Ἔργον
Θεοφύλακτος Βουλγαρίας – Ἐπιστολαί
Δογματική επιστολή προς τον Αρμένιο Τιβάνιο
Θεολογικό κείμενο που αναλύει και αποδεικνύει το ασύγχυτο των δύο φύσεων και θελημάτων του Χριστού μετά την υποστατική ένωση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Δογματική επιστολή προς τον Αρμένιο Τιβάνιο
Θεολογικό κείμενο που αναλύει και αποδεικνύει το ασύγχυτο των δύο φύσεων και θελημάτων του Χριστού μετά την υποστατική ένωση.
Τοῦ Βουλγαρίας κῦρ Θεοφυλάκτου ἐκ τῆς πρὸς Τιβάνιον Ἀρμένιον ἐπιστολῆς Μεγάλης ἀνοησίας ἐστὶ τὸ μίαν φύσιν ἐκ τῆς ἑνώσεως ποιεῖν, τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, τὸ παθητὸν καὶ τὸ ἀπαθές, καὶ ὅσα ἄλλα, τὰ μὲν τῆς ἀνθρωπίνης φύσεως, τὰ δὲ τῆς θείας ἴδια. Εἰ γὰρ καὶ ἡνώθησαν, ἀλλ’ ἄτρεπτα πάντως ἔμειναν τὰ ἑκατέρας φύσεως ἰδιώματα. Πῶς οὖν μία φύσις τὰ καὶ μετὰ τὴν ἕνωσιν φυλαττόμενα ἐν ταῖς οἰκείαις διαφοραῖς;
Ἢ οὐχὶ καὶ ὁ σίδηρος ἥνωται τῷ πυρί; Ἀλλὰ μένει σῶμα βαρὺ καὶ τοιόνδε σχῆμα ἔχον, τυχόν, ἢ στρογγύλον ἢ ἐπίμηκες καὶ λαμνοειδὲς ἢ ἀλλοῖόν τι, κἂν λαμπρὸς ἐγένετο ὑπὸ τοῦ πυρὸς καὶ θερμός. Πῶς δὲ τὸ θέλημα τὸ ἀνθρώπινον ἑνωθὲν τῷ θείῳ θελήματι καὶ ἀσύγχυτον μεῖναν, ὡς καὶ αὐτοὶ μαρτυροῦσιν, οὐ δυάδα παρεισάγει δυοῖν θελημάτων, ἑαυτοῦ τε καὶ τοῦ θείου; Εἰπάτωσαν γάρ μοι· ἀνέλαβε τὸ φυσικὸν θέλημα ἤτοι θέλησιν ἀνθρωπίνην ὁ Κύριος; Ναὶ πάντως, ἀλλ’ ἐθέωσε τὴν θέλησιν, φησί, ταύτην. Κἀγώ φημι. Ἰδοὺ οὖν δύο, τό τε θεῶσαν καὶ τὸ θεωθέν. Ἀλλ’ ἡνωμένα, φησί. Κἀγὼ οὕτως λέγω. Ἀλλ’ εἰ μὲν ἑνωθέντα συνεχύθησαν, εἶχέ τις λέγειν ὅτι ἓν ἐγένοντο συγκεχυμένον, οὐδ’ ἕτερόν ἐστι μᾶλλον. Ἐπεὶ δὲ ἑνωθέντα τηροῦσι τὰς οἰκείας ἰδιότητας, πῶς οὐ δύο; Ἀλλὰ τὸ ἀνθρώπινον, φησί, θέλημα ὑπὸ τοῦ θείου θελήματος ἤγετο καὶ ὅτε ἤθελε τὸ θεῖον θέλημα, τότε ἡ ἀνθρωπίνη φύσις ἤθελε φαγεῖν ἢ πιεῖν ἢ ἄλλο τι φυσικὸν ἐνεργῆσαι. Κἀγὼ οὕτως λέγω. Ἐπεὶ οὖν ὅτε παρεχώρει ἡ θεία θέλησις, τότε ἤθελεν ἡ ἀνθρωπίνη, ὁρᾷς ὅτι ἀνθρωπίνη θέλησις ἦν ἐν τῷ Χριστῷ, ἐκεῖνα θέλουσα τῶν ἀνθρωπίνων ἃ ἡ θεία παρεχώρει θέλησις. Οὐ γέγραπται ἐν τῷ εὐαγγελίῳ ὅτι ἤθελε λαθεῖν καὶ οὐκ ἠδυνήθη; Πῶς οὖν ἤθελε; Θείως ἢ ἀνθρωπίνως; Διὰ τοῦτο γὰρ καὶ οὐκ ἠδυνήθη, παραχωρήσαντος τοῦ Θεοῦ δειχθῆναι τὸ ἀνθρώπινον θέλημα.
Πῶς δὲ ἀνεδείχθη, εἰ μὴ ἦν ἐν τῷ Χριστῷ οὐσιωδῶς καὶ ἀληθῶς καὶ ἀτρέπτως; Οὐ γὰρ δὴ κατὰ φαντασίαν ταῦτα ἐπεδείκνυτο· μὴ γένοιτο. Ἡνωμένον οὖν ἦν τὸ ἀνθρώπινον θέλημα τῷ θείῳ θελήματι. Ἐπεὶ δὲ ἀτρέπτως καὶ ἀσυγχύτως ἥνωτο, δυὰς θελήσεων εἰσάγεται καὶ μετὰ τὴν ἕνωσιν. Ἡ γὰρ ἕνωσις οὐδὲν ἄλλο ἐποίησεν, εἰ μὴ τὸ δοξάσαι καὶ λαμπρῦναι τὰ πρώην ὄντα ἄτιμα καὶ ἄδοξα. Τὸ δὲ δοξασθὲν οὐκ ἐξέβη ἐκ τῆς ἰδίας φύσεως, ἀλλὰ μᾶλλον εἰς τὴν οἰκείαν φύσιν ἀπεκατέστη. Ἡ γὰρ ἀδοξία ἐκ τῆς ἁμαρτίας, ἥτις παρὰ φύσιν ἐστίν, εἰ καὶ ἡ πρὸς Θεὸν ἕνωσις οὐκ ἔστι φυσικὸν ἡμῶν, ἀλλ’ ὑπὲρ φύσιν.
Τέως δ’ οὖν δοξασθὲν τὸ φυσικὸν θέλημα καὶ ἐκεῖνα θέλον ἃ τῷ Θεῷ ἐδόκει οὐκ ἀπώλετο. Ὥστε ἐπεὶ ἦν αὐτό, ἦν δὲ καὶ τὸ θεῖον ἐν τῷ Χριστῷ, δύο πάντως καὶ μετὰ τὴν ἕνωσιν γνωριζόμενα ταῖς οἰκείαις διαφοραῖς· ὥσπερ καὶ ἐπὶ τοῦ πεπυρακτωμένου σιδήρου, τὸ πῦρ ἑνωθὲν τῷ σιδήρῳ ἔχει τὸ καίειν καὶ τὸ λάμπειν, καὶ ὁ σίδηρος τὸ οἰκεῖον βάρος καὶ τὸν ὄγκον καὶ τὸ σχῆμα, καὶ ὑποστατικῶς μὲν οὐ διαιροῦνται ἀπ’ ἀλλήλων τὰ ἰδιώματα τοῦ τε πυρὸς καὶ τοῦ σιδήρου, τὰς φυσικὰς δὲ διαφορὰς ἔχοντα δεικνύουσιν ὅτι φύσις εἰσὶ καὶ μετὰ τὴν ἕνωσιν τό τε πῦρ καὶ ὁ σίδηρος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.