Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Περὶ εὐνουχισμοῦ

Θεοφύλακτος Βουλγαρίας

Εισαγωγή, αφορμή του έργου και διατύπωση των κατηγοριών

Προλογική αναφορά στην αφορμή συγγραφής του έργου προς παρηγορία ενός ευνούχου αδελφού, ανάπτυξη της προθεωρίας περί ελεύθερης προαίρεσης και αφήγηση της έναρξης του διαλόγου με τις κατηγορίες εναντίον του ευνουχισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 5

Προθεωρία τοῦ λόγου δι’ ἰάμβων Ἀδελφός ἐστιν αἴτιός μοι τοῦ λόγου, εὐνοῦχος ὤν, ἄγαλμα κοσμίου βίου, πλὴν δυσχεραίνων τοὺς κατ’ εὐνούχων λόγους, οὕσπερ τινὲς λέγουσιν οὐ κεκριμένως, ζητῶν τε παράκλησιν ἐμμελεστέραν.

Ἣν καὶ διδούς, ἔγραψα τόνδε τὸν λόγον, ἀνδρὸς φιλάγνου καὶ σοφωτάτου τόκον, τὰ πράγματα κρίνοντα δικαίᾳ κρίσει καὶ μὴ χύδην φύροντα τὴν τούτων φύσιν, μηδ’ ἀξιοῦντα τοὺς παναγάθους ψέγειν, ὅταν κακὸν τάχα τις εὐνοῦχον βλέπῃ· εἰ τοῦτο γὰρ δοίημεν, οὐκ ἄν τις φθάνοι καὶ τοὺς ἐνόρχας μυρίοις βάλλων ψόγοις, κἂν ἀρετῆς ἔχωσι τὴν ἄκραν βάσιν· οἱ πάγκακοι γάρ εἰσιν ἐν τούτοις πόσοι;

Ψάμμος θαλάσσης, χοῦς γεηρᾶς οὐσίας· οὓς εἴ γε συγκρίνειν τις εὐνούχοις θέλει, τοῖς γοῦν τέως δόξασιν εἶναι παγκάκοις, λέοντας εὕροι πρὸς γαλάς τε καὶ μυίας. Κἂν εἴ τινες δὲ τῶν νόμων καὶ κανόνων ἐξαιρέσεις εἴργουσι τὰς τῶν διδύμων, τὸν νοῦν προσεξέταζε τῶν γεγραμμένων, καὶ τοὺς χρόνους τούτων δὲ τῶν νόμων σκόπει καὶ πᾶσαν ἁπλῶς τὴν περίστασιν βλέπε, τῆς ῥητορικῆς τοῖς νόμοις πεπεισμένος· σκοπῶν γὰρ οὕτω, πρᾶξιν εὑρήσεις μίαν, καὶ πρὶν πρὸς ἀσφάλειαν οὐκ εἰργασμένην.

Ἐγὼ μὲν οὐ προὔθηκα κοινῇ τὸν λόγον, οὗπερ πατὴρ εὐνοῦχος ἐν γνώσει μέγας· κἂν ἰδία χάρις γὰρ ᾖ τῷ συγγόνῳ, ἀλλ’ οὖν γε καὶ σύμπασιν αὐτὴν ἐκχέω· καὶ γάρ τι προσπέπονθα τοῖς εἰρημένοις καὶ βούλομαι πάγκοινον εἶναι τὴν χάριν· ὅτῳ δὲ μὴ τάδ’ ἔστιν ἐν γνώμῃ φίλα κεῖνός τ’ ἐκεῖνα στεργέτω, κἀγὼ τάδε.

Προθεωρία τοῦ λόγου Λόγος ἀδελφῷ μὲν εὐνούχῳ χαρίζεται, πικραινομένῳ πρὸς τὰ κατ’ εὐνούχων ἁπλῶς λεγόμενα· ἐπιστομίζει δὲ τοὺς καθόλου τὸν εὐνουχισμὸν ὡς κακίας δημιουργὸν διαβάλλοντας, ἀξιῶν κατ’ ἄνδρα τὴν κακίαν ἢ τὴν ἀρετὴν ἐξετάζεσθαι καὶ δεικνὺς ὡς οὐχ ὁ εὐνουχισμὸς ἁπλῶς αἴτιος κακίας, ἀλλ’ ἡ προαίρεσις, ἣ κἀν τοῖς ἐνόρχαις κἀν τοῖς εὐνούχοις ἔσθ’ ὅτε τὰ κακὰ φύουσα, ὅμως ἐν τούτοις ἐλάττω φύει καὶ ἀσθενέστερα· ἐπάγεται δὲ καὶ ἀπαράγραπτον μάρτυρα τὴν τῶν φαινομένων ἑκατέρῳ γένει ἐνάργειαν. Ἴσως δ’ ἄν τις καὶ τολμηρὸν κρινεῖ τοῦτο, ὅτι καὶ περὶ αὐτοῦ τοῦ εὐνουχίζειν ἐνστατικώτερον διαλέγεται καὶ τοὺς καιροὺς τῶν περὶ τούτου νόμων περιεργάζεται, καὶ οὐ τῇ ἐπιφανείᾳ τοῦ γράμματος ἐπινήχεται, ἀλλὰ τῷ βάθει τῆς διανοίας ἐγκαταδύεται καί τι σπουδῆς ἄξιον ἐκεῖθεν ἀναλεγόμενος ἔξεισιν. Οὐκ οἶδα δὲ πῶς οὐχὶ τὴν τοιαύτην κρίσιν ἐκεῖνος κατακρίσεως ἀξίαν ποιήσεται πρὸς τὴν ὄψιν ὁρῶσαν μόνην τοῦ γράμματος καὶ οὐχὶ τὴν ἀλήθειαν κατανοοῦσαν τοῦ πράγματος.

Ἀλλ’ ὁ μὲν λόγος τὸν ἀδελφὸν προστησάμενος οὕτω περαίνει τὸ βούλημα πρὸς τὴν ἐξ ἀρχῆς αὐτοῦ πρόθεσιν καί γε τούτῳ δῶρον γίνεται χαριέστατον· εἰ δὲ καὶ ἄλλος τις συγχρῆσθαι τῇ ἐκ τοῦ λόγου χάριτι βούλεται, φθόνος οὐδεὶς καὶ πλείους τἀδελφῷ συναπολαῦσαι τῆς χάριτος.

Εὕρηκά σοι τῆς εὐνουχίας συνήγορον ἄμισθον. Ἦν μὲν γὰρ ἐν Θεσσαλονίκῃ, ὁπηνίκα καὶ ὁ βασιλεὺς ἦν· ἀκούσας δέ τινων δυεῖν λόγους πρὸς ἀλλήλους ποιουμένων οὐκ ἀπαιδεύτως περὶ εὐνουχισμοῦ, προσέχων τε τοῖς λόγοις ὥστε καὶ κατασχεῖν, καὶ σοὶ τούτους ἐτήρησα.

Ἅτερος οὖν ἐκείνων ἐνεκάλει θατέρῳ εὐνούχῳ ὄντι, ὅτι τὸν ἀδελφιδοῦν εὐνουχισθῆναι παραχωρήσειε κἀντεῦθεν τῷ δημιουργῷ ἀντιδιατάξαιτο, ὡς βέλτιον ἦν οὕτω διαπλάσαι τὸν ἄνθρωπον, καὶ νόμοις θείοις καὶ ἀνθρωπίνοις προσκρούσειε, καὶ παρῆγε τόν τε τοῦ Μωσέως νόμον, ὃς θλαδίαις καὶ ἀποκεκομμένοις πρὸς τὴν ἐκκλησίαν τοῦ Κυρίου κρατερόν ἐστι διατείχισμα, καὶ τοὺς τῶν ἀποστόλων καὶ τῶν πατέρων κανόνας καὶ πρός γε νόμον πολιτικὸν ὃν Ἰουστινιανός, ἵνα μὴ τῶν παλαιοτέρων ἐπιμνησθῶ, τέθηκεν, ἐκτέμνων τὴν ἐκτομὴν τῶν διδύμων καὶ τοῦ Ῥωμαϊκοῦ πολιτεύματος. Ἐπελογίζετο δὲ καὶ ὡς διαφθείρειε τὸ τοῦ παιδὸς ἦθος, εὐένδοτον αὐτὸν παρασκευάσας οὐκ ὀλίγοις οὐδὲ μικροῖς πάθεσι. «Τό τε γὰρ φιλοκερδές, φησί, καὶ φιλόϋλον, ὅσον ἐν τοῖς τοιούτοις, καὶ τὸ φειδωλὸν ἢ καὶ παντάπασιν ἀκοινώνητον, ἃ δὴ τῆς ἐλευθερίας ἀκανθώδη βλαστήματα, τὸ δὲ φιλόπρωτον, τὸ δὲ ζηλότυπον, τὸ δὲ φίλερι, ἡ δὲ δολιότης καὶ τὸ κακόηθες, ἡ δὲ μικρολυπία, ἡ δὲ ὀργιλότης, βαβαί, ὡς ἀκροπόλεσι ταῖς εὐνουχικαῖς καρδίαις ἐνδυναστεύουσιν. Εἰ δὲ καὶ περὶ τὰ βασίλεια στρέφοιντο, μεγαλοπρεπέστερα τὰ πάθη τούτοις καὶ ἀρχικώτερα.

Καὶ τοῦτο ἔτι λέγω περὶ τῶν παραδυναστευόντων τοῖς βασιλεῦσιν, ὡς ὅσοι γε τῆς γυναικωνίτιδος τελοῦσι συμπλήρωμα, ἰού, ἰού, δεξαμενὰς αὐτοὺς πάσης κακίας ὁ εὐνουχισμὸς ὑπεκοίλανε· καὶ πᾶς μὲν γὰρ εὐνοῦχος ὅσῳ τῶν ἀρρένων ἀποκεχωρηκὼς προσχωρεῖ ταῖς γυναιξὶ διὰ τῆς τοῦ σώματος μετακράσεως, τοσούτῳ καὶ τοῖς πάθεσι τῆς γυναικείας μικροψυχίας ἁλίσκεσθαι πέφυκεν—ἡ γὰρ τῆς ψυχῆς ἀρρωστία τῶν παθῶν ἐστιν εὐρωστία, ὅθεν καὶ δεῖται πόνων μεγίστων ὡς μὴ ἁλώῃ—· εἰ δὲ καὶ γυναιξὶ προσαναχρώννυται καὶ τοὺς ἀκκισμοὺς καὶ τὰς βλακείας καὶ τὴν ἐν πᾶσι θρύψιν τυποῦται, ἐνταῦθά μοι σὺ τὴν οὕτω τυπουμένην εἰκόνα βλέπε, εἰ μὴ τὴν Ἀστάρτην ἐρεῖς ἢ τὸ Χαμώς, βδέλυγμα Σιδωνίων. Ἔστι τι καὶ ἕτερον φύλον εὐνούχων, ὅπερ ἡ θυμέλη κοσμεῖ, ἄξιόν γε τοῦτο ἐκείνης· τούτους δή, φημί, τοὺς μινυριστὰς καὶ τερετιστάς, οἳ κακῶς εἰς τὴν ἐκκλησίαν πορνικὰς ᾠδὰς καὶ ἡδονὴν βλυζούσας εἰσέφρησαν.

Ζητεῖ τις ἕτερον ἔτι τούτου τοῦ φύλου γνώρισμα, ποῖόν τι τοὺς τρόπους ἐστίν; Ἢ παντὸς ἔχει τῷ θυμέλης ὀνόματι· τά τε γὰρ ἄλλα καὶ ὀψοφαγώτατοι πάντων οὗτοι καὶ ποτικώτατοι καὶ τὸ σχῆμα τούτοις ἄσεμνόν τε καὶ ἄκοσμον καὶ ἡ γλῶττα πρὸς πᾶσαν αἰσχρολογίαν ἀχάλινος.