Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (τέταρτος)

Παχώμιος ὁ Μέγας

Ποιμαντική μέριμνα, ιάσεις και πνευματική διδασκαλία

Θαυματουργικές ιάσεις ασθενών και δαιμονιζομένων από τον άγιο, αντιμετώπιση κρουσμάτων απείθειας, και διδασκαλία περί της υπεροχής της πνευματικής θεραπείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 9 από 11

Ἦσάν τινες, πρὸ τοῦ τὸ κοινόβιον συστῆναι ὑπὸ τοῦ μεγάλου τούτου πατρός, τῷ σαρκικῷ στοιχοῦντες φρονήματι καὶ μὴ τῷ φόβῳ τοῦ Θεοῦ στοιχειούμενοι. Τούτους ἐπειδὴ πολλὰ πολλάκις νουθετῶν ὁ μέγας πατὴρ οὐκ ἔπειθεν, ἀλλὰ καὶ μᾶλλον ὑπ’ αὐτῶν ἐχλευάζετο, πόρρω που διαστὰς πρηνῆ τε κατέβαλεν ἑαυτὸν καὶ οὕτως ηὔξατο λέγων· «Ὁ Θεός, σὺ ἐνετείλω τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπᾶν· κατὰ γοῦν τὴν ἐντολήν σου ταύτην στέργων κἀγὼ τούτους τοὺς ἀδελφούς, ὑπὲρ αὐτῶν ἐντυγχάνω δεόμενος ἐπιβλέψαι σε ἐπ’ αὐτοὺς καὶ τοῦ σοῦ ἐλέους τούτους ἀξιῶσαι, κατάνυξίν τε καὶ θεῖον φόβον ταῖς τούτων ψυχαῖς ἐμβαλεῖν καὶ ἐπίγνωσιν τῆς κατὰ μοναχοὺς πολιτείας, ὅπως καὶ αὐτοὶ πρὸς σὲ ἀποβλέπωσι μόνον καὶ ἐν σοὶ τὰς ἐλπίδας ἔχωσι τῆς σωτηρίας ὁμοίως τοῖς λοιποῖς ἀδελφοῖς.» Ταῦτα εὐξάμενος παραδίδωσιν αὐτοῖς κανόνα περί τε τῆς συνάξεως καὶ τῶν λοιπῶν τῶν ἀνηκόντων τοῖς μοναχοῖς, ὡς ἐξ ἀνάγκης λοιπὸν οὕτω μονάζειν ὀφείλουσι, καίτοι θεόθεν ἅμα προγνοὺς ὡς οὐ στοιχήσουσι τῷ κανόνι οὔτε τὸ ἴδιον ἀρνήσονται θέλημα· ὃ δὴ καὶ εἰς τέλος ἐξέβη. Τὴν ὑπακοὴν γὰρ ἐκεῖνοι μὴ φέροντες ἐκ τῆς μονῆς ἐδραπέτευσαν. Οἱ λοιποὶ μέντοι, ὥσπερ ζιζανίων τινῶν ἐκ μέσου ἀρθέντων, ηὐξάνοντό τε καὶ καρποὺς ἐπηγγέλλοντο ἀρετῆς κατὰ λήϊον ἁδρυνόμενοι εἰς στάχυας.

46. Ἐπέλιπε δέ ποτε σῖτος αὐτοῖς, ἐπειδὴ ὅσα ἐκ τῶν ἐργοχείρων ἐπορίζοντο, εἰς ἐλεημοσύνας ἀνήλισκον. Ὡς οὖν οὐδὲν ἦν ἕτερον παρ’ αὐτοῖς, δύο στρώματα ἐκέλευσεν ἀποδόσθαι, ἅπερ τις αὐτόθι μονάσαι βουλόμενος ἤνεγκεν, ἵνα διὰ τοῦ τιμήματος τούτων σῖτος ἀγορασθείη. Μετὰ δὲ τὴν ἐπιοῦσαν νύκτα, ἧκέ τις εἰς τὴν μονὴν ὀρθριαίτερον, σίτου τοῖς μοναχοῖς χορηγίαν ἐπαγγελλόμενος· ἔφη γὰρ ὡς εἰς τὴν τῶν μετάλλων ἐμπεσὼν τιμωρίαν, εὔξαιτο διάδοσιν σίτου τοῖς πένησιν ὑπὲρ τῆς ἑαυτοῦ ποιήσασθαι σωτηρίας, κελευσθείη δὲ δι’ ὀνείρατος τοῖς μοναχοῖς τούτοις ἐπιδοῦναι τὸν σῖτον, ὡς ἀνθρώποις τοῦ Θεοῦ καὶ χρείαν ἔχουσι τούτου νυνί· «Ἀποστείλαντες οὖν διακομίσατε τοῦτον.» Οὗ δὴ γενομένου, αὐτίκα ἐπῄει θαυμάσαι τοῖς ἀδελφοῖς τὴν ταχεῖαν οὕτω καὶ ἀπροσδόκητον τοῦ Θεοῦ περὶ τοὺς οἰκείους δούλους πρόνοιαν καὶ ἀντίληψιν.

47. Ἦν δέ τις ὁμολογητὴς γεγονὼς ἐν τῷ τοῦ διωγμοῦ καιρῷ, Διονύσιος ὄνομα, οἰκονόμος τῆς ἐκκλησίας Τεντύρων, τά τε ἄλλα εὐλαβὴς ἀνὴρ καὶ ὅτι μάλιστα φίλος τῷ Παχωμίῳ. Οὗτος ἀκηκοὼς ὅτι μὴ συγχωροίη ὁ μέγας πατὴρ εἰς τὴν μονὴν εἰσιέναι τοὺς παραβάλλοντας ἐκεῖσε ξένους, ἀλλ’ ἰδιαζόντως ἀναπαύοιε τῷ πρὸς τῇ πύλῃ τῆς μονῆς κατεσκευασμένῳ ξενῶνι, οὐ μετρίως ἐλυπήθη.

Ἀμέλει καὶ πρὸς αὐτὸν εἰς Ταβέννησιν ἀφικόμενος, ἐμέμφετο τούτου χάριν τῷ ὁσίῳ. Ὁ δὲ πάνυ πράως ἀποκρινάμενος· «Οἶδεν ὁ Θεός, εἶπεν, ὅπερ οἶμαι μηδὲ τὴν σὴν ἀγάπην ἠγνοηκέναι, ὅτι οὐδέποτε λυπῆσαι ψυχὴν ἁπλῶς οἱουδήτινος ἠβουλήθην. Καὶ πῶς ἂν ἐτόλμησα λυπῆσαι τὸν Κύριον λέγοντα· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε,» ἐξουθενῶν τοὺς προσιόντας καὶ ἀλλοτριῶν τούτους τῶν ἀδελφῶν ὡς ἀναξίους; Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐδὲ διὰ τὴν τοιαύτην αἰτίαν ἰδιαζούσης τοὺς ξένους ἀξιοῦμεν διαγωγῆς. Ἀλλ’ ἐπειδὴ τοῦτο τὸ κοινόβιον καὶ νεοτελεῖς ἔχει μήπω εἰδότας τί ἐστι μοναχός, καὶ παιδία ἔτι ἀγνοοῦντα τὴν δεξιὰν αὐτῶν καὶ τὴν ἀριστερὰν καὶ διδασκαλίας δεόμενα καὶ μαθήσεως, τούτου χάριν οὐκ ἔκρινα δεῖν αὐτοῖς ἐπεισάγειν τοὺς ξένους· δειναὶ γὰρ αἱ τῶν θύραθεν ἐπιμιξίαι ἔθιμα συγχεῖν καὶ νόμιμα πάτρια. Ὅρα δὲ εἰ μὴ καὶ αὐτοῖς τοῦτο τοῖς ξενιζομένοις λυσιτελεῖ πρὸς τιμὴν ὁμοῦ καὶ ἀνάπαυσιν, οὓς ἐν μὲν τῷ καιρῷ τῆς συνάξεως συμπαραλαμβάνω πρὸς τὴν εὐχήν, μετὰ δὲ τοῦτο εἰς πρέποντα καὶ ἡσύχιον τόπον ἀπαγαγὼν θεραπεύω δεόντως, αὐτουργὸς γενόμενος τῆς ἐκείνων ὑπηρεσίας καὶ τὸν Ἀβραὰμ ἐν τούτῳ μιμούμενος κατὰ δύναμιν.» Ὑπὸ τούτων ὁ Διονύσιος τῶν λόγων πεισθεὶς αὖθις εἴχετο τῆς πρὸς τὸν μέγαν πατέρα φιλίας καὶ ὁμονοίας ὡς τὸ πρὸ τοῦ.

48. Τοῦτον δὲ τὸν Διονύσιον ἠξίωσέ τις γυνή, τῷ τῆς αἱμορροίας πάθει συνεχομένη, πρὸς ἑαυτὸν μεταστείλασθαι τὸν Παχώμιον, εἰδυῖα φίλον αὐτοῦ ὄντα. Ἐπίστευσε γάρ, ὡς ἔοικε, καὶ αὐτὴ καθάπερ ἡ ἐν τοῖς εὐαγγελίοις ἐκείνη, ὡς εἰ ἅψεται τούτου ὥσπερ τοῦ δεσποτικοῦ κρασπέδου ἐκείνη, τεύξεται πάντως καὶ αὐτὴ τῆς ἰάσεως. Καὶ δὴ μεταπεμφθεὶς ὑπὸ τοῦ Διονυσίου ὁ μέγας ὡς ἐπί τινι χρείᾳ ἑτέρᾳ, ἐκάθητο ἐν τῇ ἐκκλησίᾳ ἐκείνῳ προσομιλῶν· καὶ ἡ γυνὴ καιροῦ λαβομένη, ὄπισθεν αὐτοῦ ἠρέμα ἐπελθοῦσα, τοῦ κουκουλίου ἅπτεται ὃ ἐπὶ τῆς κεφαλῆς ἦν τοῦ ἁγίου, καὶ παραχρῆμα τὴν ἴασιν δέχεται.

49. Ἐροῦμεν δὲ καὶ μακροθυμίας ἐκείνου καὶ διακρίσεως θαῦμα οὐδὲν ἔλαττον. Ἔν τινι τῶν ἐγγὺς μοναστηρίων τῶν ὑπὸ τὴν μεγάλην μονήν, ἀδελφὸς ἦν ὃς τὸν τῆς μονῆς προεστῶτα ᾔτει τινὰ τάξιν μετὰ σπουδῆς· ὁ δὲ οὐκ ἐπένευσεν, ἀνάξιον αὐτὸν τῆς τοιαύτης τάξεως εἶναι νομίζων. Ὡς δὲ ἐκεῖνος ἐνέκειτο καὶ οὐκ ἀνίει διοχλῶν, ὁ προεστὼς βουλόμενος ἀποκρούσασθαι τοῦτον, ἐπὶ τὸν μέγαν πατέρα τὴν αἰτίαν μετέθετο, εἰπὼν ἐκεῖνον μὴ βουληθῆναι κατανεῦσαι εἰς τοῦτο, «ἐπειδή, φησίν, ἐκοινωσάμην τοῦτο αὐτῷ.» Τοῦτο δὲ εἶπεν οὐκ ἀληθεύων, ἀλλὰ τὴν σπουδαρχίαν ἐκείνου παῦσαι ζητῶν. Οὐ μὴν ἔπαυσεν· ἀλλὰ τοὐναντίον ὀργῆς ἐκεῖνος πλησθεὶς ἐπελάβετό τε αὐτοῦ καὶ εἷλκεν ὡς πρὸς τὸν μέγαν· «Δεῦρο, λέγων, ἀπίωμεν πρὸς ἐκεῖνον καὶ τὸ παρὰ σοῦ λεγόμενον σύστησον.» Καὶ ὁ μὲν ἄκων ἐπηκολούθει, ἀπορῶν καὶ δεδιὼς περὶ τοῦ συμβησομένου ἐντεῦθεν. Ὁ δὲ σπουδαρχῶν ἐκεῖνος, καταλαβὼν τὸν μέγαν οἰκοδομῇ τειχίου προσασχολούμενον μετὰ τῶν λοιπῶν ἀδελφῶν, ὃ τῇ μονῇ κύκλῳ περιεβάλλετο, παράφορος ὢν ὅλος ὑπὸ τοῦ θυμοῦ, ψεύστην τε ἀπεκάλει τὸν ὅσιον, καὶ καταβάντα θᾶττον ἐκέλευσεν εἰπεῖν τὴν αἰτίαν δι’ ἣν αὐτὸν τῆς ἐπιζητουμένης τάξεως κρίνει ἀνάξιον.

Τοῦ δὲ ἁγίου σιωπῶντος, ἔτι θρασύτερον ἐκεῖνος ἐμφραγῆναι τούτου τὸ στόμα ἔλεγε μὴ δυναμένου ἀπολογεῖσθαι, καὶ οὕτως ἀνέδην ψευδομένου τοῦ διορατικὸν τάχα λέγοντος ἑαυτόν, τῇ δὲ ἀληθείᾳ καὶ πάνυ πεπηρωμένου τὸ τῆς ψυχῆς ὀπτικόν. Ὡς δὲ οὐδὲ πρὸς ταῦτα ὅλως ἀπεκρίνατό τι ὁ ἀνεξίκακος, ἀλλ’ ἢ τοῦτο ἔλεγε μόνον· «Ἥμαρτον, συγχώρησόν μοι, τέκνον, παρακαλῶ· οὐπώποτε καὶ σὺ ὡς ἄνθρωπος ἐπλημμέλησας;» οὕτως μόλις ὁ τεθυμωμένος καὶ ὑβρίζων ἐπαύσατο.

Ὁ δὲ μέγας τὸ ἐν χερσὶν ἔργον αὐτίκα καταλιπών, ἀνηρώτα ἰδίᾳ τὸν προεστῶτα τῆς μονῆς, κλαίοντα καὶ συντετριμμένον ὁρῶν, τί ποτε εἴη τὸ παρὰ τοῦ μοναχοῦ προτεινόμενον. Ὁ δὲ πρὸς αὐτόν· «ᾜτει, φησίν, ἡμᾶς, πάτερ ἅγιε, οὗτος, πρᾶγμα ὑπὲρ τὴν αὐτοῦ ἀξίαν ὑπάρχον σαφῶς· ἐγὼ δὲ ἐπεὶ οὐχ οἷός τε ἤμην πείθειν αὐτὸν παραιτούμενος, οὐδὲ γὰρ ἠνείχετό μου τὸ σύνολον ἀπαναινόμενος, προφάσει πρὸς αὐτὸν ἐχρησάμην τῇ σῇ δῆθεν παραγγελίᾳ. Ἀλλ’ ἰδοὺ ὁ ἄφρων οὗτος οὐχ ὅπως ἐπαύσατο, ἀλλὰ καὶ προσέθετο μᾶλλον τοῖς ἰδίοις κακοῖς, σὲ τὸν ὅσιον οὕτω θρασέως καὶ ἀναιδῶς λοιδορήσας.» Ὁ δὲ ἅγιος, μεμψάμενος τοῦτον ὅτι μὴ πρὸς αὐτὸν τὸ πρᾶγμα ἀνήνεγκεν, ἐκέλευσε δοῦναι τῷ μοναχῷ τὸ σπουδαζόμενον αὐτῷ· «Ἐάν πως, φησί, τὴν ψυχὴν αὐτοῦ ἐντὸς ἀρκύων πεσοῦσαν τῷ τῶν ψυχῶν θηρευτῇ ἀποσπᾶσαί τε καὶ ἀναρρύσασθαι δυνηθείημεν· συμβαίνει γὰρ καὶ τὸν κακὸν πολλάκις εὐεργετούμενον ἀγαθύνεσθαί πως καὶ πρὸς τὸ βέλτιον μεταβάλλεσθαι· καὶ αὕτη ἐστὶν ἡ ἀγάπη τοῦ Θεοῦ τὸ συμπάσχειν ἀλλήλοις καὶ ὑπὲρ τῆς ἀλλήλων σωτηρίας πάντα ποιεῖν.» Γίνεται ταῦτα· καὶ τυχὼν ὁ μοναχὸς οὗ ἐπεθύμει, μαλάσσεται τὴν ψυχὴν καὶ πρὸς τὸν ἅγιον ἐπάνεισι μετὰ νήψεώς τε καὶ κατανύξεως πάνυ πολλῆς· καὶ τοῦτον περιπτυσσόμενος, ἄνθρωπόν τε τοῦ Θεοῦ ἀπεκάλει καὶ ὑπερυψωθῆναι τοῦτον ταῖς ἀρεταῖς ὡμολόγει.

Συνιέναι γὰρ ἔφη πῶς ἐξηττηθέντα δῆθεν τῆς αὐτοῦ κακίας καὶ ἀφροσύνης νικήσειεν ὡς ἀληθῶς τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι· «Εἰ γὰρ μὴ ἐμακροθύμησας, φησί, τότε ἐμοῦ φεισάμενος οὕτως ἀφραίνοντος, ἀλλ’ εἰπεῖν τι προήχθης πρός με σκληρότερον, ἀποστάτης ἂν ἐγενόμην τοῦ μοναχικοῦ ἀξιώματος καὶ ἀλλότριος τοῦ Θεοῦ· εὐλογητὸς οὖν, πάτερ, σὺ τῷ Θεῷ, ὅτι μοι διὰ σοῦ ἡ τῆς ψυχῆς σωτηρία περιεγένετο.» Τοῦτο μὲν οὖν τῆς τοῦ ἁγίου μακροθυμίας καὶ διακρίσεως τὸ θαῦμα καὶ ἀποτέλεσμα· ῥητέον δὲ καὶ τοῦ διορατικοῦ αὐτοῦ χαρίσματος ἔργον, ἅμα δὲ καὶ τῆς ἰαματικῆς αὐτοῦ δυνάμεως τὸ αὐτό. 50 Προσῆλθέ τις τῷ ἁγίῳ δεόμενος ἰάσασθαι τὴν αὐτοῦ θυγατέρα, ἐν ταῖς παρθένοις μὲν τεταγμένην, δαίμονι δὲ κάτοχον οὖσαν.

Ὁ δέ, ἐπεὶ οὐκ ἦν ἔθος αὐτῷ γυναιξὶν ὁμιλεῖν, ἓν τῶν ἱματίων αὐτῆς ἐκέλευσε πρὸς αὐτὸν εἰσαχθῆναι· εἰσαχθέντος δὲ προσβλέψας· «Οὐκ ἔστιν αὐτῆς, ἔφη, τουτὶ τὸ ἱμάτιον.» Τοῦ δὲ πατρὸς τῆς κόρης αὐτῆς εἶναι τοῦτο διαβεβαιουμένου· «Αὐτῆς μὲν εἶναι, εἶπεν ὁ ἅγιος, συντίθεμαι καὶ αὐτός· ἀλλ’ οὐ τηρεῖ τὴν ἁγνείαν, τῷ σχήματι μόνῳ παρθένος τυγχάνουσα· διὸ δὴ καὶ ἔφην ἐγὼ μὴ ἁρμόζειν αὐτῇ τὴν τῆς παρθενίας στολήν. Οὐ μὴν ἀλλ’ εἰ ὁμολογήσει τοῦ λοιποῦ φυλάττειν τὴν ἁγνείαν ἐνώπιον τοῦ Θεοῦ καὶ τῆς σῆς ἀκοῆς, τότε οἰκτειρήσας αὐτὴν ὁ Θεὸς πάντως ἰάσεται.» Τί τὸ ἐπὶ τούτοις; Ἀνακρίνει ὁ πατὴρ τὴν κόρην· ὁμολογεῖ ἐκείνη τὴν ἁμαρτίαν· ἐπαγγέλλεται μεθ’ ὅρκου μηκέτι τὰ αὐτὰ πλημμελήσειν, ἀλλ’ ἑαυτὴν ἁγνὴν συντηρήσειν εἰς τὸ ἑξῆς.

Πέμπει δὲ μετὰ τοῦτο ὁ μέγας πρὸς αὐτὴν ἅγιον ἔλαιον· καὶ χρισθεῖσα, τῆς τοῦ δαίμονος ἐξάντης παραχρῆμα ἐπηρείας γίνεται. Καὶ ἀπῆλθε δοξάζουσα τὸν Θεόν. 51. Ἀλλὰ καὶ πάλιν ἕτερός τις τὸν υἱὸν αὐτοῦ τῷ μεγάλῳ προσήνεγκεν, ὄντα καὶ αὐτὸν πονηρῷ δαίμονι κάτοχον. Ὁ δὲ εὐλογήσας ἄρτον δίδωσι, προσενεγκεῖν τῷ υἱῷ πεινῶντι παρεγγυήσας.

Ἐπεὶ δὲ πεινήσας ὁ παῖς ᾔτησεν ἄρτον, ὁ μὲν πατὴρ τὸν παρὰ τοῦ μεγάλου δεδομένον τούτῳ προσέφερεν· ὁ δὲ τοῦτον μὲν ἀπεστράφη, ἑτέρου δὲ προσενεχθέντος ἔφαγε· καὶ πάλιν ὡς τὸ πρότερον ἔμενε δαιμονῶν. Ὁ οὖν πατὴρ μικρὰ τρύφη τοῦ ἄρτου λαβὼν καὶ τυρὸν αὐτοῖς ἐπικνίσας καὶ φοινίκων ἐγκαταμίξας τεμάχια, πεινῶντι πάλιν προσφέρει τῷ υἱῷ· ὁ δὲ διαψηλαφήσας τὰ μὲν τοῦ ἄρτου τρύφη ἀπέρριψε, τὰ δὲ λοιπὰ καταβέβρωκε. Τότε δὴ ὁ πατὴρ ἐπὶ δύο ἡμέρας ἄσιτον τοῦτον ἀφεὶς παντελῶς, εἶτα τὸν ἄρτον ἐκεῖνον ζωμῷ ἐγκαταμίξας καὶ ἔλαιον ἐπιχέας, παρέθηκε τῷ παιδί. Ὁ δὲ τῇ πείνῃ νικώμενος καὶ τῷ ἡδεῖ τῆς βρώσεως θελγόμενος προσήκατο εὐμαρῶς τὴν τροφήν· καὶ αὐτίκα ὕπνου τε χρηστοῦ μετελάμβανε, καὶ ὑγιὴς ὢν τοῦ λοιποῦ διετέλεσε, τοῦ ἀκαθάρτου πνεύματος δραπετεύσαντος.

Ἐφ’ οἷς ὁ πατὴρ πάνυ περιχαρὴς γεγονώς, τὴν μονήν τε κατειλήφει καὶ τὰ περὶ τῆς ἰάσεως τοῦ παιδὸς πρὸς τὸν ἅγιον ἀπαγγέλλει, εὐχαριστῶν τε τούτῳ καὶ τῷ Θεῷ τὸν ὀφειλόμενον αἶνον ἀποδιδούς. 52. Πολλοῖς δὲ καὶ ἄλλοις ὁ Θεὸς τὸν πιστὸν αὐτοῦ θεράποντα Παχώμιον ἐδόξασε θαύμασι καὶ ἰάμασιν, εἰωθὼς ἀεὶ ἐπακούειν αὐτοῦ προσευχομένου καὶ δεομένου. Ἀλλ’ οὔτε ἐπὶ τούτῳ ἐφάνη ποτὲ ἐκεῖνος μεγαλαυχούμενος, οὔτε πάλιν ὁπότε πολλάκις ἀτυχήσοι τῆς αἰτήσεως, δῆλος ἐγεγόνει λυπούμενος· ἀνετίθει γὰρ ἅπαντα τοῖς κρίμασι τοῦ Θεοῦ καὶ πάντα ἔφασκεν ἐκεῖνον ποιεῖν πρὸς τὸ λυσιτελὲς τῶν ἀνθρώπων. Καὶ διὰ τοῦτο οὐ τὸ ἑαυτοῦ θέλημα γίνεσθαι πάντως ἐσπούδαζεν, ἀλλὰ τὸ τοῦ Θεοῦ· καὶ γὰρ τὸν Κύριον ἡμῶν τοῦτο νομοθετεῖν καὶ διδάσκειν ἡμᾶς ἐν τῷ λέγειν πρὸς τὸν πατέρα· «Πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω.» Καίτοι ἕν εἰσιν αὐτὸς καὶ ὁ πατήρ, ἀλλὰ τὸ τῆς ἀνθρωπότητος θέλημα τῷ πατρικῷ τε καὶ θεϊκῷ ὑποτάσσων, ἐδίδασκε καὶ ἡμᾶς τὸ αὐτὸ ποιεῖν καὶ τῶν μὲν ἰδίων θελημάτων ἀφίστασθαι, τοῖς δὲ τῶν πατέρων τε καὶ διδασκάλων ἀκολουθεῖν.

53. Ἔλεγε δὲ καὶ τῶν σωματικῶν ἰαμάτων κρείττω εἶναι τὰ ψυχικά. «Ἐὰν γάρ τις τὸν ἀργεῖν εἰωθότα καὶ οἷον παρειμένον τὰς χεῖρας πρὸς τὸ ἐργάζεσθαι διεγείρῃ καὶ πράττειν τὰ ἀγαθά, ἐν τῷ διδάσκειν αὐτὸν καὶ προτρέπεσθαι ἐπὶ τὰ καλά, ἆρα οὐχ οὗτος ἰάσατο τὸν ἀμελῆ καὶ ῥᾴθυμον; Ἢ ἐάν τις τὸν τὴν εἰδωλολατρείαν νοσοῦντα καὶ ἀγνοοῦντα τὸν ἀληθινὸν καὶ μόνον Θεὸν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀγάγῃ διὰ τῆς θεοπνεύστου διδασκαλίας καὶ κατὰ τὰς θείας ἐντολὰς ὁδηγήσῃ πορεύεσθαι, ἆρα οὐ τοὺς ὀφθαλμοὺς τοῦ ἐσκοτισμένου τούτου διήνοιξε καὶ ἀντὶ ζοφώδους ἀγνοίας τὸ τηλαυγὲς τῆς θείας ἐπιγνώσεως φῶς ἐνῆκεν αὐτοῖς; Ἡ γὰρ ἐντολὴ Κυρίου, φησί, τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Ἔστι δέ τις καὶ μογγιλάλος κατὰ ψυχήν, ὁ στοιχῶν δήπου τῷ ψεύδει καὶ λαλῶν ἄδικα καὶ ῥήμασι δολίοις ἀποκρυπτόμενος τὴν ἀλήθειαν· εἰ οὖν καὶ οὗτος ὑπὸ διδασκάλου συμβιβασθείη παῦσαι ἀπὸ κακοῦ τὴν γλῶτταν αὐτοῦ καὶ τὰ χείλη μὴ λαλεῖν δόλον, οὐχὶ καὶ οὗτος ἐθεραπεύθη ἀντὶ μογγιλάλου μεγαλόφωνος γεγονώς; Ἔστι καὶ λέπρας νόσος ἐν τῇ ψυχῇ, ἡ τῆς ὑπερηφανίας φημὶ καὶ τοῦ τύφου· ἣν ἐάν τις θεραπευθῇ λόγοις πνευματικοῖς, οὐχὶ καὶ οὗτος ἐκαθαρίσθη;» 54. Ταῦτα λέγων ὁ μέγας προσέθηκέ τι καὶ τοιοῦτον· «Ἠρώτησέ με, φησίν, ἀδελφός τις· Τίνες αἱ ὁράσεις, ὦ πάτερ, ἃς εἴωθας βλέπειν ἐν ἐκστάσει γινόμενος; Κἀγὼ ἀπεκρινάμην πρὸς αὐτόν·

Ὁ κατ’ ἐμὲ ἁμαρτωλὸς οὐκ αἰτεῖ τὸν Θεὸν τυχεῖν ὁράσεως θείας· ἡ γὰρ τοιαύτη αἴτησις παρὰ τὸ τοῦ Θεοῦ πέφυκε θέλημα, ὡς καὶ ὑπερηφανίας πολλάκις πρόξενος γινομένη καὶ αὐχήματι περιβάλλουσα· ῥητέον δέ σοι ὅμως περὶ ὁράσεως, ἐπειδήπερ ἀκοῦσαι ποθεῖς. Ἐὰν ἴδῃς ἄνθρωπον ἁγνείᾳ συζῶντα καὶ ταπεινοφροσύνης ἐξηρτημένον, ἐλεήμονα, πρᾶον, χρηστόν, συμπαθῆ, φιλόθεον, φιλάδελφον, πάσαις ἁπλῶς κομῶντα ταῖς ἀρεταῖς, ὢ οἵου ὁράματος ἔτυχες· αὐτὸν γὰρ τὸν ἀόρατον Θεὸν ἰδεῖν ἠξιώθης ἐν τῷ ὁρωμένῳ ἐκείνου ναῷ καὶ τῇ εἰκόνι αὐτοῦ. Πλὴν καὶ τὸ διορατικὸν χάρισμα εἴτ’ οὖν προορατικὸν παρὰ Θεοῦ δίδοται, φησί, τοῖς ἁγίοις ὅταν ἐθέλῃ· καὶ αὖθις οὐ δίδοται ὅταν μὴ θέλῃ. Ἀποκαλύπτοντος μὲν γὰρ αὐτοῖς τὰ κρύφια τοῦ Θεοῦ, διορατικοὶ γίνονται καὶ προορατικοί· μὴ ἀποκαλύπτοντος δέ, οὐδὲν τῶν λοιπῶν ἀνθρώπων διενηνόχασιν, ὥσπερ ἀμέλει καὶ ὁ προφήτης Ἐλισσαῖος εἰπὼν πρὸς τὸν Γιεζῆ μὴ δηλωθῆναι αὐτῷ παρὰ τοῦ Κυρίου τὴν κατὰ τὴν Σουναμίτιδα θλίψιν. Ἀλλ’ αἱ μὲν τοιαῦται ὁράσεις οὐκ ἀεὶ δήπου, ἀλλ’ ὅταν ὁ Θεὸς βούληται μόνον, εἰώθασι γίνεσθαι. Μακαρία δὲ μᾶλλον ὅρασις ἐκείνη ἐστὶ δι’ ἧς τις διηνεκῶς τὸν Θεὸν καθορᾷ κατὰ τὸν εἰπόντα· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.

Καὶ τὸ μὲν μὴ ὁρᾶν τὰ κρυπτὰ οὐδένα κατέκρινε, τὸ δὲ μὴ πρὸς τὸν Θεὸν ἀποβλέπειν καὶ πάνυ πολλούς, οἵτινες κατὰ τὸ γεγραμμένον οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν.» 55. Ἔλεγε δὲ ὅτι εὐχερέστερόν ἐστι παιδίοις μᾶλλον παραδιδόναι τὸ τοιοῦτον χάρισμα ἢ τοῖς προβεβηκόσι, τὸν Σαμουὴλ παράδειγμα τοῦ λόγου ποιούμενος· «Καθαρὰ γάρ, φησί, γῆ ἕτοιμος εἰς ἀμπέλου φυτείαν· ἡ δὲ κεχερσωμένη δεῖται καθάρσεως καὶ πόνων πολλῶν ἵνα πρὸς φυτείαν εὔθετος γένηται»· χρείαν δὲ ὅμως εἶναι καὶ τῇ καθαρᾷ γῇ ἐπιμελείας καὶ φυλακῆς ἵνα μὴ λάθῃ χερσομανήσασα καὶ ἀπολέσῃ τὴν φυτείαν ἣν ἔτυχε δεξαμένη. «Μηδεὶς δέ, φησί, τολμήσῃ ψυχὴν βλάψαι ἢ σκανδαλίσαι μηδὲ μέχρι λογισμοῦ, ἵνα μὴ ἐξορύξῃ κόρην ὀφθαλμοῦ βλέποντος τὸν Θεόν.» Τὸ δὲ φυλάσσειν τὰ νήπια δηλοῦν ἐδίδασκε τὸ τὴν συνείδησιν καθαρίζειν φόβῳ Θεοῦ καὶ ἀληθείᾳ μέχρι καὶ τοῦ σμικροτάτου διανοήματος· τὸν γὰρ ποιοῦντα τοῦτο φυλάσσειν ὡς ἀληθῶς μετὰ τοῦ Κυρίου τὰ νήπια, ὡς καὶ εἰς τοῦτο δηλαδὴ συνεργοῦντος τοῦ Κυρίου, καθάπερ ἀμέλει καὶ πρὸς ἅπασαν ἀρετήν.