Ἔργον
Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος
Προοίμιο και σκοπός της συγγραφής
Εισαγωγή του συγγραφέα για τη διαρκή παρουσία της θείας χάριτος και τον πνευματικό φωτισμό του βουλγαρικού λαού από τους μακάριους πατέρες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και σκοπός της συγγραφής
Εισαγωγή του συγγραφέα για τη διαρκή παρουσία της θείας χάριτος και τον πνευματικό φωτισμό του βουλγαρικού λαού από τους μακάριους πατέρες.
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΚΑΙ ΟΜΟΛΟΓΙΑ ΤΕ ΚΑΙ ΜΕΡΙΚΗ ΘΑΥΜΑΤΩΝ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΛΗΜΕΝΤΟΣ, ΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΩΝ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΚΑΙ ΑΟΙΔΙΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΤΗΣ ΠΡΩΤΗΣ ΙΟΥΣΤΙΝΙΑΝΗΣ ΚΑΙ ΠΑΣΗΣ ΒΟΥΛΓΑΡΙΑΣ, ΚΥΡΙΟΥ ΘΕΟΦΥΛΑΚΤΟΥ, ΧΡΗΜΑΤΙΣΑΝΤΟΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΠΟΛΕΙ ΜΑΙΣΤΟΡΟΣ ΤΩΝ ΡΗΤΟΡΩΝ Δεῦτε τέκνα, ἀκούσατέ μου, δεῦτε καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν θεόν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι, καὶ ὁ λαὸς ὁ κτιζόμενος αἰνέσῃ τὸν κύριον. Ταῦτα Δαβὶδ μὲν εἴρηκε καὶ ἡμεῖς δὲ μετ’ αὐτοῦ σήμερον· δεῖ γὰρ τὴν θείαν μεγαλοσύνην ἐκδιηγεῖσθαι πάντοτε καὶ πρὸς ἅπαντας, οὐ ταύτῃ μόνον, ὅτι τῆς τοῦ θεοῦ αἰνέσεως οὐκ ἔστιν ἀριθμός, ὡς πιστεύομεν, ὅσα γὰρ ἂν ἐπαγγείλωμεν ἢ λαλήσωμεν, ὑπὲρ ἀριθμὸν ἐπληθύνθησαν τὰ λειπόμενα· ἀλλ’ ὅτι καὶ τοῖς ῥᾳθυμοτέροις πρὸς τὴν τοῦ καλοῦ ἐργασίαν ἀπονυστάζουσι διυπνισμός τις γίνεται ἡ τῶν τοῦ θεοῦ θαυμασίων κηρυττομένη μεγαλοπρέπεια.
Οἴονται γὰρ οἱ πολλοὶ τοὺς καθ’ ἡμᾶς καιροὺς μὴ ἄν τι τῶν ἀρχαίων χωρῆσαι, ἀλλὰ τοὺς μὲν προτέρους χρόνους καὶ θαύμασι λαμπρυνθῆναι καὶ βίοις ἀνδρῶν κοσμηθῆναι, ἀσωμάτως σχεδὸν ζησάντων ἐν σώμασι, τῇ δὲ ἡμετέρᾳ γενεᾷ μηδὲν τοιοῦτον δωρηθῆναι παρὰ θεοῦ, ὅθεν καὶ πρὸς τὸν σπουδαῖον βίον, ὡς τῆς νῦν φύσεως μὴ δεχομένης τοῦτον, ἐλεεινῶς ἀπενάρκησαν, κακῶς γε εἰδότες ἐκεῖνοι καὶ λίαν ἐπισφαλῶς· ὅ τε γὰρ τῆς φύσεως λόγος ὁ αὐτός ἐστι καὶ οὐκ ἠλλοίωται, καὶ κατέλιπεν ἑαυτῷ κύριος κἀν τοῖς ἡμετέροις χρόνοις ἄνδρας μάλα πολλούς, οἳ γόνυ τῶν κάτω συρομένων οὐδενὶ κάμψαντες εἰς δόξαν τοῦ οὐρανίου πατρὸς τῷ τοῦ βίου φωτὶ διέλαμψαν, φωστῆρες ἐν κόσμῳ γεγονότες λόγον ζωῆς ἐπέχοντες.
Ὅσπερ οὖν καὶ τὴν τῶν Βουλγάρων χώραν ἐφώτισαν ἐν τοῖς ἐσχάτοις τούτοις καιροῖς πατέρες μακάριοι καὶ διδάσκαλοι, λάμψαντες διδάγμασί τε καὶ θαύμασι καὶ βίῳ καὶ λόγῳ καταστάντες παρὰ θεοῦ ἀμφιδέξιοι, ὧν τὸν πάντα μὲν βίον παραδιδόναι γραφῇ εὐχῆς ἔργον ἐμοί, πλὴν ἀλλὰ κρεῖττον τῆς τοῦ λόγου δυνάμεως· ὀλίγα δέ τινα παραθέμενος τοῦ τε θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν χάριν τεκμηριώσομαι, μεθ’ ἡμῶν ὄντος καὶ ἐσομένου πάσας τὰς ἡμέρας ἄχρι τῆς συντελείας, ὡς ἡ ὑπόσχεσις, καὶ δείξω πᾶσιν ἀνθρώποις, ὡς οὐχ ἡ φύσις ἡμῖν ἠλλοίωται, ἀλλὰ διέστραπται ἡ προαίρεσις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.