Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Ίδρυση της μονής στην Ταβέννησι και οι πρώτοι συνοδοιπόροι

Η θεία κλήση για την ίδρυση μοναστηριού στην Ταβέννησι, η κοίμηση του Παλάμωνος, η άφιξη του αδελφού του Παχωμίου Ιωάννη και η απαρχή της κοινοβιακής οργάνωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 11

15. Ἤδη γοῦν ἐν ἕξει τοῦ ἀσκητικοῦ βίου γεγονὼς ὁ θεῖος Παχώμιος καὶ οὐ μετρίαν ἐπίδοσιν τῆς κατὰ ψυχὴν εἰληφὼς προκοπῆς, οἷός τε ἦν καὶ καθ’ ἑαυτὸν ἀγωνίζεσθαι. Ἀμέλει καὶ μόνος ἐν ἐρημίαις γινόμενος καὶ Θεῷ συγγινόμενος, καθάπερ ὁ ἀετοῦ νεοσσὸς ὑψιπέτης ἤδη καθεστηκὼς καὶ τοῦ τεκόντος δίχα θηρᾶν ἱκανός, καὶ ἐρημίαν ἐξ ἐρημίας ἀμείβων ἀφικνεῖται καὶ πρὸς κώμην τινὰ οἰκητόρων ἔκπαλαι χηρεύουσαν καλουμένην Ταβέννησιν· καθ’ ἣν εὐχομένῳ τούτῳ συνήθως φωνὴ ἄνωθεν ἐληλύθει, ἐν τῷ τόπῳ τούτῳ παραμένειν κελεύουσα καὶ μοναστήριον δείμασθαι, πολλῶν μελλόντων προσελεύσεσθαι αὐτῷ διὰ τὴν οἰκείαν σωτηρίαν καὶ τὸν μοναχικὸν βίον ὑπὸ τούτῳ καθηγεμόνι αἱρήσεσθαι. Διακρίνας τοιγαροῦν ὁ Παχώμιος τῷ καθαρῷ τῆς ψυχῆς θείαν ἀληθῶς εἶναι τὴν τοιαύτην φωνήν, πρὸς τὸν πνευματικὸν αὐτοῦ πατέρα ἐπάνεισι τὸν Παλάμωνα καὶ ἀποκαλύπτει τούτῳ τὰ πρὸς αὐτὸν λαληθέντα· καὶ ὅτι τούτοις ὑπακούειν αὐτῷ δέδοκται πάντως κἀντεῦθεν ἀναχωρεῖν εἰς τὸν δηλωθέντα τόπον διασαφεῖ. Ταῦτα οὐ μετρίως καθίκετο τῆς ἱερᾶς ἐκείνου ψυχῆς, τέκνου χωρισμὸν ὄντως ἀγαπητοῦ μηδὲ ἀκοῇ μόνῃ φερούσης.

Ἐπεὶ δὲ πολλὰ δεόμενος παρ’ αὐτῷ μένειν οὐκ ἔπειθε τὸν Παχώμιον, σὺν αὐτῷ λοιπὸν ἐντεῦθεν κἀκεῖνος μετανίσταται· καὶ τὴν ἔρημον ἐκείνην κώμην καταλαβόντες, μικρὰν αὐτόθι μονὴν εἴτ’ οὖν οἰκίσκον τέως οἰκοδομοῦσιν· εἶτα ὁ γέρων εἰς τὸ οἰκεῖον μέλλων ἐπανιέναι ἡσυχαστήριον, οὕτως ἔφη πρὸς τὸν Παχώμιον· «Σὺ μέν, ὦ τέκνον, μένοις ἐνταῦθα καὶ σῴζοιο· πέπεισμαι γὰρ ἐκ Θεοῦ σοι τοῦτο πάντως ἐπιταγῆναι· ἐμοὶ δὲ πρὸς τὸ ἐμαυτοῦ κελλίον ἐπαναζεῦξαι δέδοκται· φέρε δὴ συνθώμεθα πρὸς ἀλλήλους ἵνα μὴ καθάπαξ ὦμεν ἀλλήλων ἀφεστηκότες, ἀλλ’ ὁ ἕτερος πρὸς τὸν ἕτερον ἐν μέρει φοιτᾷ, ἕως ἔξεστι.» Συνέδοξε ταῦτα ἀμφοτέροις· καὶ τοῦ γέροντος μόνου εἰς τὴν ἰδίαν ἐπανελθόντος διαγωγὴν καὶ χωρὶς ἑκατέρου τὴν ἄσκησιν ποιουμένου, ὅμως τὴν ἀπὸ τοῦ χωρισμοῦ ἀθυμίαν θεραπεύοντες διετέλουν κατὰ τὰ συγκείμενα ταῖς πρὸς ἀλλήλους ἀμοιβαδὸν ἐπιφοιτήσεσιν.

16. Ὀλίγου δέ τινος παραρρυέντος καιροῦ, συνέβη τὸν Παλάμωνα ἀρρωστίᾳ περιπεσεῖν, τοῦ σπληνὸς αὐτῷ ἀπὸ τῆς σκληρᾶς ἀσκήσεως καὶ ψυχροποσίας κακωθέντος. Πολλάκις μὲν γὰρ ὕδατι μόνῳ ἐχρῆτο παρ’ ὅλην τὴν ἡμέραν, μὴ ἄρτον μὴ ἄλλο τι σιτίον προσιέμενος· πολλάκις δὲ τὸ ἀνάπαλιν ἄρτῳ μόνῳ ἠρκεῖτο, μηδὲ ὕδατος κἂν βραχέος ἀπογευόμενος. Ἐπεὶ δέ τισι τῶν εἰς αὐτὸν φοιτώντων πεισθεὶς τὴν δίαιταν βραχύ τι μετήλλαξε καὶ τὰ δοκοῦντα χρήσιμα εἶναι καὶ λυσιτελῆ πρὸς τὴν τοῦ σώματος θεραπείαν προσήκατο, ταχὺ πάλιν μεταμεληθεὶς πρὸς τὴν προτέραν ἐκείνην σκληραγωγίαν ἐπαλινδρόμησεν, οὕτως εἰπὼν ἐν ἑαυτῷ· «Εἰ οἱ μάρτυρες τὰ σώματα σιδήρῳ κατατεμνόμενοι, ὄνυξι σπαραττόμενοι, στρεβλούμενοι, καιόμενοι ἐκαρτέρουν γενναίως ὡς ὑπὲρ Χριστοῦ πάσχοντες, ἐγὼ τὰς ἐκ τοῦ νοσήματος ἀλγηδόνας οὐχ ὑποίσω, ἀλλὰ ἀνέξομαι θεραπειῶν καὶ τροφῶν ἀσυνήθων, καὶ ταῦτα μηδὲν ὑπ’ αὐτῶν πρὸς ὑγείαν ὠφελούμενος;» Οὕτως ὁ γέρων τῇ προθυμίᾳ τῆς ἀσκήσεως νεάζειν ἀεὶ φιλονεικῶν καὶ πᾶσαν ἀποσειόμενος θεραπείαν σωματικὴν καὶ τῆς εἰωθυίας καὶ αὐστηρᾶς διαίτης ἀνενδότως ἐχόμενος, βαρυτέρας μετὰ βραχὺ τῆς νόσου ᾔσθετο· καὶ ἐπὶ μῆνα κατακείμενος ὅλον, τοῦ θείου Παχωμίου συμπαρόντος αὐτῷ καὶ ὡς οἷόν τε νοσοκομοῦντος, τέλος πρὸς Κύριον ἐκδημεῖ· καὶ τῆς ἀγγελικῆς ἐκεῖθεν ἀξιοῦται χοροστασίας τε καὶ λαμπρότητος ὁ τῷ ὄντι μακάριος.

Παχώμιος δὲ τὸ τίμιον ἐκείνου σῶμα ταφῇ παραδεδωκὼς ἐπάνεισι πρὸς τὴν ἰδίαν μονήν.

17. Ὅτε δὴ καὶ ὁ κατὰ σάρκα τούτου ἀδελφὸς Ἰωάννης αὐτῷ προσφοιτᾷ καὶ τὴν σὺν αὐτῷ αἱρεῖται διαγωγὴν τὸν μοναχικὸν βίον ὑπελθών, ἐφ’ ᾧ καὶ μάλα ἡδέως ὁ Παχώμιος διετέθη (οὐδὲ γὰρ ἦν ποτε τεθεαμένος τινὰ τῶν οἰκείων ἐξ ὅτου δηλαδὴ τὴν ἀρχὴν ἐπὶ τὴν δηλωθεῖσαν ἐκστρατείαν ἐκείνην ἅμα τοῖς τηρῶσιν ἀπεδήμησεν) εἷλκον οὖν ὁμοθυμαδὸν τὸν τῆς ἀσκήσεως ζυγὸν μετὰ πάσης εὐτονίας ἄμφω τὼ ἀδελφώ, ἅτε ἀδελφὰ φρονοῦντες κἀν τῇ πνευματικῇ διαγωγῇ καὶ περὶ τὴν τῆς ἀρετῆς ὁμονοοῦντες ἐπίκτησιν, καὶ αὐτὸ τὸ ἐργόχειρον κοινῶς ἐργαζόμενοι· ῥάκια γὰρ ταῖς χερσὶν ἐξύφαινον· καὶ τὸ ἐντεῦθεν περιγενόμενον τοῖς πένησι διένεμον, ἑαυτοῖς δὲ τοσοῦτον ἀπεκράτουν ὅσον ἀποχρῆν πρὸς μόνον τὸ ζῆν. Ἕνα δὲ λεβίτωνα ἑκάτερος ἔχων ἐφόρει ἀεί· καὶ εἴ ποτε πλῦναι τοῦτον ῥυπῶντα ἐδέησεν, ἕτερον οὐκ ἦν τὸ παράπαν ἀλλάξασθαι· Παχωμίῳ δὲ καὶ τρίχινον ἦν τὸ ἔσθημα τὸ σαρκίον ἐπίτηδες τρύχοντι καὶ σκληραγωγοῦντι. Καὶ ὃ τῶν ἐκείνου μᾶλλον ἔνι θαυμάσαι, οὐκ ὀλίγον χρόνον διατετέλεκε μηδ’ ὅλως ἀνακλινόμενος ἐπὶ κραββάτου ποτὲ μηδὲ ἐν αὐτῷ τῷ κοιμᾶσθαι, ἀλλ’ ὅτε δέοι ὕπνῳ τὸ σῶμα διαναπαῦσαι πεπονηκὸς ἐκ τῆς συντόνου προσευχῆς τε καὶ ἀγρυπνίας, ἐπί τινος δίφρου καθήμενος καὶ μηδὲ πρὸς τοῖχον ἐπερειδόμενος, οὕτως ἠναγκάζετο ὑπνώττειν καὶ βραχείας τινὸς ἀπολαύειν ἀναπαύσεως.

Καὶ τοῦτο ἐπὶ πεντεκαίδεκα διετέλεσεν ἔτη ποιῶν· ὃ καὶ πολλοὶ ἐμιμήσαντο τῶν ἀρχαιοτέρων τε καὶ νεωτέρων πατέρων, οἱ μὲν ἀκοῇ παρειληφότες, οἱ δὲ καὶ αὐτόπται γεγονότες τοῦ ἀγωνίσματος καὶ μαθητὰς ἑαυτοὺς τοῦ Παχωμίου πεποιηκότες.

18. Μνημονεύων δὲ τῆς ἄνωθεν φωνῆς ἐκείνης ὁ ὅσιος, ἥτις αὐτῷ ἐπέσκηπτε περὶ μοναστηρίου οἰκοδομῆς, ὡς πολλῶν παρ’ αὐτῷ φοιτῆσαι μελλόντων πόθῳ τε τοῦ μοναχικοῦ βίου καὶ τῆς ὑπ’ ἐκείνῳ διαγωγῆς, ἤρξατο κτίζειν ἅμα τῷ ἀδελφῷ. Ἐν δὲ τῇ διαγραφῇ τῶν μέτρων τοῦ μέλλοντος οἰκοδομεῖσθαι μοναστηρίου συνέβη διενεχθῆναι πρὸς ἀλλήλους τοὺς ἀδελφούς· ὁ μὲν γὰρ Ἰωάννης συνέστελλεν ὡς οἷόν τε τὴν τούτου περιοχὴν καὶ βραχυτέροις τὰ μέτρα διαστήμασι περιέγραφεν· ἡσυχίας τε γὰρ ἦν ἐραστὴς καὶ πρὸς τὸν μονήρη βίον πλέον ἀπέκλινε. Παχώμιος δὲ τὸ ἀνάπαλιν ἐπλάτυνε τὰ σχοινίσματα, γραφικῶς εἰπεῖν, καὶ μείζοσιν ὁρίοις περιελάμβανε τὴν τῆς μονῆς διακράτησιν· ἐμέμνητο γὰρ τοῦ θείου κελεύσματος καὶ πρὸς πολλῶν ὑποδοχὴν ἐδοκίμαζε μᾶλλον ἑτοιμάζειν αὐτήν. Καὶ ὁ μὲν Ἰωάννης ἐπιτιμῶν τῷ ἀδελφῷ (ἦν γὰρ καὶ καθ’ ἡλικίαν προήκων) πέρπερόν τε αὐτὸν ἀπεκάλεσε καὶ διεκελεύσατο παύσασθαι. Παχώμιος δὲ μέχρι τοῦ ὁρμῆσαι μόνον παροξυνθεὶς οὐκ ἀντεῖπε, καίτοι δικαιότερα μέλλων λέγειν, ἀλλ’ ἐγκρατὴς ὁμοῦ καὶ θυμοῦ καὶ γλώττης ἐγένετο, μηδὲ βραχὺ πρὸς τὸν ἐπισκώψαντα ῥῆμα προέμενος.

Κολάζων δὲ ὁ μακάριος καὶ αὐτὴν τὴν ὁρμὴν τοῦ θυμοῦ, τῆς ἐπιούσης νυκτὸς εἴς τι κατώγαιον ἀνεχώρησεν οἴκημα, καὶ τὰς χεῖρας ὑψοῦ διάρας (εἰώθει γὰρ συναιρομένας ἔχειν ταύτας ἐπὶ πολὺ τῷ συντόνῳ τῆς προσευχῆς)· «Ὅρα, ὁ Θεός, εἶπεν, ἔτι ἐν ἐμοὶ τὸ τῆς σαρκός ἐστι φρόνημα· ἔτι κατὰ σάρκα ζῶν ὁ τάλας ἐγὼ διατελῶ. Οὐαί μοι λοιπὸν ὅτι τεθνήξομαι, εἴπερ, κατὰ τὸ εἰρημένον τῷ ἀποστόλῳ, τὸ τῆς σαρκὸς φρόνημα θάνατός ἐστι· πῶς γὰρ οὐ κατὰ σάρκα ζῶ, καὶ ταῦτα μετὰ τοσούτους τῆς ἀσκήσεως πόνους καὶ μετὰ τοσαύτην τῆς καρδίας ἑτοιμασίαν, εἴ γε ὁ θυμὸς οὑτωσὶ συναρπάζει με καθ’ οἱανδήτινα πρόφασιν, ἔστω γὰρ εἶναι δικαιοτάτην αὐτήν;

Ἐλέησόν με, Κύριε, μὴ ἀπόλωμαι· εἰ γὰρ σὺ μὴ στηρίξεις με καὶ ὁλοσχερῶς καθαρίσεις, καὶ μέρος ἐν ἐμοὶ μικρὸν ὅσον ὁ ἐχθρὸς μεταλάβῃ, ὑποχείριος αὐτῷ γενήσομαι. Γέγραπται γάρ· Ἐάν τις ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, πάντων γέγονεν ἔνοχος.

Πέπεισμαι δὲ ὡς εἴ γε τύχοιμι τῶν σῶν οἰκτιρμῶν καὶ τῆς σῆς βοηθείας, τὴν ὁδὸν τῶν ἁγίων σου κἀγὼ μαθήσομαι καὶ πορεύσομαι, εἶτα καὶ ἄλλοις ἔσομαι ὁδηγός, διδάσκων ἅπερ μεμάθηκα· εἰ γὰρ μὴ μάθοιμι αὐτὸς πρῶτον, πῶς ἑτέρους διδάσκειν δυνησαίμην τὰς σὰς ἐντολάς, εἴ γε καὶ κατὰ τὴν ἐπαγγελίαν σου πολλοὶ μέλλοιεν φοιτᾶν πρὸς ἐμέ, τὴν μοναχικὴν πολιτείαν ὑπ’ ἐμοὶ τῷ ἐλαχίστῳ πολιτευσόμενοι;» 19. Ταῦτα καὶ τοιαῦτα ἕτερα παρ’ ὅλην τὴν νύκτα συναίρων καὶ προσευχόμενος μετὰ στεναγμῶν καὶ δακρύων ἐν πνιγηρῷ τῷ οἰκίσκῳ καὶ κατὰ τὴν τοῦ θέρους ἀκμήν, ἔλαθε τὰ πρὸ τῶν ποδῶν πηλὸν ἐργασάμενος ἱδρῶσιν ἐκείνου φυραθέντα καὶ δάκρυσιν.

Οὕτως οὖν ἐν πολλῇ πραότητι καὶ εἰρηνικῇ καταστάσει διατηρῶν ἑαυτὸν ὁ ὅσιος ὑπήγετο πάντας εἰς τὸ πείθεσθαι αὐτῷ καὶ τὰ τούτου ζηλοῦν καὶ μιμεῖσθαι κατορθώματα, σὺν πᾶσι δὲ καὶ αὐτὸν τὸν ἀδελφόν. Ἀλλ’ οὗτος μὲν ὁ Ἰωάννης οὐ μετὰ πολὺν χρόνον τέλει τοῦ βίου ἐχρήσατο· καὶ τοῦτον ἐντίμως μετὰ ψαλμῶν καὶ ὕμνων ὁ Παχώμιος ταφῇ παραδέδωκε.