Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος

Θεοφύλακτος Βουλγαρίας

Η αρχιερατεία του Μεθοδίου, οι συγκρούσεις με τους αιρετικούς και η κοίμησή του

Η ποιμαντική δράση του Μεθοδίου στη Μοραβία, ο αγώνας υπέρ του ορθόδοξου δόγματος έναντι της φραγκικής επιρροής στον ηγεμόνα Σφενδοπλόκο και οι τελευταίες νουθεσίες προ της τελευτής του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 3 από 9

Ἐπεὶ δὲ καιρὸς ἦν Μεθοδίῳ τῆς ἐπὶ τὴν Πανονίαν ὁδοῦ καὶ ἔδει λοιπὸν ἐπὶ τὴν τῆς χώρας ταύτης ἐπισκοπὴν ἀπιδεῖν, περιχυθεὶς τὸ μνῆμα τοῦ ἀδελφοῦ, καὶ θαμινὰ τὸ φίλον ὄνομα, τὸν Κύριλλον, ἀνακαλεσάμενος, καὶ τὴν σωματικὴν μὲν ἐρημίαν ἀνακλαυσάμενος, τὴν δὲ τῶν πρεσβειῶν χεῖρα εἰς βοήθειαν ἐπικαλεσάμενος, ὁδοῦ σὺν τοῖς μαθηταῖς εἴχετο. Ὡς δὲ τὸν Μόραβον καταλάβοι, αὐτὸ τοῦτο ἐπίσκοπος ἦν, ὅσα παρὰ Παύλου χρώματα τῇ τοῦ ἐπισκόπου εἰκόνι ἐπεβλήθησαν, ἑαυτῷ ἐνεπιδεικνύμενος καὶ πάντων προλάμπων τὸ διδασκαλικόν, οὐ γὰρ κατορύξας τὸ τάλαντον, οὐδὲ τὴν χάριν ἀποκλείσας τοῦ πνευματικοῦ δώρου τὴν ἀρχὴν τρυφῆς ἀρχὴν ἐποιήσατο, ἀλλὰ πᾶσιν ἐκοινοῦτο τὸ ἀγαθόν, ἀνατέλλων ἐπίσης τοῦ λόγου τὸν ἥλιον, καὶ περὶ τὸ διδόναι μὴ ἐνδιδοὺς τὸ εὐαγγελικὸν σιτομέτριον. Ὃς γὰρ καὶ πρὸ τῆς ἐπισκοπῆς οὕτω τῷ λόγῳ τῆς διδασκαλίας προσέκειτο, καὶ ταῦτα μὴ ἐγκινδυνεύων τῷ πράγματι, πῶς, ὅταν ἐπιστεύθη τὸ ἔργον καὶ παρακαταθήκην ἔλαβε καὶ τὸ οὐαὶ ᾔδει τῷ ἀποστόλῳ μὴ εὐαγγελιζομένῳ ἀποκληρούμενον, οὐκ ἔμελλε τῆς διδασκαλίας ἀνθέξεσθαί τε καὶ περιέξεσθαι, καὶ ὅλην τὴν ἡμέραν μελέτην ἔχειν τὰ θεῖα λόγια, ὑπὲρ μέλι καὶ κηρίον αὐτῷ ταττόμενα τὴν γλυκύτητα;

Ἀμέλει καὶ τῷ τότε ἄρχοντι Μοράβου Ῥασισθλάβῳ καθ’ ἑκάστην οὐ διέλειπε παραινῶν καὶ ταῖς θείαις ἐντολαῖς ῥυθμίζων αὐτοῦ τὴν ψυχήν, ἀλλὰ καὶ τὸν τῆς Πανονίας συμπάσης κρατοῦντα, Κοτζέλης ὄνομα τούτῳ, παιδεύων ἦν καὶ νομοθετῶν τῷ φόβῳ κυρίου καθηλῶσθαι, καὶ τούτῳ ἐκκλίνειν ἀπὸ παντὸς κακοῦ, οἷόν τινι χαλινῷ ἀνακρουόμενον καὶ ἀναστελλόμενον. Οὐ μὴν ἀλλὰ καὶ τὸν τῶν Βουλγάρων ἄρχοντα Βορίσην, ὃς ἐπὶ τοῦ τῶν Ῥωμαίων βασιλέως Μιχαὴλ ἦν, καὶ τοῦτον ὁ μέγας Μεθόδιος καὶ πάλαι μὲν τέκνον ἐποιήσατο, καὶ τῆς οἰκείας γλώττης τῆς τὰ πάντα καλῆς ἐξηρτήσατο καὶ τότε δὲ ταῖς τῶν λόγων εὐεργεσίαις ἀδιαλείπτως εἶχε δωρούμενος.

Ἦν γὰρ ὁ Βορίσης οὗτος καὶ ἄλλως γνώμης δεξιᾶς καὶ τοῦ ἀγαθοῦ δεκτικῆς, ἐφ’ οὗ καὶ τὸ τῶν Βουλγάρων ἔθνος τοῦ θείου τε καταξιοῦσθαι βαπτίσματος καὶ χριστιανίζειν ἤρξατο· ὅτε δὴ καὶ οἱ ἅγιοι οὗτοι, Κύριλλος, φημί, καὶ Μεθόδιος, τὸ πλῆθος τῶν πιστευόντων ἰδόντες, καὶ ὡς πολλὰ μὲν γεννῶνται θεοῦ τέκνα δι’ ὕδατός τε καὶ πνεύματος, καὶ τροφῆς δὲ πάντως πνευματικῆς δέονται, γράμματά τε ἐξεύροντο, καθ’ ἃ προειρήκαμεν, καὶ τὴν τῶν γραφῶν ἐπὶ τὸ Βουλγαρικὸν μετάθεσιν ἐποιήσαντο, ἵνα τὰ γεννηθέντα τέκνα τοῦ θεοῦ καὶ θείας τροφῆς ἱκανῶς ἔχοιεν, καὶ εἰς αὔξην πνευματικήν, εἰς μέτρον ἡλικίας τοῦ Χριστοῦ ἀνατρέχοιεν· καὶ οὕτω τῆς σκυθικῆς πλάνης τὸ Βουλγάρων ἔθνος ἀπαλλαγέν, τὴν ἀληθινὴν καὶ ἀπλανεστάτην ὁδόν, τὸν Χριστόν, ἐπέγνωσαν, ὀψὲ μὲν καὶ περὶ τὴν ἑνδεκάτην ἢ δωδεκάτην τὸν θεῖον δ’ οὖν ἀμπελῶνα εἰσεληλυθὸς τῇ τοῦ καλέσαντος χάριτι· ἐν ἔτει γὰρ ἑξακισχιλιοστῷ τριακοσιοστῷ ἑβδομηκοστῷ ἑβδόμῳ τῆς τοῦ κόσμου γενέσεως ἡ τούτου τοῦ γένους κλῆσις γεγένηται.

Οὐκ ἔληγεν οὖν ὁ μέγας Μεθόδιος πᾶσαν νουθεσίαν τοῖς ἄρχουσι προσάγων ἑκάστοτε, καὶ τοῦτο μὲν πρὸς βίον σεμνὸν ὁδηγῶν, τοῦτο δὲ τὸ τῆς ἐκκλησίας ἀπαραποίητον δόγμα παρατιθεὶς οἷόν τι νόμισμα βασιλικὸν καὶ ἀκίβδηλον, καὶ ταῖς ψυχαῖς αὐτῶν ἐνσφραγίζων ἀνεπιβούλευτόν τε καὶ ἄσυλον· ἦσαν γὰρ ἦσαν οἱ τοῦτο καὶ τότε παραχαράττοντες καὶ μετακινοῦντες ὅρια, ἃ οἱ πατέρες ἡμῶν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἔθεντο καὶ τῇ ὑπὸ τῶν Φράγγων εἰσαγομένῃ παραφθορᾷ πολλοὶ τὰς ψυχὰς ἐβλάπτοντο, οἳ τὸν μὲν υἱὸν γεννηθῆναι ἐκ πατρός, τὸ δὲ πνεῦμα ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι διετείνοντο, οἷς ὁ ἅγιος ἀνθιστάμενος τοῦτο μὲν ἐκ τῶν τοῦ κυρίου λόγων, τοῦτο δὲ ἐκ φωνῶν πατρικῶν λογισμοὺς καθῄρει καὶ πᾶν ὕψωμα τούτων κατὰ τῆς θείας γνώσεως ἐπαιρόμενον, πολλοὺς δὲ καὶ ᾐχμαλώτιζεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, μετατιθεὶς ἀπὸ τῆς πλάνου δόξης ἐπὶ τὴν ἀληθινὴν καὶ ἀμώμητον καὶ τιμίους ἐξάγων ἐξ ἀναξίων καὶ διὰ τοῦτο στόμα θεοῦ καὶ γινόμενος καὶ λεγόμενος· ὅθεν τοῖς πιστοῖς καθ’ ἑκάστην πλατυσμὸς ἐπεγίνετο, καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, ὃ περὶ τῆς τῶν ἀποστόλων διδαχῆς Λουκᾶ λέγοντος ἀκηκόαμεν, εἰ βούλει δέ μοι ἐκεῖνο τὸ παλαιόν, ὁ μὲν οἶκος Δαβὶδ ἐπορεύετο, ὁ δὲ οἶκος Σαοὺλ ὑπεπόδιζε καθ’ ἑκάστην ἐλλαττονούμενος.

Τὸ δὲ τῶν αἱρετικῶν σύστημα τῇ τοῦ λόγου δυνάμει καὶ τῇ ἀληθείᾳ νικώμενον, ὃ μόνον ἠδύναντο, μᾶλλον δὲ παρὰ τοῦ πατρὸς αὐτῶν ὑπεβάλλοντο, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου καὶ τῷ κακοποιεῖν ἐγκαυχωμένου, τοῦτο δὴ καὶ εἰργάζοντο, μυρίαις κακώσεσι καὶ πειρασμοῖς τὸν ἅγιον θλίβοντες· ἐπεὶ καὶ τὸν Σφεντόπλικον, ὃς μετὰ Ῥασίσθλαβον ἦρξε Μοράβου, περιελθόντες ἀπάτῃ, βάρβαρον ἄνδρα καὶ τοῦ καλοῦ ἀνεννόητον, ὅλον τῆς δόξης ἑαυτῶν ἐποιήσαντο· τί δὲ οὐκ ἔμελλεν ἐκεῖνος, ἀνδράποδον ἡδονῶν γυναικείων ὢν καὶ τῷ βορβόρῳ τῶν μυσαρῶν ἐγκυλιόμενος μίξεων, ἐκείνοις μᾶλλον διδόναι τὴν οἰκείαν γνώμην τοῖς θύραν αὐτῷ πρὸς τὰ πάθη πᾶσαν ἀνοίγουσιν, ἢ Μεθοδίῳ τῷ πάσης ἡδονῆς πικρίαν ψυχόλεθρον στηλιτεύοντι; ὅπερ γὰρ Εὐνόμιος ἐκεῖνος, ὁ τῆς τῶν Ἀνομοίων ἄρξας αἱρέσεως, ἐξεῦρε πρὸς τὸ μαθητὰς ἐπισπᾶσθαι πλείονας, τοῦτο δὲ καὶ τὸ τῶν Φράγγων ἔθνος ἀνόητον ἐπενόησε, τὸ τοῖς ἁμαρτάνουσι, φημί, πάντα συγχωρεῖν, ἀπόνως οὕτω καὶ ἀταλαιπώρως ὑπὲρ ἑνὸς τοῖς αὐτῶν συντίθεσθαι δόγμασι, καὶ βίον ῥυπαρὸν ἐνδιδόναι ὑπὲρ τοῦ δόγμα στρεβλὸν κερδῆσαι, ὥσπερ ἂν εἴ τινες ἀλλήλοις ἀντιδιδοῖεν ὁ μὲν κοπρίαν ὁ δὲ βόρβορον, ἄξιοί γε τῶν τοιούτων ἐκεῖνοι θησαυρισμάτων τῆς πραγματείας, ἐν ᾗ καὶ τὸ ἐμπόρευμα ῥυπαρὸν καὶ τὸ ἀντάλλαγμα βδελυρόν.

Ὑπὸ τούτων οὖν ὁ Σφεντόπλικος διαφθαρεὶς τῶν πάντα χαριζομένων αὐτῷ τοῖς Μεθοδίου λόγοις ἐλάχιστα προσεῖχε τὸν νοῦν, τοὐναντίον μὲν οὖν καὶ ὡς ἐχθρῷ προσεφέρετο· βδέλυγμα γάρ, φησίν, ἁμαρτωλῷ θεοσέβεια· καίτοι τί μὲν οὐκ ἔλεγεν ἱλαρόν, τί δὲ οὐκ ἠπείλει φοβερὸν ὁ μέγας τῷ ἄρχοντι; τοῦτο μὲν ἀπὸ τῶν θείων γραφῶν τὴν τοῦ δόγματος εἰσάγων ὀρθότητα, καὶ ταύταις προσέχειν ὡς τὴν ζωὴν προξενούσαις καὶ πηγαῖς οὔσαις τοῦ σωτηρίου διαταττόμενος· ὅ τε γὰρ κύριος ἐν τῇ ἐρεύνῃ τῶν γραφῶν τὴν ζωὴν κεῖσθαι ἐδίδαξεν, Ἡσαΐας τε ἀντλεῖν ἡμῖν ὕδωρ οὐκ ἐκ τῶν αἱρέσεων βορβόρου, ἀλλ’ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου ἐντέλλεται, τοῦτο δὲ καὶ ἐκφοβῶν, ὡς, εἰ τοῖς αἱρετικοῖς προσθοῖτο, καὶ ἑαυτὸν διαφθερεῖ καὶ πάντας τοὺς ὑπ’ αὐτόν, τοῖς ἐχθροῖς γινόμενος εὐεπιχείρητος καὶ εὐχείρωτος, δυσσέβεια γὰρ κἂν πρὸς ὀλίγον ἀνθῇ, ἀλλὰ τῷ χρόνῳ περὶ ἑαυτὴν καταῤῥεῖ, ἵνα μὴ κακίαν εὐσεβεῖς μάθωσι, καὶ ταῦτα, ἔλεγε, μετὰ αὐτοῦ τελευτὴν τῷ ἄρχοντι προσγενήσεσθαι, ἅπερ οὖν καὶ κατὰ τὰς τοῦ ἁγίου προῤῥήσεις γέγονε.

Καὶ γὰρ ἕως Μεθόδιος ἐν τοῖς ζῶσιν ἐξεταζόμενος ἦν, οὔτε ὁ ἄρχων τὴν ὠδῖνα τῆς καρδίας ἐξέῤῥεξεν, ἀλλ’ εἶχε τὸν βασιλίσκον τοῖς ᾠοῖς τῶν ἀσπίδων ἐγκρυπτόμενόν τε καὶ ἐντρεφόμενον, οὔτε ἡ δίκη τὴν οἰκείαν ἐπήγαγε μάστιγα, ἀλλ’ εἶχε μὲν ἀντεταμένον τὸ τόξον καὶ τὴν ῥομφαῖαν ἐστίλβου, οὔπω δὲ βέλος ἀπέστειλεν ἐν καρδίᾳ τοῦ ἐχθροῦ, οὐδὲ τὴν χεῖρα τῇ πληγῇ ἐπεστήριξεν· ἐπεὶ δὲ ὅ τε ἅγιος ἀπῆν καὶ ἡ κακία πᾶσα παρῆν, οὐχ ὑπὸ παραπετάσματι καὶ προσωπείῳ τὴν ἀσχημοσύνην καλύπτουσα, ἀλλὰ κατὰ τὴν τῆς πόρνης ὄψιν ἀναισχυντήσασα καὶ διωγμὸν κατὰ τῶν ὀρθοδόξων ἐγείρασα, τότε δὴ καὶ ὁ θεὸς τὸν ἄρχοντα ποινηλατῶν οὐκ ἐνέλειψεν. Ἀλλὰ ταῦτα μὲν ὕστερον.

Τότε δὲ ὁ Μεθόδιος τῷ τότε ἄρχοντι τὴν οἰκείαν προεῖπε τελευτὴν μετὰ τρεῖς ἐσομένην ἡμέρας, τῶν συχνῶν παραινέσεων βεβαίωσιν τὴν πρόῤῥησιν ταύτην, ὡς ἐγὼ κρίνω, ποιούμενος· εἰ γὰρ ἡ πρόῤῥησις προφήτην αὐτὸν ἐποίει εἰς ἔργον ἐκβᾶσα, καὶ τῶν μελλόντων τὴν προοψίαν λαχόντα τῷ πνεύματι, πρόδηλον, ὡς καὶ τὸ παρὰ τούτου συνεργούμενον δόγμα πνευματικὸν καὶ θεόπνευστον.

Καὶ τοὺς ὁμιλητὰς αὐτοῦ συγκαλέσας μιμεῖται Παῦλον, μᾶλλον δὲ τὸν ἐμὸν Ἰησοῦν, καὶ τοῖς ἐξιτηρίοις αὐτοὺς παρακαλεῖ καὶ στηρίζει ῥήμασι, καλόν γε κλῆρον τοῖς παισὶν ἐκεῖνος διατυπούμενος καὶ τῶν καμάτων ἐπάξιον ὧν ἠνέσχετο, ἵνα τὴν τοσαύτην περιουσίαν ἑαυτῷ κτήσηται· τίς ὁ κλῆρος, τάχα ποθεῖτε μαθεῖν· τὰ τοῦ θεοῦ λόγια τὰ ἐπιθύμητα ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ ἡ σοφία, ἣν κρεῖττον ἐμπεπορεῦσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς· „Οἴδατε, γάρ“, φησίν, „ὦ σπλάγχνα ἐμά, τὴν τῶν αἱρετικῶν ἐν κακίᾳ δύναμιν, καὶ ὅπως θολοῦντες τὸν λόγον τοῦ θεοῦ πάντα τρόπον τοὺς πλησίον ἀνατροπὴν θολερὰν ποτίζειν σπουδάζουσι, δύο ταῦτα προσλαμβανόμενοι καὶ προσάγοντες, πιθανότητά τε καὶ αὐστηρότητα, τὴν μὲν τοῖς ἁπλουστέροις, τὴν δὲ τοῖς δειλοτέροις· ἀλλ’ ὑμῖν ἀμφοτέρωθεν καλῶς ἔχειν τὰς ψυχὰς ἐλπίζω καὶ εὔχομαι, οὔτε γὰρ πιθανότητι λόγων παρασυρήσεσθε καὶ διὰ τῆς κενῆς ἀπάτης συλαγωγηθήσεσθε· τεθεμελίωσθε γὰρ ἐπὶ τὴν τῆς ἀποστολικῆς ὁμολογίας καὶ διδασκαλίας πέτραν, ἐφ’ ἣν τῆς ἐκκλησίας ᾠκοδομημένης πύλαι ᾅδου οὐ κατισχύσουσι· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος, οὔτε φοβερῷ τινι τοὺς τῶν καρδιῶν πύργους διασεισθήσεσθε· ἐμάθετε γάρ, μὴ φοβεῖσθε ἀπὸ ὕψους ἡμέρας μηδὲ ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων κακῶσαι· μᾶλλον μὲν οὖν τοὺς ἄλλους ἐπιστηρίζετε φυλάττειν τὴν παρακαταθήκην, ἣν παρὰ τῶν ἀποστόλων καὶ τῶν κατὰ καιροὺς πατέρων ἐλάβομεν, ἣν ἀπαιτήσουσιν ἡμᾶς ἐν ἡμέρᾳ ἀνταποδόσεως· ἰδοὺ προεῖπον ὑμῖν καὶ ἁμαρτίας ἐνόχους διὰ τοῦ προειπεῖν ἐποίησα, εἰ μὴ γὰρ ἦλθον, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· ἀθῷός εἰμι ἐκ τοῦ αἵματος ὑμῶν, οὐ γὰρ ὑπεστειλάμην τοῦ λαλῆσαι ὑμῖν, ἀλλὰ τῷ τοῦ σκοποῦ ἔργῳ κατὰ τὸν Ἰεζεκιὴλ ἐπηγρύπνησα βλέπετε πῶς ἀκριβῶς περιπατήσετε μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί, καὶ πάσῃ φυλακῇ τὰς ὑμῶν τε αὐτῶν καὶ τὰς ἀδελφῶν καρδίας τηρήσατε· ἐν μέσῳ γὰρ παγίδων διαβήσεσθε καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατήσετε· καὶ γὰρ μετὰ τὴν ἐμὴν τελευτὴν εἰσελεύσονται καθ’ ὑμῶν λύκοι βαρεῖς μὴ φειδόμενοι τοῦ ποιμνίου τοῦ ἀπατᾶν τὸν λαὸν ὀπίσω αὐτῶν, οἷς ἀντίστητε στερεοὶ τῇ πίστει, ὁ Παῦλος ὑμῖν ταῦτα δι’ ἐμοῦ διατίθεται.

Ὁ δὲ ἐπὶ πάντων θεὸς καὶ πατὴρ καὶ ὁ ἐξ αὐτοῦ πρὸ αἰώνων γεννηθεὶς ἀπαθῶς υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ ἀμέμπτους παραστήσει εἰς καύχημα ἐμὸν εἰς ἡμέραν Χριστοῦ.“ Ταῦτα καὶ πλείω τούτων εἰπὼν τὸ πνεῦμα τοῖς δορυφορήσασιν αὐτὸν ἀγγέλοις καὶ ἐν πάσαις ταῖς ὁδοῖς φυλάξασιν ἄγειν δέδωκε, τέταρτον μὲν πρὸς τῷ εἰκοστῷ ἔτος τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, πολλῷ δὲ μόχθῳ καὶ κόπῳ οὐ τὴν ἑαυτοῦ μόνον, ἀλλὰ καὶ τὴν τῶν ἄλλων σωτηρίαν κατεργασάμενος οὐ γὰρ ἐσκόπει τὸ ἑαυτοῦ, ἀλλὰ καὶ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι, καὶ νυκτὸς καὶ ἡμέρας τοῦτο ζῶν μόνον, ὃ καὶ τοὺς ἄλλους ὠφέλει· δηλοῖ δὲ καὶ τὸ πλῆθος τῶν τε πρεσβυτέρων καὶ διακόνων καὶ ὑποδιακόνων, οὓς καὶ τελευτῶν διακοσίους τῇ ἐνορίᾳ τῆς οἰκείας ἐκκλησίας ἐγκαταλέλοιπεν· εἰ γὰρ οἱ τοῦ βήματος μόνοι τοσοῦτοι, πόσον εἶναι τῶν λαϊκῶν τὸ πλῆθος εἰκάσωμεν. Ἐφέρετο δὲ ἄρα τούτων τὴν πρώτην Γοράσδης, ὃν καὶ προφθάσας ὁ λόγος ἐν τοῖς μάλιστα τῶν Μεθοδίου ὁμιλητῶν ἀπηρίθμησεν, ὃς καὶ ἀρχιεπίσκοπος Μοράβου παρ’ αὐτοῦ τοῦ ἁγίου τὰ τελευταῖα ζῶντος ἀνεκηρύττετο.