Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Πνευματικοί αγώνες και θαυματουργικά χαρίσματα

Η μονήρης άσκηση του αγίου, η νικηφόρα αντιμετώπιση δαιμονικών επιθέσεων και η λήψη χαρισμάτων, όπως η διάκριση και η εξουσία επί των αγρίων θηρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 11

20. Μονωθεὶς δὲ καὶ πάλιν τῷ χωρισμῷ τοῦ ἀδελφοῦ καὶ συναθλητοῦ, οὐχ ἡττήθη τῇ ἀκηδίᾳ, οὐδ’ ἐνεδεδώκει ὅλως πρὸς τὰ κατὰ τῆς σαρκὸς ἀγωνίσματα· ἀλλὰ τῆς αὐτῆς καὶ πάλιν ἐπιπόνου εἴχετο καὶ κατὰ πάντα ἐγκρατεστάτης διαγωγῆς, οὐ τὸ σῶμα μόνον ὑπωπιάζων καὶ ὑποχείριον τιθεὶς τῷ νοΐ, ἀλλὰ καὶ τὴν καρδίαν καθαρὰν ὅτι μάλιστα διαφυλάττων καὶ θεοπτίας ἀξίαν κατὰ τὸν τοῦ Κυρίου μακαρισμόν. Διὰ ταῦτα καὶ συνεχῶς αὐτῷ οἱ δαίμονες ἐπετίθεντο καὶ διὰ πάσης ἐπεβούλευον μηχανῆς, παντὶ τρόπῳ πειράζοντες εἴ πως δυνηθεῖεν μετακινῆσαι ποσῶς ἢ ὅλως διασαλεῦσαι πέτραν οὕτω στερρὰν καὶ ἀντίτυπον. Εὐχομένῳ τε γὰρ ἐνίοτε καὶ πρὸς γονυκλισίαν ἑαυτὸν καθιέντι, δόκησιν ἐνεποίουν ὁρᾶν τὰ ἔμπροσθεν βόθυνον, ἵνα φοβούμενος μὴ κλίνῃ τὰ γόνατα· ὁ δὲ συνιεὶς τῆς τούτων κακοτεχνίας, τὴν γονυκλισίαν μᾶλλον ἐπέτεινεν. Ἄλλοτε δὲ πάλιν βαδίζοντος αὐτοῦ, οἱ μὲν ἔνθεν οἱ δὲ ἔνθεν διαστάντες καὶ εἰς πρόοδον ἑαυτοὺς πομπικὴν διατάξαντες, εἶτα τὸν ὄχλον δῆθεν ἀποσοβοῦντες ὡς ἀπὸ ἄρχοντος· «Δότε τόπον, ἔλεγον, τῷ ἀνθρώπῳ τοῦ Θεοῦ.» Ὁ δὲ κατεγέλα τῆς αὐτῶν ματαιότητος.

21. Καί ποτε σεισμῷ καὶ κλόνῳ τὸ ἡσυχαστήριον αὐτοῦ διεσάλευον ἔνδον προσευχομένου, ὡς δοκεῖν αὐτίκα καταπεσεῖσθαι· ὁ δὲ προεβάλλετο κατ’ αὐτῶν τὸν ψαλμὸν οὗ τὸ ῥητόν· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα, διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν, καὶ τὰ ἑξῆς.

Ἄλλοτε δὲ πάλιν ἀλεκτρυόνος μορφὴν ὁ δαίμων ἀναλαβὼν καθημένῳ καὶ ἐργαζομένῳ παρέστη πλησίον τῷ ἀσκητῇ καὶ ἐκόκκυσεν· ὁ δὲ τῇ τοῦ σταυροῦ σφραγίδι πλήξας αὐτὸν φυγάδα πεποίηκε. Ποτὲ δὲ καὶ φύλλον δένδρου προθέντες εἰς μέσον, εἶτα σχοινίοις ἑκατέρωθεν καταδήσαντες ἔσυρον, ἀλλήλοις ἐγκελευόμενοι καὶ ἀτεχνῶς ἐοικότες πιεζομένοις τισὶ καὶ μοχθοῦσιν ὑπὸ τῆς βαρύτητος δῆθεν τοῦ ὑπ’ αὐτῶν συρομένου φυλλιδίου· τοῦτο δὲ ἐμηχανῶντο πρὸς γέλωτα ἄτακτον τὸν ὑπέρσεμνον κινῆσαι βουλόμενοι.

Ὁ δὲ μᾶλλον αὐτοῖς ἐπεστέναζεν, ἀφ’ οἵων εἰς οἷα ἐκπεπτώκασιν ἐνθυμούμενος. Ἐσχημάτισαν ἑαυτούς ποτε οἱ παμπόνηροι καὶ εἰς γυναῖκας γυμνάς, καὶ τροφῆς μεταλαμβάνοντι παρεκάθισαν τῷ ἁγίῳ· τοῦ δὲ προσέχοντος ἑαυτῷ καὶ μηδὲ ὁρᾶν ὅλως ἐκείνους ἀνεχομένου, αἰσχυνόμενοι ἀπηλλάττοντο ἐφ’ οἷς οὐδὲν οὐδαμῶς ἀνύειν τι κατ’ ἐκείνου ἠδύναντο. Τί οὖν οἱ παμμόχθηροι ἐξέκαμον ἐπὶ τούτοις καὶ ἀνῆκαν τὰς κατὰ τοῦ ἀσκητοῦ ἐπιβουλάς;

Οὐδαμῶς· ἀλλ’ ἐπεὶ ταῖς μηχαναῖς οὐδὲν ἐπέραινον καὶ τοῖς ἐξ ἀδήλων ἐπιχειρήμασιν, ἐκ τοῦ φανεροῦ λοιπὸν ἐπιφύονται τῷ ὁσίῳ καὶ τὴν ἀναίδειαν ἀντὶ τῆς κακουργίας προβάλλονται. 22. Καί ποτε νυκτὸς ἀρχομένης προσβάλλοντες αὐτῷ ἀναφανδὸν πληγὰς ἐπέθηκαν δεινοτάτας καὶ οὐκ ἀνῆκαν αἰκιζόμενοι χαλεπῶς ἕως ἡμέρα κατέλαβεν, ὥστε τὸν ἅγιον πονήρως ἐπὶ πολὺ τὸ σῶμα διατεθῆναι καὶ μηδεμιᾶς ἐθελῆσαι τυχεῖν θεραπείας ἐπὶ τοῖς προσγεγονόσι τραύμασιν. Εὔδηλον δὲ πάντως ἐκ τῶν παθῶν τοῦ γενναίου Ἰώβ, ὅτι τοῖς δαίμοσιν ἡ κατὰ τῶν σωμάτων ἡμῶν ἐξουσία καὶ τυραννὶς κατ’ οἰκονομίαν Θεοῦ καὶ παραχώρησιν δίδοται, ἵνα διὰ πάσης οἱ δίκαιοι πείρας δοκιμασθέντες καὶ δίκην χρυσίου πυρωθέντες τοῖς πειρασμοῖς, τέλειοι πρὸς ἀρετὴν εὑρεθῶσι καὶ ὅτι μάλιστα δόκιμοι.

Τότε δ’ οὖν τὸν θεῖον Παχώμιον ἀσθενῶς ἔχοντα διὰ τὰς ἐκ τῶν δαιμόνων πληγάς τις τῶν γερόντων τῶν ἔκπαλαι τὴν μοναχικὴν ἐπανῃρημένων βιοτὴν ἐπισκεψόμενος ἐληλύθει· Ἱερακαπόλλων ἦν ὄνομα τῷ μοναστῇ· ὃς δὴ καὶ ἀσπασάμενος τὸν ἀθλητὴν παρεκάλει μάλα γνησίως ἀνδρίζεσθαι οὑτωσὶ κατὰ τῶν ἐπεμβαινόντων τούτῳ δαιμόνων καὶ μηδαμῶς ἐκλύεσθαι μηδὲ καταπίπτειν τοῖς ἐξ αὐτῶν πειρασμοῖς· «Ἐὰν γάρ σε, φησίν, ὃ μὴ γένοιτο, καταβάλωσιν ἐκεῖνοι ἢ καὶ ὅλως ἐκφοβήσωσι τὸν πάντων ἡμῶν ἔξαρχον καὶ πρωταγωνιστὴν τῶν ὅσοι τὸν αὐτόν σοι δρόμον τῆς ἀσκήσεως διανύομεν καὶ πρὸς ὃν οἱονεὶ σκοπὸν καὶ ὑπόδειγμα τῆς ἡμετέρας πολιτείας ἀποβλέπομεν, τίς οὐκ ἐνδώσει τῶν ἄλλων; τίς οὐ δραπετεύσει καὶ φύγῃ τὸν πρὸς τοὺς ἀντικειμένους πόλεμον, καταβεβλημένον ὁρῶν τὸν προβολέα ἡμῶν καὶ πρωταγωνιστὴν καὶ πρὸς τοὺς σωματικοὺς πόνους οὕτω ταχέως ἀπαγορεύσαντα;

Ἵνα οὖν μὴ καὶ τῆς ἡμῶν ἀπωλείας εὐθύνας ὑφέξῃς μηδὲ τὸ ἡμέτερον αἷμα ἐκ τῶν χειρῶν τῶν σῶν, κατὰ τὸ γεγραμμένον, ἐκζητηθῇ, ἀνδριστέον σοι, ὦ γενναῖε, κατὰ δαιμόνων μάλα νεανικῶς καὶ μηδὲ τὸ βραχύτατον μαλακιστέον πρὸς τὰς ἐπιβουλὰς ἐκείνων καὶ τὰς παντοίας ἐπιθέσεις καὶ τὰ παλαίσματα.» Τούτοις ὁ Παχώμιος τοῖς λόγοις τοῦ γέροντος οὐ μετρίως παρακληθεὶς ἔτι μᾶλλον ἐπερρώσθη πρὸς τοὺς ἀγῶνας καὶ τὸν κατὰ τῶν δαιμόνων ἐπέτεινε πόλεμον. Πρὸς μέντοι τὸν καλὸν Ἱερακαπόλλωνα οὕτω διετέθη τὸ ἀπὸ τοῦδε γνησίως καὶ ὡς εἰπεῖν ἀνεκράθη, ὡς μηδὲ χωρισθῆναι βούλεσθαι τὸ παράπαν αὐτοῦ· ἀμέλει καὶ διετέλεσαν κατὰ συνθήκας πνευματικὰς συνόντες τε καὶ συνασκοῦντες διὰ βίου, ἕως πρὸς τὴν ἀμείνω ζωὴν ὁ γέρων ἀπῆρε τὰ τῇδε λιπών· καὶ ἐτάφη καὶ αὐτὸς ὑπὸ τῶν ἁγίων χειρῶν τοῦ μεγάλου πατρός.

23. Παχωμίῳ δὲ τοσαύτη χάρις παρὰ Θεοῦ δεδώρητο, καὶ τηλικαύτην παρρησίαν διὰ τῆς πρὸς αὐτὸν ἐκέκτητο πίστεως, ὡς καὶ ἐπάνω ὄφεων καὶ σκορπίων κατὰ τὸ γεγραμμένον πατοῦντα τοῦτον ἀβλαβῆ διαμένειν, ἤδη δέ ποτε καὶ κροκοδείλῳ χρησάμενον ὡς ὀχήματι διαπερᾶσαι τὸν ποταμόν, καὶ τοῖς λοιποῖς δὲ ἀγρίοις θηρίοις συναναστρέφεσθαι ἀδεῶς, μηδὲν ὑπ’ αὐτῶν βλαβερὸν ὑφιστάμενον. Ἐπεὶ δὲ ἤδη καὶ τὸ τῆς γνώσεως χάρισμα εἰλήφει ἀπὸ Θεοῦ, εὐχαριστῶν αὐτῷ διετέλει, ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦ τῆς διακρίσεως φωτὸς κατηξίωτο, δι’ οὗ τὸ ζητεῖν καὶ ἀνερευνᾶν τὸ θεῖον ἠδύνατο βούλημα.

24. Ηὔξατο δέ ποτε καὶ τὸν ὕπνον ἐξ αὐτοῦ παντάπασιν ἀποστῆναι, ἵνα καὶ νυκτὸς καὶ ἡμέρας ἄϋπνος διατελῶν μὴ διαλίποι βάλλων ταῖς προσευχαῖς καὶ διώκων τοὺς ἐναντίους κατὰ τὸ γεγραμμένον· «Καταδιώξω τοὺς ἐχθρούς μου καὶ τροπώσομαι, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσι.» Καὶ λέγεται χαρισθῆναι θεόθεν αὐτῷ καὶ τοῦτο τὸ αἴτημα ἐπὶ ἱκανὸν χρόνον, κατὰ ταὐτὸν Ἀντωνίῳ τῷ θείῳ. Καὶ ἦν λοιπὸν ἀγρυπνῶν ἀνενδότως οὐ τῷ σώματι μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ ψυχῇ, καὶ ὡς ἐν ἐσόπτρῳ διαφανεῖ τῇ καθαρᾷ καρδίᾳ τὸν Θεὸν φανταζόμενος· οὐδὲν οὖν θαυμαστὸν τὸν οὕτω κεκαθαρμένον καὶ πεφωτισμένον προοράσεώς τε ἀξιωθῆναι καὶ ὀπτασίας ἀγγελικῆς· δηλώσει δὲ καὶ περὶ τούτων ὁ λόγος.