Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Λόγος εἰς τὸν πορφυρογέννητον κῦρ Κωνσταντῖνον

Θεοφύλακτος Βουλγαρίας

Πολιτειακή θεωρία: Τυραννία και αληθής βασιλεία

Παραινέσεις προς τον διάδοχο για την καλλιέργεια της αρετής, εισαγωγή στα είδη των πολιτευμάτων και εκτενής αντιπαραβολή του βίαιου τυράννου με τον ευσεβή και αληθινό βασιλέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 6

Ἀκούεις, αὐτοκράτορ, οὐ γὰρ μάτην ταῦτά μοι ἐρραψῴδηται, οὐδ’ ἵνα κενὴν ψάλλω, τοῦτο δὴ τὸ τῆς παροιμίας, ἀλλ’ ἵνα δείξαιμί σοι πόσοις ἀγαθοῖς παρὰ τοῦ Κρείττονος κεχορήγησαι καὶ ὡς πάρεστί σοι πάντας ὑπερβαλέσθαι τοὺς πώποτε αὐτοκράτορας, τοσαύταις ἀφορμαῖς βοηθουμένῳ πρὸς τὸ καλόν. Τίς μὲν γὰρ ἔσται μακαριώτερος, εἰ τούτοις πᾶσι προσθείης καὶ τὸν κολοφῶνα τῆς σῆς ἀρετῆς; Τίς δὲ ἀθλιώτερος, εἰ ταῦτα καταρρυπάνῃς διὰ τῶν σῶν μετέπειτα πράξεων; Μὴ γὰρ οἴου τὴν βασιλείαν σοι πρὸς δόξαν συμβαλεῖσθαι, εἰ μὴ καὶ τὸν τρόπον βασιλικὸν ἐπιδείξαιο, ἔπει οὕτω γε καὶ ὁ μαινόμενος Καμβύσης καὶ ὁ θῆλυς Σαρδανάπαλος Ἀριστείδου καὶ Ἐπαμεινώνδου λαμπρότερος. Ἀλλὰ τοσούτῳ μᾶλλον γελασθήσῃ τὴν βασιλείαν ὑβρίζων, ὅσῳ καὶ ὑβρίσεις περιφανέστερον· ἰδιώτου μὲν γὰρ ἀλόγως βιώσκοντος καὶ τοῖς τῆς ἀρετῆς νόμοις ἐμπαροινοῦντος, κἂν ὁ γειτονῶν ἀγνοήσειεν—οὐ γὰρ εἰς πολλοὺς διαβαίνειν τὴν ἰδιωτικὴν ἁμαρτίαν, ἀλλὰ τῷ οἰκιδίῳ ἐμπερικλείεσθαι—, βασιλεὺς δὲ οὐχ οὕτως, ἀλλὰ καὶ λογισάμενος μόνον ὡς ἁμαρτήσει τοὺς πολλοὺς οὐ λήσεται.

Μὴ δὲ νόμιζέ σοι τὴν κατάχρυσον καὶ περιπόρφυρον τήβενναν ὑπαγαγεῖν ἄνδρας θεράποντας Ἄρεος, ἄνδρας δεινὸν δερκομένους καὶ λεοντῶδες, εἰ μή σε καὶ χαλκεοθώρακα βλέποιεν καὶ αὐτουργοῦντα τὸν πόλεμον· οὐ γὰρ ἐκπλήττεται βάρβαρος ὁρῶν νυμφικῶς ἐστολισμένον τὸν αὐτοκράτορα, ἀλλὰ καταγελᾷ χρυσοφοροῦντος ὡς παιδαρίου καὶ διαπαίζων ὡς μαλακόν τε καὶ ἄναλκιν, οἴεται δικαίως ὡς οὐδὲ κονδύλου πρὸς τὸν φόνον τούτου δεήσεται. Εἰ δέ σου καὶ τῶν ἡδονῶν ἡ γοητεία κρατεῖ, καλός γε ἡμῖν ὁ αὐτοκράτωρ καὶ τοῦ τῶν ἄλλων βασιλεύειν ἐπάξιος, ὃς τρίδουλον ἑαυτὸν ταῖς ἀνελευθέροις ἡδοναῖς ὑποτέθεικε, πῶς ἄλλον παιδεύσει μὴ τοὺς νόμους δευτέρους ἡδονῆς τίθεσθαι; Πάνυ γὰρ ἑαυτὸν προεπαίδευσε. Πῶς ἑτέροις ἡγήσεται πρὸς τὸ βέλτιον; Οὐ γὰρ αὐτὸς τῶν νουθετητῶν κατακούει. Ἐξοριστέον σοι τοίνυν καὶ ἐκκοπτέον πάσῃ μηχανῇ καὶ πυρὶ καὶ σιδήρῳ τῆς σῆς ψυχῆς τὸ δεινότατον θηρίον τὴν ἡδονήν· ἀντεισακτέον δέ σοι καὶ ἀντιτακτέον τοὺς πόνους, οἳ σωμασκοῦσι τοὺς αὐτοκράτορας καὶ κατὰ τῶν ἀντιπάλων σοβαροὺς τρέφουσιν· οὗτοι γὰρ καὶ τοῖς νέοις τὴν ἄνθην τῆς ἡλικίας οὐκ ἐῶσι μαραίνεσθαι καὶ τοῖς γεγηρακόσι τὴν ἐκ τοῦ γήρως ἐπικουφίζουσι κάκωσιν, ἡλικιῶται τούτων ὄντες καὶ σύντροφοι.

Ἀλλὰ γὰρ δεῦρο καὶ μάνθανε βασιλείας τύπον ὡς οἷόν τε συντομώτατον. Τρεῖς εἰσι πολιτειῶν καταστάσεις καθολικωτέραι, ὧν ἣ μὲν μοναρχία καὶ ἔννομος καὶ βασιλεία καλεῖται, βάσις οὖσα λαοῦ καὶ στήριγμα κατὰ τὸ ἔτυμον τοῦ ὀνόματος· ἣ δ’ ἐκ πολλῶν μὲν ἀρχόντων, ἐννομωτάτων δὲ καὶ τούτων, συντέθειται· ἀριστοκρατία ταύτῃ τὸ ὄνομα· ἣ δέ τις τοῦ δήμου παντὸς συνδρομὴ πρὸς τὴν τῶν τῆς πολιτείας διοίκησιν, ἣν δημοκρατίαν ὠνόμασαν. Ἀντικάθηνται δὲ ταύταις ἑτέραι τρεῖς τῆς ἀξίας ἐκβιαζόμεναι· καὶ τὴν μὲν βασιλείαν τυραννὶς ἐνεδρεύει· τὴν δ’ ἀριστοκρατίαν ὀλιγοκρατία τοξεύει, ὅταν πλούσιοί τινες καὶ βίαιοι τοὺς ἀρίστους ὑποκρινόμενοι ἄρχωσι· δημοκρατίαν δὲ ἡ ὀχλοκρατία ὁρᾷ ἀντιπρόσωπος, συγκεχυμένου τοῦ πλήθους συνέλευσις ἄνομός τε καὶ παντάπασιν ἄτακτος. Περὶ μὲν οὖν τῶν ἄλλων οὐδ’ ὁτιοῦν διαλέξομαι· τυραννίδος δὲ καὶ βασιλείας ἄκουε τὰ γνωρίσματα.

Πρῶτον μὲν οὖν ὁ τύραννος ἐπὶ τὴν ἀρχὴν ἐκβιάζεται· οὐ γὰρ ὑπὸ τῶν πολιτῶν τὰ χαλινὰ τῆς ἀρχῆς ἐκδέχεται, ἀλλ’ αὐτὸς ἁρπάζει ταῦτα σφαγαῖς τε καὶ αἵμασι. Τοιαῦτα μὲν αὐτῷ τὰ προοίμια καὶ οὕτως ἐξ ἀρχῆς τοῖς αἵμασι περιρραίνεται· ἐπὰν δὲ εἰσέλθῃ πρὸς τὰ ἀνάκτορα, ποίας τὰς τελετὰς ἐκτελεῖ; Πάσας μὲν ἡδονὰς πρεσβεύει τοῦ σώματος, πάσας δὲ λύπας τοῖς ὑπηκόοις ἐπιτεχνάζεται, οὐδενὶ πιστεύων, οὐδένα φίλον ἔχων, πάντας ἐχθροὺς καὶ ποιούμενος καὶ ἡγούμενος, τοὺς μὲν ἀγαθοὺς ὅτι νομίζει τούτοις μισεῖσθαι, ἀγαθοὶ γὰρ ὄντως μισήσουσι τὸν ἀνόμοιον, τοὺς δὲ πονηροὺς δ’ αὐτὸ τοῦτο πάντως ὅτι πονηροὶ καὶ τῶν αὐτῶν ἐφιέμενοι· ἀγωνιᾷ γὰρ μή τις αὐτοῦ πονηρότερος τῇ ἀρχῇ ἐπιθήσοιτο. Ἀεὶ τοίνυν κόπτει τῶν ἀσταχύων τοὺς προὔχοντας καὶ πάντας ἀπεργάζεται πένητας καὶ πάντας ἀναγκάζει πενθεῖν καὶ κόπτεσθαι, ἵνα μὴ τρυφῶντες, φησί, σχολάζοιεν καὶ σχολάζοντες περιεργάζονται καὶ περιεργαζόμενοι φρονοῖεν νεώτερα. Νόμους τε μεταπεττεύει καὶ μετατίθησιν ἢ τῷ φιλοχρημάτῳ τῆς ψυχῆς ἢ τῷ ἀκολάστῳ, πάντως δὲ πάθει τινὶ χαριζόμενος.

Καὶ στρατιωτικὸν μὲν οὔτε τρέφειν οἶδεν ὑπὲρ τῆς πολιτείας οὔτε συνίστησι· δορυφόρους δὲ περὶ αὐτὸν συναγαγὼν τοῦ σώματος φύλακας, τούτους σιτίζει καὶ πιαίνει, κατὰ τῆς πολιτείας τρέφων τοὺς σύμπαντας, καὶ πᾶσαν αὐτοῖς ἐφιεὶς τὴν ἡνίαν, σφάττειν, ἐξουθενεῖν, ἀτεκνοῦν τῇ αὐτῶν ῥομφαίᾳ διακελεύεται.

Τυράννου κρατοῦντος, καὶ γεωργὸς καρποῦται τὰ δάκρυα, πόνοις μὲν καθ’ ἡμέραν τρυχόμενος, ὑπὸ τυραννικῷ δὲ λαίλαπι συναρπαζόμενον ὁρῶν τὸ γεώργιον, καὶ τὴν τῆς λύπης βάτον ἀντὶ σταφυλῆς γεωργεῖ κεντοῦσαν αὐτοῦ τὰ σπλάγχνα τῇ τῆς ἀκάνθης ὀξύτητι, καὶ τὸ δεινότερον ὅτι καὶ τοῖς ἐχθροῖς καὶ τοῖς οἰκείοις ἅρπαγμα γίνεται. Ὁ θαλάσσιος δὲ τοῖς ἀνέμοις ἀρᾶται καὶ τῇ θαλάσσῃ ὅτι μὴ αὐτὸν κατεβύθισαν, οὕτω πικροτέρας θαλάσσης καὶ τυραννικωτέραν ἀνέμων πεπείραται. Οἱ δὲ τῆς πολιτείας ἐπώνυμοι, οὗτοι μέν γε πᾶσαν συμφορᾶς ὑπερβολὴν παρελαύνουσιν, ὅσῳ καὶ συνοικοῦσι τῷ Μινωταύρῳ καὶ πρὸς βρῶσίν εἰσι προχειρότατοι· τοῦ μὲν γὰρ ὁ πλοῦτος μετακομίζεται· τοῦ δὲ θυγάτηρ θαλαμευομένη σεμνῶς τὸ πρὶν εἰς ὕβριν ἁρπάζεται καὶ κρότους ἐξεγείρειν ἐλπίζων ἐπὶ τῇ παστάδι καὶ τοῖς νυμφεύμασιν οἰγωγὰς ἀνεγείρει τὴν ὕβριν ἀνακλαιόμενος καὶ δάκρυσι χαρμονῆς τῆς λύπης ἀντιχέει τὰ δάκρυα· τοῦ δὲ <ἡ> γυνὴ πρὸς μυσαρὰν ἀπαγομένη κοίτην· οἷον τὸ βέλος τῇ καρδίᾳ ἐμπήγνυσι. Κἂν γρύξωσί τι ῥῆμα ἐλεύθερον, τὸ ξίφος εὐθὺς κατὰ σπλάγχνων βαπτίζεται. Τοῦτο μόνον ἡδὺ τοῖς ἐλεεινοῖς καὶ ἀσπάσιον, ὅτι τοιούτων θεαμάτων διὰ τοῦ ξίφους ἀπάγονται.

Ἐκεῖνο τὸ θηρίον ὁ τύραννος οὐδὲ τὴν γυναῖκα ἡδέως βλέπει οὐδὲ τὰ φίλτατα, ἀλλὰ καὶ ταύτην ὑποπτεύει καὶ συγκοιμωμένην τρέμει καὶ τὸν ὕπνον ὑποφρίττει, μήπως αὐτὸν τῷ ἀδελφῷ θανάτῳ παρακατάθηται. Καὶ πᾶσι μὲν τοῖς ἄλλοις παρέχει τὴν εὐφροσύνην ἡ τράπεζα, ὁ δὲ τότε μάλιστα πέφρικε μὴ δηλητήριόν τι τοῖς βρώμασιν ἀναμέμικται, μὴ τὸ ποτήριον αὐτοῦ θανάτου ποτήριον γένηται. Οὐδὲ τοῖς δορυφόροις ἔχει πιστεύειν ὁ ἀλιτήριος. Πόθεν; Οὓς τῶν ἄλλων μάλιστα δέδοικεν, ὅσῳ καὶ ξιφηφοροῦσιν ἔγγιον· ἀεὶ γὰρ ἐννοεῖ μήπως οὐχ ὑπὲρ ἑαυτοῦ, κατ’ αὐτοῦ δὲ τοῖς ξίφεσι χρήσωνται. Κατὰ μὲν γὰρ τῶν ἄλλων ὁπλίζει τούτους, κατὰ δὲ τῶν δορυφόρων οὐκ ἔχει τίνας ὁπλίσειεν. Ἄξιός γε ὁ τρόμος οὗτος τυραννικοῦ καὶ ἀπίστου φρονήματος, ὡς οὐκ ἔστιν ᾧ ἄν τις ποινηλατήσῃ πλέον τὸν τύραννον ἢ ὅσον αὐτὸς ἑαυτὸν τιμωρεῖται, τοιαύταις ἀνάγκαις ἐγκαταστήσας.

Εἶδες τὴν τυράννου μορφὴν ὡς βδελυρά τε καὶ ἀποτρόπαιος. Ὅρα λοιπὸν καὶ τὸ τοῦ βασιλέως κάλλος ὡς πολυπόθητον, ὡς ἐράσμιον ἄντικρυς, οἷον τὸ σόν, εἴ γε βούλοιο. Καίτοι τρόπον μέν τινα καὶ τὸν βασιλέα ἐζωγράφησα οἷς ἔγραψά σοι τὸν τύραννον, καὶ γὰρ ἐναντίος ἂν εἴη ἐκείνῳ οὗτος ὁ βασιλεύς, πλὴν ὀλίγα τινὰ προσεπιβαλῶ τούτῳ τῷ χρώματι.

Καὶ πρῶτον ὅρα τοῦτον εὐθὺς ἐναντία τῷ τυράννῳ ζωγροῦντα τὰ πρόθυρα καὶ οὐ βίᾳ τὴν ἀρχὴν κτώμενον, οὐδὲ τὸν πέπλον αἵματι βάπτοντα, ἀλλ’ εὐνοίᾳ πλήθους καὶ λαοῦ συνδρομῇ καὶ σώφρονι καὶ εὐγνώμονι· ἀρετῆς γὰρ ἆθλον τὴν βασιλείαν ἐκδέχεται καὶ πάντες ὑποχωροῦσι τῶν κρειττόνων τῷ κρείττονι. Οὕτω κἀν μελίσσαις ὁ βασιλεὺς αὐτοφυής ἐστι καὶ πᾶν τὸ πλῆθος ἡγεμόνα τοῦτον πεποίηται. Οὕτω μὲν αὐτῷ τὰ τῆς βασιλείας προαύλια, ὡς ἱλαρὰ καὶ εὐπρόσιτα, οὐ σκυθρωπὰ καὶ δυσέντευκτα.

Βαίνωμεν δὲ ἤδη προσωτέρω καὶ τὴν βασιλείαν θεώμεθα. Οὐκοῦν ὁ ἀληθὴς βασιλεύς, εἰδὼς ὅτι καθάπερ οἰκίας καὶ νεὼς δεῖ τὰ κάτω ἀσφαλέστερα εἶναι, οὕτω δὴ καὶ τῇ βασιλείᾳ προσήκει βαίνειν ἐπ’ ἀσφαλοῦς, τὴν εὐσέβειαν ποιεῖται θεμέλιον, οὕτω μὲν εὐσεβὴς ὢν ὡς μηδὲ τοῖς ἱερεῦσι πρωτείων παραχωρεῖν, οὕτω δὲ πάντα ποιῶν καὶ λέγων ὡς Θεὸν εἰδὼς πάντων ἔφορον καὶ πάντων ἐπήκοον· φιλόθεος δὲ ὤν, ἀναγινώσκεται ὡς ἔστι θεοφιλής· φιλῶν γὰρ Θεὸν ὑπὸ Θεοῦ φιληθήσεται. Ὅθεν αὐτῷ τὰ πάντα ἔσται Θεός, καὶ πατὴρ καὶ ἀδελφὸς καὶ στρατιώτης καὶ σύμμαχος, ἐν πολέμῳ κατορθῶν καὶ συνεγείρων τὰ τρόπαια, ἐν εἰρήνῃ τὰ τῆς εὐνομίας συμπρομηθούμενος. Τίς οὖν ὀλβιώτερος τοῦ τὸν Θεὸν φίλον ἔχοντος; Τίς μᾶλλον ἐν ταῖς μάχαις ἀήττητος; Τίς ἐκεχειρίαις εἰρηνικώτερος; Τῷ ὄντι γὰρ κινδυνεύει μόνος οὗτος τοῦ κόσμου βασιλεύειν παντός· εἰ γὰρ Θεοῦ μὲν ὁ κόσμος, ἐκεῖνος δὲ Θεοῦ φίλος ἀνωμολόγηται, τὰ δὲ τῶν φίλων κοινά, δεσπότης ἔσται τοῦ κόσμου βασιλεὺς ὁ θεοφιλέστατος. Πῶς οὖν τοῖς σύμπασιν ἐπιστήσεται; Πῶς τοῖς ἑκασταχοῦ πραττομένοις παρέσεται καὶ ἐπόψεται, καὶ τὸ μὲν ἐπαινέσει, τῷ δὲ προσμέμψεται, τὸ δὲ διορθώσεται; Πῶς ταῦτα πάντα βούλει μαθεῖν;