Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος τοῦ Παχωμίου

Παχώμιος ὁ Μέγας

Επέκταση των μονών, κοινοβιακοί κανόνες και προφητείες

Η ίδρυση των μονών Παβαύ και Χηνοβοσκίων, αυστηροί κανόνες της κοινοβιακής ζωής, προφητικά οράματα για τις μελλοντικές θλίψεις και η κατήχηση των αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 10

Περὶ τῆς δευτέρας μονῆς Παβαῦ. Ἰδὼν δὲ τὴν μονὴν στενοχωρουμένην ὡς ἀδελφῶν πολλῶν γενομένων, μετήγαγέ τινας ἐξ αὐτῶν εἰς ἄλλην κώμην ἔρημον λεγομένην Παβαῦ· καὶ οὕτω σὺν αὐτοῖς ἐπλάτυνε τὴν μονὴν οἰκοδομῶν· ἐσκόπει γὰρ τὴν τῶν πολλῶν κλῆσιν παρὰ θεοῦ εἶναι. Καὶ ἔταξεν οἰκονόμους σὺν δευτέροις οἰκονομεῖν ἐκεῖ τοὺς ἀδελφούς, καὶ οἰκιακοὺς καὶ δευτέρους κατὰ τοὺς θεσμοὺς τῆς πρώτης μονῆς Ταβεννήσεως· καὶ ἔγραψεν αὐτοὺς εἰς μνήμην ἵνα μή τις βλάψῃ τὸν πλησίον, ἀλλ’ ἕκαστος στοιχῇ τῷ ὁρίῳ αὐτοῦ. Αὐτὸς δὲ ὡς δοῦλος τοῦ καλοῦ ποιμένος ἐπεσκέπτετο νυκτὸς καὶ ἡμέρας τὰς δύο μονάς. Καὶ μετὰ ταῦτα πληθυνθέντων τῶν ἀδελφῶν καὶ ἐν τῇ λεγομένῃ Παβαῦ, μετὰ χρόνον ἦλθέ τις γηραιὸς ἀσκητής, πατὴρ ἄλλου μοναστηρίου ἀδελφῶν ἀρχαίων, ὀνόματι Ἐπώνυχος, καὶ ἠξίωσεν αὐτὸν ὅπως δέξηται τὴν μονὴν αὐτοῦ καὶ τῷ κοινοβίῳ τῶν ἀδελφῶν ἑνώσῃ.

Ἡ δὲ μονὴ λέγεται Χηνοβόσκια.

Περὶ τῆς τρίτης μονῆς Χηνοβόσκια. Λαβὼν οὖν ὁ μέγας ἄλλους ἀδελφοὺς ἤνεγκεν ἐκεῖ· καὶ εὐξάμενος ἐν τῷ τόπῳ παρέδωκεν αὐτοὺς τῷ θεῷ τοῦ μεῖναι μετὰ τῶν πρώτων ἀδελφῶν καὶ τοῖς αὐτοῖς στοιχῆσαι κανόσιν. Ἔταξεν οὖν κἀκεῖ ὁμοίως οἰκονόμον καὶ δεύτερον μονῆς καὶ οἰκιακοὺς καὶ δευτέρους οἰκιῶν.

Μονὴ δʹ ἡ ἐν Μογχώσει. Μετὰ τοῦτο πάλιν ὑπὸ τῶν μεγάλων τῆς ἐν Μογχώσει μονῆς ἀξιωθεὶς ἤγαγεν ἀδελφοὺς ἐκεῖ καὶ κατὰ τὸν ὅρον τῆς κοινωνίας παρέδωκεν αὐτοῖς τοὺς αὐτοὺς θεσμούς· καὶ τετάρτην μονὴν ἐποίησεν. Αὐτὸς δὲ ἐπεσκέπτετο τοὺς ἀδελφοὺς μετὰ πολλῆς σπουδῆς. Καὶ λαβὼν δυνατοὺς τῷ πνεύματι πατέρας καθ’ ἑκάστην μονὴν ἔταξεν εἰς κυβέρνησιν τῶν ἀδελφῶν ὡς ἐπὶ τῆς παρουσίας αὐτοῦ, ἕως ἂν αὐτὸς ὑποστρέψῃ πάλιν τοὺς ἄλλους ἐπισκεπτόμενος.

Περὶ ἐγκρατείας ... Πλέων δέ ποτε ἐν πλοίῳ μετὰ δύο ἑτέρων ἀδελφῶν, ἦλθεν εἰς αὐτὴν τὴν ἐν Μογχώσει μονήν. Καὶ τῇ ὥρᾳ τοῦ γεύσασθαι καθημένων αὐτῶν φαγεῖν, ἰδὼν ὅτι πολλὰ τὰ παρακείμενα τῇ τραπέζῃ βρώματα, τυρία, ἐλαῖαι, συκίδια καὶ ἕτερα πολλά, ἤρξατο ἄρτον μόνον ἐσθίειν· αὐτοὶ δὲ χεῖρα ἐπέβαλον ἀδιακρίτως ἐπὶ πάντα τὰ παρατεθειμένα. Καὶ προσσχών τις εἶδεν τὸν μέγαν δακρύοντα. Μετὰ τὸ ἐγερθῆναι οὖν ἐξήτασαν αὐτὸν οἱ ἀδελφοὶ περὶ τούτου. Ὁ δὲ λέγει οὐδέν· καὶ ἀξιωθεὶς δεύτερον τοῦ εἰπεῖν, «Δι’ ὑμᾶς λυποῦμαι, φησίν, μὴ ἐγκρατεῖς ὄντας. Ὀφείλει γὰρ ὁ τὰ ἄνω φρονῶν ἐγκρατεύεσθαι ἀξίως καὶ μὴ ἔχειν θέλημα βρωμάτων, οὐχ ὅτι ἁμαρτία ἐστὶ τὸ φαγεῖν καὶ μάλιστα τὰ εὐτελῆ ταῦτα· ἀλλὰ καλὸν τὸ μὴ ἐξουσιάζεσθαι ὑπό τινος κατὰ τὸν ἀπόστολον.

Ἐγὼ δὲ ἁμαρτωλὸς τυγχάνων, εὑρὼν καλοὺς τοὺς ἄρτους ἠρκέσθην μόνοις αὐτοῖς.» Καὶ ἀκούσαντες πάντες ἐζήλωσαν καὶ αὐτοὶ ἐγκρατεῖς βρωμάτων γενέσθαι. Καθήμενος δὲ πολλάκις ὥστε τοῖς ἀδελφοῖς ἐξηγήσασθαι, πρῶτον μὲν ὠφέλει αὐτοὺς ὑποτιθέμενος ἀμέμπτους εἶναι κατὰ τὸν βίον ἐν τῷ εἰδέναι καὶ μὴ ἀγνοεῖν τὴν πανουργίαν τῶν ἐχθρῶν καὶ ἀντικεῖσθαι αὐτοῖς ἐν τῇ δυνάμει κυρίου. Ἐν γὰρ τῷ θεῷ, φησίν, ποιήσομεν δύνα<μιν> ... καὶ Δαυὶδ λέγει· Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε. Ἀσφαλισώμεθα οὖν, ἀδελφοί, τοῦτο πάσῃ δυνάμει καὶ τὴν τῆς ψυχῆς ἀνάστασιν ἑαυτοῖς μνηστευσώμεθα. Πῶς δὲ ὁ κύριος ποτὲ μὲν οὐκ ἀντελοιδόρει διὰ τῆς πράξεως λοιδορούμενος “Δαιμόνιον ἔχεις”, ποτὲ δὲ διελέγχων λόγῳ τοὺς φαρισαίους καὶ γραμματεῖς ἐδόκει λοιδορεῖν τὸ “οὐαὶ ὑμῖν” πολλάκις ἐπιφωνῶν καὶ τυφλοὺς ἀποκαλῶν τυφλῶν ὁδηγοὺς καὶ τάφους κεκονιαμένους καὶ τὰ τούτοις ὅμοια; Ἦ πάντως ὥσπερ βόθρον τις βλέπων χειραγωγεῖ τυφλοὺς μήπως περιπατοῦντες πέσωσιν εἰς αὐτὸν βαθὺν ὄντα μέχρι θανάτου, οὕτως ὁ κύριος τὴν ἐξ αὐτῶν βλάβην ἀνακρουόμενος ἀπεκάλυψε τὴν κακὴν πρᾶξιν αὐτῶν τοῖς πιστεύουσι. Περὶ δὲ τοῦ λοιδορούμενον μὴ ἀντιλοιδορεῖν, οὐ δι’ ἔργων μόνων ἐδίδαξεν ἀλλὰ καὶ διὰ τοῦ μὴ ἀνταποδιδόναι νομοθετεῖν. Ὅταν δὲ εἴπῃ Πέτρῳ «σατανᾶ, οὐκ αὐτὸν οὕτω καλεῖ, ἀλλὰ τὸν ὑποβάλλοντα σατανᾶν τὰ τῶν ἀνθρώπων φρονεῖν τε καὶ λέγειν.»

Καὶ οὕτω μετὰ τοὺς λόγους τούτους ἀναστὰς ὁ πατὴρ ἡμῶν Παχώμιος ηὔξατο μετὰ τῶν ἀδελφῶν, τοῦ ἀεὶ μνημονεύειν τοὺς λόγους τοῦ θεοῦ εἰς σωτηρίαν. Καὶ οὕτως ἀνεχώρησεν ἕκαστος εἰς τὴν ἑαυτοῦ οἰκίαν, μελετῶντες αὐτὰ ἀπὸ στήθους.

Περὶ τῆς διαγωγῆς τοῦ κοινοβίου. Καὶ καθ’ ἑκάστην δὲ μετὰ τὸ ποιῆσαι αὐτοὺς τὰς ἓξ εὐχὰς ἐκάθηντο συλλαλεῖν καὶ ἀναμιμνῄσκεσθαι τῶν εἰρημένων καθ’ ἕκαστον. Ἀδύνατον δὲ ἦν φθέγξασθαί τινα ῥῆμα ἀργὸν τοῦ κόσμου, ἀλλ’ ἢ τὰ ἐκμαθήματα ἢ ῥητοῦ λύσιν ἢ περὶ διορθώσεως βίου κατὰ τὸ θέλημα τοῦ θεοῦ.

Οὐδὲν δὲ οὐδεὶς ἐποίει ἐν τῇ οἰκίᾳ χωρὶς τῶν ἐχόντων ταύτης τὴν φροντίδα, οὐδὲ μέχρι τοῦ εἰς κελλίον εἰσελθεῖν πρὸς ἀδελφόν. Καὶ τὰ περισσεύοντα δὲ πάντα ἱμάτια ἐν ἑκάστῃ οἰκίᾳ ὁ οἰκιακὸς ἢ ὁ δεύτερος εἶχεν αὐτὰ ἐν κελλίῳ κεκλεισμένῳ, ἕως αὖθις ἔσχον αὐτῶν χρείαν τοῦ πλῦναι καὶ ἀγαγεῖν αὐτοῖς. Καὶ τὰ βιβλία δὲ πάλιν ἐν θυριδίῳ κείμενα ὑπὸ τὴν φροντίδα τῶν δύο ἦσαν. Οὐδὲν δὲ ἀργύριον ᾔδεσαν μήτι γε χρυσίον· καί τινες ἐτελεύτησαν μὴ ἰδόντες τοιοῦτόν τί ποτε, εἰ μὴ μόνοι οἱ τῆς διακονίας πιστοί· κἀκεῖνοι εἰσελθόντες εἰς τὴν μονὴν οὐδὲν μετὰ χεῖρας ἠφίεσαν αὐτῆς ἡμέρας, ἀλλ’ ἐδίδουν αὐτὰ τῷ οἰκονόμῳ ἕως πάλιν ἐξῆλθον. Καὶ πᾶσα ἡ τοιαύτη κυβέρνησις κατὰ μέρος γέγραπται ἐν τῷ βιβλίῳ τῶν οἰκονόμων.

Περὶ τῆς ἀγρυπνίας τοῦ ἁγίου. Ἐν σκαφιδίῳ ποτὲ πλέων ὁ μέγας πατὴρ εἰς τὰς μονάς, ὀψίας γενομένης εἶπεν τοῖς σὺν αὐτῷ· «Θέλετε, ἀγρυπνήσομεν τὴν νύκτα ταύτην;» Αὐτῶν δὲ εἰπόντων· «Ναί», λέγει αὐτοῖς· «Τρεῖς τύπους ἐδιδάχθην ἀγρυπνίας παρὰ τοῦ πατρὸς ἡμῶν τοῦ ἁγίου Παλάμωνος εἰς τὸ εὔξασθαι· ἢ γὰρ εὐξώμεθα ἀπὸ τοῦ νῦν ἕως παρέλθῃ τὸ μεσονύκτιον καὶ τὸ λοιπὸν κοιμηθῶμεν ἕως τοῦ πρὸς πρωΐ, ἢ ὑπνώσωμεν ἕως μέσης νυκτὸς καὶ εὐξώμεθα ἕως πρωΐ, ἢ ἀπάρτι κοιμηθῶμεν ὀλίγον καὶ εὐξώμεθα ὀλίγον ἕως πρωΐ.» Ἐκλεξαμένων οὖν αὐτῶν τοῦτο, ἔμεινεν ἰσάζων νηφαλίως τὰς ὥρας τοῦ ὕπνου καὶ τῆς εὐχῆς ὡς πεῖραν ἔχων τοῦ ἀγρυπνεῖν. Ὀλιγωρήσας δὲ ὁ εἷς ἐξ αὐτῶν ἀπῆλθε τοῦ κοιμηθῆναι, ὁ δὲ ἄλλος ἔμεινεν ἕως ὄρθρου. Εἶτα κληθέντος τοῦ κοιμηθέντος ἤδη τοῦ ποιῆσαι τὴν σύναξιν, ἀπῆλθεν εἰς τὸν σηκὸν ὁ ἄλλος καὶ ἐκοιμήθη. Αὐτὸς δὲ μετὰ τοῦ κοιμηθέντος τὴν νύκτα ἤλαυνε κώπας ἕως τῆς μονῆς. Πολὺ γὰρ ἦν τὸ διάστημα.

Ὁ δὲ προειρημένος ἤδη Κορνήλιος, οἰκονόμος ὢν τῆς μονῆς ταύτης, ἀκούσας ἐκάλεσε τοὺς ἀδελφοὺς καὶ ἐξῆλθεν εἰς ὑπάντησιν αὐτοῦ· καὶ ἰδόντες ἠσπάσαντο αὐτόν. Εἷς δὲ τῶν μετὰ τοῦ πατρὸς ἐλθόντων εἰσπορευόμενος ἠρωτήθη ὑπὸ Κορνηλίου· «Πῶς ὁ πατὴρ ἡμῶν διάγει τὰς ἡμέρας ταύτας;» Λέγει αὐτῷ ἐκεῖνος· «Τέως ταύτῃ τῇ νυκτὶ ἐπαίδευσεν ἡμᾶς.» Καὶ εἰπόντος ὅλον τὸ γενόμενον, λέγει αὐτῷ Κορνήλιος· «Ὢ ἀσθένεια· ἀφῆκες γέροντα ἄτονον τοῦ νικῆσαί σε ὄντα νεανίσκον;» Καὶ τοῦτο λαλοῦντος ἤκουσεν ὁ ἀββᾶς Παχώμιος ὡς μὴ ἀκούσας.

Καὶ ὀψὲ περὶ τὴν πυρκαιὰν λέγει Κορνηλίῳ· «Θέλεις, εὐχὴν ποιήσομεν;» Τοῦ δὲ εἰπόντος· «Ὡς θέλεις», ἀναστάντων εὔξασθαι, ἐχρόνισεν εὐχόμενος· καὶ οὕτως ἕλκοντος αὐτοῦ τὴν εὐχὴν ὡς Κορνήλιον δοκιμάζοντος, γνόντες οἱ λοιποὶ τὸ γινόμενον ἐκ τῆς πείρας τῆς ἐν τῷ πλοίῳ νυκτὸς ἐξέβησαν τοῦ τόπου καὶ ἀλλαχοῦ ἀπελθόντες ἐκοιμήθησαν. Ὁ δὲ Κορνήλιος ὑπέμενε μετ’ αὐτοῦ στήκων· καὶ διὰ τὸ χρονίσαι σφόδρα καὶ ἀτονῆσαι πρὸς τὴν εὐχὴν ἐμελέτα τὰ ἐκμαθήματα αὐτοῦ. Καὶ ὅτε ἔκρουσαν εἰς σύναξιν πρωΐ, καταλύσαντος αὐτοῦ τὴν εὐχήν, λέγει Κορνήλιος· «Τί ἐποίησά σοι, πάτερ; Οὐδὲ ὕδατος ἐγευσάμην ὀψὲ φαγών.» Καὶ λέγει αὐτῷ· «Ἀφίης γέροντα ἄνθρωπον νικῆσαί σε εἰς εὐχήν, Κορνήλιε.» Τότε γνοὺς τοῦτο ὅτι ὃ εἴρηκεν ὀψὲ τῷ ἀδελφῷ ἤκουσε, λέγει αὐτῷ· «Ἥμαρτον, συγχώρησόν μοι, ὅτι οὐκ ὀρθῶς ἐλάλησα. Τὸ γὰρ ἐν σοὶ πνεῦμα ἅγιόν ἐστι καὶ δύναμις θεοῦ.»

Περὶ πῶς κλαίειν ... Παρερχόμενός ποτε τάφους ὁ πατὴρ ἤκουσέ τινων κλαιόντων· καὶ λέγει Θεοδώρῳ σὺν αὐτῷ πορευομένῳ· «Οὗτοι κλαίουσι νεκροὺς οὓς οὐ δύνανται ἀναστῆσαι. Ἡμεῖς δὲ κλαύσωμεν πρῶτον μὲν ἑαυτούς, εἶτα τὸν πλησίον. Ἴσως ἐκ τοῦ κλαίειν μετὰ κλαιόντων, ἐξεγερεῖ αὐτοὺς ὁ κύριος λέγων· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

Πολλάκις δὲ περὶ τοῦ κλαίειν ἀκούοντες μὴ ξενισθῶμεν· ὡς τῶν ἁγίων πάντων ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος ὄντων καὶ τοῦ Ἰωσὴφ περὶ τῶν ἀδελφῶν αὐτοῦ κλαίοντος καὶ Ἰερεμίου τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων ὀδυρομένου, οὕτως καὶ ἡμεῖς ὀφείλομεν κλαίειν, τέκνα αὐτῶν τυγχάνοντες.» Ἐδίδασκε δὲ πάλιν τοὺς ἀδελφοὺς περὶ ἀπαθείας, ὥστε μὴ προσέχειν ὡραιότητι σώματος ἢ κάλλει τοῦ αἰῶνος τούτου, μήτε βρώματος καλοῦ ἢ ἐνδύματος ἐπιθυμεῖν ἢ κελλίου ἢ καὶ ἕως βιβλίου πιθανοῦ ἔξωθεν· «Τὸ γὰρ κάλλος τοῦ πιστοῦ, φησίν, αἱ ἐντολαὶ τοῦ θεοῦ εἰσιν, ὡς ἐν τῷ ψαλμῷ λέγει· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ὁ δὲ Ἰωσήφ, κἂν ἦν ὡραῖος σφόδρα τῷ εἴδει καὶ μετῆλθεν εἰς βασιλείαν Αἰγύπτου, ἀλλ’ οὐ προσεῖχε τούτοις ἀπολλυμένοις οὖσιν, ἁγνείαν ἔχων εἰς ὡραιότητα καὶ βασιλείαν. Ἕτεροι δὲ τὴν τέρψιν ἐν τούτοις ἔχοντες ἀπώλοντο θανάτῳ πονηρῷ, ὃν τρόπον Ἀμνὼν καὶ Ἀβεσαλὼμ καὶ Ἀδωνίας υἱοὶ Δαυίδ.»

Περὶ τοῦ γαρελαίου. Ἐσθίοντός ποτε τοῦ ἁγίου πατρὸς ἰδίᾳ ὅτε ἦν ἀρρωστῶν, ἠνέχθη αὐτῷ γαρέλαιον· καὶ ἰδὼν ἐμνήσθη τοῦ τότε ἅλατος μετὰ τῆς σποδοῦ, ὅτε ἦν σὺν τῷ θείῳ Παλάμωνι· καὶ λέγει τῷ ἐνεγκόντι· «Φέρε μοι ξέστην ὕδατος.» Καὶ λαβὼν κατέχεε τοῦ γαρελαίου ἕως οὗ τὸ ἐπάνω ἔλαιον ἐξεκενώθη. Καὶ λοιπὸν δίδωσι Θεοδώρῳ τὸν ξέστην λέγων· «Ἐπίδος ἐπὶ τὰς χεῖράς μου, ὅπως νίψωμαι.» Νιπτόμενος οὖν ἔβαλε τὸ ὕδωρ ἐπὶ τοὺς πόδας Θεοδώρου ὡς αὐτοὺς νίπτων.

Καὶ λέγοντος αὐτοῦ· «Τί τοῦτο ποιεῖς, καθὼς ἐπὶ τῷ προσφαγίῳ;» εἶπεν ὁ γέρων· «Τὸ προσφάγιον ἠφάνισα, ἵνα μὴ ἔχω ἡδονὴν ἐν τῷ ἐσθίειν· καὶ νιπτόμενος τὰς χεῖρας ἐπέχεον ὕδωρ ὡς νίπτων τοὺς πόδας σου, ἵνα μὴ κριθῶ τῇ συνειδήσει ὅτι δουλεύεις μοι, μᾶλλον ὀφείλοντι πᾶσι δουλεύειν.»

Περὶ τῆς τελειότητος τοῦ Θεοδώρου. Μετὰ ταῦτα ἐλθόντι τῷ ἀδελφῷ Θεοδώρου Παφνουτίῳ ὥστε μοναχῷ γενέσθαι, οὐκ ἠθέλησεν ὡς ἀδελφῷ χρήσασθαι ὁ Θεόδωρος· ἐξεδύσατο γὰρ τὸν παλαιὸν ἄνθρωπον ἤδη. Κἀκείνου κλαίοντος διὰ τοῦτο, εἶπεν ἀββᾶ Παχώμιος Θεοδώρῳ· «Καλὴ ἡ συγκατάβασις ἐν ἀρχῇ πρὸς τοὺς τοιούτους, ὡς ἐπὶ νεοφύτου δένδρου ἡ πολλὴ φιλοκαλία καὶ τὸ ποτίζειν ἕως ῥιζωθῇ.» Καὶ ἀκούσας ἐποίησεν οὕτως.

Περὶ τῆς πανουργίας ... Θεοδώρου. Ἦν δέ τις ἀδελφὸς ἐν τῇ μονῇ λίαν ὀδυρόμενος καὶ ἀδημονῶν διὰ τὸ ἐλέγχεσθαι αὐτὸν ὑπὸ τοῦ πατρὸς σωτηρίας χάριν. Καὶ γνοὺς ὁ Θεόδωρος παρακινηθέντα τῇ καρδίᾳ τὸν ἀδελφὸν τοῦ ἐξελθεῖν τῆς μονῆς ἕνεκεν τούτου, φρόνιμος τυγχάνων λέγει αὐτῷ· «Ἄρα οἶδας, ἀδελφέ, ὅτι ὁ λόγος τοῦ γέροντος τούτου ἀπότομός ἐστι παρὰ τὸ μέτρον· καὶ τάχα οὐ δυνήσομαι μεῖναι ὧδε.» Καὶ ἀποκριθεὶς ὁ ἀδελφὸς λέγει· «Καὶ σὺ τοῦτο πάσχεις;» Λέγει Θεόδωρος· «Ἐγὼ μᾶλλον. Ἀλλὰ γενώμεθα παραμυθούμενοι ἀλλήλους ἕως πειράσομεν αὐτὸν ἔτι ἅπαξ. Κἂν μὲν χρηστότερος γένηται πρὸς ἡμᾶς, μείνωμεν· εἰ δὲ μή, ἀπελευσόμεθά που μετ’ ἀναπαύσεως ἀναχωρεῖν καθ’ ἑαυτούς.» Καὶ ταῦτα ἀκούσας ἀπέθετό τε τὸ βάρος καὶ τῇ καρδίᾳ ἐνίσχυσεν ἀπὸ τῆς ἀσθενείας ἐκείνης. Ἀπελθόντος δὲ Θεοδώρου λάθρᾳ πρὸς τὸν πατέρα ἡμῶν Παχώμιον καὶ τὴν ὑπόθεσιν εἰπόντος, λέγει αὐτῷ· «Καλῶς· ἀλλὰ φέρε μοι αὐτὸν ὧδε, ἵνα μέμψησθέ με περὶ τούτου· καὶ ἐν ᾧ δίδωσιν ὁ θεός, πείσας πληροφορήσω αὐτόν.» Καὶ οὕτως ἐλθόντων αὐτῶν καὶ τοῦ Θεοδώρου ἐλέγχοντος δῆθεν αὐτόν, ἀπεκρίθη αὐτοῖς· «Συγχωρήσατέ μοι, ἥμαρτον. Οὐκ ὀφείλετε ὡς τέκνα φέρειν τὸν πατέρα ὑμῶν;» Καὶ ἀρξαμένου πάλιν Θεοδώρου ὡς ἐλέγχοντος ἔτι τὸν γέροντα, νεύει ἐκεῖνος· «Παῦσαι, καλῶς ἔχει. Ἐγὼ γὰρ παρεκλήθην σφόδρα.»

Καὶ οὕτως ὠφέλησε τὸν ἀδελφὸν μετὰ πανουργίας ἀγαθῆς ὁ Θεόδωρος.

Βλέπων δὲ αὐτὸν ὁ πατὴρ ἡμῶν Παχώμιος σοφὸν ὄντα καὶ τῇ ἀληθείᾳ ὑπήκοον, ἔπεμψέ ποτε μετὰ ἄλλου ἀδελφοῦ εἰς τὴν ἐκείνου οἰκίαν, αἰτησαμένου τοὺς ἰδίους ἐπισκέψασθαι. Καὶ μετὰ τὸ εἰσελθεῖν ἀμφοτέρους ἐκεῖ, τῇ τοῦ ἀρίστου ὥρᾳ ἡτοίμασαν αὐτοῖς φαγεῖν οἱ τοῦ ἀδελφοῦ γονεῖς εἰς ἥσυχον τόπον τῆς οἰκίας. Καὶ λέγει ἐκεῖνος Θεοδώρῳ· «Ἔγειραι, ἀπέλθωμεν φαγεῖν.» Οὐκ ἦν δὲ ἔθος αὐτῷ φαγεῖν ἐν κώμῃ ἢ οἰκίᾳ ποτέ. Ἀλλὰ τότε, γνοὺς ὡς ἐὰν μὴ συγκαταβῇ αὐτῷ, οὐκέτι μέλλει πρὸς τὴν μονὴν ὑποστρέφειν (ἔμελλε δὲ φαγεῖν ἐκεῖνος κἂν μὴ Θεόδωρος ἠβουλήθη), μικρὸν ἐγεύσατο τῇ διανοίᾳ σφαζόμενος. Καὶ λοιπὸν ἀνακαμψάντων αὐτῶν εἰς τὸ μοναστήριον, ἀπήγγειλε Θεόδωρος τῷ ἀββᾷ Παχωμίῳ τὸ γενόμενον· καὶ οὐκ ἐμέμψατο αὐτόν, γινώσκων ὅτι μὴ θέλων ἐποίησε τοῦτο.

Μετὰ τοῦτο εἰδὼς ὁ Θεόδωρος ἀρχαῖον ἀδελφὸν ὅτι πολλάκις ἐπεσκέπτετο τοὺς ἰδίους, ὡς μήπω δυνηθεὶς ἀποστῆναι τοῦ φρονήματος τῆς σαρκὸς μετὰ τὴν τοσαύτην διδαχήν, ἠρώτησεν αὐτὸν περὶ τοῦ εἰρημένου ἐν τῷ εὐαγγελίῳ· «Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα» καὶ τὰ ἑξῆς, ὅτι «Πῶς ὑπολαμβάνεις τοῦτο;» Λέγει ἐκεῖνος· «Ἡ γραφὴ ὕψωσε τοὺς λόγους ἵνα κἂν εἰς μέρος φθάσωμεν· ἐπεὶ πῶς μισήσομεν τοὺς γονεῖς;» Λοιπὸν ἀποκρίνεται αὐτῷ Θεόδωρος πανούργως· «Ἀληθῶς αὕτη ἐστὶν ὑμῶν ἡ πίστις, Ταβεννησιῶται;

Τὸ εὐαγγέλιον λέγει τοῦτο· καὶ σὺ παρερμηνεύεις ἕτερον; Ἀπέρχομαι ἔνθεν, οὐ μένω ὧδε. Καλῶς ἤμην ὅπου ἤμην τότε· οἱ γὰρ ἐκεῖ πατέρες οὐδέποτε ἠρνήσαντο τὸ εὐαγγέλιον.» Καὶ ταῦτα λέγων προσεποιεῖτο ἀναχωρεῖν, σχήματι κρυπτόμενος πρὸς ὀλίγον. Κἀκείνου ἐλθόντος πρὸς τὸν ἀββᾶν Παχώμιον καὶ σημάναντος περὶ τούτου, λέγει αὐτῷ Παχώμιος· «Οὐκ οἶδας ὅτι νεόφυτός ἐστι; Ταχέως σπούδασον ζητῆσαι αὐτόν. Ἐὰν γὰρ ἀπέλθῃ ἐντεῦθεν χάριν τούτου, φήμη οὐ καλὴ γενήσεται καθ’ ἡμῶν.» Καὶ οὕτως εὑρόντος αὐτὸν καὶ πολλὰ πείθοντος, εἶπεν αὐτῷ Θεόδωρος· «Εἰ θέλεις ἵνα μείνω καὶ ἴδω ὅτι ἀληθές ἐστιν ὃ λέγεις, ἐξομολόγησαι ἐνώπιον κυρίου καὶ τῶν ἀδελφῶν ὅτι στοιχεῖς τῷ εὐαγγελίῳ.» Καὶ ποιήσας τοῦτο οὐκέτι ἀπῆλθε πρὸς τοὺς ἰδίους πώποτε.

Περὶ τοῦ ὑπερηφανευομένου καὶ δαιμονισθέντος. Ἦν δέ τις ἀδελφὸς οὐ κατὰ θεὸν τὴν ἄσκησιν μετερχόμενος, ἀλλ’ ὑπεραιρόμενος ἐπὶ τούτῳ. Τοῦτον οὖν ὁρῶν ὁ Παχώμιος καὶ πολλάκις κατ’ ἰδίαν παραλαμβάνων ἐλάλει αὐτῷ· «Ἀδελφέ, λέγει ὁ κύριος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ τοῦ πέμψαντός με.

Καὶ σὺ ἄκουσον τοῦτο αὐτοῦ λέγοντος δι’ ἐμοῦ, ἐπειδὴ ὁρῶ σε, φθονούμενον ὑπὸ τοῦ ἐχθροῦ, ἀπολέσαι ὅλον τὸν κάματόν σου. Καὶ ὅτε κρούουσιν ἡμέρας εἰς τὸ φαγεῖν τοὺς ἀδελφούς, μὴ μείνῃς αὐτὸς ἕως ὀψέ, ἀλλ’ ἀπελθὼν φάγε μετ’ αὐτῶν ὡς πέντε κλάσματα· καὶ τὸ διδόμενον αὐτοῖς ἕψημα γεῦσαι· καὶ μὴ πάλιν χορτασθῇς, εὔτονος ὤν, διὰ τὴν κυβέρνησιν τοῦ σώματος. Καὶ ἐκτὸς τῆς συνάξεως τῶν ἀδελφῶν μὴ πολὺ εὔξῃ ἕως ἂν κατακυριεύσῃς τοῦ δαίμονος τῆς καυχήσεως, ὅτι ἐπιβουλεύει σοι.» Καὶ ἀκούσας ἐκεῖνος πρὸς μὲν τὸ παρὸν ἐπείσθη· ὕστερον δὲ πάλιν ἠκολούθησε τῇ πλάνῃ λέγων ἐν ἑαυτῷ· «Ποῦ γέγραπται· Μὴ νηστεύσῃς ἢ μὴ εὔξῃ;» Καὶ οὕτως ἀπειθοῦντος αὐτοῦ καὶ μέλλοντος δαιμονισθῆναι, καλεῖ Θεόδωρον ὁ ἀββᾶς Παχώμιος καὶ λέγει αὐτῷ· «Οἶδας ὅτι πάνυ λυποῦμαι διὰ τόνδε τὸν ἀδελφὸν οὐκ ἀκούοντά μου. Ἄπελθε οὖν, ἐπίσκεψαι αὐτὸν καὶ γνῶθι τί ποιεῖ.» Ἀπελθὼν οὖν εὗρεν αὐτὸν συνεχῶς εὐχόμενον· καὶ ἀνακάμψας ἐδήλωσεν αὐτῷ. Καὶ πάλιν λέγει Παχώμιος· «Ὕπαγε, κώλυσον αὐτὸν εὔχεσθαι· ὅτε δὲ κωλύσεις αὐτόν, εὐθὺς ἔχει φανῆναι ὁ δαίμων ἐν αὐτῷ· καὶ ἐὰν ἴδῃς, τήρησον αὐτὸν ἕως ἔλθω.» Κρατηθεὶς οὖν ἐκεῖνος μὴ εὔξασθαι ἔκραξε λέγων πρὸς Θεόδωρον· «Ἀσεβῆ, σὺ κωλύεις με εὔξασθαι;» Καὶ αὐτοῦ καθημένου τηρεῖν αὐτόν, ἀνέστη ἐκεῖνος ἔχων ξύλον μέγα θέλων δοῦναι κατὰ τῆς κεφαλῆς Θεοδώρου.

Οὗτος φυλάσσων ἑαυτὸν ἐπετίμησεν αὐτὸν ἐν ὀνόματι κυρίου· καὶ ἐπαύσατο. Λοιπὸν οὖν ὁ δαιμονιζόμενος ἔλεγε· «Θέλεις γνῶναι ὅ τι καὶ οἱ μεθ’ ἡδονῆς ψάλλοντες ἐξ ἐμῆς ἐνεργείας ψάλλουσι; Πρόσεχε νῦν καὶ ἀκούσεις τοῦ ψάλλοντος· ἔχει γὰρ εἰπεῖν τὸν αὐτὸν λόγον ἐννάκις.» Ἦν δέ τις ψάλλων ἐν κελλίῳ τὴν ἀρχὴν τῆς ᾠδῆς Μωσέως· «ᾌσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.» Τότε δοκιμάσας ὁ Θεόδωρος καὶ οὕτως ἀκούσας ἐθαύμασε καὶ ἐφοβήθη λογισάμενος ὅτι ἄρα διὰ πόσης νήψεως ἐκφεύξεται τὰς ποικιλίας τῶν ἐχθρῶν ὁ ἄνθρωπος. Καὶ εὐχομένου πολλάκις τοῦ ἀββᾶ Παχωμίου περὶ τοῦ κάμνοντος, ὁ οἰκτίρμων κύριος ἐρρύσατο αὐτὸν τῆς πληγῆς καὶ ἰάσατο. Καὶ οὕτω σωφρονισθεὶς ἐφύλαξεν ἑαυτὸν εἰς τὰ ἔμπροσθεν.

Περὶ τοῦ λάκκου καὶ τοῦ γογγυσμοῦ. Ἐν μιᾷ τῶν μονῶν λάκκος ἦν καθαρισθῆναι χρείαν ἔχων. Λαβὼν οὖν Παχώμιος ἀδελφοὺς κατέβη καθαρίσαι αὐτόν. Γέρων δέ τις, ἐν τῷ κόσμῳ χρονίσας, ἐλθὼν γενέσθαι μοναχὸς καὶ ἰδὼν αὐτὸν καταβαίνοντα μετὰ τῶν ἀδελφῶν εἰς τὸν λάκκον, μήπω γνοὺς τῶν εἰς πάντα πιστῶν τὴν ἀνδρείαν, ἤρξατο γογγύζειν καὶ λέγειν· «Ὁ ἄνθρωπος οὗτος ἀνελεήμων ἐστὶ λαβὼν μεθ’ ἑαυτοῦ κάτω εἰς λάκκον τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀποθανεῖν.» Καὶ τῇ νυκτὶ ἐκείνῃ εἶδεν ἐν ὕπνοις ἑαυτὸν ἐπάνω τοῦ λάκκου ἐκείνου, τοὺς ἀδελφοὺς δὲ κάτω ἐργαζομένους καὶ ἐν μέσῳ αὐτῶν παρηλλαγμένον ἄνθρωπον ἐν δόξῃ καὶ λέγοντα αὐτοῖς· «Λάβετε πνεῦμα ὑπακοῆς καὶ δυνάμεως», πρὸς δὲ αὐτὸν λέγοντα· «Καὶ σὺ ἀξίως λάβε πνεῦμα ἀπιστίας.» Ταραχθεὶς οὖν τῷ ἐνυπνίῳ νυκτὸς ἦλθεν ἐν μέσῳ τῶν ἀδελφῶν εἰς τὴν σύναξιν ἐξομολογούμενος ταῦτα, πεσὼν ἐπὶ πρόσωπον.

Ἀποκάλυψις περὶ τῶν ἐν ἐσχάτοις συμβησομένων. Ἄλλοτε τῶν ἀδελφῶν σὺν τῷ ἁγίῳ πατρὶ θρύα κοπτόντων καὶ μεταφορὰν αὐτῶν ποιουμένων εἰς τὸ πλοῖον, εἰς εὐχὴν ἐκεῖ ἱστάμενος ἐξαίφνης γέγονεν ἐν ἐκστάσει· καὶ ὁρᾷ τῶν ἀδελφῶν τινας μὲν περιερχομένους κύκλῳ καὶ εἰργμένους πυρὶ φλογίζοντι καὶ ὑπερβῆναι τοῦτο μὴ δυναμένους, τινὰς δὲ περιπατοῦντας ἐπάνω ξύλων ἀκανθίνων ἀνυποδήτους καὶ ὑπὸ σκολόπων ἐμπεπαρμένους καὶ μὴ δυναμένους ἐκβῆναι, καὶ ἄλλους ἐπὶ μέσου κρημνοῦ ὑψηλοῦ ἑστηκότας καὶ μήτε ἀνελθεῖν δυναμένους μήτε βαλεῖν ἑαυτοὺς εἰς ποταμὸν διὰ τὸ πλῆθος κροκοδείλων τηρεῖν αὐτοὺς καὶ ἅλλεσθαι κάτωθεν.

Καὶ ἔτι στήκοντος τοῦ μεγάλου καὶ θεωμένου ταῦτα, διαβαίνοντες οἱ ἀδελφοὶ ὁρῶσιν αὐτόν· καὶ τὰ φορτία ῥίψαντες συμπαρέστησαν αὐτῷ εἰς εὐχήν. Μετὰ δὲ πολλὴν ὥραν εἰς ἑαυτὸν ἐλθὼν κελεύει γεύσασθαι τοὺς ἀδελφούς· ὀψὲ γὰρ ἦν ἤδη. Καὶ μετὰ τοῦτο εἶπεν συναχθῆναι αὐτούς· καὶ λοιπὸν λέγοντος αὐτοῦ τὸ ὅραμα, ἔκλαιον μετὰ φόβου πολλοῦ. Καὶ ἐρωτηθεὶς τί ἂν εἴη τοῦτο ἔλεγεν· «Ὡς αἰσθάνομαι, μετὰ τὴν τελευτήν μου ἔσται τοῦτο τοῖς ἀδελφοῖς, ὥστε μὴ εὑρεῖν αὐτοὺς τὸν δυνάμενον ἐν κυρίῳ παραμυθήσασθαι ἀπὸ τῶν θλίψεων ὡς δεῖ.»

Περὶ τῆς μακροθυμίας Παχωμίου. Ἀδελφός τις ἀναχωρητὴς ἦλθεν ἰδεῖν τὸν ἀββᾶν Παχώμιον. Καὶ αὐτὸς συγκαθήμενος ἐκείνῳ καὶ τὰ δέοντα ὁμιλῶν λέγει Θεοδώρῳ· «Ἑτοίμασον ἵνα φάγῃ ὁ ἀδελφός.» Ἀπελθὼν οὖν ὁ Θεόδωρος ἔξω ἐκάθισε νομίζων ὅτι εἶπεν αὐτῷ· «Ἄφες, λαλήσω τῷ ἀδελφῷ.» Καὶ αὐτοῦ μῆ ἑτοιμάσαντος, λέγει ἄλλῳ οἰκονόμῳ διαβαίνοντι. Ὁ δὲ κἀκεῖνος ἀνεχώρησε μὴ γνοὺς τί λέγει.

Καὶ νηφάλιος ὢν ὁ πατὴρ τῷ πνεύματι συνεὶς τοῦτο πειρασμὸν εἶναι, ἐγερθεὶς δι’ ἑαυτοῦ ἡτοίμασε τῷ ἀδελφῷ καὶ συμφαγὼν ἀπέλυσεν αὐτόν. Καλέσας δὲ Θεόδωρον λέγει αὐτῷ· «<Ὁ> πατήρ σου κατὰ σάρκα ἐάν τί σοι εἴπῃ, παραβλέπεις αὐτόν; Διατί οὐχ ἡτοίμασας τῷ ἀδελφῷ;» Καὶ λέγει· «Ἐνόμιζον, πάτερ, ὅτι ἔλεγές μοι· Ἔξελθε, λαλήσω τῷ ἀνθρώπῳ.» Καὶ τὸν ἄλλον καλέσας καὶ τὴν αὐτὴν ἀπολογίαν ἀκούσας, ἀνεστέναξε λέγων· «Πνεῦμα πονηρὸν ἐνεπόδισε τοῦτο, ὅπως λυπηθῶμεν. Ἀλλ’ εὐλογητὸς κύριος ὁ τὴν μακροθυμίαν καὶ τὴν σύνεσιν δούς. Καὶ ὑμεῖς μάθετε ἀπὸ τοῦ γενομένου μακροθυμεῖν.»

Περὶ τῆς τῶν πνευμάτων πονηρίας. Πολλάκις δὲ ἀκούων ὁ πατὴρ τῶν πονηρῶν πνευμάτων λαλούντων τὰ ποικίλα αὐτῶν πανουργεύματα κατὰ τῶν ἀδελφῶν, ἐξηγεῖτο αὐτοῖς· «Ὁ μὲν γάρ, φησίν, τῶν δαιμόνων λέγει· “Πρὸς ἄνθρωπον σκληρὸν παρατέταγμαι· καὶ ὅτε ὑποβάλλω αὐτῷ λογισμόν, εὐθὺς στήκει εἰς εὐχήν· καὶ καιόμενος ἐγὼ ἐκεῖθεν αὐτίκα ἐξέρχομαι.” Ὁ δὲ λέγει· “Ἔχω τινὰ εὐπειθῆ καὶ εἴ τι συμβουλεύω αὐτῷ, ἀκούει μου καὶ ποιεῖ· καὶ διὰ τοῦτο σφόδρα αὐτὸν ἀγαπῶ.” Τοιγαροῦν τηρήσατε ἑαυτούς, ἀδελφοί, πάντοτε καὶ σφραγίζεσθε τῷ ὀνόματι τοῦ Χριστοῦ· καὶ οὕτω κατ’ αὐτῶν πολιτευομένους ὑμᾶς οὐ δυνήσονται βλάψαι.»

Περὶ τοῦ στραφέντος εἰς τὰ ὀπίσω. Καὶ ἐξηγουμένου τοῦ μακαρίου πάλιν τὰ συμφέροντα τοῖς ἀδελφοῖς, παραχρῆμα ἐκρατήθη ἡ καρδία αὐτοῦ τοῦ μὴ λαλεῖν· συνεὶς οὖν τῷ πνεύματι τίνος ἕνεκεν ἐγένετο τοῦτο, ἐκάλεσεν τὸν οἰκονόμον τῆς μονῆς· καὶ ἠρέμα λέγει αὐτῷ· «Ἀπελθὼν εἰς τόδε τὸ κελλίον μάθε τίς ἐστιν ὁ καταφρονῶν τῆς ἰδίας ψυχῆς. Καὶ σὺ μάρτυς γίνου πῶς ἐβλάβη οὗτος, πρῶτον μὲν ὅτι οὐκ ἠθέλησεν ἀκούειν τῶν λόγων τοῦ θεοῦ μετὰ τῶν λοιπῶν ἵνα δυναμωθῇ κατὰ τοῦ θλίβοντος καὶ ἕλκοντος αὐτὸν εἰς τὸν κόσμον, δεύτερον δὲ ὅτι κἂν οὐκ ἠθέλησεν ἀκοῦσαι, διατί οὐκ εὔχεται ἐκεῖ ἀλλὰ καθεύδει; Οὐκ οἶδα εἰ οὗτος γένηται μοναχός.» Καὶ οὕτως κατὰ μικρὸν ῥαθυμῶν ἐξῆλθε τῆς μονῆς πρὸς τοὺς συγγενεῖς αὐτοῦ, μὴ παραδοὺς ἑαυτὸν βαστάσαι τὸν σταυρὸν κατὰ δύναμιν.

Καὶ τούτου γενομένου ἤρξατο παραβολὴν αὐτοῖς λέγειν ὁ θεῖος Παχώμιος· «Ἐξ οἰκίας ἐν ᾗ ἑκατὸν τόποι κελλίων εἰσίν, ἐὰν ἀγοράσῃ ἀλλότριος ἓν κελλίον παρὰ τοῦ οἰκοδεσπότου, μὴ κωλύεται εἰς τὸ ἴδιον εἰσελθεῖν κἂν ᾖ ἐσώτερον; Οὕτω καὶ ὁ πιστός, ἐὰν ᾖ ἔχων πάντας τοὺς καρποὺς τοῦ πνεύματος καὶ τῇ ἀμελείᾳ ἑαυτοῦ καὶ ἐπιβουλῇ τοῦ ἐχθροῦ ἀλλοτριωθῇ ἑνὸς αὐτῶν, οὐκέτι ἔσται ἐγκρατὴς ἐκείνου τοῦ καρποῦ πρὸς τὸν ἐχθρὸν μαχόμενος. Ἴσως γὰρ ἐὰν μὴ νήψῃ, νικήσει αὐτὸν καὶ ἐν ἄλλῳ· καὶ οὕτω κατακυριεύσει τοῦ ἀνθρώπου μηδὲν ἐάσας αὐτὸν ἔχειν ἀγαθόν. Εἰ δὲ πάλιν ἑαυτὸν συσφίγξει, οὐ μόνον κτήσεται τὸν ἕνα καρπὸν οὗ ἀπηλλοτριώθη ποτέ, ἀλλὰ καὶ προκόψει σφόδρα. Οὐ γὰρ ἓν μέτρον ἐστὶν τῆς θεοσεβείας, ἀλλ’ εἰσὶ πλούσιοί τινες ἐν τῷ πνεύματι καὶ εἰσὶν ὡς δέκαρχοι, πεντηκόνταρχοι, ἑκατόνταρχοι, χιλίαρχοι, καὶ βασιλεῖς τέλειοι, ὥσπερ ὁ Ἀβραὰμ ἐλέχθη παρὰ θεοῦ βασιλεύς· οὐ μόνον γὰρ ἦν αὐτὸς βασιλεὺς ἁπλῶς, ἀλλὰ βασιλευόντων ἦν βασιλεὺς ὡς ἐπὶ θρόνου καθήμενος.»

Περὶ τοῦ γέροντος Μαύου. Ἀπεστάλη ποτὲ παρὰ ἐπισκόπου πρὸς τὸν μέγαν ἄνθρωπος ἐν αἰτίᾳ κλοπῆς, ὥστε παρ’ αὐτοῦ κριθῆναι· καὶ αὐτὸς ἦν μονάζων, τρίχινον φορῶν ἱμάτιον. Γέρων δέ τις τῶν ἀδελφῶν ἄκακος καὶ καλὸς λίαν, Μαῦος λεγόμενος, τῶν ἀρχαίων οἰκιακῶν, κατ’ ἐκείνην τὴν ὥραν οὐκ ἀπῆλθεν ἔξω μετὰ τῶν ἀδελφῶν θερίσαι θρύα ὡς ἀσθενῶν καὶ λυπούμενος. Ἡ δὲ λύπη αὐτοῦ ἀπὸ τῆς ἑσπερινῆς ἐγένετο κατηχήσεως. Ἀκούων γὰρ τοῦ πατρὸς ἡμῶν Παχωμίου λέγοντος ἀσφαλείας λόγους πολλῆς περὶ τῆς τῶν ψυχῶν σωτηρίας, καὶ αὐτὸς εἰδὼς ἑαυτὸν ἐστηριγμένον, ἀγνοῶν τε τὴν τῶν ἐχθρῶν πανουργίαν καθ’ ἡμῶν καὶ ξενιζόμενος ἐπὶ τούτοις ἔλεγεν οὕτως· «Τί δήποτε τοσοῦτον ἡμᾶς ὁ γέρων ἀσφαλίζεται καθ’ ἑκάστην; Μέλλομεν ἆρα πίπτειν καθ’ ὥραν;» Διὰ ταύτην οὖν τὴν αἰτίαν λυπούμενος ἐκοιμᾶτο ἔσω εἰς τὰς καλύβας. Ἰδὼν τοίνυν ἐκεῖνον τὸν τριχινοφόρον ἐλθόντα λέγει τῷ οἰκονόμῳ Θεοδώρῳ· «Φρόντισον τῷ ἀνθρώπῳ, ἕως ἔλθῃ ὁ πατὴρ ἡμῶν. Βλέπω γὰρ αὐτὸν μέγαν καὶ εὐλαβῆ.» Καὶ ἐλθόντος τοῦ ἀββᾶ Παχωμίου ἔσω μετὰ τῶν ἀδελφῶν, ὑπήντησεν αὐτῷ ἐκεῖνος ὁ ἄνθρωπος. Καὶ μετὰ τὴν ὁμολογίαν τοῦ σφάλματος αὐτοῦ, διωρθώσατο τοῦτον τῇ διακρίσει τοῦ πνεύματος εἰπών· «Πολλὰ πταίομεν ἅπαντες, ἀλλὰ εὐχώμεθα τῷ ἐλεήμονι θεῷ, καὶ ἰάσεται ἡμᾶς. Τηρήσωμεν οὖν ἑαυτοὺς εἰς τὰ ἔμπροσθεν.»

Ὁ δὲ γέρων Μαῦος, ἀκούων ταῦτα λεγόμενα πρὸς τὸν ἄνθρωπον, ἐθαύμασε τὴν διάκρισιν τοῦ ἁγίου πατρὸς τῷ πνεύματι καὶ περὶ ὧν ἑσπέρας ἐλάλει συνεὶς ἐπείσθη καὶ ἐδόξασε τὸν θεόν.

Περὶ τῆς κατηχήσεως Θεοδώρου. Καὶ μεθ’ ἡμέρας τινὰς καλεῖ Θεόδωρον ὁ Παχώμιος καὶ λέγει αὐτῷ· «Ὅτε ἐξέρχονται τῆς τραπέζης ὀψὲ οἱ ἀδελφοί, παράδος τὴν διακονίαν ἄλλῳ, καὶ δεῦρο, ὅπου συναγόμεθα κατὰ τὴν κυριακὴν εἰς κατήχησιν.» Ἐλθόντι δὲ λέγει αὐτῷ· «Στῆθι ὧδε μέσον τῶν ἀδελφῶν καὶ λάλησον ἡμῖν τὸν λόγον τοῦ θεοῦ κατὰ τὸ ἔθος ἀντ’ ἐμοῦ.» Καὶ ὑπακούσας ἐκεῖνος καίπερ μὴ θέλων ἔστη· καὶ ἤρξατο λαλεῖν ἃ ὁ κύριος ἔδωκεν αὐτῷ, ἑστώτων [δὲ] πάντων καὶ τοῦ ἀββᾶ Παχωμίου συνεστῶτος καὶ ἀκούοντος ὡς ἑνὸς ἐξ αὐτῶν. Τινὲς δὲ τῶν ἀδελφῶν ἀγανακτήσαντες ἀνέκαμψαν ἐν ὑπερηφανίᾳ πρὸς τὰς σκηνὰς αὐτῶν τοῦ μὴ ἀκούειν. Ἦν δὲ ὁ Θεόδωρος τῇ μὲν ἀνθρωπίνῃ ἡλικίᾳ νεώτερος, τῷ δὲ πνεύματι κατηρτισμένος. Μετὰ δὲ τὴν κατήχησιν καὶ τὴν εὐχὴν ἐκαθέσθη Παχώμιος ὡς ἔθος αὐτῷ καὶ ἤρξατο λέγειν· «Ἠκούσατε τὰ εἰρημένα· τίνος ἐστίν; μὴ τοῦ λαλοῦντος ἢ τοῦ θεοῦ; Οἱ δὲ ἀγανακτήσαντες τίνι λογισμῷ τοῦτο ἐποίησαν; Ὅτι νεώτερός ἐστιν; Εὑρίσκομεν καὶ περὶ παιδίου τὸν κύριον λέγοντα· “Ὃς ἐὰν δέξηται τοιοῦτον παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται.” Μὴ καὶ ἐγὼ οὐκ ἤμην στήκων καὶ ἀκούων ὡς εἷς ἐξ ὑμῶν; Λέγω ὑμῖν· οὐ σχήματι, ἀλλ’ ἐν ὅλῃ καρδίᾳ ἤκουον ὡς ὁ διψῶν ὕδωρ. Καὶ γὰρ πάσης ἀποδοχῆς ἄξιος ὁ λόγος τοῦ θεοῦ, ὡς γέγραπται.

Ταλαίπωροι δὲ οἱ ἀνακάμψαντες ὡς ἑαυτοὺς ἀπαλλοτριώσαντες τῶν οἰκτιρμῶν τοῦ θεοῦ. Καὶ εἰ μὴ μετανοήσουσιν ἀπὸ ταύτης τῆς ὑπερηφανίας, δύσκολον αὐτοῖς τὸ ζῆν· ἐγγὺς γὰρ κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.»

Περὶ Θεοδώρου. Μετὰ ταῦτα ἔταξε τὸν Θεόδωρον οἰκονόμον τῆς ἐν Ταβεννήσει μονῆς, καταλαβόμενος αὐτὸν ἱκανὸν εἶναι τῷ πνεύματι· ἦν δὲ ὡσεὶ χρόνων τριάκοντα. Αὐτὸς δὲ Παχώμιος ἔμεινεν ἐν τῇ μονῇ τῇ λεγομένῃ Παβαῦ, ὅπου ἦν ἡ οἰκονομία πάντων τῶν μοναστηρίων. Θεόδωρος δὲ ταχθεὶς ἐκεῖ ὡς μὴ ταχθεὶς ἦν, καθότι οὐκ εἶχε θέλημα· ἐπύρωσε γὰρ αὐτὸν ὁ φόβος τοῦ θεοῦ καὶ ἐτήρησε τὰ ἄνω φρονεῖν· πᾶσαν δὲ σπουδὴν εἶχε τὸν θεὸν ἀγαπᾶν ἐν ὅλῃ καρδίᾳ κατὰ τὴν ἐντολήν· καὶ προκόπτων ὠφέλει τοὺς ἀδελφούς· εἶχε γὰρ σφόδρα καὶ ὁ λόγος αὐτοῦ χάριν.

Περὶ τῶν λοιπῶν ἀδελφῶν. Ἦσαν δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἀδελφῶν δυνατοὶ τῷ πνεύματι καὶ ὡς ἀληθῶς ἀθληταὶ τοῦ Χριστοῦ, ὅ τε Κορνήλιος καὶ Ψενταΐσης καὶ Παχώμιος ἄλλος καὶ Παῦλος καὶ Ἰωάννης καὶ Παφνούτιος καί τινες ἕτεροι, οὓς καθ’ ἕκαστον ὀνομάσαι περισσόν.

Τούτων οὖν ἑκάστου τὸν βίον εἰδὼς ὁ μέγας Παχώμιος ὀρθὸν ὄντα ἔταξε τοὺς πλείους αὐτῶν εἰς τὰς μονὰς ἡγουμένους καὶ πατέρας. Καὶ πολλοὶ δὲ μετ’ αὐτοὺς ὡς ἐν δευτέρᾳ τάξει τυγχάνοντες ἠγάπησαν τὸν θεόν· ἀφ’ ὧν εἷς ἐστι καὶ ὁ ἀββᾶς Τιθόης, τῶν παρθένων γενόμενος πατὴρ ἅγιος καὶ τοῖς οἰκτιρμοῖς τοῦ θεοῦ πεπιαμμένος ὡς στέαρ καὶ χρηστὸς ὡς προειρήκαμεν τὸν πατέρα Ἰωάννην. Τινὲς δὲ ἐκ τούτων οὐ μόνον ἦσαν ἀσκηταί, μὴ γευσάμενοι οἴνου ἐν ὑγιείᾳ ποτέ, ἀλλὰ μηδὲ ἐν νόσῳ, ὡς ἐπὶ ἑβδομήκοντα ἔτη μοναχοὶ τυγχάνοντες. Ἄλλοι δέ, τῇ νόσῳ ὀχλούμενοι καὶ τῇ ὥρᾳ τοῦ θανάτου πρός τινων ἀξιούμενοι καὶ παραβιαζόμενοι ἀνενεχθῆναι τοῦ καθισματίου αὐτῶν καὶ ἐπὶ κραβαττίου τεθῆναι πρὸς τὸ καλῶς ἐνταφιασθῆναι, οὐ κατένευσαν οὐδὲ συνεχώρησαν αὐτοῖς, ἀλλ’ ἔμενον ἐκεῖ καὶ οὕτως συγκεκαμμένοι ἀπέθνῃσκον. Καὶ εἰ μὴ ὅτι πολύς ἐστιν ὁ λόγος, καὶ αὐτῶν ἂν κατὰ μέρος ἐμνημονεύσαμεν.