Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν αὐτοκράτορα Ἀλέξιον τὸν Κομνηνόν

Θεοφύλακτος Βουλγαρίας

Εξωτερική διπλωματία, εσωτερική τάξη και διοίκηση

Η ισαποστολική δράση έναντι των ανατολικών εχθρών, η επιεικής καταστολή των εσωτερικών συνωμοσιών και ο έπαινος των βασιλικών αρετών, όπως η πραότητα και η φρόνηση, κατά τη διοίκηση του κράτους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 5

Τί μὴ λέγω τοὺς ἐκ τῆς ἑῴας σοι προσχωρήσαντας, τοῦτο μὲν ἰδίᾳ, τοῦτο δὲ καὶ κοινῇ, ὧν ἀμφισβητοῦσι μὲν ἀνδρεία καὶ πραότης ὁποτέρα προσήγαγεν· ἑκατέρα γὰρ τούτων μεταπεποίηται. Ὁποτέρα δ’ ἂν κριθείη νικᾶν, ὁ βασιλεύς ἐστιν ὁ νικῶ, ὅστις ἀπορρήτους ἴυγγας ἡμῖν ἐπετήδευσε, καὶ τοὺς ἀμειλίκτους μειλίσσεται, καὶ τὸ θειότερον ὅτι Θεὸν αὐτοῖς προμνηστεύεται καὶ εἰσάγει τούτους εἰς τὴν αὐτοῦ βασιλείαν καὶ τῆς ἐκεῖ συγκλήτου μέρος ποιεῖ καὶ ἄνδρας αἱμάτων ἀποπλύνων ταῖς τοῦ σωτηρίου πηγαῖς, τέκνα φωτὸς δεικνύει καὶ τὸ τῆς ἀφθαρσίας ἱμάτιον ἀμφιέννυσι καὶ πλάττει τούτους πλάσιν ἡμερινὴν καὶ σωτήριον, ἵνα καὶ παρ’ αὐτοῦ τὴν προσφορὰν τῶν ἐθνῶν ὡς παρὰ Παύλου Χριστὸς προσδέξηται. Ἀλλ’ ὁρᾶτε ὡς καὶ ἀπόστολος ἡμῖν ὁ αὐτοκράτωρ ἐκδέδεικται καὶ ἀνέκυψε τοῦτο τοῦ λόγου οἷόν τι πόρισμα.

Σὺ δέ μοι λέγε Προμηθέα καὶ μῦθον ἀνθρώπους πλάττοντα, ἀλλ’ ἐγώ σοι μετὰ τῆς ἀληθείας ἀντιπαράγω τὴν βασιλέως προμήθειαν μεταπλάττοντος βαρβάρους ἐπὶ τὸ ἀνθρωπινώτερον ἢ θειότερον, ὅς γε καὶ διδάσκαλον ἐθνῶν ἐγκατέστησεν, ἐν πίστει καὶ ἀληθείᾳ, τὰ τοῦ Παύλου σοι λέγω, ὀρθοτομήσοντα τοῦ Λόγου τὴν αὔλακα, πληθυνοῦντα τῷ Θεῷ τὸ γεώργιον.

Τί μοι τὰ πόρρω λέγειν; Τί δὲ πρὸς τὸν Ἴστρον καὶ τὴν ἑῴαν ἀπάγομαι; Τί δὲ μὴ ἀφ’ ἑστίας ἀρχομένην τὴν φιλανθρωπίαν τοῦ αὐτοκράτορος δείκνυμι; Ἀνέστη γάρ τις, οὐ πολὺς ἐξ οὗ χρόνος, βασιλικοῦ σπέρματος ἑαυτὸν ποιούμενος ἄσταχυν, ἐνέργειαν πλάνης εἶπεν ἂν αὐτὸν ὁ ἀπόστολος, ὃς κούφοις τισὶν ἀνθρώποις καὶ παρασήμοις καὶ ἀξίοις αὐτοῦ προσφυείς, Ἡσιόδου κηφῆσιν, Ἀρχιλόχου πιθήκοις, ὢ βασιλείων ὕψος καὶ μέγεθος καὶ ἀνακτόρων λαμπρότης καὶ θρόνων μεγαλειότης ἀσύγκριτος, οἷος ὑμῖν ἐνυβρίζειν ἐτόλμα, ἅρπαγμα τὰ δῶρα τῆς ἀρετῆς ἡγησάμενος, ἀλλ’ οὖν μετὰ τῶν συνωμοτῶν ὁ μωρὸς Ἀδωνίας ἐβασιλεία καὶ τοῦ πονηροῦ κόμματος. Τί δέ; Ὁ ἀποκαλύπτων βαθέα καὶ ἑρμηνεύων μυστήρια ἀπεκάλυψε τῷ ὠτίῳ τοῦ βασιλέως τὸν πονηρὸν σύνδεσμον καὶ τὸ ὀλέθριον διαβούλιον ἀταλαιπώρως φωρᾶσαι πεποίηκε. Τί γοῦν ἐνταῦθα σκοπεῖτε; Τὸ πικρὸν τοῦ βασιλέως καὶ ἀπαραίτητον;

Πῶς τοὺς ἀπράκτους φονευτὰς ἠμύνατο; Πῶς τοὺς ἄχειρας ξιφηφόρους ἠμείψατο; Ἐψίλωσε μὲν αὐτοῖς τὰς κεφαλάς, τοῦ φυσικοῦ κόσμου στερήσας, ὡς περὶ τὴν κεφαλὴν ἀσχημονήσαντάς τε καὶ ἐξυβρίσαντας· ἐψίλωσε δὲ καὶ τὸ γένειον, τὸ οἶμαι ἄνανδρον αὐτῶν καὶ ἀγεννὲς ἐκπομπεύων διὰ συμβολικοῦ τοῦ προσχήματος. Σκόλοπα δὲ ἀνέστησε μὲν καὶ τὸν πλάνον ἐκεῖνον ἐπέδησεν· ἐπεγέλα δὲ ἄρα τῷ σκόλοπι ὁ φιλάνθρωπος, φόβητρον αὐτὸν μόνον ὀξύνας καὶ οἷον μορμολύκειον τεκτηνάμενος· οὐδὲ γὰρ εἶναι τῆς Ἀλεξίου βασιλείας ἀνδρὸς Ῥωμαίου φόνον θεάσασθαι.

Τοῦτό σοι πόσων ἀριστευμάτων ἀντάξιον; Τούτου τί ἂν εὕροις παρὰ τοῖς παλαιοῖς ἰσοστάσιον; Λέγεταί τι περὶ τοῦ πανευφήμου Κωνσταντίνου ὡς ἄρα δῆμος μέν τις ὑβριστὴς καὶ ἀγέρωχος—καὶ τί γὰρ ἢ δῆμος, παντοίας κακίας συμφόρημα καὶ ὕβρεως τελεστήριον; —στήλας αὐτοῦ τῆς ἀγορᾶς κατασπάσας, λίθων βολαῖς τὰς ὄψεις διαλωβήσαιτο, ἀγγελθὲν δὲ τοῦτο τῷ βασιλεῖ, πολλοὺς μὲν σχέτλια παθεῖν καὶ μετὰ τῶν σχετλίων τὸ πρᾶγμα τίθεσθαι τοῦ βασιλικοῦ θυμοῦ τὸ βέλος ὀξύνοντας, τὸν δὲ πράως διαψηλαφῶντα τὸ πρόσωπον, «μή τι», φάναι, «κατὰ τούτου τοῖς λίθοις ἐχρήσαντο ἢ τὰ τῆς λώβης ταῖς παρειαῖς ἐνσεσήμανται;» Ὡς δ’ οὐκ ἔφασαν ἐκεῖνοι τῷ βασιλικῷ προσώπῳ ἴχνος ὕβρεως ἐπιφαίνεσθαι, «οὐκοῦν ἐῶμεν», εἶπε, «τοὺς παροινήσαντας· οὐ γὰρ ἡμᾶς κακόν τι διέθεντο, ἀλλὰ τῷ χαλκῷ ἐπελύττησαν.» Τοῦτο μέγα μέν, βασιλεῦ, καὶ τῆς Κωνσταντίνου ψυχῆς ἐπάξιον, ἀλλὰ μέχρι σοῦ μέγα καὶ τῆς σῆς πράξεως. Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην καὶ οἱ λοιποὶ ἀστέρες ἐκρύβησαν. Ἐκείνοις μὲν γὰρ εἰς τὰς σκιὰς ἐξυβρίσασιν οὐ τοσοῦτον μέγα τὴν τιμωρίαν χαρίσασθαι, μηδὲν μέγα λυμηναμένοις τὰ πράγματα· σοῦ δὲ τῷ αὐχένι μόνον οὐκ ἐπικατήνεγκεν ἡ πονηρὰ φατρία τὸν σίδηρον, οἷ χάριν δοὺς τῆς ἀθῳώσεως, τοῖς παλαιοῖς οὐ δίδως χώραν συγκρίσεως.

Οὕτω διδάσκεις ἡμᾶς τοῖς ἀδικοῦσι προσφέρεσθαι, καὶ γὰρ κἀν τοῖς ἄλλοις Σολομῶντος εἶ δικαιότερος, ταύτῃ γε ἑκὼν τῆς ἀκριβείας ὑφίεσαι, καὶ τὸ μὲν διανεμητικόν σοι δίκαιον καὶ τὸ ἐπανορθωτικὸν ὑπερευκατώρθωται, τὸ δὲ κατὰ τὸ ἀντιπεπονθὸς ἐνταῦθά σοι μετριώτερον, καὶ βούλει μᾶλλον ὑπόχρεως ἔχειν τοὺς εἰς σὲ πλημμελήσαντας, ὡς πολὺ μὲν ὀφείλοντας, πολὺ δὲ ἀφεθέντας καὶ δικαίως ἀγαπήσαντας τοσοῦτον ὅσον ἀφείθησαν. Οἶδας πάντως τὸ εὐαγγελικὸν ἀποθέσπισμα.

Φιλεῖ γὰρ ἄνθρωπος πρὸς μὲν τὸ ἀντιτεῖνον ἀντισκληρύνεσθαι, ὑπείκειν δὲ τῷ μαλάττοντι, καθάπερ ἐλαίῳ τῷ τῆς πειθοῦς φαρμάκῳ γινόμενος χαλαρώτερος. Ἆρα δή σοι τὸ πρᾷον ἀπὸ φρενὸς μαλακωτέρας ἐμπέφυκεν, ὡς μὴ εἶναι προτέρημα, ἀλλὰ νόσημα; Μὴ οὕτω τὰς φρένας ἡμεῖς νοσήσωμεν ὡς τῆς βασιλικῆς ἀρετῆς τὴν μορφὴν λελωβῆσθαι πιστεύειν οὐλαῖς τισι καὶ σπαράγμασι· καὶ γάρ σοι τὸ ἦθος ἐπὶ τῆς ἀρχικῆς μεγαλειότητος ἕστηκε καὶ τὸ ἡδὺ προδείκνυσι καὶ τὸ χαρίεν, καὶ οὔτε σκληρὸν τὸ ἀνδρικόν, οὔτε κορασιῶδές σοι τὸ ἐπίχαρι, ὡς μήτε τὸ σεμνὸν εἰς ἀλαζονείαν ἐκτραχηλίζεσθαι, μήτε καταρριπτεῖσθαι τὸ ἱλαρὸν εἰς εὐτέλειαν. Σὺ μαλακίσῃ ποτέ, ὁ ἀδαμάντινος, ὁ ἀνένδοτος, ὅς, ἐπειδὰν σχολάζῃς τῶν τοῦ πολέμου κινήσεων, οὐχ ἵππων ἁμίλλαις καὶ δήμων μανίαις σεαυτὸν ἐπιρρίπτεις, οὐδ’ ἐκθηλύνεις τὴν ἀκοὴν τοῖς τῆς ἀνάνδρου μουσικῆς κρούμασιν, ἀλλὰ θήραις καὶ κυνηγεσίοις ἀνεγείρεις τοῦ θυμοῦ τὸ κοιμώμενον, καὶ τοὺς εὐγενεῖς παῖδας γεύων τῶν τῆς ἡλικίας ἀριστευμάτων ὡς σκύλακας.

Σωφροσύνης δὲ οἶδ’ ὅτι οὐ ζητεῖτε μαρτυρίαν, οὕτως αὐτὸν πιέζοντα τὸ σῶμα θεώμενοι καὶ ταῖς ἑκάστοτε θυραυλίαις καὶ τοῖς ξηροτέροις γυμνάσμασιν, ὅς γε καὶ μίαν ἐξ ἀρχῆς ἔστερξε τὴν καλὴν ἐν γυναιξί, τὴν βασιλείας ἀξίαν σύζυγον· ὅθεν αὐτοῖς προσήκοντα τῇ τοῦ γάμου ῥίζῃ καὶ τὰ βλαστήματα· καὶ νῦν τοῖς δεσπόταις ὁ καλός, ὁ μυριοπόθητος, τὸ ὀψιμώτατον θέαμα, ὁ τῶν ἀετῶν νεοττός, ὀξὺ μὲν ὁρῶν ἤδη, περιμένων δὲ τὰ ὠκύπτερα. Ἀλλὰ τί, ὦ πάτερ, πρὸς τὸν παῖδα βραδύτερος ἐγένου τῆς φύσεως; Τί μὴ τὸν βασιλέα υἱὸν καὶ βασιλέα γνωρίζεις, ἀλλ’ ἀναδύῃ τὴν ποθουμένην ἀνάρρησιν; Τί μὴ μεταδίδως ὀνόματος τῷ μετασχόντι φύσει τοῦ πράγματος; Ἀλλά, κἂν σὺ μὴ θέλῃς, θεσμός ἐστιν Ἀδραστείας ἀκίνητος λέοντα εἶναι τὸν σκύμνον τοῦ λέοντος.

Ἡ φρόνησις δέ σοι αὕτη μέν γε καὶ τῶν ἔσω καὶ τῶν ἔξω μεταποιεῖται. Κἂν πόλεμον κατορθώσῃς, μερίτην ἑαυτὴν παρεντίθησι καὶ τὴν ταύτης ἀδελφήν, τὴν ἀνδρείαν, οὐκ ἀξιοῖς σχετλιάζειν· εἰ τὸν κλῆρον τῶν τροπαίων ἡ ἀδελφὴ συμμερίζεται, ταῖς τῶν πόλεων διοικήσεσιν αὐτὴ μόνη ἐπιστατεῖν διατείνεται· ταύτην γὰρ ὡς ὄντως νοήμων ἐκτήσω τῆς ἀρχῆς σου κυβέρνησιν. Ταῦτ’ ἄρα καὶ διατάττεται, ἄρχοντας μὲν αἱρεῖσθαι τοὺς ὡς πατέρες παίδων ἐπιμελησομένους τῶν ὑπηκόων— ἢ οὐχ ὁρᾷς, φησί γε, τὸν μέγαν βασιλέα καί σου ἀρχέτυπον ὅπως ἄλλοις ὁρίοις ἄγγελον ἄλλον ἐθνῶν ἐπέστησε; —πάντας πρὸς ἐκεῖνον ἐπεστραμμένους, πάντας ἐκεῖθεν λαμβάνοντας τὸ ἐνδόσιμον, πάντας τοῖς ἐπιστατουμένοις συμφέροντας, οὐ καταμαγειρεύοντας τὸ ὑπήκοον, οὐδὲ αὐτοὺς μὲν πιαίνοντας, τὴν δὲ πολιτείαν ἰσχναίνοντας. Ἀνάλωμα δὲ πᾶν μὲν ἐκβέβληται ἄλογον, πᾶν δὲ τετίμηται εὔλογον. Καὶ ὅσοι μὲν βωμολόχοι καὶ τῷ θεάτρῳ τελούμενοι καὶ πρὸς τὸ γελασθῆναι σπουδάζοντες τῶν βασιλείων ἐλήλανται καὶ τοὺς ἀργοὺς κηφῆνας πρὸς τὸ κακὸν μόνον τὰ κέντρα φέροντας, τούτους δὲ ὁ βασιλεὺς σὺ τοῦ σοῦ σμήνους ἀπήγαγες, ἵνα μὴ τῶν καμνόντων τὸ μέλι βλίττωσι.

Καὶ μόνος εἶ τοῖς ἀνθρώποις διδάσκαλος, ἔργῳ τούτους παιδεύων ὡς ἐπ’ ἔργοις ἀγαθοῖς διεπλάσθημεν· μαθὼν γὰρ ἔχεις ὅτι πᾶσαν κακίαν ἡ ἀργία ἐδίδαξε καὶ ὡς ἐπίπαν ἀνάγκη τοὺς μὴ βουλομένους ἐργάζεσθαι τὰ τῶν ἑτέρων περιεργάζεσθαι.