Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν πορφυρογέννητον κῦρ Κωνσταντῖνον

Θεοφύλακτος Βουλγαρίας

Εγκώμιον του πορφυρογέννητου και της πατρικής γενεαλογίας

Έπαινος των σωματικών και πνευματικών χαρισμάτων του Κωνσταντίνου, καθώς και αναφορά στη δικαιοσύνη και τη φιλομάθεια των πατρικών του προγόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 2 από 6

Αὕτη σου καὶ τὸ σῶμα πτερώσασα πρὸς πᾶν ὁτιοῦν διέπλασεν ἐπιτήδειον καὶ ταῖς ψυχικαῖς ἐνεργείαις ὑπέθηκε διάκονον ἀνεμπόδιστον· οὔτε γὰρ βαρύ σοι τοῦτο καὶ νωχελὲς καὶ δυσκίνητον καὶ πολλῶν κέντρων δεόμενον, οὔτ’ αὖ πάλιν εὐκινητότερον τοῦ προσήκοντος ὥστε καὶ ᾄττειν ἀκράτητα, ἀλλ’ ἀμφοτέρων τὴν ἀμετρίαν διαφυγὸν τοῖς ὅροις τῆς μεσότητος ἐγκαθίδρυται· ἔνθα μὲν γὰρ ἵππον ἀναβῆναι δεῖ καὶ πυκνοῖς δρόμοις ἑαυτὸν ἐγγυμνάσασθαι καὶ τὸ δόρυ τῇδε καὶ τῇδε περιαγαγεῖν δεξιαῖς ταῖς στροφαῖς καὶ πολεμικαῖς ταῖς ὀρχήσεσιν, ἐνταῦθά σοι τὸ σῶμα κουφότατον. Ἀλλὰ δὴ καὶ τὸ ἐν κυνηγεσίοις τῶν ἄλλων προεξιπτάσασθαι καὶ προφθάσαι τοὺς ἄνδρας καὶ καταβαλεῖν θηρίον, ὃ καὶ νεκρὸν ἰδεῖν τὴν σὴν ἄγων ἄλλος ἡλικίαν οὐκ ἂν ὑπέμεινε, τό τε τοξεύειν ἀφ’ ἵππου πετομένου τοῖς δρόμοις καὶ τοξεύειν ἐπίσκοπα, ταῦτα δὴ πάντα τῆς εὐκινησίας γνωρίσματα. Αὖθις δὲ τὸ κόσμιον τοῦ βαδίσματος καὶ τὸ τεταγμένον τοῦ φθέγματος καὶ τὸ ἔννουν ἁπλῶς ἐν πᾶσι καὶ οἷον φιλόσοφον καὶ τὸ μὴ πτοεῖσθαι κατὰ τοὺς νυμφολήπτους καὶ ἀλόγιστα περιστρέφεσθαι δηλοῖ τὴν τῶν στοιχείων σοι κρᾶσιν οἷόν τινι ζυγῷ διατεθεῖσαν ὑπὸ τοῦ Κρείττονος. Τὸ δὲ πρὸς τὰ μαθήματα πεφυκός, τὸ δὲ ἀγχίνουν, τὸ δὲ μνημονικόν, ποῦ θήσομεν, ὦ πανδέξιε;

Ἐγὼ τούτων ἁπάντων ἀψευδὴς μάρτυς καὶ ἀπαράγραπτος· συμμάρτυρες δέ μοι καὶ ὁ χρηστότατος οὗτος χορός, οἳ τῆς σῆς ἐπειράθησαν φύσεως. Πολλάκις γὰρ ἀναγινώσκεται μέν τις ἀνδρῶν παλαιῶν ἢ πρᾶξις ἢ λόγος ἀξιανάγνωστος, προφθάνεις δὲ σύ με ὁ μαθητὴς τὸν διδάσκαλον καὶ προαρπάζεις τὸ νόημα, καὶ ἁρπάσας οὐκ εὐθὺς ἀπολώλεκας, ἀλλὰ τοῖς τῆς ψυχῆς ταμείοις ἐναπέθηκας κειμήλιον ἀναφαίρετον.

Πολλοὶ γὰρ ὀξέως μέν, εἰ τύχοι, μανθάνουσιν, ὀξύτερον δὲ πάλιν ἀπομανθάνουσιν· ἅμα τε ἐπέβαλον καὶ ἅμα ἀπέβαλον, ὅμοιον ὥσπερ εἴ τις ἂν γράφῃ καθ’ ὕδατος· ταχέως μὲν γὰρ κινήσει τὸν κάλαμον, ἀλλ’ οὐδ’ ἴχνος τῇ ταχυτῆτι τῶν κινήσεων ἕψεται. Σοὶ δὲ τὰ διεστῶτα ἡ φύσις ἥνωσε, καὶ τάχος μαθήσεως καὶ μνήμην ἀσύγκριτον, καὶ παντὸς μὲν εἶ κηροῦ πρὸς τὴν ἐγγραφὴν εὐτυπώτερος, πάσης δὲ πλακὸς πρὸς τὴν συντήρησιν στερεώτερος.

Ἀλλὰ γὰρ ἤ με διέλαθε τὰ τῶν σῶν γονέων καλά, οἷς καὶ αὐτοῖς σε Θεὸς εἰς πᾶν καλὸν συνεκρότησε. Σὺ γάρ, ὦ καλὲ παῖ καὶ πάντων βασιλέων ἐμοὶ ποθεινότερε, οὐ τὴν μὲν φύσιν τοιαύτην ἔσχες οἵαν μετρίως ὁ λόγος ὑπετυπώσατο, τῇ δὲ τῶν γονέων ἐπαισχύνῃ φαυλότητι ὡς τοῖς ἑτεροφθάλμοις πάσχειν παρόμοια, καὶ τῇ μὲν ἐλλάμπεσθαι, τῇ δὲ καταδύεσθαι.

Ἀλλά σοι καὶ βασιλικὸν πατρόθεν τὸ γένος καὶ δικαιότατον, καὶ τῷ μακαρίῳ σου πάππῳ μᾶλλον τῆς ἀρχῆς τὸ ἐν ταῖς κρίσεσιν ἰθυτενὲς καὶ ἀπροσκλινές· τῷ τε θειοτάτῳ σου πατρὶ ποῖον ἀρετῆς εἶδος τὴν ψυχὴν οὐκ ἐμόρφωσεν ἢ τίνι παρῆκεν ἄλλῳ τὰ πρῶτα φέρεσθαι τῇ τε φιλομαθείᾳ καὶ ταῖς περὶ τῶν θείων φροντίσιν, ᾧ γε καὶ ἡ βασιλεία οὐδὲν ἦν ἕτερον ἢ βίβλοι καὶ λογίων ἀνδρῶν ὁμιλίαι καὶ τὸ εἰπεῖν τι καὶ ἀκοῦσαι παλαιοῦ σπούδασμα;