Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν αὐτοκράτορα Ἀλέξιον τὸν Κομνηνόν

Θεοφύλακτος Βουλγαρίας

Προστασία της παιδείας και επίλογος

Προτροπή προς τον αυτοκράτορα για την ενίσχυση της ρητορικής παιδείας και των γραμμάτων, και ακροτελεύτιες παρατηρήσεις του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 5

Κἄν τίς με μάντιν ἐρεῖ, οὐκ ἀποποιήσομαι τοὔνομα, ἀλλὰ καὶ οἰωνιστὴν αὐτὸν ἀνερυθριάστως προσονομάσαιμι, εἰς σὲ τὸν ἀετὸν ἐπιδέξιον βλέποντα κἀντεῦθεν δεχόμενον τῆς κοσμικῆς εὐετηρίας τὸ σύμβολον Μελάμποδος ἀληθέστερον, Πολυδάμαντος ἀκριβέστερον, Βαλαὰμ εὐσεβέστερον. Ἀπολαύσει μὲν οὖν καὶ κοινῇ τῶν κοινῶν ἀγαθῶν ἡ σοφιστική· σὺ δὲ ἀλλὰ καὶ ἰδίᾳ ταύτῃ βοήθησον· κινδυνεύει γὰρ οὐκ ἐπὶ γόνυ, ἀλλ’ ἐπὶ στόμα πεσεῖν. Οὐ δέχομαι τὸν ἐμὸν βασιλέα Ἀδριανῶν καὶ Μάρκων καὶ Κομμόδων ἀφιλολογώτερον φαίνεσθαι, οἳ δημοσίαις σιτήσεσι τὴν σοφιστικὴν γλῶτταν ἔτρεφον· οὐ δέχομαί σε τῶν πρὸ σοῦ βασιλέων καὶ μὴ ταύτῃ τὸ κρεῖττον παρὰ δικαζούσῃ τῇ Θέμιδι φέρεσθαι· ἐκεῖνοι μὲν γὰρ ἔθος ἐκλιπὲς τῷ χρόνῳ γενόμενον ἐπεισήγαγον καὶ τὸ λέγειν ἐπὶ βασιλείων ἀπέδωκαν· σὺ δὲ καὶ τὸ προθυμότερον λέγειν τῷ θεμελίῳ ἐποικοδόμησον.

Ἀλλ’ ἐγὼ μέν, ὦ παῖδες, τῷ πέπλῳ τῆς βασιλικῆς εὐφημίας τὸν στήμονα προϋπέστησα· ὑμεῖς δὲ καὶ δὴ τὴν κρόκην προσεπιβάλετε. Ἐγὼ τὴν τέχνην ὑμῖν παρέδωκα, ἵνα ποικιλώτερος ὁ πέπλος καὶ τελεώτερος γένηται.