Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Σχέσεις με την Εκκλησία και ίδρυση γυναικείας μονής

Η στάση του Παχωμίου έναντι των αιρετικών και η συνάντησή του με τον Μέγα Αθανάσιο, καθώς και η ίδρυση και λειτουργία του γυναικείου κοινοβίου υπό την επίβλεψη του γέροντα Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 11

36. Ἀθανασίου δὲ τοῦ μεγάλου κατ’ ἐκεῖνο καιροῦ τοὺς ἀρχιερατικοὺς οἴακας τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας ἐγκεχειρισμένου, εἴς τε τὴν ἄνω Θηβαΐδα καὶ μέχρι Συήνης αὐτῆς κατ’ ἐπισκοπὴν τῶν ἐκκλησιῶν ὡρμημένου καὶ διαπλέοντος τὴν Ταβέννησιν, συνεξῆλθεν ὁ μέγας ἅμα πᾶσι τοῖς ἀμφ’ αὐτὸν ἀδελφοῖς εἰς τὴν ἐκείνου ὑπάντησιν καὶ δεξίωσιν, εὐχῶν τε τῶν ἐκείνου καὶ τῆς εὐλογίας μετάληψιν, ἐν ἀγαλλιάσει καρδίας καὶ ψαλμικοῖς ᾄσμασιν. Αἰσθόμενος δὲ ὅτι μεγαλυνθείη παρ’ αὐτῷ ὑπὸ τοῦ ἐπισκόπου Τεντύρων—τῆς γὰρ ἐκείνου ἐνορίας ἡ Ταβέννησις ἦν, κἀκ τούτου συνήθη καὶ γνώριμον ἐκέκτητο τὸν Παχώμιον καὶ ἀξίως τῆς ἀρετῆς αὐτοῦ ᾐδεῖτο καὶ ἐτίμα τὸν ἄνδρα, ὡς καὶ ἐκκλησίαν χάριν τῶν ἐκεῖσε διατριβόντων ποιμένων κατασκευάσαι διὰ τὴν τούτου ἀξίωσιν—καὶ ὡς ἀπὸ τῆς τοῦ ἐπισκόπου μαρτυρίας καὶ συστάσεως ζητοίη τοῦτον ὁ μέγας ἀρχιερεὺς πατέρα καὶ πρεσβύτερον καταστῆσαι τῶν κατὰ τὴν ἐνορίαν αὐτοῦ μοναχῶν, ἀπέκρυψεν ἑαυτὸν ἀναμίξας τῇ τοῦ πλήθους κοινότητι, ἕως ἐκεῖνος παρέλθοι. Πλὴν καὶ μὴ εἰς ὁμιλίαν τῷ περιωνύμῳ τούτῳ ἀρχιποίμενι καταστάς, ἀλλὰ διὰ τῆς θαλάσσης μόνον παραπλέοντα κατιδών, καὶ ἀκοῇ δὲ μανθάνων τὰ κατ’ αὐτὸν καὶ ὅσους ὑπὲρ εὐσεβείας καὶ τοῦ ὀρθοῦ λόγου ἀγῶνας πρὸς τοὺς αἱρετικοὺς καὶ κινδύνους ἀνέτλη, ἔχαιρεν αὐτῷ ἐσταμάλιστα, ὅσον ἐμίσει τοὺς περὶ τὸν Ἄρειον καὶ Ὠριγένην.

37. Τούτῳ γὰρ καὶ διαφερόντως ἀπηχθάνετο, ὅτι τοῖς δοκοῦσιν ἐκκλησιαστικοῖς τε καὶ ὀρθοῖς τὰ αἱρετικὰ δόγματα συγκεράσας οἷόν τι δηλητήριον φαρμάκῳ χρηστῷ, πολλοῖς ἀπώλειαν δι’ αὐτῶν προξενεῖ. Ἀμέλει καὶ παρῄνει τοῖς ἀδελφοῖς μηδὲ ἄχρι καὶ ψιλῆς ἀκοῆς τῶν ὑπ’ ἐκείνου τι λεγομένων προσίεσθαι. Καί ποτε βιβλίον εὑρὼν ἐκείνου κατὰ τοῦ ὕδατος βάψας διέφθειρεν, εἰπὼν ὡς, εἰ μὴ τὸ τοῦ Θεοῦ ὄνομα εἶχεν ἐγγεγραμμένον, κἂν εἰς πῦρ ἐμβαλὼν κατακαύσειε τὰς ἐν αὐτῷ βλασφημίας καὶ φλυαρίας.

Καὶ πρὸς μὲν τοὺς αἱρετικοὺς οὕτως ἀποστρόφως διέκειτο· ἐκάκιζε δὲ οὐδὲν ἧττον καὶ πᾶσαν διαβολὴν κατὰ ἀδελφοῦ γινομένην· «Οὐδείς, λέγων, ἀγαθὸς προφέρει τι πονηρὸν ἐν οἱῳδήποτε τρόπῳ καὶ μάλιστα κατὰ πατέρων ἁγίων ἢ ἀδελφῶν.» Οὕτω δὲ λίαν ἡδὺς καὶ ὠφέλιμος τοῖς ἐντυγχάνουσιν ἦν, ὡς τὸν ἅπαξ τούτῳ καταστάντα εἰς ὁμιλίαν μηκέτι αὐτοῦ ἐθέλειν χωρίζεσθαι μηδ’ ἐπὶ βραχύ.

38. Τῆς δὲ ἀδελφῆς αὐτοῦ παραβαλούσης ἐκεῖσε κατὰ τὴν περὶ αὐτοῦ φήμην, ἰδεῖν μὲν αὐτὴν οὐκ ἠνέσχετο· διὰ δὲ τοῦ θυρωροῦ τῆς μονῆς δηλοῖ αὐτῇ ταῦτα· «Μὴ λυποῦ ὅτι οὐ τεθέασαί με· ἰδοὺ γὰρ μεμάθηκας ὅτι ζῶ. Ἀλλ’ εἰ βούλει καὶ σὺ τοῦ ἁγίου τούτου βίου καὶ σχήματος μετασχεῖν, γενήσεταί σοι ἐνταῦθά που πλησίον μονή. Καὶ ἴσως ὁ Κύριος καὶ ἄλλας καλέσει πρὸς τὸ συνεῖναι καὶ συμμονάζειν σοι. Οὐδεμία γὰρ ἀνθρώπῳ σωτηρίας ἐλπὶς ἐν τῷ κόσμῳ, εἰ μὴ ποιήσει τὸ ἀγαθὸν πρὶν ἐξέλθοι τοῦ σώματος· ἕκαστον γὰρ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν κρίσις ἐκεῖθεν ἀναμένει καὶ ἀνταπόδοσις τῶν ἐνταῦθα βεβιωμένων.» Ὡς οὖν ἤκουσεν αὕτη ἐκεῖνα, εἰς δάκρυά τε ὑπηνέχθη, καὶ ταχὺ μάλιστα πρὸς τὸν μοναχικὸν βίον ἀπέκλινε. Καὶ γίνεται αὐτῇ μοναστήριον ἐν τῇ κώμῃ οὐ πολὺ ἀπέχον τοῦ μεγάλου μοναστηρίου· ἐν ᾧ ἀσκουμένης αὐτῆς μάλα προθύμως, καὶ ἄλλαι προσῆλθον οὐκ εἰς μακρὰν τὴν αὐτὴν ἐπαναιρούμεναι ἄσκησιν, εἶτα καὶ ἄλλαι καὶ ἄλλαι· καὶ οὕτω πολλῶν πάνυ γεγονυιῶν, μήτηρ αὐτῶν ἐκείνη κατέστη. Καὶ ὁ μέγας Πέτρον τινὰ τῶν ἐν τῇ μονῇ ὅτι μάλιστα εὐλαβῆ καὶ τῇ ἡλικίᾳ προήκοντα ἔταξεν ἐπ’ αὐτάς.

Ἦν γὰρ καὶ ὁ λόγος ἐκείνου ἅλατι, φασίν, ἠρτυμένος καὶ πρὸς διδασκαλίαν ἡδύς, καὶ τὸ ἦθος σεμνότητος οὐκ ἀλλότριον. Διὰ τούτου τοιγαροῦν τοῦ καθηγητοῦ καὶ τοὺς τῆς μονῆς κανόνας ὁ μέγας πατὴρ αὐταῖς παραδίδωσιν. Εἴ ποτε δέ τις τῶν ἀδελφῶν συγγενῆ τινα ἑαυτοῦ τῶν μοναζουσῶν ἰδεῖν βουληθείη, ἀπεστέλλετο πρὸς τὸν Πέτρον· ὁ δὲ τῇ ἀδελφῇ τοῦ μεγάλου ἀνέφερε περὶ τούτου· καὶ οὕτω κατὰ γνώμην ἐκείνης ἐπεσκέπτετο τὴν προσήκουσαν αὐτῷ κατὰ γένος ὁ ἀδελφός, συμπαρούσης αὐτοῖς καὶ ἄλλης τινὸς τῶν ἐντιμοτέρων γυναικῶν, ὥστε τὰς τοιαύτας ἐντεύξεις κατὰ τὴν ἁρμόζουσαν ἀκρίβειαν καὶ παρατήρησιν γίνεσθαι.

Εἰ δέ τις τούτων τῶν μοναζουσῶν ἀποβιῴη, σινδόνι μὲν τὸ ταύτης σῶμα περιεστέλλετο καὶ προὐτίθετο ἐν τῇ αὐλῇ τῆς τούτων μονῆς. Ἀπεστέλλοντο δὲ ἀδελφοὶ ἀπὸ τῆς μονῆς τοῦ μεγάλου πατρός, οἳ καὶ ὑπὸ τὴν στοὰν ἑστῶτες μάλα σεμνῶς, τῶν γυναικῶν κατὰ τὸ ἀντικρὺ μέρος ἑστηκυιῶν, οὐκ ὀλίγον ἀπέχοντος τοῦ θατέρου, τὴν διὰ τῶν ψαλμῶν ὁσίαν τὰ πρῶτα, εἶτα καὶ τὴν διὰ τῆς ταφῆς ἀπεδίδουν αὐτῇ, εἰς τὸ ὄρος τὸ ταύτης σῶμα ἐπὶ ἁμάξης ἀνακομίζοντες μετὰ τῶν συνήθων ψαλμῳδιῶν, ἐν ᾧ ἦσαν αὐτοῖς αἱ ταφαί, τῶν γυναικῶν ὄπισθεν ἑπομένων καὶ ψαλλουσῶν καὶ αὐτῶν. Καὶ τοῦτο μὲν οὕτως εἰώθει γίνεσθαι· ηὐξήθη δὲ ὁ τῶν μοναζουσῶν ἀριθμὸς ἕως τετρακοσίων, τὸν αὐτὸν τύπον τῆς ἀσκήσεως καὶ αὐτῶν ἐχουσῶν, ὃν καὶ οἱ τοῦ μεγάλου μοναστηρίου μοναχοί, δίχα τῆς μηλωτῆς.

39. Συνέβη δέ ποτε ἐν τῷ γυναικείῳ τούτῳ μοναστηρίῳ πρᾶγμα τοιοῦτον· τῶν κοσμικῶν τις, ῥάπτης τὴν τέχνην, παραβαλὼν ἐκεῖσέ ποτε, εἱστήκει ἐκτός, μαθεῖν δεόμενος εἰ χρεία τις αὐτοῦ τῆς τέχνης ἐν ταῖς μοναζούσαις. Ἐξελθοῦσα δὲ νεωτέρα τις τῶν παρθένων κατὰ χρείαν ἰδίαν, περιτυγχάνει τε ἀκουσίως αὐτῷ· καὶ μαθοῦσα ἐφ’ ᾧ πάρεστι, κεκτῆσθαι τὴν μονὴν ἔφη ῥάπτας ἰδίους καὶ μὴ χρῄζειν αὐτοῦ. Τοῦτο δὲ δῆλον ἐγένετο τυχαίως καὶ ἄλλῃ τινὶ τῶν μοναζουσῶν. Συμβὰν δὲ μετὰ ταῦτα διαφοράν τινα μεταξὺ τούτων ἐξ ἐπηρείας δαιμονικῆς, εἶτα καὶ φιλονεικίαν γενέσθαι νεανικήν, συκοφαντεῖ τὴν παρθένον ἡ ἑτέρα, τὴν πρὸς τὸν ῥάπτην συντυχίαν ἐπὶ πάσης τῆς ἀδελφότητος προφέρουσα κατ’ αὐτῆς ὡς ἐπὶ αἰσχρῷ τινι γεγονυῖαν. Ὁ δὲ λόγος οὗτος ταῖς μὲν ψευδὴς ἔδοξε, ταῖς δὲ ἀληθής, οἷα φιλεῖ ἐπὶ τῶν λεγομένων ἀφανῶς. Ἡ οὖν συκοφαντηθεῖσα, σφόδρα δηχθεῖσα τὴν καρδίαν καὶ μὴ ἐνεγκοῦσα μηδὲ τὸ ψευδὲς τῆς ῥυπαρᾶς κατηγορίας, ἐξελθοῦσα λαθραίως εἰς τὸν ποταμὸν ἔρριψεν ἑαυτὴν καὶ οὕτω τὸν βίον κατέστρεψεν. Ὅπερ γνοῦσα ἡ συκοφαντήσασα καὶ συνεῖσα ὡς αὕτη γένοιτο τῇ παρθένῳ τῆς ἀδίκου ἀπωλείας αἰτία, δέον διὰ μετανοίας καὶ ἐξαγορεύσεως καὶ δακρύων καὶ στεναγμῶν τὸ πταῖσμα ἰάσασθαι· ἡ δὲ εἰς ἀπόγνωσιν, φεῦ, ἐμπίπτει καὶ τὴν αὐτὴν τῇ συκοφαντηθείσῃ ὀλιγοψυχίαν σχοῦσα ἡ ἀθλία βρόχων ἁψαμένη ἐκ τοῦ εὐθέος ἀπήγξατο.

Τούτων δὲ εἰς ἀκοὰς ἐλθόντων τῷ μεγάλῳ πατρί, ἐκεῖνος καὶ ἀμφοτέρων τῶν ἑαυτὰς διαχειρισαμένων καταγνούς, μηδετέρας μὲν τούτων προσφορὰν ἐπιτελεσθῆναι ἐκέλευσε· τὰς δὲ περιούσας πάσας, ὡς μὴ δι’ ἐρεύνης τὸ πρᾶγμα θεμένας τῆς προσηκούσης, ἀλλὰ προχείρως οὕτω καὶ ἀβασανίστως ὑπαχθείσας τῇ συκοφαντίᾳ τῆς ἀδελφῆς, ἐπὶ ἑπτὰ ἔτη τῆς κοινωνίας ἀπεῖρξε.