Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Προσλαλιά τινι τῶν αὐτοῦ ὁμιλητῶν περὶ ὧν ἐγκαλοῦνται Λατῖνοι

Θεοφύλακτος Βουλγαρίας

Επίλογος και τελικές προτροπές

Καταληκτήρια προτροπή προς ταπεινοφροσύνη και αποφυγή της αλαζονείας, συνοδευόμενη από ευχές για διατήρηση της ορθόδοξης ομολογίας και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 6 από 6

Ἀλλὰ μὴ οὕτω, δοῦλοι Χριστοῦ καὶ φίλοι καὶ ἀδελφοί, μὴ οὕτως ἡμᾶς αὐτοὺς ἀλλοτριῶμεν Θεοῦ τοῦ πάντας διὰ τῆς χρηστότητος ἕλκοντος, αὐτοὶ διὰ τὴν ὑπερηφανίαν πάντας σχεδὸν ἀπωθούμενοι, μηδὲ τοὺς θρόνους ποιῶμεν κακίας ἵδρυσιν μηδὲ τὸ τῆς ἀξίας ὕψος πύργον κουφότητος· τοῦτο γὰρ ἐμοὶ ἡ διὰ φιλοδοξίαν καὶ οἴησιν ἔνστασις. Ἀλλ’ ὅσῳπερ ἂν ὦμεν ἢ ἰσχυροί, τοὺς ἀδυνάτους βαστάζωμεν, ἢ ἰατροί, τοὺς συντετριμμένους ἰώμεθα. Ἂν δὲ καὶ αὐτοὶ ἐπιτρίβωμεν, φείδομαι μὲν εἰπεῖν, ἐρῶ δ’ ὁμῶς, ὡς λῃστῶν τοῦτο ἔργον, οὐκ ἰατρῶν.

Ταῦτά σοι καὶ πρὸς τοὺς κατοιομένους καὶ καταφρονητάς, οἳ οὐθὲν οὐ μὴ περανοῦσι, λέγει τὸ Πνεῦμα τὸ ἅγιον. Σὺ δέ μοι παραλαβὼν ὁ τραπεζίτης τὸ τάλαντον, καὶ τὸν τόκον ὡς ἀποδώσεις ἐν καιρῷ φρόντιζε, ὁ δέ ἐστι, κατ’ ἐμὲ κριτήν, τὸ καὶ αὐτὸν σὲ προσεξευρίσκειν ὅσα τῷ φιλοπόνῳ τὸ Πνεῦμα δίδωσιν. Οὗ τῇ χάριτι δυναμούμενοι αὐτοί τε καθαρῶς καὶ ἀκιβδήλως αὐτὸ καὶ κατὰ τοὺς πατρικοὺς ὅρους ἀνακηρύττοιμεν καὶ τοὺς ἄλλους ταὐτὸ διδάσκοιμεν ἐν Θεῷ Πατρὶ τῷ διδάσκοντι ἄνθρωπον γνῶσιν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.