Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Προσλαλιά τινι τῶν αὐτοῦ ὁμιλητῶν περὶ ὧν ἐγκαλοῦνται Λατῖνοι

Θεοφύλακτος Βουλγαρίας

Η νηστεία του Σαββάτου και ο γάμος των κληρικών

Αντίκρουση της δυτικής πρακτικής της νηστείας του Σαββάτου με βάση την κανονική παράδοση και συνοπτική αναφορά στη διχογνωμία περί του γάμου των ιερέων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 4 από 6

Ἐπεὶ ἄλλως γε καὶ τὴν ἐν τοῖς σάββασι νηστείαν ὑμῶν εἰ βουλοίμεθα πικρῶς ἐξετάζειν, δείξομεν οὔτε ἀποστολικαῖς οὔτε πατρικαῖς διδασκαλίαις ἀκόλουθον. Οἵ τε γὰρ ἀπόστολοι τῶν τὴν κυριακὴν ἡμέραν ἢ τὸ σάββατον νηστευόντων, ἑνὸς ὑπεξῃρημένου, καταψηφίζονται λαϊκῶν μὲν ἀφορισμόν, κληρικῶν δὲ καθαίρεσιν, καὶ οὐ δήπου παρεγγράπτους τούτους τοὺς κανόνας κρινεῖς, οὓς ἡ ἕκτη σύνοδος ἐσεβάσατο, ᾗ δογματιζούσῃ μὲν παρῆσαν οἱ τοῦ ὑμετέρου Ἀγάθωνος τοποτηρηταί, κανονιζούσῃ δὲ ὁ ὀτρυναίων Βασίλειος, οὕτω πολὺς ὡς πάσης τῆς καθ’ ὑμᾶς συνόδου τὸν τόπον πληροῦν. Ἀλλὰ καὶ οἱ ἐν Λαοδικείᾳ πατέρες, οἷς καὶ αὐτοῖς ἡ ἕκτη πᾶσαν τιμὴν ἀποδέδωκεν, οὐ δεῖν εἶπον ἐν τῇ τεσσαρακοστῇ προσφέρειν ἄρτον, εἰ μὴ ἐν σαββάτῳ καὶ κυριακῇ, οὐκ ἂν τοῦτο νομοθετήσαντες, εἰ τὸ σάββατον νηστείας ἡμέραν ᾔδεσαν.

Ὅτι δὲ τοῦθ’ οὕτως ἔχει καὶ οὐ παραστοχαζόμεθα, καὶ τὰ γενέθλια τῶν μαρτυρῶν ἤγουν τὰς μνήμας οὐκ ἐν τῇ τεσσαρακοστῇ τελεῖσθαι νομοθετοῦσιν, ἀλλ’ ἐν τοῖς σαββάτοις καὶ ταῖς κυριακαῖς· ἑορτῆς γάρ εἰσιν, οὐ κακώσεως, ἣν ἡμῖν ἡ νηστεία βούλεται. Τί δὲ μαρτύρων μνήμης φαιδρότερον;

Βούλει σοι καὶ βασιλικὸν ἐπιδείξω ψήφισμα; Βασίλειος ἐκεῖνος, οὗ τὸ ἐν λόγῳ καὶ πνεύματι κράτος πᾶσαν ἐπέσχε τὴν γῆν, ἐν οἷς περὶ νηστείας ὡμίλησε τῇ δι’ αὐτὸν καλῇ καὶ μεγάλῃ ἐκκλησίᾳ τῶν Καισαρέων, πενθήμερον τὴν νηστείαν ἀπαριθμούμενος, τὴν καθ’ ὑμᾶς ἑξαήμερον παρεμβόλιμον ἀποδείκνυσιν, ὥστε καὶ πρὸς ὑμᾶς εὐστόχως ἄν τις τοῖς τοῦ Ἠσαΐου χρήσαιτο· οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος.

Ἃ μὲν οὖν ἔδει πρὸς τοὺς δυτικοὺς εἰπεῖν τὸν ἀληθείας καὶ μαθητὴν καὶ διδάσκαλον περί τε τῶν ἀζύμων καὶ τῆς ἐν σαββάτῳ νηστείας κατὰ δύναμιν ἡμῖν εἴρηται. Ἀξιώσειε δ’ ἄν τις λόγου καὶ τὸ περὶ τοὺς γάμους αὐτοῖς, ὡς δοκεῖ, πλημμελούμενον, ἐμοὶ δὲ οὐ σχολὴν τὴν Καμάριναν κινεῖν, τά τε ἄλλα καὶ ὅτι παρ’ ἐκείνων ἡμῖν ὁ γάμος τῶν ἱερωμένων ἐπεγκαλεῖται καὶ οὐ μόνος οὗτος, ἀλλ’ ὥς φασι καὶ ἄλλα δυσεξαρίθμητα.

Τοιοῦτον γὰρ ἡ φιλονεικία περὶ τὰ ὄντα τυφλόν, περὶ τὰ μὴ ὄντα ὀξυδερκές· τὸ μὲν κατορθώματα, τὸ δὲ ἐλαττώματα. Ὅτε τοίνυν ἀπολογεῖσθαι τούτοις καιρὸς πρὸς τὰ καθ’ ἡμῶν ἐγκλήματα, τότε καὶ περὶ τοῦ γάμου λέγειν καιρός, εἴτ’ ἐκείνοις εἴθ’ ἡμῖν ἁμαρτάνεται, εἴτε καὶ ἀμφοτέροις ἔχει καλῶς πρὸς τὸν σκοπὸν ὃν ἕκαστοι τοῦ πράγματος προϊστάνομεν.