ συγχωρεῖσθαι πειραθῆναι παρ’ ὃ ὑπενεγκεῖν δύναμαι, ἀλλὰ γίνεσθαί μοι παρὰ Θεοῦ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν καὶ διέρχεσθαι μὲν διὰ πυρὸς καὶ ὕδατος, ἐξάγεσθαι δὲ εἰς ἀνάψυξιν, ὃ Δαυὶδ ἐψαλμῴδησεν. Εἶπον δ’ ἄν τι καὶ οἱ σοὶ ποιηταὶ ἐπιρραψῳδοῦντες τοῖς ἐμοῖς οὕτως ἔχουσιν, Ὅμηρος μέν· κ’ ἀμμίξας ὁ Ζεὺς ἐκ τοῖν πίθοιν τὸν ἐμὸν βίον ἐκέρασεν· Ἡσίοδος δέ· τοῦ μέσου πλάττων γένους ἡμᾶς, ὡς ἄρα μεμίξεται ἐσθλὰ κακοῖσιν. Ὅταν μὲν οὖν ἐκλογίσωμαι τὴν τῶν πειρασμῶν δεκακυμίαν, οὐ γὰρ τρικυμίαν ἂν εἴποιμι, ἀπογινώσκω τὴν αὐτὸς ἐμαυτὴν σωτηρίαν τε καὶ ἀνάδυσιν· ὅταν δὲ πρὸς τὸν κυβερνήτην ἀποβλέψω πανσόφως τὸ σκάφος μοι οἰακίζοντα, ὑπερέχω καὶ τῆς ἀπογνώσεως καὶ τοῦ κλύδωνος. Αὐτίκα γοῦν ἅ μοι ἐπὶ τῷ Τῶν Ἐκκλησιῶν χωρίῳ συμβαίνει, τίνα τῶν ἀλλεπαλλήλων κυμάτων οὐχ ὑπερβαίνει; Οὔπω τὴν προτέραν σπιλάδα διαπεφεύγαμεν, τὸν εὐνοῦχον λέγω, σὺ δ’ ἂν εἴποις αὐτὸν Σκύλλαν ἢ Χάρυβδιν ἐκ τῶν ποιημάτων ἐπιστὰς νεαρώτερος, καὶ ἄνεμος τυφωνητικὸς ὁ καλούμενος εὐροκλύδων ἡμῖν ἐνέπνευσεν ὁ ἐμός φησι ποιητὴς Λουκᾶς.

Ἀλλ’ ἔχω τὸν λέγοντα τῇ θαλάττῃ· σιώπα, πεφίμωσο, οὗ καὶ οἱ ἄνεμοι ὑπακούουσιν, ὃς καὶ πεζεύει ἐφ’ ὑδάτων καὶ τοῖς ἄλλοις ταὐτὸ τοῦτο καὶ κελεύει καὶ δίδωσιν. Οὕτω μοι χεῖρα δούς σε τὸν πρὸς πάντα δεξιὸν καὶ μηδὲν ἔχοντα σκαιόν τε καὶ ἐπαρίστερον, διασώσει τὸ σκάφος οὐ μόνον ἀπερίτρεπτον καὶ ἀβάπτιστον, ἀλλά, τὸ θαῦμα, καὶ ἀπερίκλυστον. Λύπη μὲν γὰρ ἀληθῶς ἡμῖν οὐ μικρὰ περὶ τῆς τοῦ χωρίου μαθοῦσιν ἀναμετρήσεως.

Ἀεὶ γὰρ ἡ ἐκκλησία πρώτη τοῦ δηλητηρίου γεύεται καὶ τὸ κρίμα ἐκ τοῦ οἴκου τοῦ Θεοῦ κατὰ τὴν γραφὴν ἄρχεται. Πλὴν ἀντιτιθεῖσιν ὡς σοῖσι γούνασι κεῖται ταῦτα, ῥᾴω τε τὰ τῆς λύπης καὶ ἡμεῖς ἡδίους γινόμεθα. Τί δὲ οὐ μέλλω παρακαλεῖσθαι, τοῦ πράγματος ἀνακειμένου τῇ σῇ περὶ ἡμᾶς ἀγαθότητι, δι’ ἣν καὶ τὰ προλαβόντα διήλθομεν ἀμφότερον.

Ἀλλ’ ἔχω τί σοι καὶ ἐγκαλεῖν. Ἆρ’ οὖν γράμματι δώσω τοῦτο, ἀλλ’ ἔσται τοῦ μέτρου μακρότερον. Ὅταν δὲ στόμα πρὸς στόμα προσλαλῶ, τηνικαῦτα καὶ τὸ ἐξ ἀγάπης ἐπάξω ἔγκλημα· παρέσομαι γάρ σοι, Θεοῦ με πορεύοντος, μετὰ τὴν ἐν τῷ ἐν ἁγίοις πατρὶ Ἀχιλλεῖ τελουμένην ἐνταῦθα σύνοδον, καὶ ὄψομαι καὶ κατασπάσομαι τὴν πανυπέρλαμπρόν σου εὐγένειαν. Πρὶν γὰρ ἢ τὴν σύνοδον τελέσαι, ἀδύνατον ἡμᾶς αὐτόθι διαβῆναι καὶ σφόδρα θέλοντες.

Θεὸς δὲ ὁ δούς σοι τὸ δύνασθαι ἡμῖν βοηθεῖν νῦν εἰς ἅ σου δεόμεθα δῴη καὶ τὸ μεῖζον καὶ ἔτι δύνασθαι ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθεμένῳ καὶ τὸ ἀεὶ τἀγαθὰ βούλεσθαι καί σε τηροίη πάσης κακίας ἀνώτερον καὶ κακώσεως.

Τῷ Ἀνεμᾷ Φίλον λόγου θέλγητρον, ἐπίκουρον νόσου, ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε. Ταῦτα Ὀρέστου ὄντα, ὡς οἶσθα, φιλτάτη μοι κεφαλή, μικρόν τι παρῳδήσας ἐπὶ σοὶ λέγω. Βούλει σοι προσθήσω καὶ τὰ τοῦ κωμικοῦ;

Ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεύειν. Ἀλλὰ τί τῷ τῶν ἁμαρτωλῶν ἐλαίῳ λιπαίνω μου τὸ γραμμάτιον, ἐξὸν τοῖς τῆς καλλιελαίου δώροις φαιδρύνεσθαι; Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ, ὅτι ἐνέδυσέ με ἱμάτιον εὐφροσύνης καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας.

Διέρρηξε τὸν σάκκον μου καὶ περιέζωσέ με εὐφροσύνην, ὅτι τοὺς ἐχθρούς μου ἔδωκέ μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσε καὶ ἀπέστειλεν ἄνθρωπον ἔμπροσθεν ἡμῶν τοὺς συντετριμμένους ἰασόμενον, τοὺς ἀσθενοῦντας ἐπισκεψόμενον, πᾶσι τὰ πάντα πρὸς σωτηρίαν ἐσόμενον.

Ἀλλ’ εὖγε ὅτι τοῖς καθ’ ἡμᾶς ἐπεφάνης μέρεσιν ἀλεξίκακος, ὡς ταῦτά γε ἤδη ἀπέγνωστο καί, Λυσίας ἂν εἶπεν, ἐξείργαστο ἡγεμόνων κακότητι. Καὶ νῦν μὲν ὁ καστροκτίστης καθῄρει τὰ τῶν ἐλεεινῶν, νῦν δὲ ὁ κατεπᾶνος καὶ τὸν χοῦν ἐλικμᾶτο· ἦν τι καὶ τρίτον αὐτοῖς τῷ Φαραώ τις προσήκων, ὡς γοῦν ἀπὸ τῆς κλήσεως. Οὐκ οἶδα εἰ τῶν προλεχθέντων ὁπωστιοῦν ἀνεκτότερος. Ἀλλὰ νῦν ἐπεσκέφθησαν ἐπισκοπῇ ἐξ ὕψους καὶ ὁ λόγος ἐπιστατήσει αὐτῶν. Εἰ μήπω ἐγὼ τοῦ ἐμοῦ καὶ τὰ πάντα ἡδέος Νικολάου ἐπιλέλησμαι, ἀγαλλιάσονται ἀνθ’ ὧν ἡμερῶν ἐταπεινώθησαν, ἐτῶν ὧν εἴδοσαν κακά. Τοῦτο μὲν οὖν αὐτοῖς ἔσται καὶ μηνυτὴς ἐγὼ τῶν ἐσομένων εὐάγγελος. Ὁ δὲ παρ’ ἡμῶν προληφθεὶς Κωνσταντῖνος ὁ Χοιροσφάκτης, ἐν οἷς ἄν σου δεήσηται εἰς τὸ πτωχοκτηματίτζιον τῆς ἐκκλησίας συνεργείσθω διὰ τῆς ἀντιλήψεώς σου. Ἀφελέστερος γὰρ ὢν ἄλλως καὶ μαλακώτερος, εἰ μὴ πολλῆς παρ’ ὑμῶν τυγχάνει συνάρσεως, τελείως ἂν φανείη ἀδόκιμος.

Ὁ Κύριος τηροίη σε πάσης κακίας ἀνώτερον καὶ κακώσεως.

Τῷ Μερμεντούλῳ Εἰ μὲν ἔγνως, ἀνδρῶν ἁπάντων τὴν σοφίαν ὑπέρτερε, τὰ γράμματα ἡδὺ προσγελάσαντα καὶ περιπλακέντα χαριέστερον ἢ πρότερον καὶ διὰ τοῦτο τὴν ἀπὸ τῆς σῆς γλώττης ἐπέχεις χάριν ὡς ἀρκούντων τῶν πραγμάτων αὐτόθεν ἡμᾶς γανῶσαι, τὸ ἔαρ ὑφαιρεῖς τοῦ ἐνιαυτοῦ καὶ τῶν Ὀλυμπίων τὴν μουσικήν. Εἰ δ’ ἀεί τινος πειρᾶσθαι τῶν δυσχερῶν ἀνάγκη τοὺς νῦν ἱερεῖς οὐχ ἧττον ἢ ὑγραίνεσθαι τὸν νηχόμενον, τί τῆς ἐκ τῶν γραμμάτων ἀποστερεῖς παρακλήσεως, ὅμοιον ὥσπερ εἰ τοῦ νοσοῦντος ἀπῆγες τὰ φάρμακα ἢ τοῦ καταπολεμουμένου τοὺς ἐπικούρους; Οἶσθ’ οὖν ὅ μοι δι’ ἀμφοτέρων λημμάτων περαίνεται, τὸ δεῖν γράφειν ὁποτέρως ἂν ἔχοιμεν· εἰ μὲν εὐτυχῶς, προσᾴσοντα, εἰ δὲ δυστυχῶς, κατεπᾴσοντα.

Ταῦτα γάρ σοι ἡ χρυσῆ ῥάβδος τοῦ λόγου δύναται· τῇ τ’ ἀνδρῶν ὄμματα θέλγεις, τοὺς δ’ αὖτε καὶ ὑπνώττοντας ἐγείρεις. Εὐξαίμην οὖν καὶ πολυστίχων σου τυγχάνειν γραμμάτων· αὐτὴν γὰρ ἂν κατέχοιμι τὴν τῶν χαρίτων ἀκρόπολιν. Ἐπεὶ δὲ τοῖς τοιούτοις οὐκ ἐνευκαιρεῖς ὁ τοσοῦτος, ἀνάκρουσαι μόνον καὶ τὸ πᾶν ἔχω τοῦ ᾄσματος.

Τῷ Ἀνεμᾷ Τὸ ἐμὸν ὄναρ μοι λέγεις, ἀνδρῶν ἐμοὶ ποθεινότατε, ἐκβεβαρβαρῶσθαι λέγων αὐτὸς ἐν μέσοις Βουλγάροις. Σκόπει γὰρ ὅσον ἐγὼ τοῦ τῆς ἀγροικίας κρατῆρος πέπωκα, τοσούτων ἐτῶν τῶν τῆς σοφίας χωρίων ἀποδημῶν, καὶ ὡς ἐμεθύσθην τῆς ἀμουσίας. Ἀλλὰ γὰρ τίς ἡμῖν δῴη τὴν ἐναντίαν μεθυσθῆναι μέθην ἐκ τοῦ τῆς σοφίας κρατῆρος, ὃν αὕτη παρὰ τῷ Σολομῶντι κίρνησιν, ἔμφρονας ἀποδεικνύουσα τοὺς τέως ἄφρονας; Ποσάκις πρὸς αὐτὴν εἶπον, ταῦτα δὴ τοῦ ᾄσματος· δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου. Ἡ δέ με ὑποφεύγει καὶ ἀποκρύπτεται καὶ ὑποκνίζει μᾶλλον τοὺς ἐμοὺς ἔρωτας.

Ἐγὼ δὲ δύσερως, ἀθεράπευτος, κινδυνεύων μῦθος γενέσθαι τῷ βίῳ καθάπερ ὁ τῆς Ἠχοῦς ἐρῶν, εἴτε δαίμων, εἴτε θεός, ἢ ὁ πολυλάλητος Τάνταλος, ἀεὶ μὲν διψῶν, ἀεὶ δὲ τὴν πόσιν ἐξαπατώμενος. Αὖθίς μοι τὸ τοῦ Σολομῶντος ἔπεισι λέγειν· εἶπα, σοφισθήσομαι καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ λέγων ταῦτα, οὐδὲν ἀλλ’ ἢ ἐπιτραγῳδεῖν τοῖς ἐμοῖς ἔοικα πάθεσιν, ἰατρείαν δέ τινα πολλοῦ γε δεῖ μηχανᾶσθαι. Ἡμῖν μὲν οὖν ὡς χρονίοις οὖσιν ἐν τῇ Βουλγάρων ὁμότροπος ἤδη ἡ ἀγροικία καὶ ὁμοέστιος. Σὺ δὲ μὴ οὕτω θρύπτου, πρὸς τοὺς εἰδότας εἰρωνευόμενος· χθὲς γάρ που τὰς βίβλους παρῆκας ταῖν χεροῖν ὥστε σοι ἔτι παρεῖναι τὰ τῶν σοφῶν ἐνηχήματα· πλὴν ἀλλὰ καὶ νῦν σοι βίβλον Χρυσοστομικὴν ἐπέμψαμεν.

Ἡ δὲ τῆς σοφίας πηγή, ἡ σοφία Χριστὸς εἴη σε συνετίζων καὶ συνεμβιβάζων ἐν ὁδῷ ταύτῃ ᾗ πορεύῃ καὶ διδάσκων τὴν αὐτοῦ γνῶσιν μετὰ τῆς πράξεως.