Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Προσλαλιά τινι τῶν αὐτοῦ ὁμιλητῶν περὶ ὧν ἐγκαλοῦνται Λατῖνοι

Θεοφύλακτος Βουλγαρίας

Εισαγωγή και ιεράρχηση των εκκλησιαστικών εθίμων

Ο Θεοφύλακτος απαντά στο αίτημα περί ελέγχου των λατινικών σφαλμάτων, προκρίνοντας την ηπιότητα και διακρίνοντας τα δευτερεύοντα λειτουργικά έθιμα από τα μείζονα δογματικά ζητήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 1 από 6

Προσλαλιά τινι τῶν αὐτοῦ ὁμιλητῶν περὶ ὧν ἐγκαλοῦνται Λατῖνοι Εἰσῆλθε τὸ ἀξίωμά σου ἐνώπιόν μου, εὐλαβέστατέ μοι ἐν Κυρίῳ υἱέ, καὶ κατενόησα μὲν αὐτὸ καλὸν καὶ ὀφθαλμῶν ἀρχιερατικῶν ἄξιον, πλὴν ἀλλ’ ὑπὸ τοῦ νῦν καιροῦ ὥσπερ θυρωροῦ τινος αὐστηροῦ καὶ ἀγνώμονος ἐξωθούμενον. Ἠξίωσας μὲν γὰρ ἡμᾶς ἀντειπεῖν διὰ βραχέων, ὡς οἷόν τε, τοῖς τῶν Λατίνων περὶ τὰ ἐκκλησιαστικὰ σφάλμασι, πολλοῖς τε οὖσιν, ὡς ἔφησας, καὶ πρὸς τὸ σχίζειν τὰς ἐκκλησίας οὐ μικρὰν ἰσχὺν ἔχουσιν. Ἡμεῖς δὲ οὕτω μὲν φρονεῖν περὶ αὐτῶν καὶ τοὺς ἄλλους εἰδότες σχεδόν τι σύμπαντας, αὐτοὶ δὲ οὐχ οὕτω φρονοῦντες—οὔτε γὰρ πολλὰ τὰ σφάλματα οἴδαμεν οὔτε σχίζειν ἐκκλησίας δυνάμενα, ὅτι μὴ μόνον ἓν τὸ φέρον πρὸς αὐτὸ τῆς πίστεως ἡμῶν τὸ κεφάλαιον—, ὀκνοῦμεν τὴν ἐναντίαν θέσθαι τοσούτοις καὶ ταράξαι ψυχὰς εὐθολώτους διὰ τὴν τῆς ἀγάπης ἀπόψυξιν, ἣν ὁ νῦν καιρὸς ἐν ἐμοὶ πρώτῳ εἰργάσατο πληθύνας τὴν ἀνομίαν, ὥσπερ ἠκούσαμεν· οὐ γὰρ ἀδελφικῶς δεχόμεθα τὰ παρὰ τῶν ἀδελφῶν εἰσαγόμενα, ἀλλ’ ἀντιθετικῶς αὐτοῖς προσφερόμεθα καὶ σπεύδομεν αὐτὸς ἕκαστος δόξαι τις τὸν φθάσαντα παραγκωνισάμενος καὶ κριθήσεσθαι παρὰ τοῖς πολλοῖς τὰ πρῶτα τῶν τὰ θεῖα σοφῶν οἰόμεθα, εἰ τοῖς πλησίον αἵρεσίν τινα ἐπιτρίψαιμεν, καὶ φανήσεσθαι δοκοῦμεν ὄμματα ἔχοντες, εἰ τὸν Ἑωσφόρον μελαναυγῆ παρεισάξομεν.

Διὰ ταῦτα μὲν οὖν δοκεῖ μοι σιωπητέα εἶναι συνιέντι τὸν καιρόν, ὡς ἡ παλαιὰ προφητεία. Συνιδὼν δ’ ἑτέρωθεν τὴν εὐγνωμοσύνην τῆς σῆς ἀγάπης οὐ δικαιοῦσαν ἐκ τῆς ἑτέρων ζημιοῦσθαι κακοηθείας, τοὺς μὲν Αἰγυπτίους ἐῶ ὑπὸ τῷ ψηλαφητῷ τε σκότει ἄργειν καὶ τῷ ὕδατι ἐντυγχάνειν αἵματι, σύμπαντα δὲ τὸν Ἰσραηλίτην ἡδέως ὁρῶ τοῦ τε φωτὸς πρὸς τὰ ἔργα καὶ τοῦ ὕδατος πρὸς τὴν ζωὴν ἀπολαύοντα, ἁπλῶς τε τὰ θεῖα τεράστια χαίρω βλέπων τοῖς μὲν κολαστήρια, τοῖς δὲ σωτήρια.

Πολλὰ μὲν οὖν, ὡς ἔφην, δοκοῦσι Λατῖνοι σφάλλεσθαι, ἄζυμά τε προσφέροντες καὶ ἐν σαββάτῳ νηστεύοντες καὶ τὴν πρὸ τοῦ πάθους δὲ νηστείαν οὐ καθ’ ἡμᾶς ἀριθμοῦντες, γάμους τε τοὺς μὲν τῶν ἱερωμένων κωλύοντες, τοὺς δὲ τῶν λαϊκῶν χύδην καὶ ἄνευ φραγμοῦ τινος ἐπιτρέποντες, εἰ δὲ μὴ γελάσειν μέλλεις, καὶ ξυρόμενοι τοὺς πώγωνας οἵ τε ἄλλοι καὶ τὰ γένη τὰ ἱερά, ὧν γε καὶ δακτυλίοις χρυσοῖς αἱ χεῖρες ἀστράπτουσι καὶ τὴν ἱερατικὴν στολὴν σηρικοῖς ὑφασμένην νήμασι καὶ ποικιλόχρουν ἐνδύονται, ἀλλὰ καὶ κρεοφαγοῦντες οἱ μοναχοὶ καί, προσκυνῆσαι δεῆσαν τῷ Κυρίῳ, τῷ ἐδάφει κολλώμενοι. Τοῦτο μέν γε πάντες κοινῶς ἁμαρτάνοντες. Ἴδοις δ’ ἂν τοὺς Σικαράνους καὶ πνικτῶν κατευωχουμένους, καὶ βδελύξῃ τὴν Ῥωμαίων ἐκκλησίαν ὡς τοιαῦτα διδάσκουσαν;

Τάχα δ’ ἄν τις ἐπαναστὰς τῶν λίαν πιστῶν τε καὶ θερμοτέρων καὶ ὑπὲρ τῆς ὀρθοδοξίας ζηλούντων, ἡμῶν μὲν ἀμαθίαν καταγνοίη καὶ ἀκρισίαν περὶ τὰ θεῖα ἢ ψυχρότητα καὶ προδοσίαν τῶν ἡμετέρων, αὐτὸς δὲ καὶ ἄλλα πλείω τῶν ῥηθέντων ἀπαριθμήσαιτο. Ἐγὼ δὲ καὶ τούτων τὰ μὲν οὐδεμιᾶς ἐπιστροφῆς δεῖσθαι νομίζω, τὰ δὲ μετρίας καὶ οἵας, εἰ μὲν ἀνύσειέ τι, μικρὰ τῇ ἐκκλησίᾳ χαρίζεσθαι, εἰ δ’ οὖν, ἀλλὰ μηδὲ ζημίαν γε τιθέναι τὸ ἀνεξάνυστον. Ὃ δὲ μάλιστά μοι δοκεῖ τὴν πρὸς Λατίνους κοινωνίαν ποιεῖν τοῖς φρονοῦσιν ἀπότομον καὶ ὃ μὴ κατορθούμενον μεγάλην προξενεῖ τὴν ζημίαν τῇ τοῦ Υἱοῦ κληρονομίᾳ, ἣν ἐν τοῖς ἔθνεσιν ἔλαβε, τοῦτό σοι καὶ δείξω καὶ διελέγξω καθ’ ὅσον ἔνεστιν. Εἰ δὲ μὴ μακρὸν ὁρῶμεν τὸν λόγον, καί τινα τῶν ἄλλων μετρίως ἐπισκεψόμεθα.