Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος

Θεοφύλακτος Βουλγαρίας

Κοίμηση, θαύματα μετά θάνατον και εγκώμιο του αγίου Κλήμεντος

Η τελευτή και ταφή του αγίου, το προφητικό όραμα των μαθητών, τα μεταθανάτια θαύματα, ο εγκωμιαστικός επίλογος και η ικετήρια προσευχή του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 9 από 9

Οὕτως οὖν βιώσας καὶ οὕτω κοσμήσας τὸν παρὰ τοῦ θεοῦ τεθέντα θρόνον αὐτῷ καὶ τέλος ἐπιθεὶς τῇ ἀρχῇ κατάλληλον καὶ τὸν ὄροφον τῷ θεμελίῳ εὐφυῶς ἐπιτρέποντα πρὸς κύριον ἐξεδήμησε. Τὸ δὲ θεῖον αὐτοῦ σῶμα, καὶ τῇ ψυχῇ τὴν τιμὴν ἰσοστάσιον, ὅσιον ὁσίως ὑμνηθέν τε καὶ τιμηθὲν τῆς μὲν ἀξίας καταδεέστερον, τῆς δυνάμεως δ’ οὖν ὅμως τῶν τιμώντων οὐκ ἐλλιπέστερον τῷ ἐν τῇ μονῇ μνημείῳ ἐνετέθη, ὅπερ αὐτὸς οἰκείας χερσὶ κατεσκεύασε κατὰ τὸ δεξιὸν τοῦ προνάου μέρος, εἰκοστὴν ἑβδόμην τότε ἰουλίου μηνὸς ἄγοντος ἐν ἡμέραις Συμεὼν βασιλέως Βουλγάρων, ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ εἰκοστῷ τετάρτῳ.

Ἀλλ’ ὅ με διέλαθεν, οὐ μικρὸν τῆς τῶν ἁγίων συμψυχίας τεκμήριον· πρὸ γὰρ τῆς αὐτοῦ τελευτῆς εἶδον ἐν ὕπνοις τινὲς τῶν αὐτοῦ μαθητῶν Κύριλλόν τε καὶ Μεθόδιον προσελθόντας τῷ μακαρίῳ καὶ τὴν τοῦ βίου ἔξοδον αὐτῷ προσημαίνοντας.

Ἀλλ’ ὁ μὲν οὕτως ἀφ’ ἡμῶν ἔδοξε γενέσθαι, καὶ τὸν βίον τοῦτον λιπεῖν, ἡ χάρις δὲ οὐκ ἀπέπτη, ἀλλὰ καὶ ὁ χοῦς τοῦ διδασκάλου ἔτι καὶ νῦν εὐεργεσίας τελεῖ, πᾶν πάθος καὶ πᾶσαν νόσον ἰώμενος· μαρτυρεῖ τοῖς λεγομένοις ὁ ξηρὸς ἐκεῖνος χεῖρας καὶ πόδας, ὃς καὶ τῆς θείας τελουμένης ἱερουργίας τῷ ναῷ προσελθὼν τὴν ἴασιν εὕρατο. Ἠγνοεῖτο μὲν γὰρ τοῖς πολλοῖς, ὅστις εἴη καὶ ὅθεν· ὡς δὲ τῇ θεραπείᾳ τὴν εὐχαριστίαν προσετίθει, καὶ πολὺς ἦν τὴν ἐξομολόγησιν καὶ χεῖρας ᾖρε τὰς ἰαθείσας, καὶ ταῖς βοαῖς ὀχληρὸς ἤδη τοῖς τῷ ναῷ παρευρεθεῖσι καθίστατο, ἐρωτᾶται τὴν τῆς εὐχαριστίας αἰτίαν, καὶ πάντα καταλέγει, εἶναι μὲν τῆς Ἀχρίδος καὶ αὐτός, πολυετῆ δὲ τὴν ἐν τῇ νόσῳ ταύτῃ δυστυχεῖν κάκωσιν, ἀμηχανίᾳ γοῦν οὐδὲν ἧττον ἢ τῇ νόσῳ κρατούμενος ἐπὶ νοῦν βαλέσθαι τὴν τοῦ ἁγίου τάφου προσκύνησιν, ὅπως ὁ πάντα ἰσχύων ἐν Χριστῷ Κλήμης παράκλησις αὐτῷ γένοιτο.

Συρόμενος οἶν χερσί τε καὶ ποσὶ τῷ τοῦ ὁσίου προσελθεῖν μνήματι, εἶτα ἐν ἐκστάσει γενέσθαι καί τινα γηραιὸν ἰδεῖν τῶν τριχῶν αὐτοῦ ἁψάμενον καὶ ἀναστῆναι διακελεύοντα, καὶ ἅμα τῷ λόγῳ κρότον τῷ σώματι ἐπιγίνεσθαι, οἷον συγκρουομένων ὀστῶν, ἐῴκεσαν δὲ ἄρα συναρθροῦσθαι τὰ μέλη καὶ ἁπλοῦσθαι τὰ νεῦρα πρὸς κίνησιν, εἶτα ἐν ἑαυτῷ γενόμενος ὑγιὴς εἶναι, οὐκ ἔτι χεῖρας ξηρός, οὐκ ἔτι πόδας ξηρός, οὐκ ἔτι πήρωμα φύσεως, „καὶ νῦν αἴρω χεῖρας πρὸς τὸν ταύτας ἐκτείναντα καὶ ἐπὶ τοὺς πόδας μου ἵσταμαι“. Ταῦτα εἶπεν ὁ πρώην ἐξηραμένος, πηγάζων ἐκ βαθέων καρδίας ἐξομολογήσεως ῥήματα καὶ συμφωνοῦντας εἶχε τοὺς παρεστῶτας καὶ λόγοις εὐχαριστηρίοις τὸν ὅσιον μεγαλύνοντας.

Καὶ τί δεῖ με τάδε καὶ τάδε καταριθμεῖσθαι; τίς ἀγνοεῖ, πόσοις μὲν δαιμονῶσι, πόσοις δὲ ἄλλως κακουμένοις ἀπαλλαγὴ τῶν ἐνοχλούντων κακῶν δεδώρηται, ἢ τῷ τάφῳ προσελθοῦσι ἢ ἐπικαλεσομένοις τὸ ὄνομα μόνον, εἰ καὶ τὴν πίστιν εἶχον μεθ’ ἑαυτῶν, τὴν δραστήριον ὄντως διάκονον; διὰ τοῦτο καὶ πᾶσα Βουλγάρων ἡλικία τῆς τοῦ ἁγίου χάριτος ἀπολαύοντες οὐκ ἔστιν εἰπεῖν ὅσην τὴν ἐπὶ τῇ τιμῇ σπουδὴν ἐπιδείκνυται, ἕκαστος τὸ κατὰ δύναμιν συνεισάγοντες.

Ἀλλ’ ὦ θεία καὶ ἱερὰ κεφαλή, ἐφ’ ᾗ τὸ πνεῦμα τὴν καθέδραν ἐπήξατο. Ὦ φωστὴρ οὐχ ἡμέρας μόνης ἄρχον, οὐδὲ μόνης νυκτός, ἀλλὰ καὶ νυκτὸς καὶ ἡμέρας καταφωτίζων ἡμᾶς ταῖς χάρισιν, εἴτε πειρασμοῖς προσπαλαίοντες οἷόν τινα νύκτα τὸν τῶν πειρασμῶν ζόφον ἔχομεν, εἴτε ἀνέσεως ἀπολαύοντες, ὥσπερ τινὶ φωτὶ φαιδρυνόμεθα, ἐν ἀμφοτέροις γὰρ τοῖς καιροῖς τῶν σῶν χαρίτων καταξιούμεθα. Ὢ σάλπιγξ, δι’ ἧς ἡμῖν ἐσάλπισεν ὁ παράκλητος, ὦ ποιμὴν ὁ καλὸς ὁ θεὶς ὑπὲρ ἡμῶν τῶν σῶν προβάτων τὴν ἁγίαν ψυχήν, καὶ διὰ πολλῶν ἱδρώτων καταρτίσας θεῷ τὸ ποίμνιον, εἰς τόπον χλόης κατασκηνώσας ἡμᾶς, τὰς διὰ τῆς σῆς γλώσσης ἑρμηνευθείσας γραφὰς καὶ ἐφ’ ὕδατος ἀναπαύσεως ἐκθρέψας τοῦ θείου βαπτίσματος, καὶ ἐπὶ τρίβους ὁδηγήσας δικαιοσύνης τὴν ἐργασίαν τῆς ἀρετῆς. Διὰ σοῦ γὰρ πᾶσα τῆς Βουλγαρίας ἡ χώρα θεὸν ἐπέγνωσεν, τὰς ἐκκλησίας αὐτὸς τοῖς ὕμνοις καὶ ταῖς ψαλμῳδίαις ἐπύκνωσας, τὰς ἑορτὰς τοῖς ἀναγνώσμασι κατεφαίδρυνας, μονασταὶ διὰ σοῦ βίοις πατέρων ὁδηγοῦνται πρὸς ἄσκησιν, ἱερεῖς διὰ σοῖ τὸ κανονικῶς ζῆν παιδεύονται. Ὦ τρίπηχυ ἄγγελε καὶ οὐράνιε ἄνθρωπε, ὦ ἐλαία τῆς τῷ προφήτῃ προορισθείσης μὴ λειπομένη μηδὲ μικρόν, ὅτι μὴ καὶ μᾶλλον ὡς πλείονας υἱοὺς πιότητος προενέγκασα, ὦ τυφλῶν ὁδηγέ, ὁποτέραν τις λογίσαιτο τύφλωσίν τε καὶ ὁδηγίαν, κυρίῳ κατασκευάσας λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων, ὧν ἐν σοὶ ἔβλεπον.

Ἀλλ’ ἔτι καὶ ἔτι ἐποπτεύοις τὴν σὴν κληρονομίαν, πάντως πλείω καὶ μείζω νῦν ἰσχύων ἢ πάλαι ὢν ἐν τῷ σώματι καὶ τὴν πονηρὰν ἀπελαύνοις αἵρεσιν, ἣ τῷ σῷ ποιμνίῳ νόσος λοιμώδης παρεισεφθάρη, μετὰ τὴν σὴν πάντως ἐν Χριστῷ κοίμησιν, ἣ διασπείρει καὶ διαφθείρει τὰ τῆς νομῆς πρόβατα, ἣν στήσαις, ἅγιε ποιμὴν καὶ χρηστότατε, τηροίοις δὲ καὶ βαρβαρικῶν ἐπιδρομῶν ἀπειράτους τοὺς σοὺς τροφίμους ἡμᾶς, καὶ πάντοτε μὲν ἐφορῶν, μάλιστα δὲ νῦν, ὅτε θλίψις ἐγγύς, ὅτε οὐκ ἔστιν ὁ βοηθῶν, ὅτε σκυθικὴ μάχαιρα Βουλγαρικῶν αἱμάτων ἐμέθυσεν, ὅτε χεῖρες ἀθέων τὰ θνησιμαῖα τῶν σῶν τέκνων τοῖς πετεινοῖς τοῦ οὐρανοῦ ἐξέθεντο βρώματα, ἃς θραύσεις τῇ δεξιᾷ χειρὶ τοῦ ὑπὸ σοῦ θεραπευθέντος θεοῦ, εἰρήνην τῷ σῷ λαῷ χαριζόμενος, ἵνα σοι τὰς ἑορτὰς συνιστῶμεν ἐν πάσῃ ἀγαλλιάσει, πατέρα καὶ υἱὸν καὶ πνεῦμα διὰ σοῦ δοξάζοντες τὸν ἕνα θεόν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.