Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Θεοφύλακτος Βουλγαρίας – Βίος τοῦ Κλήμεντος Ἀχρίδος

Θεοφύλακτος Βουλγαρίας

Η επισκοπική και εκπολιτιστική δράση του Κλήμεντος επί τσάρου Συμεών

Η ανάδειξη του Κλήμεντος σε επίσκοπο της βουλγαρικής εκκλησίας, η εκτενής συγγραφική και υμνογραφική παραγωγή του, καθώς και η μέριμνά του για την ανέγερση ναών και τη γεωργική ανάπτυξη του τόπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Θεοφύλακτος Βουλγαρίας

—

Κεφάλαιο 7 από 9

Καὶ ταῦτα Κλήμης δι’ ὅλων ἑπτὰ ἐνιαυτῶν κατειργάσατο. Ἤδη δὲ ὄγδοόν τι ἦν αὐτῷ τῆς διδασκαλίας ἔτος καὶ ὕστερον τῆς ζωῆς τῷ τοῦ θεοῦ δούλῳ Μιχαὴλ τῷ Βορίσῃ τῷ ἡγιασμένῳ Βουλγαρίας ἄρχοντι· διαδέχεται δὲ τὴν ἀρχὴν ὁ τούτου υἱὸς Βλαδίμηρος, τέταρτον δὲ ἔτος ἐπιβιοὺς τῇ ἀρχῇ ἐξ ἀνθρώπων ἐγένετο καὶ κληρονόμος πάντων ὁ ἀδελφὸς αὐτοῦ Συμεών, ὃς καὶ βασιλεὺς πρῶτος ἀνεκηρύχθη Βουλγάρων· τοῦτον ἐγέννησεν ὁ Μιχαὴλ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν ὁμοίωσιν αὐτοῦ, χαρακτῆρας ἀπαραποιήτους ἀποσώζοντα τῆς χρηστότητος, καὶ πᾶσι μὲν γὰρ ἁπλοῦς καὶ ἀγαθὸς ἦν μάλιστα δὲ πρὸς τοὺς σεμνότητα τρόπων ἐπαγγελλομένους καὶ βίου χριστιανικωτάτην ἐμφάνειαν, πίστιν θερμὴν ἐπεδείκνυτο, καὶ τῷ ζήλῳ τοῦ οἴκου τοῦ θεοῦ κατησθίετο· καὶ τοίνυν τὸ τοῦ πατρὸς ὑστέρημα ἀνεπλήρωσεν, ἐπαυξήσας τὸ θεῖον κήρυγμα καὶ ταῖς ἁπανταχοῦ δομηθείσαις ἐκκλησίαις ἐγκαταστήσας τὴν ὀρθοδοξίαν ἀσάλευτον, καὶ τῷ τοῦ θεοῦ νόμῳ πλατεῖαν δεδωκὼς ὁδὸν καὶ ἀστενοχώρετον.

Ἐπεὶ δὲ πολὺν ἡ φήμη τὸν Κλήμεντα ποιοῦσα καὶ τῆς περὶ αὐτοῦ δόξης ἀεὶ καθιστῶσα μείζονα, καὶ εἰκότως τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενον, εἷλε καὶ τὸν βασιλέα κατάκρας Συμεών, καὶ τῆς ἀρετῆς τοῦ διδασκάλου ἐραστὴν πεποίηκε, μετακαλεῖται μὲν ὁ βασιλεὺς τὸν ἅγιον, εἰς λόγους δὲ αὐτῷ ἔρχεται, καὶ τρυγήσας ἁγιασμὸν καὶ ἀπ’ αὐτοῦ τοῦ προσχήματος, ἦν γὰρ τὸ εἶδος καὶ τοῖς ἐχθροῖς αἰδεσιμώτατος ὁ μακάριος, πολλὰ τὴν τῶν Βουλγάρων χώραν ἐπαινεῖν εἶχε καὶ τὴν οἰκείαν βασιλείαν μακαρίαν τιθέναι, ὅτι τοιοῦτον ἀγαθὸν παρὰ θεοῦ δέδεκτο.

Μετὰ ταῦτα τοῖς συνετωτέροις τῶν περὶ αὐτὸν σκοπήσας, οἳ πάντες ὡς πατρὶ προσεῖχον τῷ Κλήμεντι τοῦτο μόνον ἀρέσκειν θεῷ, ὃ τιμῶσι τοῦτον, πιστεύοντες, ἐπίσκοπον Δρεβενίτζας ἤτοι Βελίτζας προβάλλεται, καὶ οὕτω δὴ Βουλγάρῳ γλώττῃ πρῶτος ἐπίσκοπος ὁ Κλήμης καθίσταται. Ἐπεὶ δὲ τὸ ἔργον τῆς ἐπισκοπῆς ἐγκεχείριστο, τὸ τῆς ἀξίας ὕψος ὑποβάθραν τῆς πρὸς θεὸν ὑψώσεως ἔθετο, καὶ τοῖς προτέροις κόποις πολλαπλασίως προσέθηκε.

Σολομὼν μὲν οὖν φησίν· ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα· Συμεὼν δὲ τῷ Κλήμεντι προστιθεὶς τιμὴν προσέθηκεν ἄλγημα· εὑρὼν γὰρ τὸν τῆς ἐνορίας ταύτης λαὸν παντάπασι θείου λόγου καὶ γραφῶν ἀνομίλητον, καὶ μηδὲν πεπαιδευμένον τῶν ἐκκλησίαν κοσμούντων καὶ λαὸν ταττόντων τῷ τῆς εὐταξίας καὶ κοσμιότητος πνεύματι, οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς οὐδὲ νυσταγμὸν τοῖς βλεφάροις, ἀλλὰ τροφὴν καὶ τρυφὴν τὴν περὶ τοῦ λαοῦ ἐποιεῖτο μέριμναν. Καὶ ἀεὶ ἐδίδασκε καὶ ἀεὶ διέταττε, τὴν ἄγνοιαν διορθούμενος, τὴν ἀκοσμίαν κοσμῶν, πᾶσι τὰ πάντα κατὰ τὴν ἑκάστου χρείαν γινόμενος· τῷ κλήρῳ τὰ περὶ τὴν ἐκκλησιαστικὴν εὐκοσμίαν καὶ ὅσα τῶν ψαλμῳδιῶν τε καὶ εὐχῶν ὑφηγούμενος, ὥστε τελέσαι τοὺς τῆς ἐπισκοπῆς αὐτοῦ κληρικοὺς ἐν μηδενὶ μηδενὸς τῶν περιβοήτων ἀποφερομένους τὰ δεύτερα, μᾶλλον μὲν οὖν κατὰ πάντων ἐπὶ πᾶσι τοῖς ἐπαινετοῖς στρεφομένους· τῷ λαῷ τὰς γνώμας στηρίζων, ἐπὶ τὴν πέτραν τῆς ὀρθῆς τῶν χριστιανῶν θρησκείας καὶ τὸ τῆς πίστεως αὐτοῖς κατασκευάζων στερέωμα· παντάπασι γὰρ ἦσαν ἀμαθέστατοι καὶ τὸ ὅλον εἰπεῖν κτηνωδέστατοι.

Τί δέ; λόγῳ μὲν οὕτως ἔτρεφε τῷ ἀληθινῷ ἄρτῳ, καὶ καρδίας ὄντως στηρίζοντι, ἠμέλει δὲ καὶ τοῦ σωματικῶς τρέφειν ὅσους τοιαύτης τροφῆς ἐπιδεεῖς εὕρισκεν; ἀλλ’ οὕτως ἂν ἐξ ἡμισείας ἐμιμεῖτο τὸν αὐτοῦ Ἰησοῦν; ὃν ᾔδει μετὰ τῆς διδασκαλίας καὶ ἄρτοις τοὺς ἀγνώμονας τρέφοντα· διὸ καὶ πατὴρ μὲν ἦν ὀρφανῶν καὶ χηρῶν βοηθός, πάντα τρόπον αὐτῶν κηδόμενος, ἡ δὲ θύρα παντὶ ἁπλῶς ἀνέῳκτο πένητι καὶ ξένος ἐκτὸς οὐκ ηὐλίζετο.

Σκοπὸν δὲ τοῦ βίου τὸν μέγαν ἐποιεῖτο Μεθόδιον, καὶ πρὸς ἐκεῖνον ἀπευθυνόμενος μὴ ἀποτυχεῖν ἠπείγετό τε καὶ ηὔχετο, καὶ οἷόν τινα πίνακα σοφοῦ τὴν τέχνην ζωγράφου τὸν ἐκείνου βίον καὶ τὰς πράξεις τῆς οἰκείας ἀγωγῆς προστησάμενος ἑαυτὸν ἐζωγράφει πρὸς τοῦτον ἐπιμελῶς· τὸν γὰρ τούτου βίον ὡς οὐδεὶς ἄλλος ἐγίνωσκεν, οἷα ἐκ νέου καὶ ἁπαλοῦ ἐκείνῳ παρηκολουθηκὼς καὶ ὀφθαλμοῖς πάντα τὰ τοῦ διδασκάλου παρειληφώς.

Συνιδὼν δὲ τὸ τοῦ λαοῦ παχὺ καὶ περὶ τὸ νοῆσαι γραφὰς ἀτεχνῶς δερμάτινον, καὶ ἱερεῖς δὲ πολλοὺς Βουλγάρους δυσξυνέτως ἔχοντας τῶν γραικῶν, ὧν περὶ τὴν ἀνάγνωσιν μόνην ἐνετρίβησαν γράμμασι, κἀντεῦθεν κτηνώδεις ὄντας, ὡς μὴ ὄντος Βουλγάρων γλώσσῃ πανηγυρικοῦ λόγου, ταῦτα τοίνυν συνεγνωκὼς μηχανᾶται καὶ πρὸς τοῦτο καὶ καθαιρεῖ τὸ τῆς ἀγνοίας τεῖχος τῷ μηχανήματι· λόγους γὰρ συντεθεικὼς εἰς πάσας τὰς ἑορτὰς ἁπλοῦς καὶ σαφεῖς καὶ μηδὲν βαθὺ μηδὲ περινενοημένον ἔχοντας, ἀλλ’ οἵους μὴ διαφεύγειν μηδὲ τὸν ἠλιθιώτατον ἐν Βουλγάροις, διὰ τούτων τὰς τῶν ἁπλουστέρων Βουλγάρων ψυχὰς ἐθρέψατο γάλακτι ποτίσας τοὺς μὴ δυναμένους στερεωτέραν τροφὴν προσήκασθαι, καὶ Παῦλος ἄλλος τοῖς Βουλγάροις Κορινθίοις ἄλλοις γενόμενος· δι’ αὐτῶν γὰρ τῶν τε Χριστοῦ καὶ ἐπὶ Χριστῷ τελουμένων ἑορτῶν ἔξεστι μαθεῖν τὰ μυστήρια· καὶ τῆς πανάγνου θεοτόκου ταῖς μνήμοις πολλάκις, ὡς ἴστε, γινομέναις τοῦ ἔτους ἐγκώμια καὶ διηγήσεις τῶν περὶ αὐτὴν θαυμάτων διὰ τῶν λόγων ὁ Κλήμης πεφιλοτίμηται· οὐδὲ τὸν βαπτιστὴν εὑρήσεις ἀνεγκωμίαστον, ἀλλὰ καὶ τὰς τῆς κεφαλῆς αὐτοῦ θαυμαστὰς εὑρέσεις μαθήσῃ, καὶ προφητῶν καὶ ἀποστόλων τεύξῃ βίοις καὶ περιόδοις, καὶ μαρτύρων ἄθλοις πτερωθήσῃ πρὸς τὸν ἐκείνους διὰ τοῦ αἵματος αὐτῶν προσλαβόμενον· ποθεῖς καὶ πατέρων ὁσίων ἀγωγήν, καὶ ζηλωτὴς εἶ πολιτείας ἀσάρκου μικροῦ καὶ ἀναίμονος;

εὑρήσεις καὶ ταύτην Βουλγάρων γλώττῃ πονηθεῖσαν τῷ σοφῷ Κλήμεντι· φέρονται γὰρ ταῦτα πάντα παρὰ τοῖς φιλοπόνοις σωζόμενα. Τί ἔτι; καὶ ψαλμικοῖς κανόσι τὴν ἐκκλησίαν ἐπύκνωσε, τοῦτο μὲν εἰς πολλοὺς τῶν ἁγίων συντεθειμένοις, τοῦτο δ’ εἰς τὴν πανάμωμον τοῦ θεοῦ μητέρα ἱκετηρίοις, εὐχαριστηρίοις, καὶ ἁπλῶς πάντα τὰ τῆς ἐκκλησίας, καὶ οἷς μνῆμαι θεοῦ καὶ ἁγίων φαιδρύνονται, καὶ ψυχαὶ κατανύττονται, Κλήμης τοῖς Βουλγάροις ἡμῖν παρέδωκε.

Ταῦτα δὲ κἂν τῷ μοναστηρίῳ αὐτοῦ ἀπέθετο, ὃ ἐν Ἀχρίδι ἐδείματο ἔτι περιόντος τῷ βίῳ μακαριστοῦ Βορίσου, πρὶν ἢ πάντως τὴν τῆς Βελίτζας ἐπισκοπὴν ἀναδέξεται. Ἐπεὶ γὰρ εἶδε τοῦτον τὸν ἄρχοντα πᾶσαν τὴν ὑπ’ αὐτὸν Βουλγαρίαν ἑπτὰ καθολικοῖς ναοῖς περιζώσαντα καὶ οἷόν τινα λυχνίαν ἑπτάφωτον τῇ πίστει ἀνάψαντα, ἠθέλησε καὶ αὐτὸς ἐν Ἀχρίδι οἰκεῖον δείμασθαι μοναστήριον· τούτῳ δὲ καὶ ἑτέραν ἐκκλησίαν προσέθηκεν, ἣν ὕστερον ἀρχιεπισκοπῆς θρόνον ἔθεντο· καὶ οὕτως ἦσαν ἐν Ἀχρίδι τρεῖς ἐκκλησίαι, μία μὲν ἡ καθολική, δύο δὲ τοῦ ἱεροῦ Κλήμεντος, μεγέθει μὲν πολλῷ τῆς καθολικῆς βραχυτέρα, σχήματι δὲ περιηγμένῳ καὶ κυκλοτερεῖ ταύτης ἐπιτερπεστέρα· ἔσπευδε γὰρ διὰ πάντων τὴν τῶν Βουλγάρων περὶ τὰ θεῖα ῥᾳθυμίαν ἐκκρούεσθαι, καὶ τῷ κάλλει τῶν οἰκοδομημάτων ἐφελκομένους συνάγεσθαι, καὶ ὅλως ἐξημεροῦν τὸ τῆς καρδίας αὐτῶν ἄγριον καὶ ἀτίθασον καὶ περὶ θεογνωσίας ἀπόκροτον καινὸν οὐδέν, εἰ γνώμας ἀνθρώπων μεταβαλεῖν ἠπείγετο πρὸς τὸ ἥμερον καὶ ἀνθρώπινον.

Ὅπου γε καὶ πάσῃ τῇ τῶν Βουλγάρων χώρᾳ δένδρεσιν ἀγρίοις κομώσῃ καὶ καρπῶν ἡμέρων ἀπορούσῃ καὶ τοῦτο τὸ καλὸν ἐδωρήσατο, ἀπὸ τῆς τῶν Γραικῶν χώρας πᾶν εἶδος ἡμέρων δένδρων μεταγαγὼν καὶ τοῖς ἐγκεντρισμοῖς καθημερώσας τὰ ἄγρια, ἵν’, οἶμαι, καὶ διὰ τούτου παιδεύσῃ τὰς τῶν ἀνθρώπων ψυχάς, μεταποιεῖσθαι τοὺς χυμοὺς τῆς χρηστότητος καὶ καρποφορεῖν θεῷ τὴν ἐργασίαν τοῦ θείου θελήματος, ἣν ἐκεῖνος μόνην βρῶμα πεποίηται· οὕτως ἄρα τῆς τῶν ψυχῶν ὠφελείας ὅλως ἐγίνετο, καὶ ὅπως τὴν ἐκκλησίαν κυρίου παντοιοτρόπως πλατύνῃ, φροντίδα πεποίηται, μηδενὸς ἐπιστρεφόμενος τῶν τοῦ σώματος, μηδὲ τὴν ψυχὴν αὐτοῦ τιμίαν ἔχων ἑαυτῷ κατὰ τὸν θεῖον ἀπόστολον, ἀλλὰ τῶν πολλῶν ἵνα σωθῶσι κηδόμενος.