Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν αὐτοκράτορα Ἀλέξιον τὸν Κομνηνόν

Θεοφύλακτος Βουλγαρίας

Προοίμιο και οφειλή του επαίνου

Εισαγωγικές παρατηρήσεις για την αναγκαιότητα του επαίνου προς τον αυτοκράτορα και την αδυναμία του ρητορικού λόγου να αποδώσει πλήρως το μεγαλείο των έργων του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 5

Λόγος εἰς τὸν αὐτοκράτορα κῦριν Ἀλέξιον τὸν Κομνηνόν Ἀνάγει μέν μοι τὸν λόγον, ὦ αὐτοκράτορ, εἰς τὰ βασίλεια καὶ ὁ θεσμὸς τοῦ ἔθους ὁ τῷ ὄντι βασιλικώτατος, ὃς τοῖς ἑκάστοτε σοφισταῖς ἀναπετάννυσι τὰ ἀνάκτορα, πλὴν κἂν εἰ μὴ τοῦτ’ ἦν, αὐτοκέλευστος ἄν σοι τὴν εὐφημίαν προσήγαγον· λίαν γὰρ ἂν ἦν σκαιὸς τὴν γνώμην καὶ ἐπαρίστερος καὶ κάλλους ἔργων ἀνέραστος, εἰ σιγῇ παρεῖδον τὴν τῶν σῶν πρακτέων ὥραν, γλῶτταν ἔχων καὶ δυνάμενος φθέγγεσθαι. Μᾶλλον δὲ δυοῖν ἐνειχόμην ἐγκλήμασι· τὰς σάς τε χεῖρας ἠδίκουν, δι’ ἃς ἔχω τὸ ἐλεύθερα φθέγγεσθαι, καὶ τὴν αὐτὸς ἐμαυτοῦ φύσιν διέβαλλον ὡς ἀγαθοῖς τοσούτοις ἀνάλωτον καὶ μισόκαλον. Ὅτε τοίνυν ἐκ τοῦ λέγειν τοσαῦτα κερδαίνομεν τῷ τε δικαίῳ χώραν διδόντες καὶ τὴν πονηρὰν δόξαν ἀποπεμπόμενοι, πῶς οὐκ ἂν τὴν τῆς Τρῳάδος ἐκείνης εὐχὴν προσευξαίμεθα γενέσθαι φθόγγον ἡμῖν ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει, ἵνα παρ’ ὅλων τῶν μελῶν ὁ τῆς εὐφημίας σοι προσάγοιτο ἔρανος, ἐπεὶ καὶ πᾶσιν αὐτοῖς τὴν ἐκ τῶν βαρβάρων ἄνεσιν δέδωκας.

Ἔμελλον δὲ ἄρα, ὥσπερ τῶν πράξεών σου χρηστὰ ἀπελαύσαμεν, οὕτω δὴ καὶ τῶν ἐπὶ ταῖς πράξεσι λόγων οὐ μικρὸν ὄνασθαι, καὶ αὐτοὶ γὰρ τὸ μέρος ἀγαθὸν νομιζόμεθα ὅτι τοῖς σοῖς ἐπαίνοις τὴν γλῶτταν ἀπεκληρώσαμεν τήμερον. Ἀλλ’ ὦ γέρον Ἰσόκρατες, σὺ μὲν ἀδημονοῦντι ἐῴκεις, ὅτι μὴ καὶ λόγων ἀγὼν ἐγίνετο μηδ’ εἶχες καιρὸν καταβαίνειν εἰς θέατρον καὶ τῷ τοῦ δήμου συλλόγῳ τὸ κάλλος τῆς φωνῆς ἐπιδείκνυσθαι· ἡμεῖς δέ, ὃ μὲν ἐπόθεις, ἐλάβομεν· ὅπερ δὲ εἶχες, οὐκ ἔχομεν.

Λόγων μὲν γὰρ ἀγὼν καὶ δὴ μέγιστος· σοφιστὴς δὲ παρὰ πολὺ τῆς δόξης ἐρχόμενος, ἄλλως τε καὶ τηλικούτοις ἔργοις ἀντιταλαντεύων τούτου τὴν δύναμιν· οὐκ ἀπορῶν γὰρ ὕλης, πῦρ οὐκ ἔχω τοσοῦτον ὅσον πυρσὸν ἐξάψαι τηλεφανῆ καὶ ἀέριον. Τὰ μὲν οὖν ἄλλα παρήσειν μοι δοκῶ, πολλοῖς τε γὰρ ἐκεῖνα λελογογράφηται καὶ ἡμεῖς δὲ τούτοις τὴν γλῶτταν ἐκοσμήσαμεν ἄλλοτε· τῶν ἀρετῶν δ’ ἐκ μέρους τοῦ βασιλέως μνησθήσομαι καὶ ταύτῃ τῷ καιρῷ τὰ εἰκότα χαρίσομαι.