Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου

Παχώμιος ὁ Μέγας

Εισαγωγή, νεανικά χρόνια και μεταστροφή του Παχωμίου

Ιστορική αναδρομή στον αναχωρητικό βίο, η παρουσία του νεαρού Παχωμίου σε ειδωλολατρικό ναό, η στρατολόγησή του, η γνωριμία του με τους χριστιανούς και το βάπτισμά του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 10

περιλειπόμενοι μᾶλλον ἐνεκρατεύοντο, τὴν ἐκείνων ὁρῶντες ὑπομονὴν ἐν τῇ πίστει· οὕτω τε πολλοῦ αὐτοῖς ὑπάρχοντος τοῦ ζήλου περὶ τὴν θεοσέβειαν, πολλοὶ καὶ τὸν ἀκτήμονα βίον τῆς ἐν κόσμῳ τρυφῆς προετίμησαν, διαπύρως ἔχοντες τοῦ εὐαρεστεῖν Χριστῷ. Ὅθεν καὶ μοναστηρίων σύστασιν ἐποιοῦντο καὶ τὴν ἀναχώρησιν ἀσκεῖν ἐπετήδευσαν, ὅπως ἂν διὰ τῆς ἁγνείας καὶ ἀκτημοσύνης καὶ πάσης τῆς τοῦ κόσμου ἀπολυτρώσεως προσεγγίσαιεν μᾶλλον τῷ θεῷ. Καὶ ἦν ἰδεῖν ἑκουσίως ἑαυτοὺς ἐκδεδωκότας τοῖς πόνοις καὶ κατὰ τὸ γεγραμμένον· «Ὑστερουμένους, θλιβομένους ἐν κακουχίᾳ πολλῇ, ἐν ἐρημίαις πλανωμένους καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς», ἡμέρας τε καὶ νυκτὸς ἅπαντας καὶ τὸν ζῆλον ἀλλήλων ἐπερεθίζοντας, ἵνα τὸν δρόμον τελέσαντες ὡς ἀληθῶς ἔμποροι τῆς βασιλείας κτήσωνται τὸν πολυτίμητον μαργαρίτην Χριστόν.

Τοῦ γὰρ ἀσκητικωτάτου καὶ ἀληθῶς ἐναρέτου πατρὸς ἡμῶν Ἀντωνίου τοιοῦτος ἦν ὁ βίος ὡς ὁ τοῦ μεγάλου Ἡλιοὺ καὶ Ἐλισσαίου καὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, καθὰ καὶ ἐγγράφως μαρτυρεῖ περὶ αὐτοῦ μετὰ τὴν τελευτὴν αὐτοῦ ὁ ἁγιώτατος ἐπίσκοπος Ἀθανάσιος, ὁμοῦ δηλώσας καὶ τὴν διαγωγὴν τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀμοῦν, ὃς ἀρχὴ τῶν ἐν τῷ ὄρει τῆς Νιτρίας μοναζόντων ἀδελφῶν ἐγένετο· σὺν αὐτῷ δὲ καὶ Θεόδωρος.

Ἐπειδὴ δὲ ἐν χείλεσι τοῦ εὐλογητοῦ καὶ πάντας εὐλογοῦντος ἐξεχύθη ἡ χάρις—ἐπεσκέψατο γὰρ τὴν γῆν καὶ ἐμέθυσεν αὐτὴν ἁγίῳ πνεύματι ἀντὶ λύπης καὶ στεναγμῶν—, διὰ τοῦτο καὶ εἰς πᾶσαν χώραν ἐγένοντο πατέρες θαυμαστοὶ τῶν μοναζόντων, ὡς προειρήκαμεν· ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζώντων. Ἐν δὲ τῇ Αἰγύπτῳ καὶ Θηβαΐδι μήπω γεναμένων πολλῶν, μετὰ τὸν διωγμὸν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἡ μετάνοια τῶν ἐθνῶν πληθυνομένη ἐν τῇ Ἀλεξανδρείᾳ σφόδρα ἐκαρποφόρει κατὰ τὴν τῶν ἀποστόλων διδαχήν, τῶν ἐπισκόπων αὐτοὺς ὁδηγούντων πρὸς τὸν θεόν. Καί τις ὀνόματι Παχώμιος, ἑλλήνων γονέων ὑπάρχων ἐν Θηβαΐδι, ἐλέους σφόδρα τυχὼν ἐγένετο χριστιανός· καὶ προκόψας ἐγένετο τέλειος μοναχός. Ἀναγκαῖον οὖν καὶ τούτου τὸν βίον κατὰ μέρος διηγήσασθαι εἰς δόξαν θεοῦ τοῦ πάντας πανταχόθεν καλοῦντος ἐκ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.

Περὶ τῶν παιδικῶν. Ἐγένετό ποτε συμπαραγενέσθαι τοῖς γονεῦσι τὸν Παχώμιον ἔτι παῖδα ὄντα εἰς εἰδωλεῖον καὶ τοῖς ἐν τῷ ποταμῷ φαντάσμασι δαιμονίων θυμιᾶν. Καὶ τοῦτο ἰδὼν ὁ ἐπὶ τῆς θυσίας ἱερεὺς ἐποίησε τοῦ τόπου διωχθῆναι αὐτὸν ἐν μανίᾳ κράζων οὕτως· «Τὸν ἐχθρὸν τῶν θεῶν ἐντεῦθεν ἀποδιώξατε.» Καὶ ἀκούσαντες οἱ γονεῖς αὐτοῦ ὡς ἐχθροῦ ὄντος τῶν λεγομένων καὶ μὴ ὄντων θεῶν, μᾶλλον ὅτι καὶ ἄλλοτέ ποτε τοῦ οἴνου τῆς ἐκεῖσε σπονδῆς ἐπότισαν αὐτὸν καὶ εὐθέως ἐξήμεσεν ὅπερ ἔπιεν ὁ παῖς.

Καὶ μετὰ τὸ γενέσθαι αὐτὸν μονάζοντα ἐξηγούμενος περὶ τῶν παιδικῶν αὐτοῦ ἐδήλωσε καὶ τούτου τὴν γνῶσιν τοῖς περὶ αὐτὸν μοναχοῖς λέγων· «Μὴ νομίσητε ὅτι ἐκ προγνώσεως ἐποίησάν με διωχθῆναι οἱ μηδὲν ἀγαθὸν γινώσκοντες δαίμονες ὡς μέλλοντα μετὰ ταῦτα ἐλεηθῆναι τῇ πίστει τῆς ἀληθείας· ἀλλὰ τοῦτο προεῖπον ὁρῶντές με καὶ τότε τὰ κακὰ μισοῦντα—ὁ γὰρ θεὸς τὸν ἄνθρωπον ἐποίησεν εὐθῆ—· διὰ τοῦτο στοχασάμενοι μήπως ἄρα θεοσεβὴς ἔσομαι μετὰ τοῦτο, τῇ ἐνεργείᾳ ἐδίωξάν με διὰ τοῦ ὑπηρέτου αὐτῶν.» Ἀλλὰ ταῦτα μὲν ὕστερον ἐξηγούμενος ἔλεγεν ὁ μέγας Παχώμιος.

Περὶ τῆς κλοπῆς τοῦ τήρωνος. Τότε δὲ μετὰ τὸν διωγμὸν ἐβασίλευσεν ὁ ἐν ἁγίοις βασιλεὺς Κωνσταντῖνος ἀπαρχὴ γενόμενος τῶν χριστιανῶν βασιλέων Ῥωμαίων. Καὶ πρός τινα τύραννον ἀντιτασσόμενος ἐκέλευσε τοῖς ἐν Ἀλεξανδρείᾳ κρατοῦσι πολλοὺς τήρωνας συναγαγεῖν. Μετὰ τούτων οὖν καὶ αὐτὸς συνειλέχθη Παχώμιος, περίπου τὰ εἴκοσι τελῶν ἔτη. Καὶ καταπλεόντων τῶν τηρώνων, οἱ κρατοῦντες αὐτοὺς στρατιῶται προσορμισθέντες ἐν πόλει τῶν Θηβῶν ἐκεῖ ἐνέκλεισαν αὐτοὺς δι’ ὑποψίαν φυγῆς. Ἀκούσαντες οὖν τινες τῶν χριστιανῶν ἐλεήμονες ἤνεγκαν αὐτοῖς ἑσπέρας φαγεῖν καὶ πιεῖν καὶ ἄλλας τινὰς χρείας, καθότι ἦσαν ἐν θλίψει. Ὁ δὲ νεανίας ἐρωτῶν περὶ τούτου ἤκουσε χριστιανοὺς αὐτοὺς εἶναι, τοὺς καὶ πρὸς πάντας ἐλεήμονας. Ἐρωτᾷ οὖν αὖθις τί ἂν εἴη χριστιανός. Καὶ λέγουσιν αὐτῷ· «Ἄνθρωποί εἰσι τὸ τοῦ Χριστοῦ ὄνομα φέροντες τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ· καὶ πᾶν ἀγαθὸν πᾶσι ποιοῦντες ἐλπίζουσιν ἐπ’ αὐτὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἡμᾶς τοὺς ἀνθρώπους.»

Μετὰ τὸ ἀκοῦσαι οὖν τὴν τηλικαύτην χάριν ἐπυρώθη ἡ καρδία αὐτοῦ φόβῳ θεοῦ καὶ χαρᾷ· καὶ κατ’ ἰδίαν ἐν τῇ φυλακῇ ἀναχωρήσας ἐξέτεινε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εὔχεσθαι· καὶ εἶπεν· «Ὁ θεός, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν πτωχείαν μου καθ’ ἣν ἀγνοῶ σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ἀπὸ ταύτης τῆς θλίψεως ἀπολύσῃς με, λατρεύσω τῷ θελήματί σου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καὶ πάντας ἀνθρώπους ἀγαπῶν δουλεύσω αὐτοῖς κατὰ τὴν ἐντολήν σου.» Καὶ ταῦτα εὐξάμενος ἔπλευσε μετὰ τῶν λοιπῶν. Ὀχλούμενος δὲ πολλάκις ἐν πόλεσιν ὑπὸ τῶν συνόντων αὐτῷ κοσμικῶν ἡδονῶν ἕνεκεν καὶ ἄλλων ἀταξιῶν, τούτους ἀπεστρέφετο τῇ μνήμῃ τῆς πρὸς αὐτὸν γενομένης χάριτος θεοῦ· ἐφίλει γὰρ τὴν ἁγνείαν σφόδρα καὶ ἐκ παιδός. Μετὰ δέ τινας ἡμέρας, κελεύσεως βασιλικῆς γενομένης—ἐνίκησε γὰρ τοὺς ὑπεναντίους Κωσταντῖνος—, ἀπελύθησαν οἱ τήρωνες Τηνικαῦτα οὖν ὁ Παχώμιος ὁρμήσας εἰς τὴν ἄνω Θηβαΐδα ἦλθεν εἰς ἐκκλησίαν κώμης λεγομένης Χηνοβόσκια καὶ κατηχηθεὶς ἐβαπτίσθη

Περὶ τοῦ ἐνυπνίου. Τῇ δὲ νυκτὶ ᾗ κατηξιώθη τοῦ μυστηρίου ἐνύπνιον εἶδεν· ἔβλεπε γὰρ ἑαυτὸν καταδροσιζόμενον οὐρανόθεν· καὶ τῆς δρόσου συναχθείσης ἐπὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα καὶ γενομένης ὡς στερεὸν μέλι καὶ ἐπὶ γῆς πεσόντος τοῦ μέλιτος, ἤκουσέ τινος λέγοντος αὐτῷ· «Τὸ γενόμενον σύνες· ἔσται γάρ σοι μετὰ ταῦτα.»