Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Καταγωγή, νεανικά χρόνια και μεταστροφή του Παχωμίου

Περιγραφή της καταγωγής του αγίου, της στρατιωτικής του θητείας, της πρώτης του επαφής με τον Χριστιανισμό, της βάπτισής του και των θείων οραμάτων που καθόρισαν την πορεία του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 11

3. Ἡ μὲν οὖν ἐνεγκοῦσα τοῦτον καὶ θρεψαμένη Θηβαῒς ὑπῆρχεν ἡ ἐν Αἰγύπτῳ· γονεῖς δὲ αὐτῷ ἕλληνες τὴν θρησκείαν καὶ τοῖς εἰδώλοις προστετηκότες· φύεται δὲ ἄρα καὶ τὸ ῥόδον ἐξ ἀκανθῶν, ἐκ τῶν ἀχρήστων τὸ εὔχρηστον καὶ τῶν ἀνόδμων τὸ εὐωδέστατον.

Ἔτι δὲ παιδὸς ὄντος αὐτοῦ καὶ ὑπὸ τοῖς γονεῦσιν ἀναγομένου καὶ τῇ πατρῴᾳ δεισιδαιμονίᾳ καὶ πλάνῃ, ὡς τὸ εἰκός, ἑπομένου κατὰ ἄγνοιαν τοῦ βελτίονος, ἡ τῆς ψυχῆς γαλήνη καὶ τὸ τῆς γνώμης εὐθὺ καὶ πρὸς ἀρετὴν εὐφυὲς οὐ μετρίως διεφαίνετο τοῖς ὀξύτερον διορᾶν δυναμένοις καὶ τῆς ψυχῆς ἀνιχνεύειν τὰ ἀπόρρητα καὶ κρυπτόμενα.

Ἀμέλει καὶ τῶν γονέων αὐτοῦ ποτε πρὸς εἰδωλεῖόν τι ἐπιφοιτησάντων, ὥστε τὰς εἰωθυίας τοῖς δαίμοσι θυσίας προσενεγκεῖν, συνείπετο μὲν αὐτοῖς καὶ ὁ παῖς, ὁ μετὰ ταῦτα μέγας πατὴρ οὑτοσί, καὶ πρὸς τὸ ἀνίερον ἱερὸν ἐπορεύετο. Ἐπεὶ δὲ πλησιάσειε ταῖς θύραις, ἐκεῖσέ που παρεστὼς ὁ τῶν ἐν αὐτῷ δαιμόνων θεραπευτὴς καὶ τοῦτον προσιόντα μετὰ τῶν αὐτοῦ γεννητόρων ἰδὼν ἀνακέκραγεν εὐθὺς ἐμμανῶς, διακονούμενος πάντως τῷ ἐμπνέοντι αὐτῷ δαιμονίῳ. «Τὸν ἔχθιστον τοῦτον τοῖς θεοῖς οὐ δέον προσιέναι τῷ ναῷ, ἀλλ’ ἀποδιωκτέον ἐντεῦθεν.» Ἄλλοτε δὲ πάλιν τῶν τοκέων αὐτοῦ ἀπὸ τοῦ οἴνου τοῦ τοῖς δαίμοσιν ἐσπεισμένου ἐγχεάντων αὐτῷ, ἐκπέπωκε μέν, παραχρῆμα δὲ ὅλον ἐξεμήμεκε.

4. Ταῦτα δὲ αὐτὸς ἐκεῖνος χρόνῳ ὕστερον διηγεῖτο, μοναχὸς ἤδη γενόμενος καὶ τῶν κατὰ τὴν παιδικὴν ἡλικίαν γεγονότων αὐτῷ τὴν μνήμην ἀνανεούμενος. Ἐφ’ οἷς καὶ ταῦτα προσετίθει, παρεγγυώμενος ὁμοῦ καὶ διδάσκων μήτι νομίζειν τὸ προορατικὸν χάρισμα καὶ τοῖς δαίμοσιν ἐνυπάρχειν κἀκ τούτου προλέγειν πολλάκις τὰ μέλλοντα γίνεσθαι· σὺν γὰρ τοῖς ἄλλοις ἀγαθοῖς καὶ τούτου αὐτοὺς ἀποστερηθῆναι μετὰ τὴν ἄνωθεν ἔκπτωσιν τοῦ χαρίσματος· δεινοὺς δὲ ὄντας ἦθος ψυχῆς ἀνθρωπίνης εὐθὺς ἐκ παιδὸς ἀνιχνεύειν καὶ διορᾶν καὶ τὴν ἐφ’ ἑκάτερα ταύτης ῥοπήν, εἴτε τὰ καλὰ εἴτε τὰ φαῦλα, ἐκ τῶν πρώτων κατανοεῖν κινημάτων καὶ διαθέσεων, εἰκὸς ἐντεῦθεν τεκμαίρεσθαι ποία τις ἔσται τῷ χρόνῳ συμπροϊοῦσα καὶ ποῖ προβήσεται τελευτῶσα· ψυχὴν μὲν γὰρ ἅπασαν ἁπλῆν ἐξ ἀρχῆς ὑπὸ Θεοῦ διαπεπλάσθαι καὶ ἀγαθήν· τῆς δὲ τῶν οἰκείων αὐτῇ καὶ τῶν ἐναντίων προκειμένης αἱρέσεως, ἐφ’ ὁπότερα τὴν γνώμην ἔχει καὶ τὴν διάθεσιν ῥέπουσαν, ταῦτα καὶ προαιρεῖσθαι αὐτὴν καὶ τούτοις συνήδεσθαι· «Οὐδὲν οὖν, φησί, θαυμαστὸν τούτους καὶ περὶ ἐμοῦ τῷ στοχασμῷ προκαταλαβεῖν τὸ ἐσόμενον, καὶ ὅτι χριστιανὸς γενήσομαι πάντως εἰκασμῷ συνιδεῖν, τὸ τῆς ψυχῆς ἦθος κατανοήσαντας εὐθὺς ἐξ ἀρχῆς ἄπλαστον ὂν καὶ ἀτεχνῶς μισοπόνηρον.»

Ταῦτα μὲν ὁ ἅγιος ἔλεγε διηγησάμενος ἑαυτοῦ τὸ ἐκ παιδὸς ἔτι πρὸς τὸ τῶν δαιμόνων φῦλον ἐπιεικῶς ἄσπονδον καὶ πολέμιον· ἡμῖν δὲ ὁ λόγος ἀναλαβέτω πάλιν τὸν εἱρμὸν τῆς κατ’ αὐτὸν διηγήσεως καὶ δηλούτω τὴν πρόφασιν καὶ ἀρχὴν τῆς πρὸς τὰ κρείττονα καὶ θειότερα μεταβολῆς ἐκείνου καὶ μεταθέσεως.

5. Ἐπεὶ γὰρ εἰς ἀνδρὸς ἡλικίαν ἀναβεβήκει ὁ θαυμαστὸς Παχώμιος, τῇ στρατιωτικῇ τάξει συνηνέχθη τοῦτον καταλεγῆναι ἐξ αἰτίας τοιαύτης· τῷ μεγάλῳ καὶ χριστιανικωτάτῳ βασιλεῖ Κωνσταντίνῳ, ἄρτι τῶν σκήπτρων τοῦ κράτους ἐπιλαβομένῳ καὶ πρὸς τοὺς δυσσεβεῖς τυράννους τὰ ὅπλα κεκινηκότι, χρεία γέγονε καὶ νεοσυλλέκτου τινὸς στρατιᾶς. Καὶ διεφοίτων τὴν Αἴγυπτον οἱ τοὺς νέους καὶ εἰς τοῦτο ἐπιτηδείους ἐπιλεγόμενοι. Καθίσταται γοῦν καὶ ὁ θεῖος οὗτος ἀνὴρ εἷς τῶν τηρώνων, διὰ σωματικὴν εὐεξίαν καὶ ῥώμην εἰς τούτους καταλεγείς· εἰκοστὸν γάρ που ἔτος ἦγε τὸ τηνικαῦτα τῆς ἡλικίας, ὡς αὐτὸς ἐκεῖνος διεβεβαιοῦτο.

Ἐπεὶ δὲ οἱ νεόλεκτοι οὗτοι διὰ θαλάσσης ἀγόμενοι ἀθρόοι εἴς τινα πόλιν τῶν Θηβῶν κατῆραν, ὑπὸ φυλακὴν αὐτοὺς οἱ ἄγοντες ἐποιήσαντο, ὥστε μή τινας αὐτῶν ἐν τῷ μεταξὺ ἀποδρᾶναι· ὀψὲ δὲ τῆς ἡμέρας τῶν τινες χριστιανῶν ἐκεῖσε παρατυχόντες καὶ τοὺς πεφυλαγμένους ἰδόντες ἐστενοχωρημένους, οἷα εἰκὸς ἐπὶ ξένης καὶ κακουχουμένους καὶ τῶν ἀναγκαίων δεομένους, καὶ τούτους οἰκτισάμενοι, εὐμενῶς τε προσῄεσαν αὐτοῖς καὶ τροφὰς ἱκανὰς ἀπεκόμισαν καὶ ἄλλ’ ἅττα, ὧν ἕκαστος ἐκείνων δηλαδὴ χρῄζων ἐτύγχανεν· ἤδη γὰρ καὶ πρὸς τὸν ἀπόπλουν ἡτοιμάζοντο.

Τότε δὴ ὁ Παχώμιος θαυμάσας τὸ φίλοικτον καὶ μεταδοτικὸν τῶν ἀνδρῶν, ἤρετο τοὺς παρόντας, τίνες ποτὲ εἶεν οἱ πρὸς τὰς εὐποιΐας οὕτως ἑτοιμότατοι καὶ αὐθόρμητοι· μαθὼν δὲ ὅτι χριστιανοί, ἐπανήρετο πάλιν, οἱ δὲ χριστιανοὶ πόθεν λέγοιντο· καὶ ἤκουε παρὰ τῶν ἐρωτωμένων, ὅτι ἀπὸ τῆς οἰκείας αὐτῶν ὀνομάζονται θρησκείας· πιστεύοντες γὰρ εἰς τὸν Χριστόν, τὸ ἐκείνου φέρουσιν ὄνομα· πᾶν δὲ ἀγαθὸν πρὸς πάντας ποιεῖν ἐκμανθάνουσι, πολλαπλασίονας ἐλπίζοντες τὰς τῆς εὐποιΐας ἀμοιβὰς παρὰ Θεοῦ κομιεῖσθαι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα· ταμιεύεσθαι γὰρ ὑπ’ αὐτοῦ ἑκάστῳ τῶν ἀνθρώπων μετὰ τὸν θάνατον τὰς ἀξίας ἀνταποδόσεις τῶν πεπραγμένων κατὰ τὸν βίον.

6. Ταῦτα τῷ Παχωμίῳ οἷον εἴ τι κέντρον καὶ ἀρχὴ ὠδῖνος καὶ πόθου τοῦ πρὸς Θεὸν τὰ ῥήματα γίνεται· καὶ θαυμάζει μὲν τὸ τῆς χριστιανικῆς πίστεως μεγαλόψυχον, φωτίζεται δὲ τὴν διάνοιαν· καὶ τὴν καρδίαν πυρωθεὶς καὶ ἀγαλλιαθεὶς τῷ πνεύματι, ἀναχωρεῖ κατ’ ἰδίαν εἰς τὸ τῆς φυλακῆς ἡσυχέστερον· καὶ καθ’ ἑαυτὸν γενόμενος, εἰς οὐρανὸν τὰς χεῖρας ἐξέτεινε καὶ οὕτως ηὔξατο πρὸς ὃν οὔπω ἐγνώκει Θεόν· «Κύριε, ὁ οὐρανοῦ καὶ γῆς ποιητής, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ἐμὴν ταπείνωσιν καὶ δωρήσῃ μοι τὴν τῆς σῆς σοφίας καὶ θεότητος ἐπίγνωσιν, ἐξέλῃ δέ με καὶ τῆς παρούσης ὀδύνης καὶ περιστάσεως, σὸς γενήσομαι ὅλος, σοὶ στρατευθήσομαι, τῷ σῷ στοιχήσω διὰ βίου παντὸς βουλήματι καὶ προστάγματι, τὰς σὰς φυλάξω ἕως τέλους ἐντολάς.» 7. Ταῦτα εὐξάμενος, ἐπειδὴ ὁ καιρὸς ἐκάλει ἀπᾶραι τούτους ἐκεῖθεν, ἐμβὰς μετὰ τῶν συστρατιωτῶν ἀνέπλεεν. Ὅτε δὲ καταίροιεν ἐν τῷ μεταξὺ εἰς πόλεις τινάς, τῶν ἄλλων πάντων τοῖς ἐγχωρίοις ἀναμιγνυμένων καὶ ἀτάκτως ἀναστρεφομένων καὶ πρὸς τὰς σωματικὰς ἡδονὰς καταφερομένων, ἐκεῖνος οὔμενουν αὐτοῖς συνυπήγετο, ἀλλὰ προσέχων ἦν διὰ παντὸς ἑαυτῷ, μήτε ὑπείκων τοῖς ἐφελκομένοις τοῦτον ἐπὶ τὰ αἰσχρά, μήτε τῶν τωθαζόντων αὐτὸν διὰ τοῦτο ἐπιστρεφόμενος· σφόδρα γὰρ ἐξ ἔτι νέας τῆς ἡλικίας τὴν ἁγνείαν ἐφίλει καὶ μετεδίωκεν.

Ἀμέλει καὶ ὁ Θεὸς ἐπήκοος γίνεται τῆς αὐτοῦ προσευχῆς, ἣν ἐν τῇ φυλακῇ ὢν ὁ μακάριος ἐποιήσατο.

Καὶ φθάνει μὲν ὁ αὐτοκράτωρ Κωνσταντῖνος τὰς τυραννίδας καταστρεψάμενος· ἀπολύονται δὲ οἱ τήρωνες τῆς ἐκστρατείας ἀπὸ προστάγματος, ἐπειδὴ οὐκέτι ἐζήτει αὐτοὺς ἡ χρεία. Τῷ γοῦν Παχωμίῳ, ἀνεθέντι λοιπὸν τοῦ τῆς στρατείας δεσμοῦ, περιστερᾶς αὐτίκα φύονται πτέρυγες, καὶ τάχει πολλῷ ἐπάνεισιν εἰς τὴν Αἴγυπτον· ἐκεῖσε δὲ γενόμενος οἰκίαν μὲν πατρῴαν καὶ θρησκείαν χαίρειν ἐᾷ, μηδὲ τοὺς γονεῖς ἰδεῖν ἀνασχόμενος· φυγῇ δὲ φεύγων τὸν κόσμον εἰς τὴν ἄνω Θηβαΐδα μετανίσταται, καὶ εἰς κώμην παραβάλλει τινὰ ᾗ κλῆσις τὰ Χηνοβόσκια· ἐν ᾗ ἐκκλησίαν εὑρηκὼς κατ’ εὐδοκίαν Θεοῦ χριστιανικήν, τῷ ταύτης ἱερεῖ πρόσεισι μετὰ σπουδῆς καὶ ἀνακαλύπτει τὸν οἰκεῖον περὶ τὴν εὐσέβειαν πόθον καὶ τὴν πίστιν ὁμολογεῖ καὶ ζητεῖ τοῦ θείου ἀξιωθῆναι βαπτίσματος· καὶ ἀποδεχθεὶς τῆς ἀγαθῆς προαιρέσεως εὐθὺς προτελεῖται τὰ εἰωθότα καὶ τὸ θεῖον ὑποδέχεται φώτισμα.

Κατὰ δὲ τὴν νύκτα ἐκείνην τὴν μετὰ τὸ ἅγιον λουτρὸν ὄψιν καθ’ ὕπνους ὁρᾷ θεόπεμπτον ἀληθῶς καὶ προμηνύουσαν φανερῶς τὴν μέλλουσαν ἐν τῇ γῇ παρὰ τῆς ἄνωθεν χάριτος καταβληθῆναι δι’ αὐτοῦ καὶ συστῆναι κατάστασιν τοῦ μοναχικοῦ βίου, συνεστηκυῖαν μὲν τῇ στερεότητι τῆς ἀσκήσεως, γλυκεῖαν δὲ τῇ ἐλπίδι τῶν ἀμοιβῶν καὶ τῇ ἐλλάμψει τῆς θείας γνώσεως· ἔδοξε γὰρ ἑαυτὸν δρόσῳ πολλῇ οὐρανόθεν καταψεκάζεσθαι, ταύτην δὲ τῇ δεξιᾷ τῶν χειρῶν αὐτοῦ συναχθεῖσαν μὴ διαρρεῖν ἀπ’ αὐτῆς, ἀλλ’ ἐπισυνίστασθαι καὶ εἰς μέλι συμπήγνυσθαι, καὶ τέλος κατὰ γῆς ἐκεῖνο πεσεῖν τὸ μελίπηκτον, καὶ φωνὴν αὐτῷ ἐξ ὕψους αὐτίκα συνεισπεσεῖν λέγουσαν· «Παχώμιε, σύνες τὸ ὁραθέν· ἀποβήσεται γάρ σοι τὸ ὅραμα καὶ εἰς ἔργον μετέπειτα.» 8. Ἐντεῦθεν ἐπὶ πλέον τῷ θείῳ ἔρωτι κατασχεθεὶς τὸν μοναχικὸν ᾑρετίσατο βίον καὶ τούτου μάλιστα τὸν ἀναχωρητικὸν καὶ ἡσύχιον. Ἀκηκοὼς δὲ Παλάμωνα τὸν γενναῖον ἐν αὐτῷ διαπρέπειν, καταλαμβάνει τε τοῦτον ὡς εἶχε τάχους καὶ τῇ κέλλῃ αὐτοῦ παραστὰς ἔκοπτε τὴν θύραν. Καὶ ὁ γέρων ἀνοίξας λέγει αὐτῷ αὐστηρῶς οὑτωσὶ καὶ ἀποτόμως· «Τί θέλεις, ἄνθρωπε; τίνα ζητεῖς;» (Ποιεῖ γὰρ καὶ ἄλλως τὸ τοῦ ἀνθρώπου ἦθος σκληρότερον ἡ χρονία μόνωσις.) Ὁ δὲ Παχώμιος μεθ’ ὑποστολῆς ἀπεκρίνατο· «Ἀπέστειλέ με, ὦ πάτερ, πρὸς σὲ ὁ Θεός, ἵνα καταστήσῃς με μοναχόν· τούτου γὰρ τοῦ σχήματος σφόδρα ἐφίεμαι.»