Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Η κοίμηση του Παχωμίου, η διαδοχή και ο επίλογος

Η θανατηφόρος επιδημία που έπληξε τη μονή, οι τελευταίες στιγμές και η ταφή του αγίου, καθώς και η ομαλή διαδοχή στην ηγεσία από τον Πετρώνιο, τον Ορσίσιο και τον Θεόδωρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 11 από 11

66. Νόσου δὲ τότε χαλεπῆς εἰς τὰς μονὰς ἐνσκηψάσης, πολλοὶ πάνυ τῶν ἀδελφῶν ἐκοιμῶντο ἑκάστοτε· ἔστι γὰρ ὅτε ἑκατὸν ὁμοῦ ἢ καὶ πλείονες ἐπὶ τῆς αὐτῆς ἡμέρας μετήλλαττον. Πυρετὸς ἦν λαῦρος ἡ νόσος ἐκείνη, τό τε χρῶμα εὐθὺς μεταβάλλων καὶ τοὺς ὀφθαλμοὺς ὑφαίμους ποιῶν καὶ πνιγμὸν ἐργαζόμενος καὶ οὕτω τὸν ἁλόντα κατεργαζόμενος. Τότε καὶ Σουρᾷ τελευτῆσαι συνέβη τῷ ἡγουμένῳ τῆς μονῆς Παχνοῦν, καὶ Κορνηλίῳ τῷ ἡγουμένῳ τῆς μονῆς Μογχώσεως, καὶ Παφνουτίῳ τῷ οἰκονόμῳ τῶν μοναστηρίων συμπάντων καὶ ἄλλοις ὅτι πλείστοις τῶν ἀδελφῶν.

Θεόδωρος δὲ διηκόνει Παχωμίῳ τῷ θείῳ· κατειλήφει γὰρ ἤδη καὶ τοῦτον ὁ πυρετός, ὑφ’ οὗ τό τε σῶμα ἐξετάκη παντάπασι καὶ οἱ ὀφθαλμοὶ διάπυροι ἐγεγόνεισαν. Ὡς οὖν ᾔσθετο τῆς τελευτῆς ἤδη προσεγγιζούσης, δυσὶν ἡμέραις πρὸ ταύτης συνεκάλεσε πρὸς ἑαυτὸν τοὺς ἀδελφοὺς ἅπαντας· καὶ περὶ τῆς τελευτῆς αὐτοῦ προειπὼν ἐκέλευσεν ἐκλέξασθαι τὸν προστησόμενον αὐτῶν μετὰ τὴν αὐτοῦ ἀποβίωσιν. Τοὺς δὲ ἄρα τοσαύτη κατέσχεν ἀδημονία καὶ λύπη ἐπὶ τῇ προσδοκωμένῃ στερήσει τοῦ σφετέρου πατρός, ὡς μηδὲ φωνὴν τὸ παράπαν προέσθαι μηδὲ ἀντιφθέγξασθαί τι πρὸς αὐτὸν δυνηθῆναι, ἀλλ’ ἢ μόνον δακρύειν τε καὶ στενάζειν. Καλέσας οὖν τινα τῶν ἀπὸ τῆς μονῆς ᾗ τὸ ὄνομα Χηνοβόσκια, Ὀρσίσιον καλούμενον, μάλα πνευματικὸν ἄνδρα καὶ τίμιον, περιελθεῖν κελεύει πάντας τοὺς ἀδελφούς, καὶ τίνα αἱροῖντο καθηγεμόνα πυθέσθαι.

Οἱ δὲ μετὰ θρήνου πολλοῦ ἀπεκρίναντο· «Ἐξ ὅτου παρέδωκεν ἡμᾶς ὁ Κύριος εἰς τὰς χεῖρας τὰς σάς, οὐδένα οἴδαμεν ἕτερον τοιοῦτον ὅτι μὴ σέ· καὶ νῦν οὖν τῇ σῇ βουλῇ καὶ γνώμῃ τὴν τοῦ προστησομένου ἡμῶν ἀνατίθεμεν ἐκλογήν.» Καὶ ὁ Παχώμιος· «Οὐκοῦν, εἶπεν, εἰ πιστεύετέ μοι, ἴστε ὡς ἐὰν ἐπιβιῴη Πετρώνιος, δύναται προΐστασθαι καὶ φροντίζειν ὑμῶν.» Ἦν γὰρ κἀκεῖνος ἀσθενῶν τηνικαῦτα κατὰ τὴν οἰκείαν μονὴν τὴν τοῦ Πανὸς λεγομένην.

67. Τούτων ῥηθέντων οἱ μὲν ἀδελφοὶ εὐξάμενοι ἀνεχώρησαν· ὁ δὲ Παχώμιος ἔφη πρός τινα τῶν περὶ αὐτὸν ἀδελφῶν· «Ποίησον ἀγάπην καὶ ἔνεγκέ μοι τῶν λεπτοτέρων τι ἐπιβλημάτων· τὸ γὰρ ἐπικείμενόν μοι βαρὺ ὂν φέρειν οὐ δύναμαι· τεσσαράκοντα γὰρ ἡμέρας ἤδη κάμνων διατελῶ· ἀλλ’ εὐχαριστῶ τῷ Κυρίῳ καὶ ἐπ’ αὐτῷ τούτῳ.» Καὶ ὁ μὲν ἀπὸ τοῦ οἰκονομείου λαβὼν ἐπέθηκε τῷ γέροντι κουφοτέραν ἐπιβολήν· ὁ δ’ εὐθὺς ἆραι ταύτην κελεύει, ὡς πάντως τεθνηξόμενος καὶ κούφου τε καὶ βαρέος ἐπιβλήματος διαφορὰν μὴ ὀφείλων ὑπολογίζεσθαι.

68. Ἤδη δὲ γεγονὼς πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς, παρεστηκότος αὐτῷ τοῦ Θεοδώρου, ἥψατό τε τῶν γενείων αὐτοῦ καὶ περὶ τοῦ λειψάνου ἐπέσκηψεν ἵνα, μετὰ τὸ ταφῆναι ὅπου τοῖς ἀδελφοῖς ἐγίνοντο αἱ ταφαί, λάθρᾳ τοῦτο ἀλλαχοῦ μεταθήσῃ. Εἶτα καὶ περὶ τοῦ μὴ ἀμελεῖν αὐτὸν μηδέποτε τῶν ἀδελφῶν ἐντειλάμενος, τὴν μακαρίαν αὐτοῦ ψυχὴν χερσὶν ἀγγέλων παρέθετο. Καὶ οἱ μοναχοὶ πάντες διὰ πάσης νυκτὸς περὶ αὐτὸν ἀγρυπνήσαντες ἀναγνώσεσί τε καὶ ψαλμῳδίαις χρησάμενοι, μεθ’ ἡμέραν εἰς τὸ ὄρος ἀνακομίσαντες τὸ ἱερὸν αὐτοῦ λείψανον, ἐν τοῖς ἐκεῖσε μνήμασι τοῦτο κατέθεντο. Ἀπαλλαγέντων δὲ τῶν ἄλλων ἐκεῖθεν, οἱ περὶ τὸν Θεόδωρον ὑπομείναντες μετατεθείκασιν αὐτό, καθάπερ αὐτοῖς ἐπέσκηψεν, ἀλλαχοῦ, ἔνθα καὶ εἰς δεῦρο τυγχάνει κρυπτόμενον.

69. Οἱ δὲ ἀποσταλέντες ἐπὶ τὸν ἀββᾶν Πετρώνιον, ὃν ἑαυτοῦ διάδοχον εἰς τὴν τῶν ἀδελφῶν προστασίαν ὁ μέγας προείλετο, ἤνεγκαν τὸν πρεσβύτην τῇ νόσῳ κρατούμενον, ἐρρωμένον μέντοι τῷ πνεύματι καὶ τὸν λογισμὸν νήφοντα. Ὃς καὶ ἐπ’ ὀλίγας ἡμέρας κυβερνήσας τοὺς ἀδελφούς, ἀπὸ τῆς προσκαίρου ζωῆς καὶ αὐτὸς πρὸς τὴν ἀΐδιον μετεχώρησε, προτρεψάμενος τοὺς ἀδελφοὺς πρὶν ἢ τελευτήσῃ, ὃν ἂν αὐτοὶ ἐθελήσωσι προελέσθαι εἰς προστασίαν, ἀνατεθείσης δὲ πάλιν αὐτῷ τῆς ἐπιλογῆς παρ’ ἐκείνων, Ὀρσίσιον τὸν μνημονευθέντα εἰς τὴν ἡγουμενείαν προχειρισάμενος. Περὶ οὗ καὶ ὁ μέγας Ἀντώνιος παρά τινων ἀδελφῶν ἐκ τῆς Ταβεννησίων μονῆς πρὸς αὐτὸν ἀφικομένων πυθόμενος, ἐκέλευσε μηκέτι αὐτὸν Ὀρσίσιον, ἀλλ’ Ἰσραηλίτην καλεῖν· οὕτως ἦν ἄκρος τὴν ἀρετήν.

70. Τῷ δὲ Ὀρσισίῳ τούτῳ καὶ ὁ θεῖος Θεόδωρος τὴν τῶν μοναστηρίων ἐκείνων προστασίαν καὶ ἐπιμέλειαν συνδιήνεγκε, πολλὰ παρακληθεὶς ὑπ’ ἐκείνου, μᾶλλον δὲ θεόθεν κινηθείς. Ἐπειδὴ γὰρ εἰς πολὺ πάνυ πλῆθος ἐπιδεδώκασιν αἱ μοναὶ καὶ τὰ τῆς πρώην ἀκριβείας ἤδη παρεχαράττετο, πολλῶν αὐταῖς ἐπεισαγομένων καὶ περισσῶν καὶ ἀπαιδεύτων, ὥστε τινὰς αὐτῶν καὶ τελείως καταφρονεῖν τῶν ἀγγελικῶν ἐκείνων διαταγμάτων καὶ ἀποσχίζειν ἐπιχειρῆσαι τὰ οἰκεῖα μοναστήρια τῶν λοιπῶν καὶ ἀλλοτριοῦν τῆς κοινῆς προστασίας τοῦ πάντων ἐξάρχοντος, καὶ οὐχ οἷός τε ἦν μόνος Ὀρσίσιος ἐπανάγειν αὐτούς, καίτοι πολλὰ παρακαλῶν καὶ δεόμενος, τούτου χάριν καὶ τὸν θεῖον Θεόδωρον εἰς συγκρότησιν τοῦ ἀγωνίσματος προσελάβετο· ὃς δὴ καὶ συνεργὸς αὐτῷ καὶ σύμπνους γενόμενος, ἐπὶ πᾶσί τε θεραπεύων καὶ ὑποκείμενος μεγάλα ὠφέλησε καὶ πολλὴν εἰργάσατο διόρθωσιν ταῖς μοναῖς, ἅτε καὶ τῇ τοῦ λόγου δυνάμει καὶ τῇ τοῦ πνεύματος χάριτι δραστικὸς ὢν καὶ ἀνυσιμώτατος. Κἀκείνου δὲ πρὸς Κύριον ἐκδημήσαντος καὶ τὴν μακαρίαν ἐκείνην λῆξιν, Ὀρσίσιος μόνος ὑπολειφθεὶς ἐπὶ πολὺν χρόνον τῶν ἀδελφῶν ἐξηγήσατο· καὶ οὕτω κἀκεῖνος μετὰ τῶν πατέρων αὐτοῦ ἀνεπαύσατο.

71. Τοιοῦτος ὁ τοῦ μεγάλου Παχωμίου βίος ἡμῖν παραδέδοται ὑπὸ πάντων τῶν τὰ ἐκείνου καὶ ἐγγράφως καὶ ἀγράφως ἀκριβωσαμένων. Ἔξεστι δὲ καὶ ἀπὸ τῶν μνημονευθέντων ἐνταῦθα ὀλίγων τὴν ὅλην τοῦ ἀνδρὸς χαρακτηρίσαι πολιτείαν καὶ ἄσκησιν· πάντα γὰρ τὰ ἐκείνου λέγω ἀγωνίσματα καὶ διδάγματα καὶ τοῦ μοναδικοῦ καὶ ἀγγελικοῦ βίου ὑποτυπώματα καὶ αὐτὰ τὰ θαυματουργήματα συντάξασθαι καὶ ἀναγράψασθαι, καὶ χρόνου καὶ ἔργου πολλοῦ καὶ πόνου μάλα συχνοῦ. Ἀρκεῖ δὲ ταῦτα τοῖς φιλαρέτοις εἰς μίμησιν καὶ ὠφέλειαν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει πᾶσα τιμὴ καὶ δόξα, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.