Ἔργον
Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου
Η ηγουμενία του Ορσισίου και η κρίση στην αδελφότητα
Η ανάληψη της διοίκησης από τον αββά Ορσίσιο, η συνάντηση με τον άγιο Αντώνιο, η ανταρσία του Απολλωνίου και η παραίτηση του Ορσισίου υπέρ του Θεοδώρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ηγουμενία του Ορσισίου και η κρίση στην αδελφότητα
Η ανάληψη της διοίκησης από τον αββά Ορσίσιο, η συνάντηση με τον άγιο Αντώνιο, η ανταρσία του Απολλωνίου και η παραίτηση του Ορσισίου υπέρ του Θεοδώρου.
Περὶ Ὀρσισίου. Ὁ δὲ ἀββᾶς Ὀρσίσιος λίαν ἀγαθὸς ἦν καὶ ταπεινός· καὶ περιήρχετο τὰ μοναστήρια νηφαλίως τοὺς ἀδελφοὺς ἐπισκέπτεσθαι, γινώσκων τὸν ἅγιον ἡμῶν πατέρα Παχώμιον τέλειον ὄντα καὶ ὅπως περὶ τούτων ἐσπούδαζε. Καθήμενος δὲ Ὀρσίσιος ἢ καὶ ἱστάμενος ὥστε λαλῆσαι αὐτοῖς τὸν λόγον τοῦ θεοῦ πάνυ ὠφέλει αὐτοὺς μνημονεύων πολλάκις τοῦ λόγου τοῦ ἀββᾶ Παχωμίου ὃν πρὸς Ὀρσίσιον εἶπεν ὅτε ἦν κεφαλὴ εἰς τὰ Χηνοβόσκια ὅτι «Κἂν οὔπω ἔλαβες πολλὴν τὴν γνῶσιν παρὰ θεοῦ, ἀλλ’ εἰπὲ αὐτοῖς παραβολήν· καὶ ὁ θεὸς ἐνεργεῖ αὐτήν.» Ἔλεγεν οὖν αὐτοῖς παραβολὴν καὶ ἔλυε· καὶ ἐθαύμαζον ἀκούοντες οἱ ἀδελφοί. Μία δὲ αὐτῶν ἐστιν αὕτη· «Ἀδελφοί, οἴδαμεν ὅτι ἀπὸ τῶν θείων γραφῶν ὁ πατὴρ ἡμῶν πρὸς τελείαν γνῶσιν ἐστήριξεν ἡμᾶς. Ἀλλὰ κατὰ τὴν πτωχείαν μου νομίζω ὅτι ἄνθρωπος, ἐὰν μὴ φυλάξῃ τὴν ἑαυτοῦ καρδίαν καλῶς, πάντα ὅσα ἤκουσεν ἐπιλανθάνεται καὶ οὕτως ὁ ἐχθρὸς εὑρὼν ἐν αὐτῷ τόπον καταβάλλει αὐτὸν ἀμελοῦντα.
Ὥσπερ γὰρ λύχνος σκευασθεὶς καὶ φαίνων καλῶς, ἐὰν ἀμεληθῇ λαβεῖν ἔλαιον, σβέννυται κατ’ ὀλίγον καὶ λοιπὸν ἐνδυναμοῦται τὸ σκότος κατ’ αὐτοῦ· οὐ μόνον δέ, ἀλλὰ καὶ μῦς ἐνίοτε περιερχόμενος αὐτὸν καὶ ζητῶν τὸ ἐλλύχνιον καταφαγεῖν, πρὸ μὲν τοῦ σβεσθῆναι τελείως οὐ δύναται, εἰ δὲ ἴδῃ ὡς οὐ μόνον οὐκ ἔχει φῶς ἀλλ’ οὐδὲ θέρμην πυρὸς τὸ ἐλλύχνιον, ἀνασπάσας φαγεῖν καταβαλὼν καὶ τὸν λύχνον συντρίβει· καὶ εἰ μὲν ᾖ ὀστράκινος ἀπόλλυται, εἰ δὲ ᾖ χαλκοῦς εὑρεθεὶς ὑπὸ τοῦ οἰκοδεσπότου σκευάζεται ἄνωθεν, οὕτω καὶ ψυχῆς ἀμελούσης, τὸ ἅγιον πνεῦμα ὅσον ὅσον ἀπ’ αὐτῆς ἀναχωρεῖ ἕως τέλεον ἀποσβεσθῇ τῆς θέρμης αὐτοῦ· καὶ τὸ λοιπὸν καταφαγὼν ὁ ἐχθρὸς τὴν προθυμίαν τῆς ψυχῆς ἀφανίζει καὶ τὸ σῶμα κακίᾳ· καὶ εἰ μὲν ᾖ καλὸς ἐκεῖνος τῇ διαθέσει πρὸς τὸν θεόν, ἁπλῶς δὲ ἡρπάγη ἀμελείᾳ, τοῦ οἰκτίρμονος θεοῦ ἐμβαλόντος αὐτῷ τὸν φόβον αὐτοῦ καὶ τὴν μνήμην τῶν κολάσεων, νήψει ἐπὶ τὰ ἔμπροσθεν τηρῶν ἑαυτὸν μετὰ πολλῆς ἀσφαλείας ἕως τῆς ἐπισκοπῆς αὐτοῦ· εἰ δὲ διεστραμμένος εἴη τῇ γνώμῃ, οὐκέτι τῆς κακίας αὐτοῦ ἀνανεύει πρὸς ἀπόγνωσιν συνωθούμενος.» Ταῦτα λαλήσας Ὀρσίσιος καὶ ὠφελήσας τοὺς ἀδελφοὺς τῇ παραβολῇ ἀνέστη τοῦ εὔξασθαι.
Ἦν δὲ ζηλῶν τὸν βίον τοῦ ἀββᾶ Παχωμίου ἐν μέσῳ τῶν ἀδελφῶν· κατέλαβε γὰρ αὐτὸν χρόνῳ πολλῷ· καὶ ὅτε ἔταξεν αὐτὸν εἰς Χηνοβόσκια πατέρα καίτοι νεόφυτον ὄντα, γογγυζόντων τινῶν πρὸς τὴν τάξιν, ὁ ἀββᾶς Παχώμιος ἀκούσας ἔλεγεν οὕτως· «Μὴ νομίζετε ὅτι τῶν ἀρχαίων μοναχῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καίτοιγε ἀρχαῖος κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ γογγύζων οὐκ ἔστιν ἀρχαῖος, ἀλλ’ οὐδὲ οὔπω ἔβαλεν ἀρχὴν τοῦ μοναχοῦ· οὐδὲν γὰρ παρὰ ἀνθρώπου θέλει ὁ θεὸς εἰ μὴ φόβον καὶ ἀγάπην· ἡ δὲ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Λέγω δὲ ὑμῖν· οὕτως προκόπτων Ὀρσίσιος λυχνία ἔσται χρυσῆ ἐν οἴκῳ κυρίου· καὶ τὸ γεγραμμένον καταλήψεται αὐτόν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.»
Περὶ τοῦ ἁγίου Ἀντωνίου. Καὶ ταῦτα μὲν ὁ μέγας προεῖπε Παχώμιος. Ὅτε δὲ ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Ἀθανάσιος ἀνέκαμψε μετὰ δόξης παρὰ κυρίου ἀπὸ τοῦ κομιτάτου, παρερχόμενοι οἱ ἀδελφοὶ ἐν τῷ πλοίῳ εἰς Ἀλεξάνδρειαν, ἤκουσαν ἐν τῷ ἔξω ὄρει εἶναι τὸν μακάριον πατέρα ἡμῶν Ἀντώνιον· καὶ ὁρμίσαντες ἀνέβησαν ἰδεῖν αὐτὸν καὶ εὐλογηθῆναι ὑπ’ αὐτοῦ, ἀνθρώπου θεοῦ ὄντος. Καὶ αὐτὸς ἀκούσας ἥκειν τοὺς ἀδελφούς, βιασάμενος ἑαυτὸν ἀνέστη· ἦν γὰρ πρεσβύτης λίαν· καὶ ἀσπασάμενος αὐτοὺς ἐπηρώτησε· «Πῶς ὁ ἀββᾶς Παχώμιος;» Αὐτῶν δὲ κλαιόντων συνῆκεν ὅτι ἀπέθανε· καὶ λέγει αὐτοῖς· «Μὴ κλαίετε· πάντες ὑμεῖς γενήθητε ὡς ὁ ἀββᾶς Παχώμιος. Λέγω ὑμῖν· μεγάλην ἐδέξατο διακονίαν τὴν συναγωγὴν τῶν τοσούτων ἀδελφῶν· καὶ τὴν τῶν ἀποστόλων ὁδὸν πεπόρευται.» Ἀποκρίνεται Ζακχαῖος καὶ λέγει αὐτῷ· «Σὺ μᾶλλον, πάτερ, παντὸς τοῦ κόσμου τούτου τὸ φῶς τυγχάνεις καὶ ἡ φήμη σου ἕως τῶν βασιλέων ἀπῆλθε καὶ δοξάζουσι τὸν θεὸν διὰ σοῦ.» Καὶ εἶπεν ὁ γέρων· «Ἀποπείθω σε, Ζακχαῖε· κατὰ τὴν ἀρχὴν ὅτε μοναχὸς γέγονα, οὐκ ἦν κοινόβιον θρέψαι ἄλλας ψυχάς· ἀλλ’ ἕκαστος τῶν ἀρχαίων μοναχῶν μετὰ τὸν διωγμὸν κατὰ μόνας ἠσκεῖτο. Καὶ μετὰ ταῦτα ὁ πατὴρ ὑμῶν ἐποίησε τοῦτο τὸ ἀγαθὸν παρὰ κυρίου.
Ἄλλος μὲν γάρ τις πρὸ αὐτοῦ Ἀώτας λεγόμενος ἠθέλησε τὴν διακονίαν ταύτην κτήσασθαι· ἐπειδὴ δὲ οὐκ ἐσπούδασεν ἐξ ὅλης καρδίας, διὰ τοῦτο οὐκ ἐπέτυχεν αὐτῆς. Περὶ δὲ τοῦ πατρὸς ὑμῶν πολλὰ ἤκουσα καλῶς ἀναστρεφομένου κατὰ τὰς γραφάς· καὶ ἀληθῶς πολλάκις ἠβουλήθην ἰδεῖν αὐτὸν καὶ ἐν σώματι· τάχα δὲ ἄξιος οὐκ ἤμην· ὅμως ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀλλήλους ὀψόμεθα καὶ πάντας τοὺς ἁγίους πατέρας, μᾶλλον δὲ τὸν δεσπότην ἡμῶν πάντων καὶ σωτῆρα Ἰησοῦν Χριστόν.
Θαρσεῖτε οὖν καὶ στηρίχθητε καὶ τελειώθητε. Εἴπατε δέ μοι τίνα κατέστησε διάδοχον αὐτοῦ.» Καὶ αὐτῶν εἰπόντων· «Τὸν ἀββᾶν Πετρώνιον· κἀκεῖνος ἀποθνῄσκων τὸν ἀββᾶν Ὀρσίσιον», λέγει αὐτοῖς· «Μὴ καλέσητε αὐτὸν Ὀρσίσιον, ἀλλ’ Ἰσραηλίτην. Καὶ ἐὰν ἀπέλθητε πρὸς τὸν ἐπίσκοπον Ἀθανάσιον, τὸν ἄξιον ὡς ἀληθῶς τῆς ἐπισκοπῆς, εἴπατε αὐτῷ· Τάδε λέγει Ἀντώνιος· Πρόσεχε τοῖς τέκνοις τοῦ Ἰσραηλίτου.» Καὶ οὕτως εὐξάμενος καὶ εὐλογήσας αὐτοὺς ἀπέστειλε γράψας ἐπιστολὴν Ἀθανασίῳ δι’ αὐτῶν. Ἐλθόντας οὖν εἰς Ἀλεξάνδρειαν ὑπεδέξατο αὐτοὺς ὑπεραγαπήσας ὁ ἅγιος πάπας, μάλιστα διὰ τὸν λόγον τοῦ μακαρίου Ἀντωνίου, γινώσκων αὐτὸν ὁποῖος ἦν.
Περὶ τῆς ταπεινώσεως Θεοδώρου. Μετὰ τοῦτο Ὀρσίσιος ἔταξεν αὐτὸν πρὸς καιρὸν οἰκιακὸν τῶν τεκτόνων ἐν Παβαῦ. Μακάριος δέ τις, ὁ γενόμενος πατὴρ τῆς μονῆς Παχνοὺμ μετὰ τὸν ἀββᾶν Σούρουν, ᾐτήσατο Θεόδωρον παρὰ τοῦ ἀββᾶ Ὀρσισίου, ὅπως μετ’ αὐτοῦ πέμψῃ αὐτὸν εἰς τὴν μονὴν αὐτοῦ, ὡς ἵνα κοσμήσῃ τοὺς ἄρτους αὐτῶν· ᾔδει γὰρ ὅτι εἰς παραμυθίαν γενήσεται αὐτῷ. Μετὰ οὖν τὸ πάσχα ἀπῆλθε μετ’ αὐτοῦ εἰς τὴν μονήν. Καὶ ὄντων ἔτι ἐν τῷ πλοίῳ, προσῆλθέ τις ἀδελφὸς Θεοδώρῳ καθημένῳ· καὶ βλέπων αὐτὸν ὡς νεόφυτον ταπεινὸν καὶ ἥσυχον, λέγει αὐτῷ· «Πόσον χρόνον ἐποίησας ἐν τοῖς ἀδελφοῖς;» Ὁ δὲ εἶπεν· «Ὀλίγον.» Καὶ λέγει αὐτῷ· «ᾜδεις πρὸ τοῦ ἐλθεῖν ἀρτοκόπος;» Ὁ δὲ εἶπεν· «Ἁπλῶς.» Πάλιν εἶπεν αὐτῷ· «Ἐὰν ἐλθὼν εἰς τὸ ἀρτοκοπεῖον ἐργάζεσθαι, ἴδῃς τινὰ ἢ πλέον γελῶντα ἢ μαχόμενον ἑτέρῳ, ὡς ἐν κοινοβίῳ διάφοροί εἰσι, μὴ σκανδαλίζου, ἀλλὰ σεαυτῷ καὶ τοῖς νηφαλίοις πρόσεχε.» Καὶ λέγει Θεόδωρος· «Καλῶς.» Μετὰ δὲ τὸ ὁρμίσαι τὸ πλοῖον εἰς τὸ μοναστήριον, ἀκούσαντες οἱ ἀδελφοὶ περὶ Θεοδώρου ἐξῆλθον πάντες εἰς ὑπάντησιν αὐτοῦ μετὰ χαρᾶς· ᾔδεισαν γὰρ αὐτὸν μετὰ τοῦ πατρὸς ἡμῶν ἔκτοτε ψυχῶν παρακλήτορα. Κἀκεῖνος ὁ λαλήσας αὐτῷ ἐν τῷ πλοίῳ ὡς νεοφύτῳ, ἰδὼν τοὺς ἀδελφοὺς δοξάζοντας αὐτόν, ᾐσχύνθη καὶ ἐφοβήθη ὡς τοιαῦτα τολμήσας εἰπεῖν ἀνθρώπῳ τοιούτῳ.
Περὶ τῆς σοφίας Ὀρσισίου. Ὁ δὲ ἀββᾶς Ὀρσίσιος ἔτρεφε τοὺς ἀδελφοὺς κατὰ τὴν δοθεῖσαν αὐτῷ χάριν παρὰ θεοῦ. Καὶ ἔτι μᾶλλον προσετέθη αὐτῷ λόγος τοῦ λαλεῖν εἰς παράκλησιν τῶν ἀδελφῶν· καὶ οὐ μόνον διὰ παραβολῶν ἐλάλει αὐτοῖς, ἀλλὰ καὶ τῶν ῥημάτων ἐπέλυε τὴν σύγκρισιν· καὶ τοὺς κανόνας τοῦ κοινοβίου, οὓς ἔθετο Παχώμιος εἰς σύστασιν αὐτοῦ, παρήγγελλεν οὗτος τηρεῖν, καὶ τὰς διαταγὰς τῶν πατέρων τῶν μοναστηρίων, ὁμοίως δὲ καὶ οἰκιακῶν καὶ δευτέρων. Ἔταξε γὰρ αὐτούς, καθὼς τῷ μακαρίῳ Παχωμίῳ ἔδοξε, συνέρχεσθαι κατὰ τοὺς δύο καιροὺς τοῦ ἐνιαυτοῦ, τῷ τε ἁγίῳ πάσχα ἐν τῇ μεγάλῃ ἀφέσει καὶ τῷ μεσωρὶ μηνί, ὥστε τοὺς λόγους ποιεῖν τῆς τε σωματικῆς χρείας καὶ τοῦ ἔργου καὶ τῶν ἀναλωμάτων, ὅπως ὁ οἰκονόμος τῆς μεγάλης μονῆς γνῷ πῶς οἰκονομεῖται τὰ πάντα.
Οὕτως διετήρει αὐτοὺς ὁ κύριος ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ, καθὼς ἦσαν πρότερον. Οὔπω γὰρ ἦσαν κοιμηθέντες οἱ πολλοὶ τῶν ἀρχαίων, ἐξ ὧν εἰσι Ψενταΐσιος, Σαμουήλ, Παχώμιος, Παῦλος, Ἰωάννης, Ἱερακαπόλλων, ὃν προειρήκαμεν παραμυθήσασθαι τὸν πατέρα ἡμῶν ἀπὸ θλίψεως, ὁ μέγας Τιθόης, Ἰωνᾶς καὶ ἄλλοι πολλοί, μεθ’ ὧν καὶ Θεόδωρος ὁ πολιτικός, ἔτι δὲ καὶ Θεόδωρος ὃν ἐπύρωσεν ὁ κύριος δι’ ἀββᾶ Παχωμίου ἐν πνεύματι τοῦ γενέσθαι αὐτὸν σκεῦος ἐκλεκτόν. Διὰ τοῦτο τοσούτων λύχνων ὄντων ἐν τοῖς ἀδελφοῖς, σκότος οὐκ ἐφαίνετο. Ἡ γὰρ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς.
Τοῦ δὲ ἀββᾶ Παφνουτίου κοιμηθέντος, ὄντος οἰκονόμου μεγάλου τῆς μονῆς Παβαῦ, κατέστησεν ἄλλον Ὀρσίσιος οἰκονομεῖν ἀντ’ ἐκείνου, λεγόμενον Ψαρφίν, ὃς ἦν καὶ αὐτὸς ἀρχαῖος, ἱλαρός τε καὶ ἐν πόνοις καρτερικός.
Πολλάκις δὲ τῶν ἀδελφῶν ἐρωτώντων Θεόδωρον λύειν αὐτοῖς ῥῆμα πνευματικὸν ἢ ὅραμα εἰπεῖν τοῦ ἀββᾶ Παχωμίου, ἔλεγεν οὕτως· «Ἰδοὺ ὁ πατὴρ ἡμῶν Ὀρσίσιος· ἐξετάσωμεν αὐτὸν εἴ τι θέλομεν, καὶ λέγει ἡμῖν· αὐτὸς γάρ ἐστιν ὁ πατὴρ ἡμῶν.» Ἔθος δὲ ἦν αὐτοῖς ἐξ ἀρχῆς κατοψὲ μετὰ τὸ ἔργον καὶ τὸ φαγεῖν ἐπιτοαυτὸ καθῆσθαι καὶ τὰς γραφὰς ἐρευνᾶν, καθότι ἀμέριμνοι ἦσαν ἐν πᾶσι, περὶ τῆς ἑαυτῶν σωτηρίας μόνης μεριμνῶντες. Οἱ μέντοι τεταγμένοι ταῖς διακονίαις καὶ φροντίζειν δυνάμενοι ἐφρόντιζον ὡς ὑπηρέται Χριστοῦ. «Ἐφ’ ὅσον γάρ, φησίν, ἐποιήσατε ἑνὶ τούτων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε.» —Καθημένου οὖν τοῦ ἀββᾶ Ὀρσισίου καὶ λαλοῦντος αὐτοῖς, συνεκάθητο καὶ αὐτὸς ὁ Θεόδωρος ἀκούων ὡς παιδίον ἄκακον. Ἦν γὰρ ἐν ἑαυτῷ λέγων· «Οὐδὲν οἶδα, ἐφ’ ὅσον ἐλύπησα τὸν θεὸν καὶ τὸν πατέρα ἡμῶν ἐν ᾧ πράγματι ἐποίησα τότε.» Οὕτως ἦν ταπεινόφρων· ὃ καὶ ὁ ἀββᾶς Παχώμιος ἐμαρτύρησε περὶ αὐτοῦ ἀπόντος ὅτι «ἑπταπλασίονα ἐκέρδησε Θεόδωρος ἐν τῇ ἐπιτιμίᾳ ταύτῃ ὑπὲρ ὃ ἦν.»
Διδασκαλία Ὀρσισίου. Ἔλεγε δὲ διδάσκων ὁ πατὴρ ἡμῶν Ὀρσίσιος· «Ὁρῶ τινας ἐξ ἡμῶν θέλοντας ἄρχειν καὶ λαβεῖν ὄνομα ἢ οἰκιακὸν γενέσθαι ἢ ἕτερόν τι· ἐπὶ δὲ τοῦ πατρὸς ἡμῶν εἰ μὴ δι’ ὑπακοὴν οὐδεὶς ἤθελεν ὀνομασθῆναι μέγας, φοβούμενος μὴ ἐλάχιστος εὑρεθῇ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ὅτε δὲ ἔταξέ με πατέρα ὁ ἀββᾶς Πετρώνιος, ἔκλαυσα ἱκανῶς φοβούμενος τὸν κίνδυνον τῶν ψυχῶν.
Οὐκ ἐγὼ δὲ μόνος ἀλλὰ καὶ οἱ ἅγιοι τοῦτο ἐφοβήθησαν· πρῶτος δὲ Μωϋσῆς, πεμπόμενος ὑπὸ θεοῦ διὰ τὸν λαόν, παρῃτεῖτο διὰ ταπεινοφροσύνην, εἰ μὴ ὅτι ὠργίσθη αὐτῷ ὁ θεὸς ἕνεκεν τούτου, καὶ τότε ἀνεδέξατο τὴν διακονίαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοί, ἀκούοντες τὸ γεγραμμένον ὅτι “Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται”, τηρήσωμεν ἑαυτούς. Οὐ πάντων δέ ἐστι τὸ κυβερνῆσαι ψυχάς, εἰ μὴ τελείου ἀνθρώπου. Ἔστι γὰρ περὶ τούτου παραβολὴ τοιαύτη· Πλίνθος ὠμὴ βαλλομένη εἰς θεμέλιον ἐγγὺς ποταμοῦ οὐχ ὑπομένει μίαν ἡμέραν· ὀπτὴ δὲ ὥσπερ λίθος διαμένει. Οὕτως ἄνθρωπος σαρκικὸν φρόνημα ἔχων καὶ μὴ πυρωθεὶς κατὰ τὸν Ἰωσὴφ τῷ λόγῳ τοῦ θεοῦ λύεται εἰς ἀρχὴν ἐλθών· πολλοὶ γὰρ τῶν τοιούτων οἱ πειρασμοὶ ὄντων ἐν μέσῳ ἀνθρώπων. Καλὸν δέ τινα, γνόντα τὰ ἴδια μέτρα, ἀποθέσθαι τὸ βάρος τῆς ἀρχῆς μετὰ τὸ κατασταθῆναι, ἵνα μὴ μᾶλλον κινδυνεύσῃ· οἱ δὲ ἑδραῖοι τῇ πίστει ἀμετακίνητοί εἰσιν. Ὅπου καὶ περὶ αὐτοῦ τοῦ ἁγιωτάτου Ἰωσὴφ ἔστιν εἰπεῖν ὡς καὶ νέος ἦν καὶ μήπω τέλειος ἐν πᾶσιν· ἀλλὰ πόσα ἐπειράσθη καὶ ἐν ποίᾳ χώρᾳ ὅπου μηδὲ ἴχνος ἦν ἰδεῖν τότε θεοσεβείας· διὸ καὶ ὁ θεὸς τῶν πατέρων αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὢν μετ’ αὐτοῦ, ἐξείλατο ἀπὸ πάσης θλίψεως καὶ πρὸς τὴν ἀρχὴν εὐδόκιμον παρεσκεύασε· καὶ νῦν ἐστι παρὰ τοῖς πατράσιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Καὶ ἡμεῖς οὖν, τὰ μέτρα γνόντες ἑαυτῶν, ἀγωνισώμεθα κατὰ δύναμιν· μόλις γὰρ οὕτως τὴν κρίσιν τοῦ θεοῦ ἐκφευξόμεθα.» Καὶ πολλὰ τοιαῦτα εἰπόντος τοῦ ἀββᾶ Ὀρσισίου καὶ εὐξαμένου, ἀνεχώρησαν οἱ ἀδελφοὶ εἰς τὰ σκηνώματα ἑαυτῶν.
Περὶ Ἀπολλωνίου τοῦ μελετήσαντος τὴν διαίρεσιν. Μετὰ δὲ ταῦτα, τῶν ἀδελφῶν πληθυνομένων σφόδρα, προφάσει τῆς τοῦ πλήθους τροφῆς ἤρξαντο πλατύνεσθαι ἐν ἀγροῖς καὶ ὕλαις πολλαῖς, καὶ κατ’ ὀλίγον ἀμελεῖν ἐν ἑκάστῃ μονῇ διὰ τὸ πλῆθος.
Καὶ φροντίδες ἄλλαι προσεγένοντο αὐτοῖς. Εἷς δέ τις πατὴρ μοναστηρίου Μογχώσεως, Ἀπολλώνιος ὀνόματι, ἠθέλησε παρὰ τὸν κανόνα τῆς κοινωνίας ἑαυτῷ χρείας περισσὰς ἀγοράσαι. Καὶ τούτου χάριν ἀνακρινόμενος παρὰ Ὀρσισίου καὶ ἐπιτιμώμενος ἠγανάκτησε· καὶ ἠθέλησε τὸ μοναστήριον αὐτοῦ ἀποσπάσαι τοῦ κοινοβίου κατὰ πειρασμὸν τοῦ πονηροῦ· πολλοὺς δὲ καὶ ἑτέρους ἔπεισε μεγάλους τοῦ μοναστηρίου τοῦτο ποιῆσαι. Τινὲς δὲ καὶ τῶν ἄλλων μοναστηρίων ἐβλάβησαν δι’ ἐκεῖνον, ὅτι ἀντέστη λέγων· «Οὐκέτι διαφέρομαι τῇ κοινωνίᾳ τῶν ἀδελφῶν.» Τοῦ οὖν ἀββᾶ Ὀρσισίου Λόγοις πολλοῖς πείθοντος αὐτὸν καὶ παρακαλοῦντος, κἀκείνου μὴ ἀκούοντος, ἐνίσχυσεν ὁ πειρασμός.
Μελετήσας δὲ τὰς θλίψεις ὑπομένειν Ὀρσίσιος ἄχρι θανάτου, πολὺν μὲν χρόνον ἐποίησεν ὑπομένων· ὕστερον δὲ συνιδὼν ἐσκέψατο συνεργὸν ἄλλον προσλαβέσθαι πρὸς τὴν πατρικὴν ἑαυτοῦ τάξιν. Καὶ εἰσελθὼν νυκτὸς εἰς ἥσυχον τόπον ἔκλαυσεν ἱκανῶς λέγων, ὡς αὐτὸς ὕστερον ἡμῖν τῷ ἰδίῳ στόματι εἶπεν· «Ὁ θεός, οἶδας ὅτι τὴν τάξιν ταύτην παρέδωκέ μοι ὁ ἀββᾶς Πετρώνιος, ὡς ἵνα κερδήσω μᾶλλον καὶ σώσω πολλούς. Νῦν δὲ βλέπω ὅτι οὐ πολλοὶ ἀκούουσιν ἡμῶν εἰς σωτηρίαν ἑαυτῶν· ἕκαστος γὰρ ἀκολουθεῖ τῇ ἰδίᾳ καρδίᾳ, εἰ μὴ οἱ πιστοὶ δοῦλοί σου οἱ καλῶς ἀνατραφέντες μετὰ τοῦ πατρὸς ἡμῶν καὶ οἱ λοιποὶ οἱ ἔχοντες τὸν φόβον σου. Διὰ τοῦτο θλίβομαι βλέπων ὅλην τὴν μονὴν ταρασσομένην, οὐκ ἐξ ἐμοῦ· οὐδὲν γάρ, ὡς οἶδας, ἔθλιψα αὐτούς, κύριε.
Φοβοῦμαι δὲ καὶ διὰ τὰς ἄλλας μονάς, μήποτε λαβόντες ἀφορμὴν οἱ ἀδελφοὶ οὐκέτι θελήσουσι τὴν ἐξ ἀρχῆς τῆς ὁμονοίας ἀγάπην. Νῦν οὖν, κύριε, μηκέτι δυναμένῳ μόνῳ δεῖξόν μοί τινα δυνάμενον· καὶ ὀνομάσω αὐτὸν τοῖς ἀδελφοῖς, ἵνα μὴ γένωμαι ἐγὼ ψυχῶν αἴτιος.»
Ἀποκάλυψις περὶ Θεοδώρου καὶ παραίτησις Ὀρσισίου. Ταῦτα εὐξάμενος Ὀρσίσιος τῇ νυκτὶ ἐκείνῃ ἐν ἐνυπνίῳ βλέπει δύο κραβάτους, ὧν ὁ μὲν εἷς ἦν καλὸς ἀλλὰ παλαιός, ὁ δὲ ἄλλος καλὸς καὶ στερεός. Καὶ χρηματίζεται οὕτως αὐτῷ· «Ἀνάπαυσον σεαυτὸν ἐπὶ τῷ στερεῷ τούτῳ.» Συνῆκε δὲ αὐτίκα τῷ πνεύματι Θεόδωρον εἶναι τὸν κράβατον ἐκεῖνον, τόν ποτε μετὰ τοῦ μεγάλου Παχωμίου ὁμόψυχον. Πρωΐας δὲ γενομένης, ἐκουφίσθη τῆς θλίψεως, μᾶλλον καὶ ἠγάπα Θεόδωρον, σφόδρα ταπεινὸν ὄντα καὶ εἰδότα ὑπομένειν ἀντιλογίας ἀνθρώπων. Συνήγαγεν οὖν αὐτίκα πάντας τοὺς ἡγουμένους, μὴ καλέσας Θεόδωρον.
Καὶ ἐλάλησεν αὐτοῖς λέγων· «Οὐκ ἀγνοεῖτε τὸν πειρασμόν, ἀδελφοί, τὸν ἐπελθόντα ἡμῖν. Καὶ ἔμεινα μὲν χρόνον, δοκῶν παύεσθαι τοῦτον· ἀλλ’ ἔτι μᾶλλον αὐξάνει, ὡς ὁρᾶτε. Διὰ τοῦτο ὁμολογῶ μηκέτι δύνασθαι μόνος φέρειν τὴν φροντίδα ταύτην. Καὶ οἶδα μὲν ὡς οὐδεὶς ὑμῶν ἀναγκάζει με παραιτήσασθαι τοῦτο, ἀλλ’ ἔγνων ἀληθῶς ὅτι οὐ δύναμαι. Ὁ δὲ θεὸς καὶ οἱ πατέρες οὐ μέμφονταί με τὰ μέτρα μου γνόντα. Ὃν δὲ βλέπω ἱκανὸν εἰς τοῦτο κατὰ πάντα, αὐτός ἐστιν ὁ τότε καὶ πάλιν ἡμῶν πατὴρ Θεόδωρος.» Καὶ ταῦτα εἰπὼν ἀπῆλθε νυκτὸς εἰς τὴν μονὴν τὰ Χηνοβόσκια καὶ ἔμεινεν ἐν αὐτῇ. Οἱ δὲ ἀδελφοὶ πάντες ἀκούσαντες ἐκράτησαν Θεόδωρον μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως ὡς πατέρα. Αὐτὸς δὲ λόγον ἔδωκε μὴ στῆναι μήτε φαγεῖν μήτε πιεῖν ἄχρι τριῶν ἡμερῶν, εἰ μὴ ἀπαντήσει τῷ ἀββᾷ Ὀρσισίῳ.
Περὶ τῆς ἀρχῆς Θεοδώρου. Μετὰ οὖν τὸ ἐλθεῖν ἐκεῖνον μεταπεμφθέντα, συνήχθησαν πάλιν δι’ αὐτόν· καὶ λέγει Θεοδώρῳ ὁ ἀββᾶς Ὀρσίσιος· «Μὴ γὰρ ἡμεῖς ἐτάξαμέν σε; Ὁ πατὴρ ἡμῶν ἐστιν ὁ τάξας σε προσημαίνων ὅτε ἐκράτει τοῦ πώγωνός σου καὶ εἶπεν· “Μνήσθητι, Θεόδωρε, μὴ ἀφῇς τὰ ὀστᾶ μου ὅπου ἐτάφησαν.”» Ἀκούσας δὲ τοῦτο Θεόδωρος οὐκέτι ἀντεῖπεν· καὶ οὕτως Ὀρσίσιος παραδοὺς Θεόδωρον τοῖς ἀδελφοῖς ἀπῆλθε πάλιν εἰς Χηνοβόσκια. Σταθέντος ἐν τῇ ἀρχῇ τοῦ ἀββᾶ Θεοδώρου ὅλων τῶν μοναστηρίων, οἱ ἀδελφοὶ ἀκούσαντες ἠγαλλιάσαντο, μάλιστα οἱ ἐξ ἀρχῆς εἰδότες αὐτὸν τέκνον γνήσιον τοῦ ἀββᾶ Παχωμίου καὶ ὅτι ὁ λόγος αὐτοῦ χάριν εἶχε καὶ ἴαμα ψυχῆς ἐν θλίψει. Οὕτω δὲ ἦν θαυμαστὸς καὶ ὑποτακτικὸς τῷ ἀββᾷ Ὀρσισίῳ ὥστε αὐτὸν εἰπεῖν ὅτι «Ἀληθῶς κλίνη ἐστὶ πάσης ἀναπαύσεως ὁ ἄνθρωπος οὗτος.» Οὐδὲ γὰρ ἐπειδὴ ἔλαβε τὴν τάξιν καὶ ἔκαμνε νυκτὸς καὶ ἡμέρας ἕνεκεν τῆς σωτηρίας τῶν ἀδελφῶν ἐν κυρίῳ, ἡγεῖτό ποτε ἑαυτὸν εἶναι πατέρα, μνημονεύων τῆς Παχωμίου ἐπιτιμίας, ἀλλὰ διάδοχον ἔλεγε καὶ ὑπηρέτην ἑαυτὸν τοῦ ἀββᾶ Ὀρσισίου, κἂν ᾖ ἀναχωρήσας ἐκεῖνος. Ἐπὶ τούτοις ὅτε τι ἔτασσεν ὁ ἄνθρωπος τοῦ θεοῦ, περιπατῶν ἤρχετο πρὸς Ὀρσίσιον, ἐξετάζων πῶς ἐκεῖνος θέλει· καὶ οὕτως ἐποίει.
Ἐπειδὴ γὰρ τὸ φίλαρχον ἐξερρίζωσεν ἀφ’ ἑαυτοῦ τέλεον, εἰς τελειότητα παιδευθείς, διὰ τοῦτο οὐ μόνον τὸν ἀββᾶν Ὀρσίσιον ἀνέπαυεν, ἀλλὰ καὶ πάντας, ὥστε λέγειν Ὀρσίσιον ὡς «Ἐγὼ ἄρχω ἄρτι ἢ ὅτε ἤμην μόνος.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.