Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Προσλαλιά τινι τῶν αὐτοῦ ὁμιλητῶν περὶ ὧν ἐγκαλοῦνται Λατῖνοι

Θεοφύλακτος Βουλγαρίας

Η διαμάχη περί της χρήσεως των αζύμων στη θεία Ευχαριστία

Εξέταση του ζητήματος των αζύμων μέσω ιστορικών και αγιογραφικών μαρτυριών. Ανασκευάζονται εσφαλμένα επιχειρήματα περί του Μυστικού Δείπνου και προβάλλεται η αρχαία παράδοση της χρήσεως ενζύμου άρτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 6

Ἐπεὶ δὲ καὶ περὶ τῆς προσφορᾶς τῶν ἀζύμων πολὺς ὁ ζῆλος τοῖς πολλοῖς καὶ πυρὸς θερμότερος, ὃ δὴ λέγεται, καὶ πρότερον ἂν τὰς ψυχὰς πρόοιντο ἢ τὴν περὶ τούτων δόξαν αὐτῶν παραλύσαιεν, εἰ δέ τινες οἰκείῳ πάθει καταχαρίζονται, ὃ κρῖμα καὶ παγὶς τοῦ διαβόλου τῷ Παύλῳ δοκεῖ, ἃ μὲν δεῖ πρὸς τούτους εἰπεῖν ἐν ὑστέρῳ λέξομεν, τῶν μὲν τὸ ἄμετρον τοῦ ζήλου κολάζοντες, τοῖς δὲ ταπεινὸν δεικνύντες τὸ ἀταπείνωτον.

Πρὸς δὲ τοὺς Λατίνους οὐ τὴν πρώτην παρεξηγησόμεθα τῶν ἀζύμων, φάσκοντες εἶναι ταύτην τοῦ μῆνος τὴν δεκάτην καθ’ ἣν τὸ πρόβατον ἐλαμβάνετο· οἴδαμεν γὰρ τὸν νόμον πρώτην τῶν ἀζύμων τὴν πεντεκαιδεκάτην ἡμέραν λέγοντα, εἰς ἣν ἡ νὺξ ἐπιφώσκει τῆς τοῦ πάσχα βρώσεως. Ὅθεν καί τις τῶν παρ’ ἡμῖν θείων διδασκάλων ἐξηγούμενος τὴν παρὰ τῷ εὐαγγελιστῇ λεγομένην πρώτην τῶν ἀζύμων, πρώτην φησὶ τῶν ἀζύμων τῷ Ματθαίῳ τὴν πρὸ τῶν ἀζύμων ἡμέραν λέγεσθαι, εἰδὼς μὲν τὸν νόμον κατὰ τῆς πόστης ἡμέρας τοὔνομα τίθησιν, ὡς δὲ καινόν τι τοῦτο παρὰ τοῦ εὐαγγελιστοῦ λεγόμενον ἐπισημαινόμενος.

Ἀλλ’ οὐδὲ τὸν κύριον παρεισάξομεν ἢ μὴ τελέσαντα τὸ πάσχα τὸ νομικόν, ὡς ἂν μηδὲ τῶν ἀζύμων μεταλαβόντα συναποδείξωμεν, ἢ τελέσαντα μέν, ἀλλὰ πρὸ τοῦ καιροῦ τοῦ τὴν ζύμην αἴροντος, ὥστε καὶ ἄρτον ζυμίτην εὑρίσκεσθαι· ταῦτα γάρ τινες ἤδη καὶ τῶν ὑπερλίαν ἐθάρρησαν.

Οὔκουν αὐτός τινος τῶν οὕτω λεγομένων ἀνέξομαι· οὐ γὰρ θέμις σπεύδειν συνιστᾶν ἐκ τοῦ ψεύδους τὰ τῆς ἀληθείας μυστήρια. Εἰ δὲ καὶ ἔστιν ἡ ὁδὸς καὶ ἡ ἀλήθεια ὁ Χριστός, οὔτε τῆς ὁδοῦ ἑκὼν εἶναι ἀποπλανήσομαι, οὔτε τῆς ἀληθείας τὸ μὴ ὂν καταψεύσομαι.

Τίς οὖν ὁ ἐμὸς λόγος; Φαγεῖν μὲν τὸ πάσχα ἐν καιρῷ τὸν Κύριον καὶ ὅτε ἡ ὥρα ἐγένετο, ἑτοιμασθὲν αὐτῷ παρὰ τῶν μαθητῶν καὶ τοῦ οἰκοδεσπότου κατὰ τὸ ἔθος δηλαδὴ καὶ οὐκ ἄλλως—ἢ γὰρ ἂν ἐπεσημήνατο τὴν καινοτομίαν τὸ εὐαγγέλιον, ὥσπερ καί τ’ ἄλλα οἷς τὸν νόμον ὑπεραναβαίνων ἐχρῆτο, οὐ μόνος αὐτός, ἀλλὰ καὶ οἱ μαθηταί, οἷον τὸ ἐν σαββάτῳ πηλὸν ποιεῖν, τὸ κελεύειν αἴρειν τὸν κράββατον, τὸ ψώχειν τοὺς στάχυας, τὸ τὸν ἄρτον ἐσθίειν ἀνίπτοις χερσί—· φαγεῖν δὲ τὸ νομικὸν πρότερον, εἶτα καὶ τὸ μυστήριον παραδοῦναι τοῦ κατ’ αὐτὸν πάσχα τοῖς μαθηταῖς, δῆλον ὡς ἐκ τοῦ παρευρεθέντος ἄρτου, εὕρητο δὲ τηνικαῦτα ἄζυμος. Οὐ μὴν ἐπειδὴ ἐκεῖνος ὁ ἄρτος ἄζυμος ἦν, τῆς ἀνάγκης τοῦ νόμου τοῦτο ποιούσης, ἤδη καὶ ἡμεῖς οἱ τῆς ἐν Χριστῷ ἐλευθερίας καταπολαύοντες, ἄζυμον ἐξ ἀνάγκης ποιήσομεν, τὸν ζυμίτην ἀπορραπίσαντες.

Ἢ οὕτω γε—οὐ χεῖρον γὰρ καὶ τοιουτοτρόπως συμπλακῆναι τοῖς ἄλλον τρόπον περιεχομένοις τοῦ γράμματος—, ἐπειδὴ τὸν ἄρτον ἐκεῖνον εἰκός, μᾶλλον δὲ καὶ πλεῖον τοῦ εἰκότος, εὐτελῆ τινα εἶναι καὶ τυχὸν κρίθινον—οὐ γὰρ ἁβροδίαιτος οὐθ’ ὁ ἑστιάτωρ οὐθ’ οἱ δαιτυμόνες, ἀλλὰ τῇ τε ἄλλῃ εὐτελείᾳ τοῦ βίου σύντροφοι καὶ τῶν κριθίνων ἄρτων ἐθάδες, ἐξ ὧν καὶ χιλιάδες αὐτοῖς ἐτράφησαν, ἵνα σὺ μάθῃς τερατουργὸν τὴν εὐτέλειαν—, τί γοῦν κωλύει καὶ νῦν τοιοῦτον ζητοῦντας ἄρτον παρόντα τὸν σεμιδαλίτην τοῦ θυσιαστηρίου ποιεῖν ὑπερόριον, ὥσπερ καὶ νῦν ἀκούοντας τοῦ Κυρίου λέγοντος· ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον.

Τὸ δ’ αὐτὸ καὶ περὶ τοῦ ποτηρίου ἔχοιμεν ἂν εἰπεῖν. Ὡς ἐκεῖνο μὲν οἴνου τυχὸν ἂν ἦν ὑδαροῦς ἢ καὶ ἐκτροπίου, ἀκολούθως τῇ ἄλλῃ τοῦ Θεοῦ κάτω ταπεινότητι, νῦν δὲ ἀνθοσμίας πολλάκις προσφέρεται, ἆρ’ οὖν τοῦτον μὲν ἀποπεμψόμεθα τὸν πολύτιμον, ἐκεῖνον δὲ ἐγκρινοῦμεν τὸν τῆς εὐτελείας ἀπόζοντα ἢ καὶ Παλαιστιναῖον ἀξιώσομεν εἶναι τοῦτον καὶ τοῦδε τοῦ χωρίου, ἐξ οὗπερ ἦν καὶ ὁ τὸ τοῦ Κυρίου πληρῶν ποτήριον, εἰ δὲ μὴ λήρους ἐπισυνείρω, καὶ τοιοῦδε τοῦ κεραμίου; Πολλῆς ὄντως ταῦτα τῆς τῶν φρενῶν εὐτελείας. Ἦπου σὺ καὶ μετὰ τὸ φαγεῖν μεταλήψῃ τοῦ μυστηρίου καὶ ἀνακείμενος καὶ ἀνώγεων ζητήσεις καὶ τἆλλα ὅσα τότε μὲν ἐτελεῖτο τῷ καιρῷ ἀπαιτούμενα, νῦν δὲ πρὸς ἄλλον τύπον μετεσχημάτισται, οὕτω τῆς εὐλαβείας νομοθετούσης ἡμῖν καὶ τῆς πίστεως;

Ἴσως δέ τις ἀκούων καὶ τῆς βίβλου τῶν πράξεων πολλαχοῦ μεμνημένης κλάσεως ἄρτου, εὑρίσκων δὲ ταὐτὸ τοῦτο καὶ παρὰ Παύλῳ, τοιοῦτον εἶναι συλλογίσεται τὸν μυστικῶς τότε κλώμενον οἷος καὶ πρὸς τὴν κοινὴν βρῶσιν προὔκειτο. Ἠσθίετο δὲ οὐ πάντως ὁ ἄζυμος, οὗτος γὰρ ῥηταῖς τισιν ἡμέραις καὶ θυσίαις ἀποκεκλήρωτο. Εἰ δ’ οὐκ ἀναγκαῖα ταῦτα, ῥέπει γάρ τοι καὶ ἐπὶ θάτερον, ἀλλ’ ἔμοιγε τὸ πλεῖον ἡ πλάστιγξ νέμει, ἐξ οὗ καὶ τὸ νικᾶν δίδοται, καὶ δρομεὺς στεφανίτης ἑνὶ βήματι προτερῶν.

Καὶ πρός γε δυσωπείτω σε τὸ πλῆθος τῶν ἑῴων τοῦ Θεοῦ λειτουργῶν καὶ τὸ τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἀξίωμα, ἀφ’ ἧς ὡς πηγῆς ἡ χύσις τῆς πίστεως καὶ τῆς ἀποστολικῆ παραδόσεως, ἧς καὶ τὸ τοὺς ἄρτους ζυμίτας προσφέρεσθαι. Τί τοὺς ἑῴους σοι λέγω, ἐν οἷς ἀριθμήσεις τοὺς Ἰνδούς τε καὶ τοὺς Αἰθίοπας; Ἀπόβλεψόν μοι καὶ πρὸς τὴν Αἴγυπτον καὶ τὰ μέρη Λιβύης τῆς κατὰ Κυρήνην καὶ αὐτῆς γε τῆς διψηρᾶς καὶ ὄψει πάντας τὸ ἓν φρονοῦντας, τῷ αὐτῷ κανόνι στοιχοῦντας περὶ τοὺς ἄρτους τῆς μυστικῆς προθέσεως. Ἀλλὰ καὶ τὸν τῆς Κορινθίων ἐκκλησίας ἄρτον ἐπίσκεψαι, ἣν οὐ διαγράψῃ ὡς μὴ τὰς παραδόσεις κατέχουσαν· ὁ γὰρ παραδοὺς ἐπῄνεσεν ὡς κατέχουσαν, ᾧπερ ἀντιψηφίζεσθαι πᾶσαν ὑπερβάλλει αὐθάδειαν, ἵνα μὴ λυπήσω λέγων ἀσέβειαν.

Ἀκούεις, οἶδ’ ὅτι, καὶ Σαρδῴων τῶν σῶν καταμαρτυρούντων τῆς τῶν ἀζύμων ἀναφορᾶς, ἀλλὰ προσποιῇ τὸν κωφεύοντα. Ἐγὼ δὲ καὶ τούτων ὀξέως ἀκούω καὶ τῆς παλαιᾶς παροιμίας οἴκοθεν ὁ μάρτυς ἐπιβοώσης καὶ τὴν λευκὴν διδούσης ἐμοί.

Τί τοίνυν τοῖς τοσούτοις, ἐρῶ δὲ καὶ τηλικούτοις ἀντινομοθετοῦντες, οὐδὲν ἁμαρτάνειν οἴεσθε καὶ παρὰ τὴν συνήθειαν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τελοῦντες, τὴν ὀφρὺν αἴρετε; Καὶ δέον συνυπαχθῆναι, ὑμεῖς δὲ συνυπάγειν βιάζεσθε καὶ κατηγορεῖτε ἡμῶν τῶν, εἰ θελήσαιμεν, κατηγορησόντων ἂν δικαιότερον· ἡμεῖς μὲν γὰρ εὐλαβούμεθα τούτου γε ἕνεκα πράγματα παρέχειν ὑμῖν καὶ προσερεθίζειν τὸ φιλότιμον καὶ φιλόνεικον, ὑμεῖς δὲ οὐδὲ φειδομένων οἴδατε φείδεσθαι.