Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (σύντομος)

Παχώμιος ὁ Μέγας

Επέκταση των μονών και οργάνωση της αδελφότητας

Η συνάντηση με τον Μέγα Αθανάσιο, η ίδρυση γυναικείου μοναστηριού, η υποταγή του Θεοδώρου και η επέκταση της μοναστικής πολιτείας με την ίδρυση και ενσωμάτωση νέων μονών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 5

Τοὺς πτωχοὺς ἠγάπα καὶ κοινωνεῖν αὐτοῖς ὧν εἶχε διὰ σπουδῆς ἐποιεῖτο. Ἦν δὲ καὶ φιλάδελφος ὁ γέρων, συμπαθής τε καὶ μέτριος. Κατὰ γοῦν τοὺς χρόνους τούτους τῆς Ἀλεξανδρείας ὁ μέγας Ἀθανάσιος τὸν θρόνον διεῖπεν· ὃς καὶ πατέρα τῶν μοναχῶν ἁπάντων καὶ ἱερέα ταῖς τοῦ Τεντύρων ἐπισκόπου παραινέσεσι τοῦτον ἔμελλε καταστῆσαι. Ἀλλ’ αὐτὸς ὑπέκρυψεν ἑαυτὸν πολλῇ τῇ σπουδῇ μὴ βουλόμενος εἰς τὸ μέσον ἐλθεῖν ἄχρις οὖ παρῆλθεν ὁ Ἀθανάσιος· πλὴν τοῦτον μὲν ὁ γέρων ἐπῄνει τοῦ κατὰ θεὸν σκοποῦ καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, τὰ δὲ τοῦ Ὠριγένους ἀπηχθάνετο καὶ ἐδίωκε· καί ποτε βίβλῳ τούτου προσεντυχὼν ἐφ’ ὕδατος ταύτην ἀπέρριψεν, «Εἰ μὴ ᾔδειν, εἰπών, τὸ θεοῦ ἐγγεγραμμένον ὄνομα ταύτῃ, πυρὶ ἂν αὐτὴν ἀπηνθράκωσα.» Οὕτως ἔχοντι τούτῳ πρόσεισι καὶ ἡ κατὰ σάρκα τούτου ἀδελφὴ θεάσασθαι τοῦτον ἐπιθυμοῦσα. Ὁ δὲ ταῦτα δηλοῖ πρὸς αὐτήν· «Εἴ γε σωθῆναι βούλει, μεῖνον· καί σοι γενήσεται κελλίον παρὰ τῶν ἀδελφῶν, ἐν ᾧ ἄρα καί τινες ἄλλαι σοι συνελθοῦσαι τύχωσι σωτηρίας. Εἰ δ’ οὖν, ἀλλ’ ἐπείπερ ἔμαθες ἐν τοῖς ζῶσιν εἶναί με, πορεύου τὴν προκειμένην.» Δέδωκεν ἑαυτὴν ἡ γυνὴ τῷ σκοπῷ Παχωμίου τούτων ἀκούσασα· καὶ δὴ καὶ κελλίον αὐτῇ πόρρω τῆς μονῆς ᾠκοδόμητο· καὶ πολλῶν ἄλλων συνελθουσῶν αὐτῇ γυναικῶν, τοῦτο δὴ τὸ κελλίον μοναστήριον γέγονε.

Πολλοὶ οὖν ἔκτοτε τῶν τοῦ βίου πραγμάτων καταφρονοῦντες τῷ μεγάλῳ τούτῳ Παχωμίῳ προσήρχοντο· ἐν οἷς ἦν καὶ Θεόδωρός τις, γένους ἐκ περιφανοῦς καταγόμενος καὶ γεννητόρων πιστῶν, ὃς πάντα καταλιπών, δόξαν, πλοῦτον καὶ οἰκείους αὐτούς, ἄρτι τὸν τεσσαρεσκαιδέκατον τῆς ἡλικίας χρόνον ἀνύων ἀνδράσι μοναχοῖς ἑαυτὸν ἐγκατέμιξεν· οἵτινες περὶ τοῦ μεγάλου Παχωμίου τούτῳ γνωρίσαντες, ἐπεὶ εἶδον αὐτὸν γλιχόμενον ἐκείνου θεάσασθαι, διά τινος ἀνδρὸς Πεκουσίου καλουμένου, γηραιοῦ πάνυ καὶ εὐλαβοῦς, πρὸς αὐτὸν ἐκπέμπουσιν· ὃν ἰδὼν ὁ Παχώμιος καὶ σκεῦος ἐκλογῆς τῷ πνεύματι γνοὺς τοῦτον ἔσεσθαι καὶ ἐδέξατο καὶ τέκνον ὡς οἰκεῖον ἠγάπα.

Ἡ τοίνυν μήτηρ, ὡς αὐτὸν ἀφιγμένη τοῦτο μαθοῦσα καὶ πρὸς ἑαυτὴν ἑλκύσαι τοῦτον σπουδάζουσα, παρὰ τοῦ παιδὸς ἀνθέλκεται μᾶλλον καὶ τὸν μονήρη βίον ὑπέρχεται καὶ τῷ τῶν γυναικῶν ἐγκαταλέγεται τάγματι. Ποτὲ γοῦν τοῦ μεγάλου Παχωμίου τῷ τῆς ἐπισκοπῆς Τεντύρων οἰκονόμῳ συγκαθεζομένου κατ’ αὐτὴν τὴν ἐπισκοπήν— Διονύσιος οὗτος ἦν ὁ κλεινός—, γυνή τις αἱμόρρους ὄπισθεν ἀφανῶς προσιοῦσα καὶ τοῦ κουκουλίου τούτου πίστει λαβομένη πολλῇ παραχρῆμα ἰάθη. Ἀλλὰ δὴ καὶ ἑτέρα δαίμονι κάτοχος τοῦτο πράξασα τοῦ πνεύματος ἀπηλλάγη καὶ ἁγνείαν ἔκτοτε φυλάττειν ὑπέσχετο. Ναὶ δὴ καὶ νεανίσκος ἄλλος ὑπὸ δαίμονος ἐνοχλούμενος ἄγεται παρὰ τοῦ γεννήτορος εἰς τὸν ἅγιον· καὶ τῆς ἰάσεως τυχὼν ἐπάνεισιν ὑγιής.

Ἄλλοτε τοῦ πατρὸς συνάμα τοῖς ἀδελφοῖς ἐξιόντος πρὸς τὸ θερίσαι τὰς χώρας καὶ νόσῳ συσχεθέντος ῥίγους καὶ ὑποστρέψαντος, ὁ δηλωθεὶς Θεόδωρος, ὑπηρετούμενος ὢν αὐτῷ, τρίχινον ἐπέθηκε τούτῳ περίβλημα· τοῦ δὲ σφόδρα ἐπὶ τούτῳ ἀνιαθέντος καὶ ψίαθον μᾶλλον αἰτήσαντος ὥσπερ εἴθιστο, ὁ καλὸς ὑπηρέτης καὶ τοῦτο πεποίηκε. Καί ποτε δὲ πάλιν φοίνικας αὐτῷ κομίσας φαγεῖν, ἐκεῖνος· «Ἐπελάθου, Θεόδωρε, πρὸς αὐτὸν ἔφη, τῶν νοσούντων ἀδελφῶν καὶ ἡμῖν τὰ ἐκείνων ἐκόμισας· καὶ ποῦ τοῦτο δικαιοκρισίας ἐστί;» Καὶ γὰρ ἦν ἀγαθὸς περὶ τοὺς ἀρρώστους καὶ συμπαθέστατος, ἀλλὰ καὶ ψυχῶν οἰκονόμος ἄριστος. Ἐπιτάττοντος γὰρ τῷ Θεοδώρῳ τινὰ πράττειν δουλείαν καὶ καλῶς ἐκείνου ταύτην τελοῦντος, αὐτὸς ἐφιστάμενος μέμψιν ἐπῆγε τῷ ἔργῳ καὶ πρὸς ἑτέραν πάλιν αὐτὸν μεθίστα, ἀλλὰ καὶ ταύτην μὴ προσηκόντως τελεῖσθαι φάσκων ἐπετίμα τούτῳ, τὸ δοκίμιον αὐτῷ τῆς ὑποταγῆς ἐργαζόμενος.

Βλέπων οὖν ὁ γέρων πληθυνομένους τοὺς ἀδελφοὺς κατὰ τὴν γενομένην τοῦ κυρίου φωνήν, καὶ ἕτερον ἐπήξατο μοναστήριον κατὰ τὴν Πίβου λεγομένην κώμην· καί τινας τῶν μοναχῶν μετήγαγεν ἐν αὐτῷ, κανόνας καὶ τύπους αὐτοῖς παραδοὺς καὶ τὰς πνευματικὰς νουθεσίας, ἀλλὰ καὶ οἰκονόμον προστησάμενος εἰς τὴν τῶν πραγμάτων ἀντίληψιν.

Ἐπώνυχος δέ τις οὕτω καλούμενος, ἀσκητὴς περίφημος καὶ μονῆς καθηγούμενος ἣν Χηνοβοσκίαν ὠνόμαζον, ἀφικόμενος πρὸς τὸν μέγαν θερμῶς ἐδέετο καὶ αὐτὸν οἰκειώσασθαι καὶ τὴν τούτου μονήν. Εἶξε τοῖς λόγοις τοῦ γέροντος ὁ Παχώμιος καί τινας τῶν τῆς αὐτοῦ μονῆς ἀδελφῶν μεταγαγὼν ἐκεῖσε, κανόνας καὶ τούτοις καὶ τύπους δέδωκε κατὰ τὴν δι’ ὄψεως ἐπιδοθεῖσαν δέλτον αὐτῷ καὶ παρέθετο τῷ θεῷ.

Ναὶ δὴ καὶ τὴν μονὴν ἣν Μουχονσῆν ὀνομάζουσι παρακλήσει τῶν ἐν αὐτῇ μοναχῶν οἰκειώσατο· καὶ τοὺς αὐτοὺς τῆς πρώτης μονῆς τύπους καὶ αὐτοῖς παραδοὺς εὐχαριστῶν τῷ θεῷ διετέλει. Καὶ ἦν παραβάλλων καθ’ ἑκάστην μονὴν ἐν ὡρισμέναις ἡμέραις καὶ τοὺς ἀδελφοὺς νουθετῶν.

Μιᾷ γοῦν τῶν ἡμερῶν κἀν ταύτῃ δὴ τῇ μονῇ Μουχονσῇ παραβαλὼν ὁ γέρων εἶδεν ἐπὶ συκῆς ἱστάμενον παῖδα καὶ συλλέγοντα σῦκα· εἶδε δὲ καὶ τὸν τῆς γαστριμαργίας δαίμονα καθήμενον ἐπ’ αὐτῆς. Καὶ δὴ τάχος προσκαλεῖται τὸν ἐν μοναχοῖς περίδοξον Ἰωνᾶν, ὃς καὶ κηπουρὸς ἐτύγχανε τῆς τοιαύτης μονῆς· καί φησι πρὸς αὐτόν· «Ἔκκοψον, ἀδελφέ, ταύτην δὴ τὴν συκῆν· σκάνδαλον γάρ ἐστι τοῖς μὴ τὴν γνώμην ἐρηρεισμένοις.» Τοῦ δὲ βαρέως τὸν λόγον ὑπενεγκόντος, ὁ Παχώμιος τὴν ἀρετὴν αὐτοῦ μεγάλην εἰδὼς οὐ προσέθετό τι πρὸς αὐτὸν ἕτερον, ἵνα μὴ λυπηθῇ· τῇ ἑξῆς δὲ ξηρὸν ὡράθη τὸ δένδρον καὶ καρπῶν ἄμοιρον· ὃ μεγάλως καθίκετο τῆς ἐκείνου ψυχῆς, παρακοῆς καρπὸν τοῦτο λογισαμένου.

Ἔκτοτε γοῦν πάντων ἐπιμελόμενος ἅτε κηπουρὸς τῶν ἐγκάρπων δένδρων καὶ πάντων ἐμφορουμένων τῶν ἐκ τούτων καρπῶν, αὐτὸς ἄγευστος ἐκείνων ἔμεινε μέχρι τῆς αὐτοῦ τελευτῆς. Εἶχε δὲ τὸ ἔνδυμα ὁ καλὸς οὗτος Ἰωνᾶς ἐκ προβάτων δορᾶς θέρους τε καὶ χειμῶνος καὶ ἕτερον ὃ λεβητονάριον ἐγχωρίως ἐκάλουν· ὃ δὴ καὶ αὐτὸ καθ’ ὃν καιρὸν ἔμελλε τῶν θείων κοινωνεῖν μυστηρίων ἐνεδιδύσκετο χρόνοις ἐπὶ πέντε καὶ ὀγδοήκοντα· ἐν οἷς ἑψητοῦ τινος μετέσχεν οὐδέποτε, ἀλλ’ ὠμῶν λαχάνων μετ’ ὄξους· καὶ ἦν οὕτως ὑγιὴς ὡς μηδέποτε τὸ νοσοκομεῖον καταλαβεῖν. Ἐπὶ νώτων οὐδέποτε ὥς φασιν ἀνεκλίθη, ἀλλ’ ἡμέρας μὲν τὸν κῆτον εἰργάζετο, περὶ δὲ δύσιν ἡλίου μεταλαμβάνων τροφῆς τὴν κέλλαν εἰσῄει καὶ σχοίνους ἔπλεκε δι’ ὅλης νυκτὸς μέσον αὐτῆς καθεζόμενος οὐκ ἐπὶ τοῖχον· εἴ που δὲ ὕπνος ἥττησε τούτου τοὺς ὀφθαλμούς, ἐπὶ χεῖρας ἔχων τὸ ἔργον καὶ καθήμενος αὐτὸν διεβίβαζε, τῆς συνάξεως μηδόλως ἀπολιπόμενος· τοῦτο δὲ ἔπραττεν οὐχ ὑπὸ λύχνον ἀλλ’ ἐν ἀφεγγεῖ σκοτίᾳ, τοὺς ψαλμοὺς ἐπὶ στόματος ἔχων. Ἀλλὰ καὶ τὸ τέλος τοῦ βίου τὰς σχοίνους αὐτὸν ἐργαζόμενον εἶδε καὶ ὁ τάφος μετὰ τοῦ δερματίνου χιτῶνος, ἐκείνου οὐδαμῶς εἴξαντος ἀποσπασθῆναι τοῦ σώματος. Καὶ ταῦτα μὲν τὰ τοῦ Ἰωνᾶ· ἡμεῖς δὲ πάλιν ἐπὶ τὸ προκείμενον ἔλθωμεν.

Ἐν ταύτῃ δὴ τῇ μονῇ Παχώμιος ἐπιτερπεῖς οἰκοδομὰς ποιησάμενος καὶ ἀγασθεὶς ἐπὶ ταύταις καὶ μέγα τι νομίσας ποιῆσαι, ἐπείπερ φιλοδοξίας τοῦτο κέκρικε πάθος τὸ οὕτω νομίσαι, τοῦ ἔργου νεαροῦ ἐπιτυγχάνοντος, σχοίνους ἐκδήσας αὐτοῦ τοῖς ἀδελφοῖς ἐκέλευσεν ἕλκειν ἄχρις οὗ μετακλιθέντες οἱ στῦλοι ἀχρεῖον τὸ ἔργον ἀπέδειξαν. Οὕτω καθ’ ἑκάστην μονὴν παραγινόμενος ὠφέλει τοὺς ἀδελφούς.