Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος

Θεοφύλακτος Βουλγαρίας

Η πορεία των εξόριστων μαθητών προς τη Βουλγαρία

Η περιπετειώδης μετάβαση του Κλήμεντος, του Ναούμ και του Αγγελάριου προς νότον, το θαύμα της ανάστασης του παιδιού κατά τη φιλοξενία τους και η άφιξή τους στο Βελιγράδι μέσω του Ίστρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 5 από 9

Κλήμης μέντοι Ναοὺμ συμπαραλαβὼν καὶ Ἀγγελάριον τὴν πρὸς τὸν Ἴστρον φέρουσαν ὥδευον, καὶ κώμῃ τινὶ ἀπαντῶσι παρακλήσεως ἀξιώσοντες τὰ πεπονηκότα καὶ τροφῶν ἀπορίᾳ καὶ σκεπασμάτων σώματα, ζητήσαντες δέ, τίς ἐν τῇ κώμῃ φιλόθεος καὶ φιλόξενος, κἀπὶ βίου σεμνότητι μαρτυρούμενος κοὶ αὐτὸ δὴ τοῦτο τὸ τοῦ Χριστοῦ εἰρήνης υἱός· ἐπειδὴ τοῦτον εὗρον, τούτῳ ἐπεξενώθησαν.

Τῷ δὲ ἦν παῖς καὶ μονογενὴς καὶ καλὸς καὶ ἡλικίας ἔχων ἀνθηρῶς· ἅμα τε οὖν εἰσῆλθον εἰς τὴν οἰκίαν οἱ ξένοι καὶ ὁ υἱὸς ἐξῆλθε τοῦ βίου, ἐκεῖνος ὁ περικαλλής, ὁ μόνος ὀφθαλμὸς τῷ πατρί, τὸ τοῦ γένους ἔρνος τὸ εὐθαλέστατον.

Τί παθεῖν οἴεσθε τὸν πατέρα, τί δὲ οὐκ εἰπεῖν τοσοῦτον πένθος ἐπὶ τῷ παιδὶ τοῖς ξένοις ἐλεεινῶς δυστυχήσαντα; „Καλά γε ταῦτα τῆς φιλοξενίας μισθώματα· ἐπὶ τούτῳ τὴν θύραν ὑμῖν ἀνέῳξα, ἵνα μοι ὁ οἶκος ἀποκλεισθείη, τὸν κληρονόμον ἀποβαλών; ἐπὶ τούτῳ δεξιὰν ὑμῖν ἐνέβαλον, ἵνα τὴν μόνην ἐμοὶ δεξιὰν ἀποβάλωμαι; ὢ πικρᾶς ταύτης ἡμέρας, ὅτε τῇ κώμῃ προσήλθετε, ὢ σκοτεινοῦ τούτου φωτός, ὃ πρὸς τὴν ἐμὴν οἰκίαν ὑμᾶς ὡδήγησε.

Τάχα γόητες ὑμεῖς καὶ τῷ μόνῳ θεῷ ἐχθροὶ καὶ ταύτην ἔχω παρ’ ἐκείνου τὴν δίκην, ὅτι τοὺς ἀπηχθημένους αὐτῷ τῆς ἐμῆς στέγης ἠξίωσα. Πολλοὺς μὲν καὶ ἄλλους ἐδεξάμην εἰς τὴν οἰκίαν ἐκ τῶν παρόντων καρποφορῶν θεῷ καὶ εἰσάγων τὸ κατὰ δύναμιν, ἀλλ’ ἐπλήθυνέ μοι τὰ ἔνδον ὁ κύριος καὶ οὐχ ὑπερέῤῥεον, ἀλλ’ ἐπέῤῥεον, καὶ τὴν δαπάνην προσθήκην εὕρισκον, καὶ τὸ ἐπ’ εὐλογίαις σπέρμα θέρος εὐλογημένον, πεπληθυσμένον γεώργιον.

Νῦν δέ ..., ἀλλ’ ὦ μοι φίλτατε παῖ, τὸ πάντων κτημάτων ἐμοὶ κάλλιστόν τε καὶ χαριέστατον, μᾶλλον δὲ καὶ σπλάγχνων τῶν ἐμῶν φίλτερον καὶ ζωῆς αὐτῆς ποθεινότερον, τῇ τῶν καταράτων τούτων ἐσφαγιάσθης εἰσόδῳ. Τελχῖνες ἀτεχνῶς οὗτοι, δαίμονες φόνιοι, θανάτοις παίδων ἐπιτερπόμενοι· ἀλλ’ οὐ γὰρ ἐφεύξεσθε τὴν δίκην κἂν τὰ πάντα καταμαγεύσητε, χερσὶ δὲ πατρὸς ἐμπεσόντες υἱὸν πενθοῦντος δι’ ὑμᾶς, υἱὸν καλὸν καὶ μονογενῆ, πάντων ὧν εἰργάσασθε τὴν ἀξίαν νῦν ἀποτίσετε.“ Καὶ δὴ δεσμὰ ἐπὶ τούτοις ἐκάλει καὶ κολαστήρια.

Οἱ δὲ καὶ αὐτοὶ μὲν οὐχ ἧττον τοῦ πατρὸς ἔπασχον, καὶ τί γὰρ ἢ συμπαθεῖς ψυχαὶ καὶ φιλάνθρωποι, πλέον δὲ εἶχον καὶ τὸ αἰσχύνεσθαι. Τῇ δὲ πίστει θαῤῥήσαντες, ᾗ πάντα δυνατὰ κατὰ τὸν τοῦ κυρίου λόγον καὶ τὰ ἀδύνατα, εἰς εὐχὴν μὲν τραπέσθαι διέγνωσαν, τοῦ δὲ πατρὸς τὸ φλεγμαῖνον τῆς ὀργῆς καταψῶντες ἠπίως καὶ τὸ σκληρὸν τοῦ δικαίου θυμοῦ μαλάσσοντες, „ἡμεῖς“, ἔφασαν, „ὦ τοῦ θεοῦ ἄνθρωπε, οὔτε γόητές ἐσμεν, ἀλλὰ καὶ τοῖς οὕτως ἔχουσι πάντα τὰ χείριστα ἐπαρώμεθα, θεῷ δὲ λατρεύομεν τῷ ἀληθινῷ, ὃν εἶναι καὶ πυλωροῖς ᾅδου φρικτὸν ἀκηκόαμέν τε καὶ πεπιστεύκαμεν, ὃς καὶ χειρὸς ἐπαφῇ καταπαλαίει τὸν θάνατον, καὶ φωνῇ μόνῃ τετραημέρῳ καὶ ὀδωδότι νεκρῷ τὴν ζωὴν ἐπιδίδωσιν· εἰ τοίνυν ἡμᾶς οἴει αἰτίους εἶναι θανάτου τῷ σῷ παιδί, θάῤῥει τὸ ἐφ’ ἡμῖν, πεποίθαμεν γάρ, ὅτι δι’ ἡμᾶς αὐτῷ τὴν ζωὴν χαρίσεται κύριος“. Καὶ δὴ τῷ παιδὶ ἐπευξάμενοι, ὢ καινοῦ θαύματος, ὢ τῆς ἀειλαμπούσης σοι χάριτος, σῶτερ Χριστέ, τῷ ποθοῦντι πατρὶ τὸν υἱὸν ζῶντα παρέστησαν.

Τί τοίνυν ὁ πατήρ; „οἱ ἅγιοι, οἱ τοῦ θεοῦ δοῦλοι, οἱ σωτῆρες τῆς ἐμῆς οἰκίας,“ ἐκραύγαζεν, οὐδ’ ἐν τῷ καθεστηκότι ὢν ὑπὸ τῆς χαρᾶς, ἀλλὰ παράβακχόν τι καὶ ἐξεστηκὸς κεκραγώς, „σύγγνωτέ μοι, πατέρες ὅσιοι, σύγγνωτέ μοι, ἀγνόημα ἠγνόησα ἐφ’ ὑμῖν, πάσης εὐθύνης ὑπέρτερον, ἀλλ’ ἰδοὺ πάρεστιν ὑμῖν τὰ ἐμά, πάρειμι καὶ αὐτὸς ὑμῶν οἰκέτης ἐσόμενος, ἀπολαύσατε τῶν ἐμῶν, χρήσασθέ μοι ὅτι καὶ βούλεσθε, μόνον ὁρῴην τὸν παῖδα, ὃν ὑμεῖς μοι νῦν ἐγεννήσατε“.

Οἱ δὲ τὴν μὲν πίστιν τοῦ ἀνδρὸς προσηκάμενοι, πρὸς δὲ τὴν προκειμένην ὁδὸν κατασπεύδοντες μόνοις ἐφοδίοις τὴν δεξίωσιν αὐτοῦ περιγράψαντες, τὴν πρὸς τὸν Ἴστρον φέρουσαν ὥδευον, σὺν πολλῇ παραπεμφθέντες τιμῇ ὑπὸ τοῦ καταξιωθέντος ἐκείνου τοῦ θαύματος. Ἐπεὶ δὲ κατὰ τὰς ὄχθας τοῦ Ἴστρου γενόμενοι ἑώρων τὸ ῥεῦμα πολὺ καὶ διὰ τοῦτο καὶ ἄπορον, ξύλα τρία συνδήσαντες φιλύρας φλοιῷ τῇ ἄνωθεν δυνάμει φρουρούμενοι τὸν ποταμὸν διεπέρασαν, καὶ κατακλυσμὸν αἱρέσεων φεύγοντες ξύλοις κατὰ θείαν ἐπιφροσύνην ἐσώθησαν, καὶ τῇ Βελγράδων (πόλις δὲ αὕτη τῶν περὶ τὸν Ἴστρον ἐπισημοτάτη) προσελθόντες Βοριτακάνῳ τῷ τότε φυλάττοντι ταύτην ἐνεφανίσθησαν, καὶ πάντα τὰ περὶ αὐτοὺς ἀπήγγειλαν μαθεῖν θέλοντι. Ὡς δὲ ταῦτα μαθὼν ἐκεῖνος ἔννοιαν ἔλαβε τοῦ μεγάλους εἶναι τοὺς ἄνδρας καὶ θεῷ πλησιάζοντας, δεῖν ἔγνω πρὸς τὸν ἄρχοντα Βουλγαρίας Βορίσην (οὗπερ αὐτὸς ὑποστράτηγος ἦν) ἀποστεῖλαι τοὺς ξένους· ᾔδει γὰρ τὸν Βορίσην διψῶντα τοιούτων ἀνδρῶν. Ἐκ μακροῦ ἀναπαύσας οὖν αὐτούς, εἶτα τῷ ἄρχοντι δῶρον πολύτιμον ἔπεμψε, δηλώσας αὐτῷ τοιούτους εἶναι τούτους, οἵους αὐτὸς ἐπόθει πόθῳ σφοδρῷ.